Τῌ ΑΓΙᾼ ΚΑΙ ΜΕΓΑΛῌ ΠΕΜΠΤῌ

 

+ Ελογημνη Βασιλεα το Πατρς κα το Υο κα το γου Πνεματος, νν κα ε τος αἰῶνας τν αἰώνων. Ἀμήν.

Δεῦτε, προσκυνήσωμεν καὶ προσπέσωμεν τῷ βασιλεῖ ἡμῶν Θεῷ.

Δεῦτε, προσκυνήσωμεν καὶ προσπέσωμεν Χριστῷ, τῷ βασιλεῖ ἡμῶν Θεῷ.

Δεῦτε, προσκυνήσωμεν καὶ προσπέσωμεν αὐτῷ Χριστῷ, τῷ βασιλεῖ καὶ Θεῷ ἡμῶν.

 

Ψαλμὸς ργ’ (103)

Εὐλόγει ἡ ψυχή μου, τὸν Κύριον, Κύριε ὁ Θεός μου ἐμεγαλύνθης σφόδρα.

Ἐξομολόγησιν καὶ μεγαλοπρέπειαν ἐνεδύσω, ἀναβαλλόμενος φῶς ὡς ἱμάτιον.

Ἐκτείνων τὸν οὐρανὸν ὡσεὶ δέῤῥιν, ὁ στεγάζων ἐν ὕδασιν τὰ ὑπερῷα αὐτοῦ.

Ὁ τιθεὶς νέφη τὴν ἐπίβασιν αὐτοῦ, ὁ περιπατῶν ἐπὶ πτερύγων ἀνέμων.

Ὁ ποιῶν τοὺς Ἀγγέλους αὐτοῦ πνεύματα, καὶ τοὺς λειτουργοὺς αὐτοῦ πυρὸς φλόγα.

Ὁ θεμελιῶν τὴν γῆν ἐπὶ τὴν ἀσφάλειαν αὐτῆς, οὐ κλιθήσεται εἰς τὸν αἰῶνα τοῦ αἰῶνος.

Ἄβυσσος ὡς ἱμάτιον τὸ περιβόλαιον αὐτοῦ, ἐπὶ τῶν ὀρέων στήσονται ὕδατα.

Ἀπὸ ἐπιτιμήσεώς σου φεύξονται, ἀπὸ φωνῆς βροντῆς σου δειλιάσουσιν.

Ἀναβαίνουσιν ὄρη, καὶ καταβαίνουσι πεδία εἰς τόπον, ὃν ἐθεμελίωσας αὐτά.

Ὅριον ἔθου, ὃ οὐ παρελεύσονται, οὐδὲ ἐπιστρέψουσι καλύψαι τὴν γῆν.

Ὁ ἐξαποστέλλων πηγὰς ἐν φάραγξιν, ἀνάμεσον τῶν ὀρέων διελεύσονται ὕδατα.

Ποτιοῦσι πάντα τὰ θηρία τοῦ ἀγροῦ, προσδέξονται ὄναγροι εἰς δίψαν αὐτῶν.

Ἐπ' αὐτὰ τὰ πετεινὰ τοῦ οὐρανοῦ κατασκηνώσει ἐκ μέσου τῶν πετρῶν δώσουσι φωνήν.

Ποτίζων ὄρη ἐκ τῶν ὑπερῴων αὐτοῦ ἀπὸ καρποῦ τῶν ἔργων σου χορτασθήσεται ἡ γῆ.

Ὁ ἐξανατέλλων χόρτον τοῖς κτήνεσι, καὶ χλόην τῇ δουλείᾳ τῶν ἀνθρώπων.

Τοῦ ἐξαγαγεῖν ἄρτον ἐκ τῆς γῆς καὶ οἶνος εὐφραίνει καρδίαν ἀνθρώπου.

Τοῦ ἱλαρῦναι πρόσωπον ἐν ἐλαίῳ καὶ ἄρτος καρδίαν ἀνθρώπου στηρίζει.

Χορτασθήσεται τὰ ξύλα τοῦ πεδίου, αἱ κέδροι τοῦ Λιβάνου, ἃς ἐφύτευσας.

Ἐκεῖ στρουθία ἐννοσσεύσουσι, τοῦ ἐρωδιοῦ ἡ κατοικία ἡγεῖται αὐτῶν.

Ὄρη τὰ ὑψηλὰ ταῖς ἐλάφοις, πέτρα καταφυγὴ τοῖς λαγῳοῖς.

Ἐποίησε σελήνην εἰς καιρούς ὁ ἥλιος ἔγνω τὴν δύσιν αὐτοῦ.

Ἔθου σκότος, καὶ ἐγένετο νύξ ἐν αὐτῇ διελεύσονται πάντα τὰ θηρία τοῦ δρυμοῦ.

Σκύμνοι ὠρυόμενοι τοῦ ἁρπάσαι, καὶ ζητῆσαι παρὰ τῷ Θεῷ βρῶσιν αὐτοῖς.

Ἀνέτειλεν ὁ ἥλιος, καὶ συνήχθησαν, καὶ εἰς τὰς μάνδρας αὐτῶν κοιτασθήσονται.

Ἐξελεύσεται ἄνθρωπος ἐπὶ τὸ ἔργον αὐτοῦ, καὶ ἐπὶ τὴν ἐργασίαν αὐτοῦ ἕως ἑσπέρας.

Ὡς ἐμεγαλύνθη τὰ ἔργα σου, Κύριε, πάντα ἐν σοφίᾳ ἐποίησας, ἐπληρώθη ἡ γῆ τῆς κτίσεώς σου.

Αὕτη ἡ θάλασσα ἡ μεγάλη καὶ εὐρύχωρος, ἐκεῖ ἑρπετὰ ὧν οὐκ ἔστιν ἀριθμός, ζῷα μικρὰ μετὰ μεγάλων.

Ἐκεῖ πλοῖα διαπορεύονται, δράκων οὗτος, ὃν ἔπλασας ἐμπαίζειν αὐτῇ.

Πάντα πρὸς σὲ προσδοκῶσι, δοῦναι τὴν τροφὴν αὐτῶν εἰς εὔκαιρον δόντος σου αὐτοῖς συλλέξουσιν.

Ἀνοίξαντός σου τὴν χεῖρα, τὰ σύμπαντα πλησθήσονται χρηστότητος, ἀποστρέψαντος δέ σου τὸ πρόσωπον, ταραχθήσονται.

Ἀντανελεῖς τὸ πνεῦμα αὐτῶν, καὶ ἐκλείψουσι, καὶ εἰς τὸν χοῦν αὐτῶν ἐπιστρέψουσιν.

Ἐξαποστελεῖς τὸ πνεῦμά σου, καὶ κτισθήσονται, καὶ ἀνακαινιεῖς τὸ πρόσωπον τῆς γῆς.

Ἤτω ἡ δόξα Κυρίου εἰς τοὺς αἰῶνας, εὐφρανθήσεται Κύριος ἐπὶ τοῖς ἔργοις αὐτοῦ.

Ὁ ἐπιβλέπων ἐπὶ τὴν γῆν, καὶ ποιῶν αὐτὴν τρέμειν, ὁ ἁπτόμενος τῶν ὀρέων, καὶ καπνίζονται.

ᾌσω τῷ Κυρίῳ ἐν τῇ ζωῇ μου, ψαλῶ τῷ Θεῷ μου ἕως ὑπάρχω.

Ἡδυνθείη αὐτῷ ἡ διαλογή μου, ἐγὼ δὲ εὐφρανθήσομαι ἐπὶ τῷ Κυρίῳ.

Ἐκλείποιεν ἁμαρτωλοὶ ἀπὸ τῆς γῆς, καὶ ἄνομοι, ὥστε μὴ ὑπάρχειν αὐτούς. Εὐλόγει, ἡ ψυχή μου, τὸν Κύριον.

Καὶ πάλιν

Ὁ ἥλιος ἔγνω τὴν δύσιν αὐτοῦ ἔθου σκότος, καὶ ἐγένετο νύξ.

Ὡς ἐμεγαλύνθη τὰ ἔργα σου, Κύριε πάντα ἐν σοφίᾳ ἐποίησας.

Δόξα Πατρὶ... Καὶ νῦν...

Ἀλληλούϊα, Ἀλληλούϊα, Ἀλληλούϊα. Δόξα σοι ὁ Θεός (ἐκ γ').

Ἡ ἐλπὶς ἡμῶν, Κύριε, δόξα σοι.

 

Ἐν εἰρήνῃ τοῦ Κυρίου δεηθῶμεν...

 

Ψαλμὸς ρμ’ (140)  Ἦχος β' 

Κύριε ἐκέκραξα πρὸς σέ, εἰσάκουσόν μου, εἰσάκουσόν μου, Κύριε. Κύριε, ἐκέκραξα πρὸς σέ, εἰσάκουσόν μου πρόσχες τῇ φωνῇ τῆς δεήσεώς μου, ἐν τῷ κεκραγέναι με πρὸς σὲ εἰσάκουσόν μου, Κύριε.

Κατευθυνθήτω ἡ προσευχή μου, ὡς θυμίαμα ἐνώπιόν σου, ἔπαρσις τῶν χειρῶν μου θυσία ἑσπερινὴ εἰσάκουσόν μου, Κύριε.

Θοῦ, Κύριε, φυλακὴν τῷ στόματί μου, καὶ θύραν περιοχῆς περὶ τὰ χείλη μου.

Μὴ ἐκκλίνῃς τὴν καρδίαν μου εἰς λόγους πονηρίας, τοῦ προφασίζεσθαι προφάσεις ἐν ἁμαρτίαις.

Σὺν ἀνθρώποις ἐργαζομένοις τὴν ἀνομίαν, καὶ οὐ μὴ συνδυάσω μετὰ τῶν ἐκλεκτῶν αὐτῶν.

Παιδεύσει με δίκαιος ἐν ἐλέει, καὶ ἐλέγξει με, ἔλαιον δὲ ἁμαρτωλοῦ μὴ λιπανάτω τὴν κεφαλήν μου.

Ὅτι ἔτι καὶ ἡ προσευχή μου ἐν ταῖς εὐδοκίαις αὐτῶν κατεπόθησαν ἐχόμενα πέτρας οἱ κριταὶ αὐτῶν.

Ἀκούσονται τὰ ῥήματά μου, ὅτι ἡδύνθησαν ὡσεὶ πάχος γῆς ἐῤῥάγη ἐπὶ τῆς γῆς, διεσκορπίσθη τὰ ὀστᾶ αὐτῶν παρὰ τὸν ᾅδην.

Ὅτι πρὸς σέ, Κύριε, Κύριε, οἱ ὀφθαλμοὶ μου ἐπὶ σοὶ ἤλπισα, μὴ ἀντανέλῃς τὴν ψυχήν μου.

Φύλαξόν με ἀπὸ παγίδος ἧς συνεστήσαντό μοι, καὶ ἀπὸ σκανδάλων τῶν ἐργαζομένων τὴν ἀνομίαν.

Πεσοῦνται ἐν ἀμφιβλήστρῳ αὐτῶν οἱ ἁμαρτωλοί, κατὰ μόνας εἰμὶ ἐγώ, ἕως ἂν παρέλθω.

Ψαλμὸς ρμα’ (141)

Φωνῇ μου πρὸς Κύριον ἐκέκραξα, φωνῇ μου πρὸς Κύριον ἐδεήθην.

Ἐκχεῶ ἐνώπιον αὐτοῦ τὴν δέησίν μου, τὴν θλῖψίν μου ἐνώπιον αὐτοῦ ἀπαγγελῶ.

Ἐν τῷ ἐκλείπειν ἐξ ἐμοῦ τὸ πνεῦμά μου, καὶ σὺ ἔγνως τὰς τρίβους μου.

Ἐν ὁδῷ ταύτῃ, ᾗ ἐπορευόμην, ἔκρυψαν παγίδα μοι.

Κατενόουν εἰς τὰ δεξιά, καὶ ἐπέβλεπον, καὶ οκ ἦν ὁ ἐπιγινώσκων με.

Ἀπώλετο φυγὴ ἀπ' ἐμοῦ καὶ οὐκ ἔστιν ὁ ἐκζητῶν τὴν ψυχήν μου.

Ἐκέκραξα πρὸς σέ, Κύριε εἶπα· Σὺ εἶ ἡ ἐλπίς μου, μερίς μου εἶ ἐν γῇ ζώντων.

Πρόσχες πρὸς τὴν δέησίν μου, ὅτι ἐταπεινώθην σφόδρα.

Ῥῦσαί με ἐκ τῶν καταδιωκόντων με, ὅτι ἐκραταιώθησαν ὑπὲρ ἐμέ.

Ἦχος β' 

Στχ. Ἐξάγαγε ἐκ φυλακῆς τὴν ψυχήν μου, τοῦ ἐξομολογήσασθαι τῷ ὀνόματί σου.

Συντρέχει λοιπόν, τὸ συνέδριον τῶν Ἰουδαίων, ἵνα τὸν Δημιουργόν, καὶ Κτίστην τῶν ἁπάντων, Πιλάτῳ παραδώσῃ, ὢ τῶν ἀνόμων! ὢ τῶν ἀπίστων! ὅτι τὸν ἐρχόμενον, κρῖναι ζῶντας καὶ νεκρούς, εἰς κρίσιν εὐτρεπίζουσι, τὸν ἰώμενον τὰ πάθη, πρὸς πάθος ἑτοιμάζουσι. Κύριε μακρόθυμε, μέγα σου τὸ ἔλεος, δόξα σοι.

Στχ. μ πομενοσι δκαιοι, ως ο νταποδς μοι.

Συντρέχει λοιπόν, τὸ συνέδριον τῶν Ἰουδαίων, ἵνα τὸν Δημιουργόν, καὶ Κτίστην τῶν ἁπάντων, Πιλάτῳ παραδώσῃ, ὢ τῶν ἀνόμων! ὢ τῶν ἀπίστων! ὅτι τὸν ἐρχόμενον, κρῖναι ζῶντας καὶ νεκρούς, εἰς κρίσιν εὐτρεπίζουσι, τὸν ἰώμενον τὰ πάθη, πρὸς πάθος ἑτοιμάζουσι. Κύριε μακρόθυμε, μέγα σου τὸ ἔλεος, δόξα σοι.

Ψαλμὸς 129

Στχ. κ βαθων κκραξ σοι, Κριε, Κριε εσκουσον τς φωνς μου.

Ἰούδας ὁ παράνομος Κύριε, ὁ βάψας ἐν τῷ δείπνῳ τὴν χεῖρα, ἐν τῷ τρυβλίῳ μετὰ σοῦ, ἐξέτεινεν ἀνόμως τὰς χεῖρας, τοῦ λαβεῖν ἀργύρια, καὶ ὁ τοῦ μύρου λογισάμενος τιμήν, σὲ τὸν ἀτίμητον οὐκ ἔφριξε πωλῆσαι, ὁ τοὺς πόδας ὑφαπλώσας ἐπὶ τὸ νίψαι, τὸν Δεσπότην κατεφίλησε δολίως, εἰς τὸ προδοῦναι τοῖς ἀνόμοις, χοροῦ δὲ Ἀποστόλων ῥιφείς, καὶ τὰ τριάκοντα ῥίψας ἀργύρια, σοῦ τὴν τριήμερον Ἀνάστασιν οὐκ εἶδε, δι' ἧς ἐλέησον ἡμᾶς.

Στχ. Γενηθτω τ τ σου προσχοντα ες τν φωνν τς δεσες μου.

Ἰούδας ὁ παράνομος Κύριε, ὁ βάψας ἐν τῷ δείπνῳ τὴν χεῖρα, ἐν τῷ τρυβλίῳ μετὰ σοῦ, ἐξέτεινεν ἀνόμως τὰς χεῖρας, τοῦ λαβεῖν ἀργύρια, καὶ ὁ τοῦ μύρου λογισάμενος τιμήν, σὲ τὸν ἀτίμητον οὐκ ἔφριξε πωλῆσαι, ὁ τοὺς πόδας ὑφαπλώσας ἐπὶ τὸ νίψαι, τὸν Δεσπότην κατεφίλησε δολίως, εἰς τὸ προδοῦναι τοῖς ἀνόμοις, χοροῦ δὲ Ἀποστόλων ῥιφείς, καὶ τὰ τριάκοντα ῥίψας ἀργύρια, σοῦ τὴν τριήμερον Ἀνάστασιν οὐκ εἶδε, δι' ἧς ἐλέησον ἡμᾶς.

Στχ. Ἐὰν νομας παρατηρσς, Κριε, Κριε τς ποστσεται; τι παρ σο λασμς στιν.

Ἰούδας ὁ προδότης δόλιος ὤν, δολίῳ φιλήματι παρέδωκε τὸν Σωτῆρα Κύριον, τὸν Δεσπότην τῶν ἁπάντων, ὡς δοῦλον πέπρακε τοῖς παρανόμοις, ὡς πρόβατον ἐπὶ σφαγήν, οὕτως ἠκολούθει, ὁ Ἀμνὸς ὁ τοῦ Θεοῦ, ὁ Υἱὸς ὁ τοῦ Πατρός, ὁ μόνος πολυέλεος.

Στχ. νεκεν το νματς σου πμειν σε, Κριε· πμεινεν ψυχ μου ες τν λγον σου, λπισεν ψυχ μου π τν Κριον.

Ἰούδας ὁ προδότης δόλιος ὤν, δολίῳ φιλήματι παρέδωκε τὸν Σωτῆρα Κύριον, τὸν Δεσπότην τῶν ἁπάντων, ὡς δοῦλον πέπρακε τοῖς παρανόμοις, ὡς πρόβατον ἐπὶ σφαγήν, οὕτως ἠκολούθει, ὁ Ἀμνὸς ὁ τοῦ Θεοῦ, ὁ Υἱὸς ὁ τοῦ Πατρός, ὁ μόνος πολυέλεος.

Στχ. π φυλακς πρωας μχρι νυκτς, π φυλακς πρωας, λπιστω σραλ π τν Κριον.

Ἰούδας ὁ δοῦλος καὶ δόλιος, ὁ μαθητὴς καὶ ἐπίβουλος, ὁ φίλος καὶ διάβολος, ἐκ τῶν ἔργων ἀπεφάνθη· ἠκολούθει γὰρ τῷ Διδασκάλῳ, καὶ καθ' ἑαυτὸν ἐμελέτησε τὴν προδοσίαν, ἔλεγεν ἐν ἑαυτῷ· Παραδώσω τοῦτον, καὶ κερδήσω τὰ συναχθέντα χρήματα, ἐπεζήτει δὲ καὶ τὸ μύρον πραθῆναι, καὶ τὸν Ἰησοῦν δόλῳ κρατηθῆναι, ἀπέδωκεν ἀσπασμόν, παρέδωκε τὸν Χριστόν, καὶ ὡς πρόβατον ἐπὶ σφαγήν, οὕτως ἠκολούθει, ὁ μόνος εὔσπλαγχνος καὶ φιλάνθρωπος.

Στχ. Ὅτι παρὰ τῷ Κυρίῳ τὸ ἔλεος καὶ πολλὴ παρ' αὐτῷ λύτρωσις· καὶ αὐτὸς λυτρώσεται τὸν Ἰσραὴλ ἐκ πασῶν τῶν ἀνομιῶν αὐτοῦ.

Ἰούδας ὁ δοῦλος καὶ δόλιος, ὁ μαθητὴς καὶ ἐπίβουλος, ὁ φίλος καὶ διάβολος, ἐκ τῶν ἔργων ἀπεφάνθη· ἠκολούθει γὰρ τῷ Διδασκάλῳ, καὶ καθ' ἑαυτὸν ἐμελέτησε τὴν προδοσίαν, ἔλεγεν ἐν ἑαυτῷ· Παραδώσω τοῦτον, καὶ κερδήσω τὰ συναχθέντα χρήματα, ἐπεζήτει δὲ καὶ τὸ μύρον πραθῆναι, καὶ τὸν Ἰησοῦν δόλῳ κρατηθῆναι, ἀπέδωκεν ἀσπασμόν, παρέδωκε τὸν Χριστόν, καὶ ὡς πρόβατον ἐπὶ σφαγήν, οὕτως ἠκολούθει, ὁ μόνος εὔσπλαγχνος καὶ φιλάνθρωπος.

Ψαλμὸς 116

Στχ. Αἰνεῖτε τὸν Κύριον πάντα τὰ ἔθνη, ἐπαινέσατε αὐτὸν πάντες οἱ λαοί.

Ὃν ἐκήρυξεν Ἀμνὸν Ἡσαΐας, ἔρχεται ἐπὶ σφαγὴν ἑκούσιον, καὶ τὸν νῶτον δίδωσιν εἰς μάστιγας, τὰς σιαγόνας εἰς ῥαπίσματα, τὸ δὲ πρόσωπον οὐκ ἀπεστράφη, ἀπὸ αἰσχύνης ἐμπτυσμάτων, θανάτῳ δὲ ἀσχήμονι καταδικάζεται, πάντα ὁ ἀναμάρτητος ἑκουσίως καταδέχεται, ἵνα πᾶσι δωρήσηται τὴν ἐκ νεκρῶν ἀνάστασιν..

Στχ. Ὅτι ἐκραταιώθη τὸ ἔλεος αὐτοῦ ἐφ' ἡμᾶς, καὶ ἡ ἀλήθεια τοῦ Κυρίου μένει εἰς τὸν αἰῶνα.

Ὃν ἐκήρυξεν Ἀμνὸν Ἡσαΐας, ἔρχεται ἐπὶ σφαγὴν ἑκούσιον, καὶ τὸν νῶτον δίδωσιν εἰς μάστιγας, τὰς σιαγόνας εἰς ῥαπίσματα, τὸ δὲ πρόσωπον οὐκ ἀπεστράφη, ἀπὸ αἰσχύνης ἐμπτυσμάτων, θανάτῳ δὲ ἀσχήμονι καταδικάζεται, πάντα ὁ ἀναμάρτητος ἑκουσίως καταδέχεται, ἵνα πᾶσι δωρήσηται τὴν ἐκ νεκρῶν ἀνάστασιν.

Δόξα... Καὶ νῦν... Ἦχος πλ. β'

Γέννημα ἐχιδνῶν, ἀληθῶς ὁ Ἰούδας, φαγόντων τὸ Μάννα ἐν τῇ ἐρήμῳ, καὶ γογγυζόντων κατὰ τοῦ τροφέως· ἔτι γὰρ τῆς βρώσεως οὔσης ἐν τῷ στόματι αὐτῶν, κατελάλουν τοῦ Θεοῦ οἱ ἀχάριστοι, καὶ οὗτος ὁ δυσσεβής, τὸν οὐράνιον Ἄρτον, ἐν τῷ στόματι βαστάζων, κατὰ τοῦ Σωτῆρος τὴν προδοσίαν εἰργάσατο. Ὢ γνώμης ἀκορέστου, καὶ τόλμης ἀπανθρώπου! τὸν τρέφοντα ἐπώλει, καὶ ὃν ἐφίλει Δεσπότην, παρεδίδου εἰς θάνατον, ὄντως ἐκείνων υἱὸς ὁ παράνομος, καὶ σὺν αὐτοῖς τὴν ἀπώλειαν ἐκληρώσατο. Ἀλλὰ φεῖσαι Κύριε, τοιαύτης ἀπανθρωπίας τὰς ψυχὰς ἡμῶν, ὁ μόνος ἐν μακροθυμίᾳ ἀνείκαστος.

 

Εσοδος

Σοφα ρθοί !

 

Φς λαρν γας δξης, ἀθαντου Πατρς, ορανου, ἁγου, μκαρος, ἸησοΧριστέ, ἐλθντες πτν λου δσιν, ἰδντες φς σπερινν, ὑμνομεν Πατρα, Υἱόν, καὶ ἅγιον Πνεμα Θεν. Ἄξιν σε ν πσι καιρος, ὑμνεσθαι φωνας ασίαις, Υἱὲ Θεοῦ, ζων διδος, Διὸ ὁ κσμος σδοξζει.

 

Προκείμενον Ἦχος α'

Ἐξελοῦ με, Κύριε, ἐξ ἀνθρώπου πονηροῦ.

Στίχ. Οἵτινες ἑλογίσαντο ἀδικίαν ἐν καρδίᾳ.

Σοφα Πρσχωμεν!

Τῆς Ἐξόδου τὸ Ἀνάγνωσμα

(Κεφ. ΙΘ', 10-19)

Εἶπε Κύριος πρὸς Μωϋσῆν· καταβὰς διαμάρτυραι τῷ λαῷ τούτῳ, καὶ ἅγνισον αὐτοὺς σήμερον καὶ αὔριον, καὶ πλυνάτωσαν τὰ ἱμάτια αὐτῶν, καὶ ἔστωσαν ἕτοιμοι εἰς τὴν ἡμέραν τὴν τρίτην· τῇ γὰρ ἡμέρᾳ τῇ τρίτῃ, καταβήσεται Κύριος ἐπὶ τὸ ὄρος τὸ Σινᾶ, ἐναντίον παντὸς τοῦ λαοῦ. Καὶ ἀφοριεῖς τὸν λαὸν κύκλῳ λέγων· Προσέχετε ἑαυτόῖς τοῦ ἀναβῆναι εἰς τὸ ὄρος, καὶ θίγειν τι αὐτοῦ· πᾶς ὁ ἁψάμενος τοῦ ὄρους, θανάτῳ τελευτήσει. Οὐχ ἅψεται αὐτοῦ χείρ· ἐν γὰρ λίθοις λιθοβοληθήσεται, ἢ βολίδι κατατοξευθήσεται, ἐάν τε κτῆνος, ἐάν τε ἄνθρωπος, οὐ ζήσεται. Ὅταν δὲ αἱ φωναί, καὶ αἱ σάλπιγγες, καὶ ἡ νεφέλη ἀπέλθῃ ἀπὸ τοῦ ὄρους, ἐκεῖνοι ἀναβήσονται ἐπὶ τὸ ὄρος. Κατέβη δὲ Μωϋσῆς ἐκ τοῦ ὄρους πρὸς τὸν λαόν, καὶ ἡγίασεν αὐτούς, καὶ ἔπλυναν τὰ ἱμάτια αὐτῶν. Καὶ εἶπε τῷ λαῶ· Γίνεσθε ἕτοιμοι, τρεῖς ἡμέρας μὴ προσέλθητε γυναικί. Ἐγένετο δὲ τῇ ἡμέρᾳ τῇ τρίτη, γενηθέντος πρὸς ὄρθρον, ἐγένοντο φωναὶ καὶ ἀστραπαὶ καὶ νεφέλη γνοφώδης ἐπὶ ὄρους Σινᾶ, φωνὴ τῆς σάλπιγγος ἤχει μέγα, καὶ ἑπτοήθη πᾶς ὁ λαός, ὃς ἦν ἐν τῇ παρεμβολῇ. Καὶ ἐξήγαγε Μωϋσῆς τὸν λαὸν εἰς συνάντησιν τοῦ Θεοῦ ἐκ τῆς παρεμβολῆς, καὶ παρέστησαν ὑπὸ τὸ ὄρος. Τὸ ὄρος τὸ Σινᾶ ἐκαπνίζετο ὅλον, διὰ τὸ καταβεβηκέναι τὸν Θεὸν ἐπ' αὐτὸ ἐν πυρί, ἀνέβαινε δὲ ὁ καπνός, ὡσεὶ ἀτμὶς καμίνου, καὶ ἐξέστη πᾶς ὁ λαὸς σφόδρα. Ἐγένοντο δὲ αἱ φωναὶ τῆς σάλπιγγος, προβαίνουσαι ἰσχυρότεραι σφόδρα. Μωϋσῆς ἐλάλει, ὁ δὲ Θεὸς ἀπεκρίνατο αὐτῷ φωνῇ.

 

Προκείμενον Ἦχος βαρὺς

Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, ὁ Θεός.

Στίχ. Ῥῦσαί με ἐκ τῶν ἐργαζομένων τὴν ἀνομίαν.

Σοφα Πρσχωμεν!

Ἰὼβ τὸ Ἀνάγνωσμα

(Κεφ. ΛΗ', 1-21 ΜΒ', 1-5)

Εἶπε Κύριος τῷ Ἰώβ, διὰ λαίλαπος καὶ νεφῶν· Τίς οὗτος ὁ κρύπτων με βουλήν, συνέχων δὲ ῥήματα ἐν καρδίᾳ, ἐμὲ δὲ οἴεται κρύπτειν. Ζῶσαι, ὥσπερ ἀνήρ, τήν, ὀσφύν σου, ἐρωτήσω δέ σε, σὺ δέ μοι ἀποκρίθητι. Ποῦ ἦς ἐν τῷ θεμελιοῦν με τὴν γῆν; ἀπάγγειλον δέ μοι, εἰ ἐπίστασαι σύνεσιν. Τίς ἔθετο τὰ μέτρα αὐτῆς, εἰ οἶδας; ἢ τίς ὁ ἐπαγαγὼν σπαρτίον ἐπ' αὐτῆς; ἐπί, τίνος οἱ κρίκοι αὐτῆς πεπήγασι; τίς δὲ ἐστιν ὁ βαλὼν λίθον γωνιαῖον ἐπ' αὐτῆς; ὅτε ἐγενήθησαν ἄστρα, ᾔνεσάν με φωνῇ μεγάλῃ πάντες Ἄγγελοί μου, ἔφραξα δὲ θάλασσαν πύλαις, ὅτε ἐμαιοῦτο ἐκ κοιλίας μητρὸς αὐτῆς ἐκπορευομένη, ἐθέμην δὲ αὐτῇ νέφος ἀμφίασιν, ὁμίχλῃ δὲ αὐτὴν ἐσπαργάνωσα, ἐθέμην δὲ αὐτῇ ὅρια, περιθεὶς κλεῖθρα καὶ πύλας. Εἶπον δὲ αὐτῇ, μέχρι τούτου ἐλεύσῃ, καὶ οὐχ ὑπερβήσῃ, ἀλλ' ἐν σεαυτῇ συντριβήσονταί σου τὰ κύματα. Ἢ ἐπὶ σοῦ συντέταχα φέγγος πρωϊνόν, ἑωσφόρος δὲ εἶδε τὴν ἑαυτοῦ τάξιν, ἐπιλαβέσθαι πτερύγων γῆς, ἐκτινάξαι ἀσεβεῖς ἐξ αὐτῆς; Ἢ σύ, λαβών πηλόν, ἔπλασας ζῷον, καὶ λαλητὸν αὐτὸν ἔθου ἐπὶ τῆς γῆς; ἀφεῖλες δὲ ἀπὸ ἀσεβῶν τὸ φῶς, βραχίονα δὲ ὑπερηφάνων συνέτριψας; ἦλθες δὲ ἐπὶ πηγὴν θαλάσσης, ἐν δὲ ἴχνεσιν ἀβύσσου περιεπάτησας; ἀνοίγονται δέ σοι φόβῳ πύλαι θανάτου, πυλωροὶ δὲ ᾍδου ἰδόντές σε, ἔπτηξαν; νενουθέτησαι δὲ τὸ εὖρος τῆς ὑπ' οὐρανόν. Ἀνάγγειλον δέ μοι· πόση τίς ἐστι; ποία δὲ γῆ αὐλίζεται τὸ φῶς; σκότους δὲ ποῖος τόπος; Εἰ ἀγάγοις μὲ εἰς ὅρια αὐτῶν, εἰ καὶ ἐπίστασαι τρίβους αὐτῶν, οἶδας ἄρα ὅτι τότε γεγένησαι, ἀριθμὸς δὲ ἐτῶν σου πολύς; Ὑπολαβὼν δὲ Ἰὼβ τῷ Κυρίῳ λέγει· Οἶδα ὅτι πάντα δύνασαι, ἀδυνατεῖ δέ σοι οὐδέν. Τίς γάρ ἐστιν ὁ κρύπτων σε βουλήν; φειδόμενος δὲ ῥημάτων, καὶ σὲ οἴεται κρύπτειν; τίς δὲ ἀναγγελεῖ μοι, ἃ οὐκ ᾔδειν, μεγάλα καὶ θαυμαστά, ἃ οὐκ ἐπιστάμην; Ἄκουσον δέ μου, Κύριε, ἵνα κᾀγὼ λαλήσω, ἐρωτήσω δέ σε, σὺ δέ με δίδαξον, ἀκοὴν μὲν ὠτός, ἤκουόν σου τὸ πρότερον, νυνὶ δέ, ὁ ὀφθαλμός μου, ἑώρακέ σε.

 

Προφητείας Ἡσαΐου τὸ Ἀνάγνωσμα

(Κεφ. Ν' 4-11)

Κύριος δίδωσί μοι γλῶσσαν παιδείας, τοῦ γνῶναι ἡνίκα δεῖ εἰπεῖν λόγον, ἔθηκέ με πρωῒ πρωΐ, προσέθηκέ μοι ὠτίον τοῦ ἀκούειν, καὶ παιδεία Κυρίου Κυρίου ἀνοίγει μου τὰ ὦτα· ἐγὼ δὲ οὐκ ἀπειθῶ, οὐδὲ ἀντιλέγω. Τὸν νῶτόν μου ἔδωκα εἰς μάστιγας, τὰς δὲ σιαγόνας μου εἰς ῥαπίσματα, τὸ δὲ πρόσωπόν μου οὐκ ἀπέστρεψα ἀπὸ αἰσχύνης ἐμπτυσμάτων, καὶ Κύριος, Κύριος βοηθός μοι ἐγενήθη. Διὰ τοῦτο οὐκ ἐνετράπην, ἀλλὰ ἔθηκα τὸ πρόσωπόν μου ὡς στερεὰν πέτραν, καὶ ἔγνων, ὅτι οὐ μὴ αἰσχυνθῶ ὅτι ἐγγίζει ὁ δικαιώσας με. Τίς ὁ κρινόμενός μοι; ἀντιστήτω μοι ἅμα, καὶ τίς ὁ κρινόμενός μοι; ἐγγισάτω μοι. Ἰδοὺ Κύριος, Κύριος βοηθήσει μοι, τίς κακώσει με; ἰδοὺ πάντες ὑμεῖς, ὡς ἱμάτιον, παλαιωθήσεσθε, καὶ ὡς σὴς καταφάγεται ὑμᾶς. Τίς ἐν ὑμῖν ὁ φοβούμενος τὸν Κύριον; ὑπακουσάτω τῆς φωνῆς τοῦ παιδὸς αὐτοῦ. Οἱ πορευόμενοι ἐν σκότει, καὶ οὐκ ἔστιν αὐτοῖς φῶς, πεποίθατε ἐπὶ τῷ ὀνόματι Κυρίου, καὶ ἀντιστηρίσασθε ἐπὶ τῷ Θεῷ. Ἰδοὺ πάντες ὑμεῖς ὡς πῦρ καίετε, καὶ κατισχύετε φλόγα, πορεύεσθε τῷ φωτὶ τοῦ πυρὸς ὑμῶν, καὶ τῇ φλογὶ ᾗ ἐξεκαύσατε· δι' ἐμὲ ἐγένετο ταῦτα ὑμῖν, ἐν λύπῃ κοιμηθήσεσθε.

 

ΤοΚυρου δεηθμεν.

τι γιος εἶ ὁ Θες μν κασοτν δξαν ναπμπομεν, τΠατρκατΥἱῷ κατῷ Ἁγίῳ Πνεματι, νν καὶ ἀεί, καες τος αἰῶνας τν αἰώνων. μν.

 

γιος Θες, ἅγιος σχυρς, ἅγιος θνατος, ἐλησον μς. (3)

Δξα ΠατρκαΥἱῷ καὶ Ἁγίῳ Πνεματι, κανν καὶ ἀεκαες τος αἰῶνας τν αἰώνων. Ἀμν γιος θνατος, ἐλησον μς.

Δναμις.

γιος Θες, ἅγιος σχυρς, ἅγιος θνατος, ἐλησον μς.

 

Προκείμενον Ἦχος βαρὺς

Οἱ ἄρχοντες συνήχθησαν ἐπὶ τὸ αὐτό.

Πρσχωμεν!

Στίχ. Ἵνα τί ἐφρύαξαν ἔθνη, καὶ λαοί.

Σοφα!

Πρὸς Κορινθίους Α' Ἐπιστολῆς Παύλου τὸ Ἀνάγνωσμα

Πρσχωμεν!

(Κεφ. ΙΑ', 23-32)

Ἀδελφοί, ἐγὼ παρέλαβον ἀπὸ τοῦ Κυρίου, ὃ καὶ παρέδωκα ὑμῖν, ὅτι ὁ Κύριος Ἰησοῦς ἐν τῇ νυκτί, ᾗ παρεδίδοτο, ἔλαβεν ἄρτον, καὶ εὐχαριστήσας ἔκλασε, καὶ εἶπε· Λάβετε, φάγετε, τοῦτό μού ἐστι τὸ σῶμα, τὸ ὑπὲρ ὑμῶν κλώμενον, τοῦτο ποιεῖτε εἰς τὴν ἐμὴν ἀνάμνησιν. Ὡσαύτως καὶ τὸ ποτήριον, μετὰ τὸ δειπνῆσαι, λέγων· Τοῦτο τὸ ποτήριον, ἡ καινὴ διαθήκη ἐστὶν ἐν τῷ ἐμῷ αἵματι· τοῦτο ποιεῖτε, ὁσάκις ἂν πίνητε, εἰς τὴν ἐμὴν ἀνάμνησιν. Ὁσάκις γὰρ ἂν ἐσθίητε τὸν ἄρτον τοῦτον, καί το ποτήριον τοῦτο πίνητε, τὸν θάνατον τοῦ Κυρίου καταγγέλλετε, ἄχρις οὗ ἂν ἔλθῃ. Ὥστε, ὃς ἂν ἐσθίῃ τὸν ἄρτον τοῦτον, ἢ πίνῃ τὸ ποτήριον τοῦ Κυρίου ἀναξίως, ἔνοχος ἔσται τοῦ σώματος καὶ αἵματος τοῦ Κυρίου. Δοκιμαζέτω δὲ ἄνθρωπος ἑαυτόν, καὶ οὕτως ἐκ τοῦ ἄρτου ἐσθιέτω, καὶ ἐκ τοῦ ποτηρίου πινέτω. Ὁ γάρ ἐσθίων καὶ πίνων ἀναξίως, κρῖμα ἑαυτῶ ἐσθίει καὶ πίνει, μὴ διακρίνων τὸ σῶμα τοῦ Κυρίου. Διὰ τοῦτο ἐν ὑμῖν πολλοὶ ἀσθενεῖς καὶ ἄρρωστοι, καὶ κοιμῶνται ἱκανοί. Εἰ γὰρ ἑαυτοὺς διεκρίνομεν, οὐκ ἂν ἐκρινόμεθα. Κρινόμενοι δέ, ὑπὸ Κυρίου παιδευόμεθα, ἵνα μὴ σὺν τῷ Κόσμῳ κατακριθῶμεν.

 

+ Ερνη σοι τῷ ἀναγινσκοντι.

 

Ἀλληλούϊα Ἦχος πλ. β'

Μακάριος ὁ συνιὼν ἐπὶ πτωχὸν καὶ πένητα.

Στίχ. Οἱ ἐχθροί μου εἶπον κακά μοι. Πότε ἀποθανεῖται, καὶ ἀπολεῖται τὸ ὄνομα αὐτοῦ.

Στίχ. Ὁ ἐσθίων ἄρτους μου, ἐμεγάλυνεν ἐπ' ἐμὲ πτερνισμόν.

 

Σοφα. Ὀρθοί.κοσωμεν τοῦ ἁγου Εαγγελου. + Ερνη πσι.

Κατπνευματσου.

κ τοκατά Ματθαῖον ἁγου Εαγγελου τὸ ἀνγνωσμα.

 

Πρσχωμεν.

Δξα σοι, Κριε, δξα σοι.

Τῌ ΑΓΙᾼ ΚΑΙ ΜΕΓΑΛῌ ΠΕΜΠΤῌ

Εἰς τὴν Λειτουργίαν

Ἐκ τοῦ κατὰ Ματθαῖον

Ματθ. κστ΄ 2 - 20, Ἰω.

ιγ΄ 3 - 17, Ματθ.

κστ΄ 21 - 39, Λουκ.

κβ΄ 43 - 44, Ματθ.

κστ΄ 40 - 75, κζ’΄ 1 - 2

Εἶπεν Κύριος τοῖς ἑαυτοῦ Μαθηταῖς· Οἴδατε ὅτι μετὰ δύο ἡμέρας τὸ πάσχα γίνεται, καὶ υἱὸς τοῦ ἀνθρώπου παραδίδοται εἰς τὸ σταυρωθῆναι. 3 Τότε συνήχθησαν οἱ ἀρχιερεῖς καὶ οἱ γραμματεῖς καὶ οἱ πρεσβύτεροι τοῦ λαοῦ εἰς τὴν αὐλὴν τοῦ ἀρχιερέως τοῦ λεγομένου Καϊάφα, 4 καὶ συνεβουλεύσαντο ἵνα τὸν Ἰησοῦν δόλῳ κρατήσωσι καὶ ἀποκτείνωσιν. 5 ἔλεγον δέ· Μὴ ἐν τῇ ἑορτῇ, ἵνα μὴ θόρυβος γένηται ἐν τῷ λαῷ. 6 Τοῦ δὲ Ἰησοῦ γενομένου ἐν Βηθανίᾳ ἐν οἰκίᾳ Σίμωνος τοῦ λεπροῦ, 7 προσῆλθεν αὐτῷ γυνὴ ἀλάβαστρον μύρου ἔχουσα βαρυτίμου, καὶ κατέχεεν ἐπὶ τὴν κεφαλὴν αὐτοῦ ἀνακειμένου. 8 ἰδόντες δὲ οἱ μαθηταὶ αὐτοῦ ἠγανάκτησαν λέγοντες· Εἰς τί ἀπώλεια αὕτη; 9 ἠδύνατο γὰρ τοῦτο τὸ μύρον πραθῆναι πολλοῦ καὶ δοθῆναι τοῖς πτωχοῖς. 10 γνοὺς δὲ Ἰησοῦς εἶπεν αὐτοῖς· Τί κόπους παρέχετε τῇ γυναικί; ἔργον γὰρ καλὸν εἰργάσατο εἰς ἐμέ. 11 τοὺς πτωχοὺς γὰρ πάντοτε ἔχετε μεθ' ἑαυτῶν, ἐμὲ δὲ οὐ πάντοτε ἔχετε. 12 βαλοῦσα γὰρ αὕτη τὸ μύρον τοῦτο ἐπὶ τοῦ σώματός μου, πρὸς τὸ ἐνταφιάσαι με ἐποίησεν. 13 ἀμὴν λέγω ὑμῖν, ὅπου ἐὰν κηρυχθῇ τὸ εὐαγγέλιον τοῦτο ἐν ὅλῳ τῷ κόσμῳ, λαληθήσεται καὶ ἐποίησεν αὕτη εἰς μνημόσυνον αὐτῆς. 14 Τότε πορευθεὶς εἷς τῶν δώδεκα, λεγόμενος Ἰούδας Ἰσκαριώτης, πρὸς τοὺς ἀρχιερεῖς εἶπε· 15 Τί θέλετέ μοι δοῦναι, καὶ ἐγὼ ὑμῖν παραδώσω αὐτόν; οἱ δὲ ἔστησαν αὐτῷ τριάκοντα ἀργύρια. 16 καὶ ἀπὸ τότε ἐζήτει εὐκαιρίαν ἵνα αὐτὸν παραδῷ. 17 Τῇ δὲ πρώτῃ τῶν ἀζύμων προσῆλθον οἱ μαθηταὶ τῷ Ἰησοῦ λέγοντες αὐτῷ· Ποῦ θέλεις ἑτοιμάσωμέν σοι φαγεῖν τὸ πάσχα; 18 δὲ εἶπεν· Ὑπάγετε εἰς τὴν πόλιν πρὸς τὸν δεῖνα καὶ εἴπατε αὐτῷ· διδάσκαλος λέγει, καιρός μου ἐγγύς ἐστι· πρὸς σε ποιῶ τὸ πάσχα μετὰ τῶν μαθητῶν μου. 19 καὶ ἐποίησαν οἱ μαθηταὶ ὡς συνέταξεν αὐτοῖς Ἰησοῦς, καὶ ἡτοίμασαν τὸ πάσχα. 20 Ὀψίας δὲ γενομένης ἀνέκειτο μετὰ τῶν δώδεκα. 3 εἰδὼς δὲ Ἰησοῦς ὅτι πάντα δέδωκεν αὐτῷ πατὴρ εἰς τὰς χεῖρας, καὶ ὅτι ἀπὸ Θεοῦ ἐξῆλθε καὶ πρὸς τὸν Θεὸν ὑπάγει, 4 ἐγείρεται ἐκ τοῦ δείπνου καὶ τίθησι τὰ ἱμάτια, καὶ λαβὼν λέντιον διέζωσεν ἑαυτόν. 5 εἶτα βάλλει ὕδωρ εἰς τὸν νιπτῆρα, καὶ ἤρξατο νίπτειν τοὺς πόδας τῶν μαθητῶν καὶ ἐκμάσσειν τῷ λεντίῳ ἦν διεζωσμένος. 6 ἔρχεται οὖν πρὸς Σίμωνα Πέτρον, καὶ λέγει αὐτῷ ἐκεῖνος· Κύριε, σύ μου νίπτεις τοὺς πόδας; 7 ἀπεκρίθη Ἰησοῦς καὶ εἶπεν αὐτῷ· ἐγὼ ποιῶ, σὺ οὐκ οἶδας ἄρτι, γνώσῃ δὲ μετὰ ταῦτα. 8 λέγει αὐτῷ Πέτρος· Οὐ μὴ νίψῃς τοὺς πόδας μου εἰς τὸν αἰῶνα. ἀπεκρίθη αὐτῷ Ἰησοῦς· Ἐὰν μὴ νίψω σε, οὐκ ἔχεις μέρος μετ' ἐμοῦ. 9 λέγει αὐτῷ Σίμων Πέτρος· Κύριε, μὴ τοὺς πόδας μου μόνον, ἀλλὰ καὶ τὰς χεῖρας καὶ τὴν κεφαλήν. 10 λέγει αὐτῷ Ἰησοῦς· λελουμένος οὐ χρείαν ἔχει τοὺς πόδας νίψασθαι, ἀλλ' ἔστι καθαρὸς ὅλος· καὶ ὑμεῖς καθαροί ἐστε, ἀλλ' οὐχὶ πάντες. 11 ᾔδει γὰρ τὸν παραδιδόντα αὐτόν· διὰ τοῦτο εἶπεν· οὐχὶ πάντες καθαροί ἐστε. 12 Ὅτε οὖν ἔνιψε τοὺς πόδας αὐτῶν καὶ ἔλαβε τὰ ἱμάτια αὐτοῦ, ἀναπεσὼν πάλιν, εἶπεν αὐτοῖς· Γινώσκετε τί πεποίηκα ὑμῖν; 13 ὑμεῖς φωνεῖτέ με, Διδάσκαλος καὶ Κύριος, καὶ καλῶς λέγετε· εἰμὶ γάρ. 14 εἰ οὖν ἐγὼ ἔνιψα ὑμῶν τοὺς πόδας, Κύριος καὶ Διδάσκαλος, καὶ ὑμεῖς ὀφείλετε ἀλλήλων νίπτειν τοὺς πόδας. 15 ὑπόδειγμα γὰρ δέδωκα ὑμῖν, ἵνα καθὼς ἐγὼ ἐποίησα ὑμῖν, καὶ ὑμεῖς ποιῆτε. 16 ἀμὴν ἀμὴν λέγω ὑμῖν, οὐκ ἔστι δοῦλος μείζων τοῦ κυρίου αὐτοῦ, οὐδὲ ἀπόστολος μείζων τοῦ πέμψαντος αὐτόν. 17 εἰ ταῦτα οἴδατε, μακάριοί ἐστε ἐὰν ποιῆτε αὐτά. . 21 καὶ ἐσθιόντων αὐτῶν εἶπεν· Ἀμὴν λέγω ὑμῖν ὅτι εἷς ἐξ ὑμῶν παραδώσει με. 22 καὶ λυπούμενοι σφόδρα ἤρξαντο λέγειν αὐτῷ ἕκαστος αὐτῶν· Μήτι ἐγώ εἰμι, Κύριε; 23 δὲ ἀποκριθεὶς εἶπεν· ἐμβάψας μετ' ἐμοῦ ἐν τῷ τρυβλίῳ τὴν χεῖρα οὗτός με παραδώσει. 24 μὲν υἱὸς τοῦ ἀνθρώπου ὑπάγει καθὼς γέγραπται περὶ αὐτοῦ· οὐαὶ δὲ τῷ ἀνθρώπῳ ἐκείνῳ δι' οὗ υἱὸς τοῦ ἀνθρώπου παραδίδοται· καλὸν ἦν αὐτῷ εἰ οὐκ ἐγεννήθη ἄνθρωπος ἐκεῖνος. 25 ἀποκριθεὶς δὲ Ἰούδας παραδιδοὺς αὐτὸν εἶπε· Μήτι ἐγώ εἰμι, ῥαββί; λέγει αὐτῷ· Σὺ εἶπας. 26 Ἐσθιόντων δὲ αὐτῶν λαβὼν Ἰησοῦς τὸν ἄρτον καὶ εὐλογήσας ἔκλασε καὶ ἐδίδου τοῖς μαθηταῖς καὶ εἶπε· Λάβετε φάγετε· τοῦτό ἐστι τὸ σῶμά μου· 27 καὶ λαβὼν τὸ ποτήριον καὶ εὐχαριστήσας ἔδωκεν αὐτοῖς λέγων· Πίετε ἐξ αὐτοῦ πάντες· 28 τοῦτο γάρ ἐστι τὸ αἷμά μου τὸ τῆς καινῆς διαθήκης τὸ περὶ πολλῶν ἐκχυνόμενον εἰς ἄφεσιν ἁμαρτιῶν. 29 λέγω δὲ ὑμῖν ὅτι οὐ μὴ πίω ἀπ' ἄρτι ἐκ τούτου τοῦ γεννήματος τῆς ἀμπέλου ἕως τῆς ἡμέρας ἐκείνης, ὅταν αὐτὸ πίνω μεθ' ὑμῶν καινὸν ἐν τῇ βασιλείᾳ τοῦ πατρός μου. 30 Καὶ ὑμνήσαντες ἐξῆλθον εἰς τὸ ὄρος τῶν ἐλαιῶν. Τότε λέγει αὐτοῖς Ἰησοῦς· 31 Πάντες ὑμεῖς σκανδαλισθήσεσθε ἐν ἐμοὶ ἐν τῇ νυκτὶ ταύτῃ· γέγραπται γάρ, πατάξω τὸν ποιμένα, καὶ διασκορπισθήσονται τὰ πρόβατα τῆς ποίμνης· 32 μετὰ δὲ τὸ ἐγερθῆναί με προάξω ὑμᾶς εἰς τὴν Γαλιλαίαν. 33 ἀποκριθεὶς δὲ Πέτρος εἶπεν αὐτῷ· Εἰ πάντες σκανδαλισθήσονται ἐν σοί, ἐγὼ δὲ οὐδέποτε σκανδαλισθήσομαι. 34 ἔφη αὐτῷ Ἰησοῦς· Ἀμὴν λέγω σοι ὅτι ἐν ταύτῃ τῇ νυκτὶ πρὶν ἀλέκτορα φωνῆσαι τρὶς ἀπαρνήσῃ με. 35 λέγει αὐτῷ Πέτρος· Κἂν δέῃ με σὺν σοὶ ἀποθανεῖν, οὐ μή σε ἀπαρνήσομαι. ὁμοίως δὲ καὶ πάντες οἱ μαθηταὶ εἶπον. 36 Τότε ἔρχεται μετ' αὐτῶν Ἰησοῦς εἰς χωρίον λεγόμενον Γεθσημανῆ, καὶ λέγει τοῖς μαθηταῖς· Καθίσατε αὐτοῦ ἕως οὗ ἀπελθὼν προσεύξωμαι ἐκεῖ. 37 καὶ παραλαβὼν τὸν Πέτρον καὶ τοὺς δύο υἱοὺς Ζεβεδαίου ἤρξατο λυπεῖσθαι καὶ ἀδημονεῖν. 38 τότε λέγει αὐτοῖς Ἰησοῦς· Περίλυπός ἐστιν ψυχή μου ἕως θανάτου· μείνατε ὧδε καὶ γρηγορεῖτε μετ' ἐμοῦ. 39 καὶ προελθὼν μικρὸν ἔπεσεν ἐπὶ πρόσωπον αὐτοῦ προσευχόμενος καὶ λέγων· Πάτερ μου, εἰ δυνατόν ἐστι, παρελθέτω ἀπ' ἐμοῦ τὸ ποτήριον τοῦτο· πλὴν οὐχ ὡς ἐγὼ θέλω, ἀλλ' ὡς σύ. 43 ὤφθη δὲ αὐτῷ ἄγγελος ἀπ' οὐρανοῦ ἐνισχύων αὐτὸν. 44 καὶ γενόμενος ἐν ἀγωνίᾳ ἐκτενέστερον προσηύχετο. ἐγένετο δὲ ἱδρὼς αὐτοῦ ὡσεὶ θρόμβοι αἵματος καταβαίνοντες ἐπὶ τὴν γῆν. 40 καὶ ἀναστὰς ἀπὸ τῆς προσευχῆς ἔρχεται πρὸς τοὺς μαθητὰς καὶ εὑρίσκει αὐτοὺς καθεύδοντας, καὶ λέγει τῷ Πέτρῳ· Οὕτως οὐκ ἰσχύσατε μίαν ὥραν γρηγορῆσαι μετ' ἐμοῦ! 41 γρηγορεῖτε καὶ προσεύχεσθε, ἵνα μὴ εἰσέλθητε εἰς πειρασμόν· τὸ μὲν πνεῦμα πρόθυμον, δὲ σὰρξ ἀσθενής. 42 πάλιν ἐκ δευτέρου ἀπελθὼν προσηύξατο λέγων· Πάτερ μου, εἰ οὐ δύναται τοῦτο τὸ ποτήριον παρελθεῖν ἀπ' ἐμοῦ ἐὰν μὴ αὐτὸ πίω, γενηθήτω τὸ θέλημά σου. 43 καὶ ἐλθὼν εὑρίσκει αὐτοὺς πάλιν καθεύδοντας· ἦσαν γὰρ αὐτῶν οἱ ὀφθαλμοὶ βεβαρημένοι. 44 καὶ ἀφεὶς αὐτοὺς ἀπελθὼν πάλιν προσηύξατο ἐκ τρίτου τὸν αὐτὸν λόγον εἰπὼν. 45 τότε ἔρχεται πρὸς τοὺς μαθητὰς αὐτοῦ καὶ λέγει αὐτοῖς· Καθεύδετε τὸ λοιπὸν καὶ ἀναπαύεσθε! ἰδοὺ ἤγγικεν ὥρα καὶ υἱὸς τοῦ ἀνθρώπου παραδίδοται εἰς χεῖρας ἁμαρτωλῶν. 46 ἐγείρεσθε, ἄγωμεν· ἰδοὺ ἤγγικεν παραδιδούς με. 47 Καὶ ἔτι αὐτοῦ λαλοῦντος ἰδοὺ Ἰούδας εἷς τῶν δώδεκα ἦλθε, καὶ μετ' αὐτοῦ ὄχλος πολὺς μετὰ μαχαιρῶν καὶ ξύλων ἀπὸ τῶν ἀρχιερέων καὶ πρεσβυτέρων τοῦ λαοῦ. 48 δὲ παραδιδοὺς αὐτὸν ἔδωκεν αὐτοῖς σημεῖον λέγων· Ὃν ἂν φιλήσω αὐτός ἐστι· κρατήσατε αὐτόν. 49 καὶ εὐθέως προσελθὼν τῷ Ἰησοῦ εἶπε· Χαῖρε, ῥαββί, καὶ κατεφίλησεν αὐτόν. 50 δὲ Ἰησοῦς εἶπεν αὐτῷ· Ἑταῖρε, ἐφ' πάρει; τότε προσελθόντες ἐπέβαλον τὰς χεῖρας ἐπὶ τὸν Ἰησοῦν καὶ ἐκράτησαν αὐτόν. 51 καὶ ἰδοὺ εἷς τῶν μετὰ Ἰησοῦ ἐκτείνας τὴν χεῖρα ἀπέσπασε τὴν μάχαιραν αὐτοῦ, καὶ πατάξας τὸν δοῦλον τοῦ ἀρχιερέως ἀφεῖλεν αὐτοῦ τὸ ὠτίον. 52 τότε λέγει αὐτῷ Ἰησοῦς· Ἀπόστρεψον σου τὴν μάχαιραν εἰς τὸν τόπον αὐτῆς· πάντες γὰρ οἱ λαβόντες μάχαιραν ἐν μαχαίρῃ ἀποθανοῦνται. 53 δοκεῖς ὅτι οὐ δύναμαι ἄρτι παρακαλέσαι τὸν πατέρα μου, καὶ παραστήσει μοι πλείους δώδεκα λεγεῶνας ἀγγέλων; 54 πῶς οὖν πληρωθῶσιν αἱ γραφαὶ ὅτι οὕτω δεῖ γενέσθαι; 55 Ἐν ἐκείνῃ τῇ ὥρᾳ εἶπεν Ἰησοῦς τοῖς ὄχλοις· Ὡς ἐπὶ λῃστὴν ἐξήλθετε μετὰ μαχαιρῶν καὶ ξύλων συλλαβεῖν με· καθ' ἡμέραν πρὸς ὑμᾶς ἐκαθεζόμην διδάσκων ἐν τῷ ἱερῷ, καὶ οὐκ ἐκρατήσατέ με. 56 τοῦτο δὲ ὅλον γέγονεν ἵνα πληρωθῶσιν αἱ γραφαὶ τῶν προφητῶν. Τότε οἱ μαθηταὶ πάντες ἀφέντες αὐτὸν ἔφυγον. 57 Οἱ δὲ κρατήσαντες τὸν Ἰησοῦν ἀπήγαγον πρὸς Καϊάφαν τὸν ἀρχιερέα, ὅπου οἱ γραμματεῖς καὶ οἱ πρεσβύτεροι συνήχθησαν. 58 δὲ Πέτρος ἠκολούθει αὐτῷ ἀπὸ μακρόθεν ἕως τῆς αὐλῆς τοῦ ἀρχιερέως, καὶ εἰσελθὼν ἔσω ἐκάθητο μετὰ τῶν ὑπηρετῶν ἰδεῖν τὸ τέλος. 59 οἱ δὲ ἀρχιερεῖς οἱ πρεσβύτεροι καὶ τὸ συνέδριον ὅλον ἐζήτουν ψευδομαρτυρίαν κατὰ τοῦ Ἰησοῦ ὅπως θανατώσωσιν αὐτὸν, 60 καὶ οὐχ εὗρον· καὶ πολλῶν ψευδομαρτύρων προσελθόντων, οὐχ εὗρον. ὕστερον δὲ προσελθόντες δύο ψευδομάρτυρες 61 εἶπον· Οὗτος ἔφη, δύναμαι καταλῦσαι τὸν ναὸν τοῦ Θεοῦ καὶ διὰ τριῶν ἡμερῶν οἰκοδομῆσαι αὐτὸν. 62 καὶ ἀναστὰς ἀρχιερεὺς εἶπεν αὐτῷ· Οὐδὲν ἀποκρίνῃ; τί οὗτοί σου καταμαρτυροῦσιν; 63 δὲ Ἰησοῦς ἐσιώπα. καὶ ἀποκριθεὶς ἀρχιερεὺς εἶπεν αὐτῷ· Ἐξορκίζω σε κατὰ τοῦ Θεοῦ τοῦ ζῶντος ἵνα ἡμῖν εἴπῃς εἰ σὺ εἶ Χριστὸς υἱὸς τοῦ Θεοῦ. 64 λέγει αὐτῷ Ἰησοῦς· Σὺ εἶπας· πλὴν λέγω ὑμῖν, ἀπ' ἄρτι ὄψεσθε τὸν υἱὸν τοῦ ἀνθρώπου καθήμενον ἐκ δεξιῶν τῆς δυνάμεως καὶ ἐρχόμενον ἐπὶ τῶν νεφελῶν τοῦ οὐρανοῦ. 65 τότε ἀρχιερεὺς διέρρηξε τὰ ἱμάτια αὐτοῦ λέγων ὅτι Ἐβλασφήμησε· τί ἔτι χρείαν ἔχομεν μαρτύρων; ἴδε νῦν ἠκούσατε τὴν βλασφημίαν αὐτοῦ· 66 τί ὑμῖν δοκεῖ; οἱ δὲ ἀποκριθέντες εἶπον· Ἔνοχος θανάτου ἐστί. 67 Τότε ἐνέπτυσαν εἰς τὸ πρόσωπον αὐτοῦ καὶ ἐκολάφισαν αὐτόν, οἱ δὲ ἐρράπισαν 68 λέγοντες· Προφήτευσον ἡμῖν, Χριστέ, τίς ἐστιν παίσας σε; 69 δὲ Πέτρος ἔξω ἐκάθητο ἐν τῇ αὐλῇ· καὶ προσῆλθεν αὐτῷ μία παιδίσκη λέγουσα· Καὶ σὺ ἦσθα μετὰ Ἰησοῦ τοῦ Γαλιλαίου. 70 δὲ ἠρνήσατο ἔμπροσθεν αὐτῶν πάντων λέγων· Οὐκ οἶδα τί λέγεις. 71 ἐξελθόντα δὲ αὐτὸν εἰς τὸν πυλῶνα εἶδεν αὐτὸν ἄλλη καὶ λέγει αὐτοῖς· Ἐκεῖ καὶ οὗτος ἦν μετὰ Ἰησοῦ τοῦ Ναζωραίου. 72 καὶ πάλιν ἠρνήσατο μεθ' ὅρκου ὅτι Οὐκ οἶδα τὸν ἄνθρωπον. 73 μετὰ μικρὸν δὲ προσελθόντες οἱ ἑστῶτες εἶπον τῷ Πέτρῳ· Ἀληθῶς καὶ σὺ ἐξ αὐτῶν εἶ· καὶ γὰρ λαλιά σου δῆλόν σε ποιεῖ. 74 τότε ἤρξατο καταθεματίζειν καὶ ὀμνύειν ὅτι Οὐκ οἶδα τὸν ἄνθρωπον· καὶ εὐθέως ἀλέκτωρ ἐφώνησε. 75 καὶ ἐμνήσθη Πέτρος τοῦ ῥήματος Ἰησοῦ εἰρηκότος ὅτι πρὶν ἀλέκτορα φωνῆσαι τρὶς ἀπαρνήσῃ με· καὶ ἐξελθὼν ἔξω ἔκλαυσε πικρῶς. 1 Πρωΐας δὲ γενομένης συμβούλιον ἔλαβον πάντες οἱ ἀρχιερεῖς καὶ οἱ πρεσβύτεροι τοῦ λαοῦ κατὰ τοῦ Ἰησοῦ ὥστε θανατῶσαι αὐτόν· 2 καὶ δήσαντες αὐτὸν ἀπήγαγον καὶ παρέδωκαν αὐτὸν Ποντίῳ Πιλάτῳ τῷ ἡγεμόνι.

 

Δξα σοι, Κριε, δοξα σοι.

 

ΟΜΙΛΙΑ

·    Επωμεν πντες ξ λης τς ψυχς καὶ ἐξ λης τς διανοας μν επωμεν.

·    Κριε παντοκρτορ Θες τν Πατρων μν, δεμεθσου, ἐπκουσον καὶ ἐλησον.

·    λησον μς Θες καττμγα λες σου, δεμεθσου, ἐπκουσον καὶ ἐλησον.

·    τι δεμεθα πρ τοΠατρς μν, Ἀρχιεπισκπου.

·    τι δεμεθα πρ τν δελφν μν, τν ερων, ἱερομονχων, ἱεροδιακνων καμοναχν, καπσης τς ν Χριστῷ ἡμν δελφτητος.

·    τι δεμεθα πρ λους, ζως, ερνης, ὑγεας, σωτηρας, ἐπισκψεως, συγχωρσεως καὶ ἀφσεως τν μαρτιν τν δολων τοΘεοῦ, πντων τν εσεβν καὶ ὀρθοδξων χριστιανν, τν κατοικοντων καπαρεπιδημοντων ν τ (πλει) τατῃ, τν νοριτν, ἐπιτρπων, συνδρομητν καὶ ἀφιερωτν τοῦ ἁγου ναοτοτου.

·    τι δεμεθα πρ τν μακαρων καὶ ἀοιδμων κτιτρων τς γας κκλησας τατης, καὶ ὑπρ πντων τν προαναπαυσαμνων πατρων καὶ ἀδελφν μν, τν νθδε εσεβς, κειμνων, καὶ ἁπανταχοῦ ὀρθοδξων.

·    τι δεμεθα πρ τν καρποφοροντων κακαλλιεργοντων ν τῷ ἁγίῳ καπανσπτνατοτῳ, κοπιντων, ψαλλντων καὶ ὑπρ τοπεριεσττος λαοῦ, τοῦ ἀπεκδεχομνου τπαρσομγα καπλοσιον λεος.

τι λεμων κα φιλνθρωπος Θες πρχεις, κασοτν δξαν ναπμπομεν, τΠατρκατΥἱῷ κατῷ Ἁγίῳ Πνεματι, νν καὶ ἀεκαες τος αἰῶνας τν αἰώνων. μν.

 

Εξασθε οΚατηχομενοι τΚυρίῳ. Οπιστοί, ὑπρ τν Κατηχουμνων δεηθμεν. Ἵνα Κριος ατος λεσῃ. Κατηχσατος τν λγον τς ληθεας. Ἀποκαλψατος τΕαγγλιον τς δικαιοσνης. Ἑνσατος τῇ ἁγίᾳ ατοΚαθολικκαὶ Ἀποστολικῇ Ἐκκλησίᾳ. Σσον, ἐλησον, ἀντιλαβοῦ, καδιαφλαξον ατος, ὁ Θες, τσχριτι. ΟΚατηχομενοι τς κεφαλς μν τΚυρίῳ κλνατε.

να καατοσν μν δοξζωσι τπντιμον καμεγαλοπρεπς νομσου, τοΠατρς κατοΥοκατοῦ Ἁγου Πνεματος, νν καὶ ἀεκαες τος αἰῶνας τν αἰώνων. μν.

σοι κατηχομενοι, προλθετε. ΟΚατηχομενοι, προλθετε. Ὅσοι κατηχομενοι προλθετε. Μτις τν κατηχουμνων. Ὅσοι πιστοί.

 

·    τι καὶ ἔτι ν ερντοΚυρου δεηθμεν.

·    ντιλαβοῦ, σσον, ἐλησον καδιαφλαξον μς, ὁ Θες, τσχριτι.

Σοφα.

τι πρπει σοι, πσα δξα, τιμ καπροσκνησις, τΠατρκατΥἱῷ κατῷ Ἁγίῳ Πνεματι, νν καὶ ἀεκαες τος αἰῶνας τν αἰώνων. μν.

 

·    τι καὶ ἔτι ν ερντοΚυρου δεηθμεν.

·    ντιλαβοῦ, σσον, ἐλησον καδιαφλαξον μς, ὁ Θες, τσχριτι.

Σοφα.

πως πτοκρτους σου πντοτε φυλαττμενοι, σοδξαν ναπμπωμεν, τΠατρκατΥἱῷ κατῷ Ἁγίῳ Πνεματι, νν καὶ ἀεκαες τος αἰῶνας τν αἰώνων. μν.

 

Τὸ Τροπάριον

Ἦχος πλ. β'

Τοῦ Δείπνου σου τοῦ μυστικοῦ, σήμερον Υἱὲ Θεοῦ, κοινωνόν με παράλαβε· οὐ μὴ γὰρ τοῖς ἐχθροῖς σου τὸ Μυστήριον εἴπω, οὐ φίλημά σοι δώσω, καθάπερ ὁ Ἰούδας, ἀλλ' ὡς ὁ Λῃστὴς ὁμολογῶ σοι. Μνήσθητί μου Κύριε, ὅταν ἔλθῃς ἐν τῇ Βασιλείᾳ σου.

 

Πντων μν, (καπντων, τν εσεβν καὶ ὀρθοδξων χριστιανν), μνησθεη Κριος Θες ν τΒασιλείᾳ Ατοῦ, πντοτε, νν καὶ ἀεκα ες τος αἰῶνας τν αἰώνων. μν.

... Μνήσθητί μου Κύριε, ὅταν ἔλθῃς ἐν τῇ Βασιλείᾳ σου.

 

·    Πληρσωμεν τν δησιν μν τΚυρίῳ.

·    πρ τν προτεθντων τιμων δρων, το Κυρου δεηθμεν

·    πρ τοῦ ἁγου οκου τοτου κατν μετπστεως, ελαβεας καφβου Θεοεσιντων ν ατῷ, τοΚυρου δεηθμεν.

·    πρ τοῦ ῥυσθναι μς ππσης θλψεως, ὀργς, κινδνου καὶ ἀνγκης, τοΚυρου δεηθμεν.

·    ντιλαβοῦ, σσον, ἐλησον καδιαφλαξον μς, ὁ Θες, τσχριτι.

·    τν μραν πσαν, τελεαν, ἁγαν, ερηνικν καὶ ἀναμρτητον, παρτοΚυρου, ατησμεθα.

·    γγελον ερνης, πιστν δηγν, φλακα τν ψυχν κατν σωμτων μν, παρτοΚυρου ατησμεθα.

·    Συγγνμην καὶ ἄφεσιν τν μαρτιν κατν πλημμελημτων μν, παρτοΚυρου ατησμεθα.

·    Τκαλκασυμφροντα τας ψυχας μν καερνην τκσμῳ, παρτοΚυρου ατησμεθα.

·    Τν πλοιπον χρνον τς ζως μν ν ερνκαμετανοίᾳ ἐκτελσαι, παρτοΚυρου ατησμεθα.

·    Χριστιανττλη τς ζως μν, ἀνδυνα, ἀνεπασχυντα, ερηνικά, κακαλν πολογαν τν πτοφοβεροβματος τοΧριστοατησμεθα.

·    Τς Παναγας, ἀχρντου, ὑπερευλογημνης, ἐνδξου Δεσπονης μν Θεοτκου καὶ ἀειπαρθνου Μαρας, μετπντων τν γων μνημονεσαντες, ἑαυτος καὶ ἀλλλους καπσαν τν ζων μν ΧρισττΘεπαραθμεθα.

Διτν οκτιρμν τομονογενος σου Υοῦ, μεθ' οελογητς εἶ, σν τ Παναγίῳ καὶ ἀγαθκαζωοποισου Πνεματι, νν καὶ ἀεκαες τος αἰῶνας τν αἰώνων. μν.

 

+ Ερνη πσι.

Κατπνεματσου.

γαπσωμεν λλλους, ἵνα ν μονοίᾳ ὁμολογσωμεν.

Πατρα, Υἱὸν καὶ Ἅγιον Πνεμα, Τριδα μοοσιον καὶ ἀχριστον.

γαπσω σε, Κριε, ἡ ἰσχς μου, Κριος στερωμμου, κακαταφυγμου, καὶ ῥύστης μου.

 

Χριστς ν μσῳ ἡμν. Καὶ ἦν, καὶ ἔστι καὶ ἔσται.

Τς θρας, τς θρας. Ἐν σοφίᾳ πρσχωμεν.

 

Πιστεω ες να Θεν, Πατρα, Παντοκρτορα, ποιητν ορανοκαγς, ὁρατν τε πντων καὶ ἀορτων.

Καες να Κριον ησον Χριστν, τν Υἱόν τοΘεοτν Μονογενῆ, τον κ τοΠατρς γεννηθντα πρπντων τν αἰώνων. Φς κ φωτς, Θεν ληθινν κ Θεοῦ ἀληθινογεννηθντα, οποιηθντα, ὁμοοσιον τΠατρί, δι' οτπντα γνετο. Τν δι' ἡμς τος νθρπους καδιτν μετραν σωτηραν κατελθντα κ τν ορανν κασαρκωθντα κ Πνεματος γου καΜαρας τς Παρθνου καὶ ἐνανθρωπσαντα. Σταυρωθντα τε πρ μν πΠοντου Πιλτου καπαθντα καταφντα. Καὶ ἀναστντα ττρτῃ ἡμρα καττς Γραφς. Καὶ ἀνελθντα ες τος Ορανος κακαθεζμενον κ δεξιν τοΠατρς. Καπλιν ρχμενον μετδξης κρναι ζντας κανεκρος, οτς βασιλεας οκ σται τλος.

Καες τΠνεμα τὸ Ἅγιον, τΚριον, τΖωοποιν, το κ τοΠατρς κπορευμενον, τσν ΠατρκαΥἱῷ συμπροσκυνομενον κασυνδοξαζμενον, τλαλσαν διτν Προφητν.

Ες Μαν, Ἁγαν, Καθολικν καὶ Ἀποστολικν κκλησαν. Ὁμολογῶ ἓν Βπτισμα ες φεσιν μαρτιν. Προσδοκῶ ἀνστασιν νεκρν. Καζων τομλλοντος αἰῶνος. Ἀμν.

 

Στμεν καλς, στμεν μετφβου, πρσχωμεν, τν γαν ναφορν, ἐν ερνπροσφρειν.

λεον ερνης, θυσαν ανσεως.

+ χρις τοΚυρου μν ησοΧριστοκαὶ ἡ ἀγπη τοΘεοκαΠατρς καὶ ἡ κοινωνα τοῦ Ἁγου Πνεματος εη μετπντων μν.

Καμεττοπνεματς σου.

νω σχμεν τς καρδας.

χομεν πρς τν Κριον.

Εχαριστσωμεν τΚυρίῳ.

ξιον καδκαιόν στι.

Τν πινκιον μνον δοντα, βοντα, κεκραγτα, καλγοντα·

 

γιος, ἅγιος, ἅγιος, Κριος Σαβαθ, Πλρης, ὁ ορανς καὶ ἡ γτς δξης σου. Ὡσαννὰ ἐν τος ψστοις, ελογημνος ὁ ἐρχμενος ν νματι Κυρου. Ὡσσανὰ ὁ ἐν τος ψστοις.

 

δωκε τος γοις ατοΜαθητας καὶ Ἀποστλοις, επν· Λβετε, φγετε. Tοτό μού στι τΣμα, τὸ ὑπρ μν κλμενον ες φεσιν μαρτιν. μν.

μοως κατποτριον κ τογεννματος τς μπλου λαβν, κερσας, εχαριστσας, ελογσας, ἁγισας.

δωκε τος γοις ατοΜαθητας καὶ Ἀποστλοις, επν· Πετε ξ ατοπντες. Τοτό στι τΑμα μου, το τς Καινς Διαθκης, τὸ ὑπρ μν καπολλν κχυνμενον ες φεσιν μαρτιν. μν.

 

ΤΣὰ ἐκ τν Σν, σοπροσφρομεν κατπντα, καδιπντα.

 

Σὲ ὑμνομεν, σελογομεν, σοεχαριστομεν, Κριε, καδεμεθσου, ὁ Θες μν.

 

ξαιρτως τς Παναγας, χρντου, περευλογημνης, νδξου, Δεσπονης μν Θεοτκου κα ειπαρθνου Μαρας.

 

Eπi σoχαρει, Κεχαριτωμνη, πσα κτσις. Ἀγγλων τσστημα καὶ ἀνθρπων τγνος, ἡγιασμνε νακαπαρδεισε λογικέ, παρθενικν καχημα, ἐξ ς Θες σαρκθη καπαιδον γγονεν, ὁ πραἰώνων πρχων Θες μν· τν γρ σν μτραν θρνον ποησε, κατν σν γαστρα πλατυτραν ορανν πειργσατο. Ἐπσοχαρει, Κεχαριτωμνη, πσα κτσις δξα σοι.

 

ν πρτοις, μνσθητι, Κριε, τοῦ Ἀρχιεπισκπου μν, ὂν χρισαι τας γαις σου κκλησαις ν ερνῃ, σον, ἔντιμον, ὑγιᾶ, μακροημερεοντα, καὶ ὀρθοτομοντα τν λγον τς σς ληθεας.

Καὶ ὧν καστος κατδινοιαν χει, καπντων καπασν.

Καπντων καπασν.

 

Καδς μν ν νστματι καμικαρδίᾳ, δοξζειν καὶ ἀνυμνεν τπντιμον καμεγαλοπρεπς νομσου, τοΠατρς κατοΥοκατοῦ Ἁγου Πνεματος, νν καὶ ἀεκα ες τος αἰῶνας τν αἰώνων. μν.

 

Καὶ ἔσται τὰ ἐλη τομεγλου ΘεοκαΣωτρος μν ησοΧριστοῦ, μετπντων μν.

Καμεττοπνεματς σου.

 

·    Πντων τν γων μνημονεσαντες, ἔτι καὶ ἔτι ν ερντοΚυρου δεηθμεν.

·    πρ τν προσκομισθντων καὶ ἁγιασθντων τιμων δρων, τοΚυρου δεηθμεν.

·    πως φιλνθρωπος Θες μν, ὁ προσδεξμενος ατες τὸ ἅγιον καὶ ὑπερουρνιον κανοερν ατοθυσιαστριον ες σμν εωδας πνευματικς, ἀντικαταπμψῃ ἡμν τν θεαν Χριν κατν δωρεν τοῦ Ἁγου Πενματος δεηθμεν.

·    πρ τοῦ ῥυσθναι μς ππσης θλψεως, ὀργς, κινδνου καὶ ἀνγκης, τοΚυρου δεηθμεν.

·    ντιλαβοῦ, σσον, ἐλησον καδιαφλαξον μς, ὁ Θες, τσχριτι.

·    τν μραν πσαν, τελεαν, ἁγαν, ερηνικν καὶ ἀναμρτητον, παρτοΚυρου, ατησμεθα.

·    γγελον ερνης, πιστν δηγν, φλακα τν ψυχν κατν σωμτων μν, παρτοΚυρου ατησμεθα.

·    Συγγνμην καὶ ἄφεσιν τν μαρτιν κατν πλημμελημτων μν, παρτοΚυρου ατησμεθα.

·    Τκαλκασυμφροντα τας ψυχας μν καερνην τκσμῳ, παρτοΚυρου ατησμεθα.

·    Tον πλοιπον χρνον τς ζως μν ν ερνκαμετανοίᾳ ἐκτελσαι, παρτοΚυρου ατησμεθα.

·    Χριστιανττλη τς ζως μν, ἀνδυνα, ἀνεπασχυντα, ερηνικά, κακαλν πολογαν τν πτοφοβεροβματος τοΧριστοατησμεθα.

·    τν ντητα τς πστεως κατν κοινωναν τοῦ Ἁγου Πνεματος ατησμενοι, ἑαυτος καὶ ἀλλλους καπσαν τν ζων μν ΧρισττΘεπαραθμεθα.

Κακαταξωσον μς, Δσποτα, μετπαρρησας, ἀκατακρτως, τολμν πικαλεσθαι στν πουρνιον Θεν Πατρα, καλγειν·

Πτερ μν, ὁ ἐν τος ορανος, ἁγιασθτω τὸ ὄνομσου, ἐλθτω Βασιλεα σου, γενηθτω τθλημ σου, ὡς ν ορανκαὶ ἐπτς γς. Τν ρτον μν τν πιοσιον δς μν σμερον, καὶ ἄφες μν τὰ ὀφειλματα μν, ὡς καὶ ἡμες φεμεν τος φειλταις μν. Καμεσενγκς μς ες πειρασμν, ἀλλὰ ῥῦσαι μς πτοπονηροῦ.

τι σοῦ ἐστιν Βασιλεα καὶ ἡ δναμις καὶ ἡ δξα, τοΠατρς κατοΥοκατοῦ Ἁγου Πνεματος, νν καὶ ἀεκαες τος αἰῶνας τν αἰώνων. μν.

 

+ Ερνη πσι.

Κατπνεματσου.

Tας κεφαλς μν τΚυρίῳ κλνωμεν.

Σοί, Κριε.

Χριτι καοκτιρμος καφιλανθρωπίᾳ τομονογενος σου Υοῦ, μεθ' οελογητς εἶ, σν τ παναγίῳ καὶ ἀγαθκαζωοποισου Πνεματι, νν καὶ ἀεκαες τος αἰῶνας τν αἰῶνον. μν.

 

Πρσχωμεν

Tα για τος γοις.

Ες γιος, ες Κριος, Ἰησος Χριστς, ες δξαν ΘεοΠατρς. Ἀμν.

 

·    Πιστεω, Κριε, καὶ ὁμολογῶ ὅτι σεἶ ἀληθς Χριστς, ὁ Υἱός τοΘεοτοζντος, ὁ ἐλθν ες τν κσμον μαρτωλος σσαι, ὧν πρτός εμι γώ. Ἔτι πιστεω, ὅτι τοτο ατό στι τὸ ἄχρντον Σμα σου κατοτο ατό στι ττμιον Αμα σου. Δομαι ον σου, ἐλησν με κασυγχρησόν μοι τ παραπτματμου, τὰ ἑκοσια κατὰ ἀκοσια, τα ν λγῳ, τα ν ργῳ, τα ν γνσει καὶ ἀγνοίᾳ, καὶ ἀξωσν με κατακρτως μετασχεν τν χρντων σου μυστηρων, ες φεσιν μαρτιν, καες ζων αἰώνιον. Ἀμν.

·    δοΒαδζω πρς θεαν Κοινωναν

·    Πλαστουργέ, μφλξς, με τμετουσίᾳ,

·    Πρ γρ πρχεις τος ναξους φλγον.

·    λλ' ον κθαρον κ πσης με κηλδος.

·    Tου Δεπνου σου τομυστικοῦ, σμερον, Υἱὲ Θεοῦ, κοινωνόν με παρλαβε· ομγρ τος χθρος σου τμυστριον επω, οφλημσοι δσω, καθπερ ὁ Ἰοδας, ἀλλ' ὡς λστς μολογσοι· Μνσθητμου, Κριε, ἐν τβασιλείᾳ σου.

·    Θεουργν Αμα φρξον, ἄνθρωπε βλπων·

·    νθραξ γάρ στι τος ναξους φλγων,

·    ΘεοτΣμα, καθεοί με, κατρφει,

·    Θεοτπνεμα, τν δνον τρφει ξνως.

·    θελξας πθμε Χριστέ, καήλλοωσας τθείῳ σου ρωτι, ἀλλκατφλεξον πυρὶ ἀΰλτς μαρτας μου, καὶ ἐμπλησθναι τς ν σοτρυφς καταξωσον, ἵνα τς δο σκιρτν μεγαλνω, Ἀγαθέ, παρουσας σου.

·    ν τας λαμπρτησι τν γων σου, πς εσελεσομαι ὁ ἀνξιος; Ἐὰν γρ τολμσω συνεισελθεν ες τν νυμφνα, ὁ χιτών με λγχει, ὅτι οκ στι τογμου, καδσμιος κβαλομαι πτν γγλων· καθρισον, Κριε, τν ῥύπον τς ψυχς μου, κασσν με, ὡς φιλνθρωπος.

·    Δσποτα φιλνθρωπε, Κριε ησοΧριστέ, ὁ Θες μου, μες κρμμοι γνοιτο τὰ Ἅγια τατα, διτὸ ἀνξιον εναί με, ἀλλ' ες κθαρσιν καὶ ἁγιασμν ψυχς τε κασματος, καες ρραβνα μελλοσης ζως καβασιλεας. Ἐμοδτπροσκολλσθαι τΘεῷ ἀγαθόν στι, τθεσθαι ν τΚυρίῳ τν λπδα τς σωτηρας μου.

·    τοΔεπνου σου τομυστικοῦ, σμερον, Υἱὲ Θεοῦ, κοινωνόν με παρλαβε· ομγρ τος χθρος σου τμυστριον επω, οφλημσοι δσω, καθπερ ὁ Ἰοδας, ἀλλ' ὡς λστς μολογσοι· Μνσθητμου, Κριε, ἐν τβασιλείᾳ σου.

 

Μετφβου Θεοῦ, πστεως καὶ ἀγπης προσλθετε.

 

+ Σσον, ὁ Θες, τν λαν σου καελγησον τν κληρονομαν σου.

 

Τὸ Τροπάριον

Ἦχος πλ. β'

Τοῦ Δείπνου σου τοῦ μυστικοῦ, σήμερον Υἱὲ Θεοῦ, κοινωνόν με παράλαβε· οὐ μὴ γὰρ τοῖς ἐχθροῖς σου τὸ Μυστήριον εἴπω, οὐ φίλημά σοι δώσω, καθάπερ ὁ Ἰούδας, ἀλλ' ὡς ὁ Λῃστὴς ὁμολογῶ σοι. Μνήσθητί μου Κύριε, ὅταν ἔλθῃς ἐν τῇ Βασιλείᾳ σου.

 

+ Ελογητς Θες μν, Πντοτε, νν καὶ ἀεκαες τος αἰῶνας τν αἰώνων. μν.

 

·    ρθοί, μεταλαβντες τν θεων, ἁγων, ἀχρντων, ἀθαντων, ἐπουρανων καζωοποιν, φρικτν τοΧριστομυστηρων, ἀξως εχαριστσωμεν τΚυρίῳ.

·    ντιλαβοῦ, σσον, ἐλησον καδιαφλαξον μς Θες, τσχριτι.

·    τν μραν πσαν, τελεαν, ἁγαν, ερηνικν καὶ ἀναμρτητον ατησμενοι, ἑαυτος καὶ ἀλλλους καπσαν τν ζων μν, ΧρισττΘεπαραθμεθα.

τι σεἶ ὁ ἁγιασμς μν, κασοτν δξαν ναπμπομεν τΠατρκατΥἱῷ κατῷ Ἁγίῳ Πνεματι, νν καὶ ἀεκαες τος αἰῶνας τν αἰώνων. μν.

 

ν ερνπρολθωμεν.

ΤοΚυρου δεηθμεν

ελογν τος ελογοντς σε, Κριε καὶ ἁγιζων τος πσοπεποιθτας, σσον τν λαν σου καελγησον τν κληρονομαν σου. Τπλρωμα τς κκλησας σου φλαξον, ἁγασον τος γαπντας τν επρπειαν τοοκου σου. Σατος ντιδξασον τθεϊκσου δυνμει καμὴ ἐγκαταλπς μς τος λπζοντας πσέ. Ερνην τκσμ σου δρησαι, τας κκλησαις σου, τος ερεσι, τος ρχουσιν μν, τστρατκαπανττλασου. Ὅτι πσα δσις γαθκαπν δρημα τλειον νωθν στι καταβανον κ σοτοΠατρς τν φτων, κασοτν δξαν καεχαρισταν καπροσκνησιν ναπμπομεν τΠατρκατΥἱῷ κατῷ Ἁγίῳ Πνεματι, νν καὶ ἀεκαες τος αἰῶνας τν αἰώνων. μν.

 

Εη τὸ ὄνομα Κυρου ελογημνον πτονν καὶ ἕως τοαἰῶνος. (3)

 

ΤοΚυρου δεηθμεν.

+ Ελογα Κυρου καὶ ἔλεος Ατοῦ ἔλθοι φ' ἡμς, τατοθείᾳ χριτι καφιλανθρωπίᾳ πντοτε, νν καὶ ἀεκαες τος αἰῶνας τν αἰώνων. Ἀμν.

 

Δξα σοι Χριστὲ ὁ Θες, ἡ ἐλπς μν, δξα σοι.

δι' ὑπερβλλουσαν γαθτητα δν ρστην τν ταπενωσιν ποδεξας, ἐν τνψαι τος πδας τν Μαθητν, καμχρι Σταυροταφς συγκαταβς μν, Χριστς ὁ ἀληθινς Θες μν...

Δι' εχν τν γων Πατρων μν, Κριε ησοΧριστέ, ὁ Θες μν, ἐλησον κασσον μς. μν.