Τῌ Ι' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ

ΑΠΡΙΛΙΟΥ

 

Μνήμη τῶν Ἁγίων Μαρτύρων Τερεντίου, Πομπηΐου, Μαξίμου, Μακαρίου, Ἀφρικανοῦ καὶ τῶν σὺν αὐτοῖς.

 

ΕΙΣ ΤΟΝ ΕΣΠΕΡΙΝΟΝ

 

Εἰς τό, Κύριε ἐκέκραξα, ψάλλομεν Στιχηρὰ Προσόμοια.

Ἦχος δ'

Ὡς γενναῖον ἐν Μάρτυσιν ΤΟ ΑΚΟΥΤΕ

Πολυώνυμον σύνταγμα, πολυποίκιλα βάσανα, Ἀθλητῶν ὑπέμεινε, καρτερώτατα, καὶ πρὸς τὸν μόνον Θεὸν ἡμῶν, μετέστη γηθόμενον, μυριάσιν Ἱερῶν, Ἀσωμάτων ἀγάλλεσθαι, ὡς τοῦ δράκοντος, τὰς πολλὰς μυριάδας ἐκνικῆσαν, τῇ ἐνστάσει τῇ γενναίᾳ, καὶ τῇ τοῦ Πνεύματος χάριτι.

 

Ὁ περίδοξος Μάξιμος, καὶ ὁ μέγας Τερέντιος, ὁ κλεινὸς Πομπήϊος, καὶ Μακάριος, Ἀφρικανὸς ὁ θειότατος, τιμάσθωσαν ᾄσμασι, σὺν αὐτοῖς καὶ ὁ λοιπός, τῶν Μαρτύρων κατάλογος, οἱ τῷ αἵματι τῷ οἰκείῳ τὴν ἄνω βασιλείαν, ὠνησάμενοι καὶ δόξης, ἀδιαδόχου πληρούμενοι.

 

Οὐ λιμὸς οὐδὲ κίνδυνος, οὐ ζωὴ οὐδὲ θάνατος, τῆς ἀγάπης Ἔνδοξοι τοῦ ποιήσαντος, ὑμᾶς χωρίσαι κατίσχυσαν· διὸ ἐκληρώσασθε, βασιλείαν οὐρανῶν, καὶ τρυφήν ἀδαπάνητον, καὶ μὴ λήγουσαν, μηδαμῶς εὐφροσύνην. Ἀλλ' αἰτεῖσθε, καὶ ἡμῖν ἀγαθοδότως, τὸν ἱλασμὸν καὶ τὸ ἔλεος.

Δόξα... Καὶ νν... Θεοτοκίον

Ὡς πηγὴν ἁγιάσματος, κιβωτὸν σε ὡς πάγχρυσον, ἐν Ἁγίῳ Πνεύματι, ἀπαστράπτουσαν, καθικετεύω καὶ δέομαι, τὴν πάθεσιν ἔκδοτον, καὶ ἀθλίαν μου ψυχήν, φωταγώγησον Δέσποινα, ῥυομένη με, τῆς πικρᾶς τυραννίδος τῶν δαιμόνων, καὶ ὁδὸν μοι σωτηρίας, παρεχομένη πρεσβείαις σου.

Ἢ Σταυροθεοτοκίον

Ὡς ἀμνὸν σε ἑλκόμενον, πρὸς σφαγὴν τὴν ἑκούσιον, καθορῶσα Δέσποτα ἡ πανάμωμος, καὶ πολυΰμνητος Μήτηρ σου, ἐβόα δακρύουσα· τὶς ὁ δρόμος ὁ ταχύς; ποῦ ἀπέρχῃ παμφίλτατε; συνδραμοῦμαί σοι, συνθανοῦμαί σοι Λόγε, μὴ ἐάσῃς, τὴν ἀσπόρως σε τεκοῦσαν, μεμονωμένην καὶ ἄτεκνον.

 

Ἀπολυτίκιον Ἦχος πλ. α'

Τῶν ἁγίων Μαρτύρων τὰ κατορθώματα, οὐρανῶν αἱ δυνάμεις ὑπερεθαύμασαν, ὅτι ἐν σώματι θνητῷ, τὸν ἀόρατον ἐχθρὸν τῇ δυνάμει τοῦ Σταυροῦ, ἀγωνισάμενοι καλῶς, ἐνίκησαν ἀοράτως, καὶ νῦν πρεσβεύουσι τῷ Κυρίῳ ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

 

Καὶ Ἀπόλυσις

 

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

 

Μετὰ τὴν συνήθη Στιχολογίαν οἱ Κανόνες κατὰ τὴν τάξιν.

 

Ὁ Κανὼν τῶν Ἁγίων, οὗ ἡ Ἀκροστιχίς.

 

Πληθὺς με σῴζοις καλλινίκων Μαρτύρων. Ποίημα Ἰωσήφ.

 

ᾨδὴ α' Ἦχος πλ. δ'

Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ

«Ὑγρὰν διοδεύσας ὡσεὶ ξηράν, καὶ τὴν Αἰγυπτίαν, μοχθηρίαν διαφυγών, ὁ Ἰσραηλίτης ἀνεβόα· τῷ Λυτρωτῇ καὶ Θεῷ ἡμῶν ᾄσωμεν».

 

Πληθὺς Ἀθλοφόρων πανευκλεῶν, Χριστὸν ἐκδυσώπει, πλῆθος ἔχοντα οἰκτιρμῶν, τὰ πλήθη μειῶσαι τῶν κακῶν μου, ὅπως τὴν σὴν εὐφημήσω πανήγυριν.

 

Λατρεύοντες ζώντι καὶ ἀληθεῖ, Θεῷ Ἀθλοφόροι, τοῖς ἀψύχοις σέβας θεοῖς, οὐδόλως ἐνείματε, καὶ ζῶσα, τῷ ζωοδότῃ θυσία προσήχθητε.

 

Ἠκύρωσαν δόγμα θεοστυγές, καὶ μέσον σταδίου, τεσσαράκοντα Ἀθληταί, ἐκήρυξαν Λόγον σαρκωθέντα, τὸν ἀλογίας τὸν κόσμον ῥυσάμενον.

 

Θυμὸν ἀλογώτατον δυσσεβοῦς, τυράννου γενναίως, ἀπεκρούσαντο οἱ σοφοί, ἀγάπῃ τηρούμενοι τῇ θείᾳ, καὶ πρὸς θυμὸν κινηθέντες τὸν δίκαιον.

Θεοτοκίον

Ὑμνῶ σε Παρθένε ὅτι Θεόν, πανύμνητε μόνη, ἐσωμάτωσας ἐκ τῶν σῶν, τιμίων αἱμάτων Παναγία, καὶ ὑπὲρ λόγον φρικτῶς ἀπεκύησας.

 

ᾨδὴ γ' Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ

«Σὺ εἶ τὸ στερέωμα, τῶν προστρεχόντων σοι Κύριε, σὺ εἶ τὸ φῶς, τῶν ἐσκοτισμένων, καὶ ὑμνεῖ σε τὸ πνεῦμά μου».

 

Στόμασιν ἐκήρυξαν, τοῖς ἱεροῖς αὐτῶν Κύριον, οἱ Ἀθληταί, ἔναντι τυράννων, ἐναθλοῦντες στερρότατα.

 

Μίαν γνώμην ἔχοντες, οἱ Ἀθληταὶ θανεῖν εἵλοντο, διὰ Χριστόν, καὶ πολυθεΐας, πλάνην πᾶσαν ἐπάτησαν.

 

Ἔλυσαν τὸν σύνδεσμον, τῆς ματαιότητος δέσμιοι, διὰ Χριστόν, οἱ περὶ τὸν θεῖον, γεγονότες Τερέντιον.

Θεοτοκίον

Σῶσόν με κυήσασα τὸν ὑπεράγαθον Κύριον, Μήτηρ ἁγνή, παῦσον τῆς ψυχῆς μου, πολυτάραχον κλύδωνα.

 

Κάθισμα Ἦχος πλ. δ'

Τὴν Σοφίαν καὶ Λόγον ΤΟ ΑΚΟΥΤΕ

Ἐξ αἱμάτων οἰκείων οἱ Ἀθληταί, ἑαυτοῖς πορφυρίδα βάψαντες, νῦν ὡραῖοι τοῖς στίγμασι, τῷ Χριστῷ προσηνέχθησαν, τρισηλίου δόξης φωτὶ λαμπρυνόμενοι, καὶ ἡμᾶς φωτίζοντες, αὐτοὺς μακαρίζοντας· ὅθεν τὴν φωσφόρον, καὶ σεπτὴν αὐτῶν μνήμην, τελοῦντες λαμβάνομεν, ἰαμάτων χαρίσματα, οἷς ἐν πίστει βοήσωμεν· Πρεσβεύσατε γενναῖοι τῷ Χριστῷ, δωρηθῆναι ἄφεσιν τοῖς μέλπουσι, καὶ πιστῶς ἐκτελοῦσι, τὴν πάμφωτον μνήμην ὑμῶν.

Θεοτοκίον

Ὁ τῶν ὅλων Δεσπότης καὶ Ποιητής, ἐξ ἀχράντου σου μήτρας σάρκα λαβών, προστάτιν σε ἔδειξε, τῶν ἀνθρώπων πανάμωμε· διὰ τοῦτο πάντες, πρὸς σὲ καταφεύγομεν, ἱλασμὸν πταισμάτων, αἰτούμενοι Δέσποινα, καὶ αἰωνιζούσης, λυτρωθῆναι βασάνου, καὶ πάσης κακώσεως, τοῦ δεινοῦ κοσμοκράτορος, ἵνα πίστει βοῶμέν σοι· Πρέσβευε τῷ σῷ Υἱῷ καὶ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἀνυμνοῦσί σε πόθῳ, καὶ πίστει πανύμνητε.

Ἢ Σταυροθεοτοκίον

Μαθητῶν ὑπεκρύβη φόβῳ χορός, οἱ γνωστοὶ δὲ μακρόθεν ἵστανται νῦν, μόνη δὲ συνέχομαι, καὶ τῇ λύπῃ τιτρώσκομαι, τὴν σφαγήν σου τέκνον, ὁρῶσα τὴν ἄδικον, ἡ Παρθένος ἔλεγε, τὰς ὄψεις σπαράττουσα· Δεῦρο πᾶσα κτίσις, νῦν τῷ τρόμῳ ληφθεῖσα, συνάλγησον, θρήνησον, τῇ Μητρὶ τοῦ Κυρίου σου, καὶ σὺν φόβῳ ἀνάκραξον· Δόξα σοὶ τῷ πάντων Ποιητῇ, ὅτι θέλων πάσχεις ὑπεράγαθε, καὶ ἑκουσίως σταυροῦσαι, τοῦ σῶσαι τὸν ἄνθρωπον.

 

ᾨδὴ δ' Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ

«Εἰσακήκοα Κύριε, τῆς οἰκονομίας σου τὸ μυστήριον, κατενόησα τὰ ἔργα σου, καὶ ἐδόξασά σου τὴν Θεότητα».

 

Ὡραιώθητε μάρτυρες, πόνων ἐπιδόσεσι φαιδρυνόμενοι, ὑπὲρ σάπφειρον χρυσίον τε, καρτεροῖς ἀγῶσιν ἐλαμπρύνθητε.

 

Ζωηφόρον ἐνέργειαν, ἐκ ζωαρχικῆς Τριάδος δεξάμενοι, πάντα πόνον, πᾶσαν νέκρωσιν, ψυχῶν καὶ σωμάτων ἀπελαύνετε.

 

Οὐκ ἀρνούμεθα Κύριον, δαίμοσιν ἀφρόνως οὐκ ἐπιθύομεν, οἱ θεόφρονες ἐκραύγαζον, ὁμιλοῦντες πόνοις καὶ κολάσεσιν.

 

Ἰαμάτων χαρίσματα, χάριν ἀδαπάνητον, ῥῶσιν ἄπαυστον, ἀναβλύζοντες Μακάριοι, τῶν ἀνθρώπων πάθη θεραπεύετε.

Θεοτοκίον

Σὲ πανάμωμε Δέσποινα, πειρασμοῖς κυκλούμενος εἰς βοήθειαν, προσκαλοῦμαι· Σπεῦσον σῶσόν με, τὸν Σωτῆρα Λόγον ἡ κυήσασα.

 

ᾨδὴ ε' Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ

«Ὀρθρίζοντες βοῶμέν σοι Κύριε· Σῶσον ἡμᾶς· σὺ γὰρ εἶ Θεὸς ἡμῶν, ἐκτός σου ἄλλον οὐκ οἴδαμεν».

 

Καθείλετε τῆς πλάνης ὀχύρωμα, Ἀθλοφόροι, ταῖς ἀναμοχλεύσεσι, τῆς καρτερίας πανεύφημοι.

 

Αἱμάτων ἐπιρροαῖς ξηράναντες, τῆς ἀπάτης, τὸν βυθὸν μακάριοι, πᾶσαν ψυχὴν κατηρδεύσατε.

 

Λογίων τῶν ἐνθέων πληρούμενοι, Ἀθλοφόροι, τῶν σοφῶν ἐλύσατε, τὴν ἀλογίαν ἐν Πνεύματι.

Θεοτοκίον

Λυτρούμενος ἐπέφανεν Ἄχραντε, τοὺς ἀνθρώπους, ἐκ σοῦ ὁ ὑπέρθεος, ἄνθρωπος Κόρη γενόμενος.

 

ᾨδὴ ς' Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ

«Τὴν δέησιν, ἐκχεῶ πρὸς Κύριον, καὶ αὐτῷ ἀπαγγελῶ μου τὰς θλίψεις, ὅτι κακῶν, ἡ ψυχή μου ἐπλήσθη, καὶ ἡ ζωή μου τῷ ᾅδῃ προσήγγισε, καὶ δέομαι ὡς Ἰωνᾶς· Ἐκ φθορᾶς ὁ Θεὸς με ἀνάγαγε».

 

Ἰσχύϊ σου Ἰησοῦ νευρούμενοι, ἐξενεύρισαν ἐχθροῦ δυναστείαν, καὶ δυνατοί, ἀνεδείχθησαν ὄντως, δι' ἀσθενείας σαρκὸς προσπαλαίοντες, καὶ ῥίψαντες τὸν ἰσχυρόν, οἱ σεπτοὶ καὶ καλλίνικοι Μάρτυρες.

 

Νενίκηκας, τὸν πολυμορφον ὄφιν, καὶ τὴν τούτου τοῖς ποσί σου συντρίψας, ὡς ἀληθῶς, κεφαλὴν νικηφόρον, τῇ κορυφῇ σου διάδημα εἴληφας, Τερέντιε Μάρτυς Χριστοῦ, τῶν ἁγίων Ἀγγέλων συμμέτοχε.

 

Ἰάματα, ἡ σορὸς τῶν Μαρτύρων, ἀναβλύζει, καὶ τὰ πάθη καθαίρει, καὶ τῶν ψυχῶν, ἀποπλύνει τὸν ῥύπον, καὶ τῶν δαιμόνων βυθίζει τὰς φάλαγγας, ἁπάντων δὲ τῶν εὐσεβῶν, τὰς καρδίας ἀρδεύει τῇ χάριτι.

Θεοτοκίον

Κατάσκιον, προεώρα σε ὄρος, ὁ Προφήτης Ἀββακοὺμ Θεοτόκε, ἐκ σοῦ Θεός, ὑπὲρ λόγον προῆλθε, σεσαρκωμένος, καὶ κόσμον διέσωσε, τῷ κλύδωνι τῆς χαλεπῆς, ἁμαρτίας δεινῶς συνεχόμενον.

 

Τὸ Μαρτυρικὸν τοῦ Ἤχου.

 

Σ υ ν α ξ ά ρ ι ο ν

Τῇ Ι' τοῦ αὐτοῦ μηνός, Μνήμη τῶν Ἁγίων Μαρτύρων Τερεντίου, Ἀφρικανοῦ, Μαξίμου, Πομπηΐου καὶ ἑτέρων τριάκοντα ἕξ, ἔτι δὲ καὶ τῶν περὶ τὸν μακάριον Ζήνωνα καὶ Ἀλέξανδρον καὶ Θεόδωρον.

Στίχοι

Ἔπαθλα ποῖα τῆς τομῆς Τερεντίῳ;

Ἃ μὴ προσέσχεν ὄψις, οὖς ἡ καρδία.

Ἴδωμεν οὓς τέμνουσιν ἀθλητάς, ὅσοι.

Δεκὰς τετραπλῆ, πρὸς δὲ καὶ ἄλλοι μάλα.

Ἀσφάραγον δεκάτῃ γε Τερέντιος ἐξυπεκάρθη.

 

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς Ὁσίας Προφήτιδος Ὀλδᾶς.

Στίχοι

Ἀφῆκεν Ὀλδᾶ πνεῦμα μέλλοντα βλέπον,

Ἡ Πνεύματος γέμουσα θείου πυθία.

 

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Μαρτύρων Ἰακώβου Πρεσβυτέρου, καὶ Ἀζᾶ Διακόνου.

Στίχοι

Τὸν Ἰάκωβον καὶ τετμημένον γράφω,

Καὶ τῆς τομῆς φέροντα μισθὸν τὸ στέφος.

Τμηθεὶς ὁ Χριστοῦ Λευΐτης, Ἀζᾶ κάραν,

Χριστοῦ τὸν ἐχθρὸν Λευϊαθὰν αἰσχύνει.

 

Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

 

ᾨδὴ ζ' Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ

«Παῖδες Ἑβραίων ἐν καμίνῳ, κατεπάτησαν τὴν φλόγα θαρσαλέως, καὶ εἰς δρόσον τὸ πῦρ, μετέβαλον βοῶντες· Εὐλογητὸς εἶ Κύριε, ὁ Θεὸς εἰς τοὺς αἰῶνας».

 

Ὦτα εὐήκοα πρὸς θείαν, ἀποπλήρωσιν Χριστοῦ τῶν προσταγμάτων, κεκτημένοι Σοφοί, ἐμέλπετε προθύμως· Εὐλογητὸς εἶ Κύριε, ὁ Θεὸς εἰς τοὺς αἰῶνας.

 

Νόμους ἐνθέους Ἀθλοφόροι, ἀντεθήκατε προστάγμασιν ἀνόμων, κελευόντων Χριστὸν ἀρνεῖσθαι· ᾧ βοῶμεν· Εὐλογητὸς εἶ Κύριε ὁ Θεὸς εἰς τοὺς αἰῶνας.

 

Μέλη ποιναῖς ἐκδεδωκότες, ἀπηρνήσασθε τὸ σῶμα δι' ἀγάπην, τοῦ ὀφθέντος ἐν γῇ, καὶ σάρκα εἰληφότος· ᾧ μελῳδεῖτε Μάρτυρες· ὁ Θεὸς εὐλογητὸς εἶ.

 

Ἄνω τὸ ὄμμα διανοίας, ἀνατείναντες Γενναῖοι τὰς βασάνους, στερροτάτῃ ψυχῇ, ἠνέγκατε βοῶντες· Εὐλογητὸς εἶ Κύριε, ὁ Θεὸς εἰς τοὺς αἰῶνας.

Θεοτοκίον

Ῥεύσαντας πάλαι τοὺς γεννάρχας, παραβάσεως ἀτόπου πλημμελείᾳ, ἐν νηδὺϊ Χριστόν, ἀρρεύστως συλλαβοῦσα, πρὸς τὴν ζωὴν ἀνήγαγες, τὴν ἀρχαίαν Θεοτόκε.

 

ᾨδὴ η' Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ

«Ἑπταπλασίως κάμινον, τῶν Χαλδαίων ὁ τύρρανος, τοῖς θεοσεβέσιν, ἐμμανῶς ἐξέκαυσε, δυνάμει δὲ κρείττονι, περισωθέντας τούτους ἰδών, τὸν Δημιουργόν, καὶ Λυτρωτήν ἀνεβόα· οἱ Παῖδες εὐλογεῖτε, Ἱερεῖς ἀνυμνεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας».

 

Τυραννικοῦ πρὸ βήματος, ὁ θεόφρων Τερέντιος, σὺν Ἀφρικανῷ τε, Μάξιμος Πομπήϊος, ὁ θεῖος Μακάριος, καὶ ὁ κλεινὸς Θεόδωρος, ἅμα τῇ λοιπῇ τῶν συμμαρτύρων χορείᾳ, Χριστὸν ὁμολογοῦσι, τὸν Σωτῆρα τῶν ὅλων, καὶ τούτου τῇ ἀγάπῃ, γενναίως ἐναθλοῦσιν.

 

Ὑπὲρ Χριστοῦ στρεβλούμενοι, καὶ βουνεύροις τυπτόμενοι, καὶ ἀνηλεῶς, οἱ Ἀθληταὶ ξεόμενοι, τριβόλοις κεντούμενοι, καὶ τοῖς θηρσὶ ῥιπτούμενοι, καὶ πυρακτωθεῖσιν, ὀβελίσκοις τὰ στέρνα, φλεγόμενοι ἐβόων· Ἱερεῖς ἀνυμνεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

 

Ῥῆμα ζωῆς προφέροντες, οἱ καλλίνικοι Μάρτυρες, τεθανατωμένους, ἐν τῇ πλάνῃ ἔσωσαν, ἐχθροὺς ἐθανάτωσαν, καὶ τοῦ Χριστοῦ τὸν θάνατον, καὶ τὰ φωταυγῆ ἐξεικονίζοντες πάθη, βασάνοις πολυτρόποις, τὸ μακάριον τέλος, ἐδέξαντο ὑμνοῦντες, Χριστὸν εἰς τοὺς αἰῶνας.

 

Ὥσπερ κιθάρα εὔρυθμος, κρουομένη τῷ Πνεύματι, καὶ τὰς διανοίας, τῶν πιστῶν ἡδύνουσα, τετράριθμος πέφυκε, τῶν Ἀθλοφόρων θεία δεκάς, θεῖον κορυφαῖον, κεκτημένη βοῶντα· Τερέντιον τὸν μέγαν, Ἱερεῖς εὐλογεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἴωνας.

Θεοτοκίον

Νενεκρωμένην ζώωσον, πεπτωκυῖαν ἀνάστησον, τετραυματισμένην, τὴν ψυχήν μου ἴασαι, τῇ λόγχῃ Πανάμωμε, τῇ κεντησάση θείαν πλευράν, τοῦ ἐκ τῆς γαστρός σου, σαρκωθέντος Σωτῆρος, ὃν Παῖδες εὐλογοῦσιν, Ἱερεῖς ἀνυμνοῦσι, λαοὶ ὑπερυψοῦσιν, εἰς πάντας τοὺς αἰῶνας.

 

ᾨδὴ θ' Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ

«Ἔφριξε πᾶσα ἀκοή, τὴν ἀπόρρητον Θεοῦ συγκατάβασιν, ὅπως ὁ Ὕψιστος, ἑκὼν κατῆλθε μέχρι καὶ σώματος, παρθενικῆς ἀπὸ γαστρός, γενόμενος ἄνθρωπος· διὸ τήν ἄχραντον, Θεοτόκον οἱ πιστοὶ μεγαλύνομεν».

 

Ἴαμα βρύει ἡ σορός, τῶν Μαρτύρων ἐκ πηγῆς θείου Πνεύματος, ἐπαρδομένη ἀεί, προθύμως δεῦτε ἀπαρυσώμεθα, σῶμα, καρδίαν καὶ ψυχήν, καθαγιαζόμενοι, καὶ τόν Σωτῆρα Χριστόν, μεγαλύνοντες πιστῶς φιλομάρτυρες.

 

Ὡς ἄνθη θεῖα τοῦ ἀγροῦ, ὥσπερ ῥόδα μυστικὰ ἐξηνθήσατε, καὶ εὐωδίας σεπτῆς, τὴν Ἐκκλησίαν ἀπεπληρώσατε, πλάνην δυσώδη τοῦ ἐχθροῦ, μακρὰν ἀπελαύνοντες, τῇ θείᾳ χάριτι, Ἀθλοφόροι τοῦ Χριστοῦ ἀξιάγαστοι.

 

Σήμερον Μάξιμον πιστοί, καὶ Ἀλέξανδρον ὁμοῦ καὶ Θεόδωρον, Ζήνωνα, Πομπήϊον, Ἀφρικανόν τε καὶ τὸν Τερέντιον, σὺν τοῖς λοιποῖς συναθληταῖς, πιστῶς εὐφημήσωμεν, καὶ μακαρίσωμεν, ἀνυμνοῦντες τὰ αὐτῶν προτερήματα.

 

Ἤγγικε, πρόσεχε ψυχή, ἡ τοῦ Κτίστου τελευταία ἐπέλευσις, οἱ θρόνοι τίθενται, καὶ τὸ κριτήριον ἤδη πάρεστιν, ὁ δὲ Κριτὴς ὡς ἀγαθός, βοᾷ· Ἑτοιμάσθητε· Σπεῦσον οὖν βόησον, τῶν Μαρτύρων σου λιταῖς Σῶτερ σῶσόν με.

Θεοτοκίον

Φώτισον πύλη τοῦ φωτός, τὴν ψυχήν μου ταῖς δειναῖς ἀμαυρότησι, τῶν παραβάσεων, ἐσκοτισμένην καὶ κινδυνεύουσαν, καὶ τῆς ἡμέρας κοινωνόν, τῆς θείας ἀνάδειξον, ὅπως δοξάζω σε, προστασία τῶν Πιστῶν ἀκαταίσχυντε.

 

Τὸ Φωταγωγικὸν τοῦ Ἤχου.

 

Καὶ ἡ λοιπὴ Ἀκολουθία, καὶ Ἀπόλυσις.