Τῌ ΚΖ΄ ΤΟΥ ΜΗΝΟΣ ΑΥΓΟΥΣΤΟΥ

Μνήμη τοῦ ἁγίου ἐνδόξου Μάρτυρος Φανουρίου τοῦ Νεοφανοῦς

 

ΕΙΣ ΤΟΝ ΜΙΚΡΟΝ ΕΣΠΕΡΙΝΟΝ

 

Ἱστῶμεν Στίχους δ΄ καὶ ψάλλομεν τὰ ἑξῆς Προσόμοια.

Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.

τε ὁ σὸς ἅγιος ναός, ὢν ὑπὸ τὴν γῆν κεκρυμμένος, ἀνεκαλύφθη ἡμῖν, τότε σοῦ ἡ ἄθλησις, κόσμῳ ἐγνώρισται, ἥν περ πάλαι ἠγώνισαι, Φανούριε Μάρτυς, καὶ κατεπολέμησας, ἐχθρὸν τὸν δόλιον· ὅθεν καὶ ἐν θαύμασι ξένοις, καὶ ἐν ἀντιλήψεσι πλείσταις, μέγας ἀνεδείχθεις ἐν τοῖς Μάρτυσι.

 

τε ἡ εἰκών σου ἡ σεπτή, τῶν σῶν παλαισμάτων τὰ εἴδη, πᾶσιν ὑπέδειξε, τότε κατεπλάγησαν, τὰς τῶν ἀγώνων σου, ἀριστείας Φανούριε, οἱ ταύτας ἰδόντες, ἃς ἠγνόουν πρότερον, Χριστὸν δοξάζοντες· ὅθεν καὶ ναὸν ἱερόν σοι, ἤγειραν τῆς σῆς προστασίας, δαψιλῶς καρπούμενοι τὰς χάριτας.

 

τε αἰχμαλώτους ἱερεῖς, τῇ σῇ πρὸς Χριστὸν ἐλυτρώσω, πρεσβείᾳ Ἅγιε, τότε τῶν θαυμάτων σου, χάρις ἡ ἔνθεος, πανταχοῦ διεξέδραμε, καὶ πάντες προστάτην, ἔσχον σε θερμότατον, Μάρτυς Φανούριε· ὅθεν ἀπὸ πάσης ἀνάγκης, ῥύου καθ’ ἑκάστην τρισμάκαρ, τοὺς εἰλικρινῶς σε μακαρίζοντας.

 

όδος ἡ περίφημος ἐν σοί, νῆσος ἐγκαυχᾶται καὶ χαίρει, Μάρτυς Φανούριε· θεῖον γάρ σε καύχημα, καὶ ἀντιλήπτορα, καὶ μεσίτην θερμότατον, πρὸς Κύριον εὗρε· πᾶσα δὲ γεραίρει σε, ἡ Ἐκκλησία Χριστοῦ· πᾶσι γὰρ τὰ πρόσφορα δίδως, καὶ ἑνὶ ἑκάστῳ παρέχεις, τὰς αἰτήσεις Ἅγιε καλούμενος.

Δόξα. Ἦχος δ΄.

θλητικὸν ὑπελθὼν ἀγῶνα, καὶ τοῦ ἀοράτου ἐχθροῦ τὰς μηχανὰς συντρίψας, ἄγνωστος ἐτέλεις τῇ Ἐκκλησίᾳ, γνωστὸς δὲ τῷ Θεῷ, τῷ σὲ λαμπρῶς δοξάσαντι, Μεγαλομάρτυς Φανούριε· ἀλλ' ἐπ' ἐσχάτων τῶν ἡμερῶν, γνωσθεὶς τοῖς πέρασι, θαυμάτων ῥεῖθρα πηγάζεις, τὴν σὴν πρὸς Χριστὸν ἐμφαίνων οἰκείωσιν, ὡς νομίμως καὶ καλῶς ἀγωνισάμενος! καὶ πᾶσι παρέχεις ταῖς ἱκεσίαις σου, πταισμάτων ἱλασμόν, καὶ τὸ μέγα ἔλεος.

Καὶ νῦν. Θεοτοκίον.

κ παντοίων κινδύνων τοὺς δούλους σου φύλαττε, εὐλογημένη Θεοτόκε, ἵνα σε δοξάζωμεν,τὴν ἐλπίδα τῶν ψυχῶν ἡμῶν.

 

Ἀπόστιχα. Ἦχος β΄. Οἶκος τοῦ Ἐφραθᾶ.

Μέγας ἐν ἀθληταῖς, Φανούριε ἐδείχθης, μεγίστοις θαυμασίοις, τῶν ἀναγκῶν ἐξαίρων, τοὺς σὲ καλοῦντας Ἅγιε.

Στίχ. Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς ἁγίοις αὐτοῦ.

Νέος ὢν κομιδῇ, τῷ σώματι θεόφρον, καθεῖλες τῇ ἀθλήσει, τὸν πάλαι τὴν κακίαν, Φανούριε τεκτήναντα.

Στίχ. Τοῖς ἁγίοις τοῖς ἐν τῇ γῇ αὐτοῦ ἐθαυμάστωσεν ὁ Κύριος.

ῦσαι πάσης ὀργῆς, καὶ βλάβης καὶ ἀνάγκης, τοὺς πίστει ἐκτελοῦντας, τὴν ἱεράν σου μνήμην, Φανούριε πανθαύμαστε.

Δόξα. Τριαδικὸν.

Φύσις ἡ τριλαμπής, Πάτερ Υἱὲ καὶ Πνεῦμα, λιταῖς τοῦ Φανουρίου, παράσχου τῷ λαῷ σου, τὰ πλούσια ἐλέη σου.

Καὶ νῦν. Θεοτοκίον.

λαμψεν ἐξ ἁγνῶν, αἱμάτων σου ὁ Λόγος, μορφῇ τῇ ἡμετέρᾳ, Παρθένε Θεοτόκε, καὶ τὴν ἀπάτην ἔλυσε.

 

Νῦν ἀπολύεις.

 

ΤὸΤρισάγιον. Τὸ Ἀπολυτίκιον ἐκτοῦ Μεγάλου ῾Εσπερινοῦ.

 

Ἦχος δ΄. Ταχὺ προκατάλαβε.

ς ἄστρον ἀνέτειλας, τῇ Ἐκκλησίᾳ Χριστοῦ, καὶ πάντας κατηύγασας, φανερωθεὶς θαυμαστῶς, Φανούριε ἔνδοξε· ὅθεν τοῖς εὐφημοῦσι, τὴν σὴν ἄθλησιν Μάρτυς, νέμεις τῶν σῶν θαυμάτων, τὴν σωτήριον χάριν, πρεσβεύων τῷ Κυρίῳ, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Ἕτερον.  Ἦχος δ΄. Ταχὺ προκατάλαβε.

Οὐράνιον ἐφύμνιον, ἐν γῇ τελεῖται λαμπρῶς, ἐπίγειον πανήγυριν νῦν ἑορτάζει φαιδρῶς, ἀγγέλων πολίτευμα· ἄνωθεν ὑμνῳδίαις εὐφημοῦσι τοὺς ἄθλους, κάτωθεν Ἐκκλησίᾳ τὴν οὐράνιον δόξαν· ἣν εὗρες πόνοις καὶ ἄθλοις τοῖς σοῖς Φανούριε ἔνδοξε.

Ἕτερον. Δόξα. Ἦχος α΄. Τῆς ἐρήμου πολίτης.

Τῶν Ῥοδίων τὸ κλέος καὶ Μαρτύρων τὸ καύχημα, τῶν θαυμάτων θείαις ἀκτῖσι, τοὺς πιστοὺς καταυγάζοντα, Φανούριον τιμήσωμεν πιστοί, ὡς μέγαν τοῦ Σωτῆρος ἀθλητήν· πᾶσαν χάριν γὰρ παρέχει τοῖς πρὸς αὐτόν, ἀπὸ ψυχῆς κραυγάζουσι· δόξα τῷ σὲ δοξάσαντι Χριστῷ, δόξα τῷ σὲ θαυμαστώσαντι, δόξα τῷ ἐνεργοῦντι διὰ σοῦ, πᾶσιν ἰάματα.

 

ΚαὶἈπόλυσις.

 

ΕΙΣ ΤΟΝ ΜΕΓΑΝ ΕΣΠΕΡΙΝΟΝ

 

Ἱστῶμεν Στίχους δ΄ καὶ ψάλλομεν τὰ ἑξῆς Προσόμοια.

 

Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.

 

Μετὰ τὸν Προοιμιακόν, τό, Μακάριος ἀνήρ. Εἰς δὲ τό, Κύριε ἐκέκραξα, ἱστῶμεν Στίχους ς΄ καὶ ψάλλομεν τὰ ἑξῆς Προσόμοια.

 

Ἦχος α΄. Ὢ τοῦ παραδόξου θαύματος!

τοῦ παραδόξου θαύματος! ὥσπερ φῶς θαυμαστόν, ὁ κλεινὸς Φανούριος, ἀνέτειλε τοῖς ἐν γῇ, νεύσει τῇ κρείττονι· ἀδήλως γὰρ τὸν ἐχθρόν, καταβαλὼν δι’ ἀγώνων ἀθλήσεως, τοῦ θείου αὐτοῦ ναοῦ, τῇ φανερώσει ἐγνώσθη τοῖς πέρασιν. Ὅθεν τὴν ἁγίαν μνήμην, τούτου ἑορτάσωμεν, τὸν Σωτῆρα ὑμνοῦντες, τὸν λαμπρῶς αὐτὸν δοξάσαντα.

 

Βαβαὶ τῆς σῆς καρτερίας σοφέ! σὺ γὰρ ὑπὲρ φύσιν, ἤνυσας παλαίσματα, καὶ μέγας ἐν ἀθληταῖς, ὤφθης Φανούριε· ἐντεῦθεν νεοφανής, τῇ Ἐκκλησίᾳ Χριστοῦ ὤφθης ἥλιος, κρυπτόμενος ὑπὸ γῆν, ὁ ἐν ὑψίστοις λαμπρῶς δοξαζόμενος, καὶ θαυμάτων ταῖς ἀκτῖσι, καταυγάζεις ἅπαντας, τοὺς προστρέχοντας Μάρτυς, τῇ ταχείᾳ ἀντιλήψει σου.

 

Τὴν σὴν γεραίρομεν ἄθλησιν, ἀθλητὰ Κυρίου, ἔνδοξε Φανούριε, ἣν πάλαι ὑπὲρ Χριστοῦ, νομίμως ἤθλησας, καὶ ἄρτι πᾶσιν ἡμῖν, τῇ φανερώσει τῆς θείας εἰκόνος σου, ἐποίησας ἐμφανῆ, εἰς εὐφροσύνην ἡμῶν τῶν βοώντων σοι· χαίροις ἀθλοφόρων κλέος, Ἐκκλησίας στήριγμα, καὶ Ῥοδίων ἁπάντων, ἐγκαλλώπισμα καὶ σέμνωμα.

 

Προσόμοια ἕτερα.

Ἦχος δ΄. Ὡς γενναῖον ἐν Μάρτυσι.

ς ἀθλήσας στεῤῥότατα, ἀθλοφόρε Φανούριε, ἐν ἀδήλοις ἔτεσι θείῳ ἔρωτι, δόξης λαμπρᾶς κατηξίωσαι, καὶ μέτοχος γέγονας, οὐρανίων ἀγαθῶν, ἀλλ' ἡμῖν χρόνοις πλείοσιν, ὤφθης ἄγνωστος, καὶ γνωσθεὶς ἐπ' ἐσχάτων καταπλήττεις, τοῦ Χριστοῦ τὴν Ἐκκλησίαν, τῇ δεομένῃ σοὶ χάριτι.

 

Τὸν ναόν σου τὸν ἅγιον, ἐν τῇ Ῥόδῳ κρυπτόμενον, ὡς ἀνεῦρον Ἅγιε θείῳ νεύματι, χαρᾶς πολλῆς ἐπληρώθησαν, μαθόντες τὴν κλῆσίν σου, καὶ τοὺς ἄθλους τοὺς λαμπρούς, οὓς ἠγνόοουν τὸ πρότερον, καὶ σὲ ὕμνησαν, ὡς περίδοξον Μάρτυρα Κυρίου, χαρμοσύνως ἐκτελοῦντες, τὴν παμφαῆ σου πανήγυριν.

 

ν νεότητι σώματος, τὸν ἀρχέκακον δράκοντα, ἀθλητὰ Φανούριε καταβέβληκας, καὶ δοξασθεὶς θείῳ Πνεύματι, προστάτης θερμότατος, ἀνεδείχθης τῶν πιστῶν, αἰχμαλώτους λυτρούμενος, τῇ πρεσβείᾳ σου, φανερῶν τὰ κρυπτὰ τοῖς προσιοῦσι, καὶ παρέχων τοῖς αἰτοῦσι, τὴν σὴν ὀξεῖαν βοήθειαν.

Δόξα. Ἦχος πλ.β΄.

στὴρ νεοφανὴς τῇ Ἐκκλησίᾳ ἐφάνης, ἄρτι ἡμῖν φανερωθείς, ἀθλοφόρε Φανούριε· καὶ τῇ σῇ ἐκφάνσει, τῶν κεκρυμμένων ἐν σοὶ δωρεῶν τὸν πλοῦτον, ἐκφαίνεις ἀληθῶς, τοῖς τὴν παγγέραστον μνήμην γεραίρουσι, καὶ συμφώνως βοῶσί σοι· χαίροις στρατιῶτα Χριστοῦ πανθαύμαστε, ὁ τῆς εὐσεβείας τὸν ἀγῶνα, ἀθλητικῶς ἀγωνισάμενος· χαίροις ὁ τῷ φωτὶ Κυρίου ἐντρυφῶν, καὶ φερωνύμως φανερῶν, τῶν ἀφανῶν τὴν γνῶσιν· χαίροις Ῥοδίων ἀγλάισμα, Μαρτύρων λαμπρότης, καὶ παντὸς πιστοῦ πρεσβευτὴς πρὸς Κύριον. ᾯ πρέσβευε δεόμεθα, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Καὶ νῦν. Ο αὐτός.

Τίς μὴ μακαρίσει σε Παναγία Παρθένε, τίς μὴ ἀνυμνήσει σου, τὸν ἀλόχευτον τόκον; ὁ γὰρ ἀχρόνως ἐκ Πατρὸς ἐκλάμψας Υἱὸς μονογενής, ὁ αὐτὸς ἐκ σοῦ τῆς ἁγνῆς προῆλθεν, ἀφράστως σαρκωθείς· φύσει Θεὸς ὑπάρχων, καὶ φύσει γενόμενος ἄνθρωπος δι' ἡμᾶς, οὐκ εἰς δυάδα προσώπων τεμνόμενος, ἀλλ' ἐν δυάδι φύσεων, ἀσυγχύτως γνωριζόμενος. Αὐτὸν ἱκέτευε σεμνὴ παμμακάριστε, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

 

Εἴσοδος. Φῶς ἱλαρόν. Τὸ Προκείμενον τῆς ἡμέρας, καὶ τὰ Ἀναγνώσματα.

 

Προφητείαις Ἡσαΐου τὸ Ἀνάγνωσμα

(Κεφ. 43, 9-14)

Τάδε λέγει Κύριος· Πάντα τὰ ἔθνη συνήχθησαν ἅμα καὶ συναχθήσονται ἄρχοντες ἐξ αὐτῶν, Τίς ἀναγγελεῖ ταῦτα ἐν αὐτοῖς; ἢ τὰ ἐξ ἀρχῆς; Τίς ἀκουστὰ ποιήσει ἡμῖν; Ἀγαγέτωσαν τοὺς μάρτυρας αὐτῶν, καὶ δικαιωθήτωσαν. Καὶ εἰπάτωσαν ἀληθῆ· Γίνεσθέ μοι μάρτυρες, καὶ ἐγὼ μάρτυς Κύριος ὁ Θεός, καὶ ὁ παῖς, ὃν ἐξελεξάμην, ἵνα γνῶτε καὶ πιστεύσητε, καὶ συνῆτε, ὅτι ἐγώ εἰμι. Ἔμπροσθέν μου οὐκ ἐγένετο ἄλλος Θεός, καὶ μετ΄ ἐμὲ οὐκ ἔσται. Ἐγώ εἰμι ὁ Θεός, καὶ οὐκ ἔστι πάρεξ ἐμοῦ ὁ σῴζων. Ἐγὼ ἀνήγγειλα καὶ ἔσωσα, ὠνείδισα, καὶ οὐκ ἦν ἐν ἡμῖν ἀλλότριος. Ὑμεῖς ἐμοὶ μάρτυρες, καὶ ἐγὼ Κύριος ὁ Θεός, ὅτι ἀπ' ἀρχῆς ἐγώ εἰμι, καὶ οὐκ ἔστιν ὁ ἐκ τῶν χειρῶν μου ἐξαιρούμενος. Ποιήσω, καὶ τίς ἀποστρέψει αὐτό; Οὕτω λέγει Κύριος ὁ Θεός, ὁ λυτρούμενος ἡμᾶς, ὁ Ἅγιος Ἰσραήλ.

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα

(Κεφ. 3, 1-9)

Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ, καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι. Καὶ ἑλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν, καὶ ἡ ἀφ' ἡμῶν πορεία σύντριμμα, οἱ δέ εἰσιν ἐν εἰρήνῃ. Καὶ γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης. Καὶ ὀλίγα παιδευθέντες, μεγάλα εὐεργετηθήσονται, ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτούς, καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ. Ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτούς, καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι, καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται. Κρινοῦσιν ἔθνη, καὶ κρατήσουσι λαῶν καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τούς αἰῶνας, οἱ πεποιθότες ἐπ' αὐτόν, συνήσουσιν ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα

(Κεφ. 5, 15-23 & 6, 1-3)

Δίκαιοι εἰς τὸν αἰῶνα ζῶσι, καὶ ἐν Κυρίῳ ὁ μισθὸς αὐτῶν, καὶ ἡ φροντὶς αὐτῶν παρὰ Ὑψίστῳ. Διὰ τοῦτο λήψονται τὸ βασίλειον τῆς εὐπρεπείας, καὶ τὸ διάδημα τοῦ κάλλους ἐκ χειρὸς Κυρίου, ὅτι τῇ δεξιᾷ αὐτοῦ σκεπάσει αὐτούς, καὶ τῷ βραχίονι ὑπερασπιεῖ αὐτῶν. Λήψεται πανοπλίαν, τὸν ζῆλον αὐτοῦ, καὶ ὁπλοποιήσει τὴν κτίσιν εἰς ἄμυναν ἐχθρῶν. Ἐνδύσεται θώρακα, δικαιοσύνην, καὶ περιθήσεται κόρυθα, κρίσιν ἀνυπόκριτον. Λήψεται ἀσπίδα ἀκαταμάχητον, ὁσιότητα, ὀξυνεῖ δὲ ἀπότομον ὀργὴν εἰς ῥομφαίαν. Συνεκπολεμήσει αὐτῷ ὁ κόσμος ἐπὶ τοὺς παράφρονας, πορεύσονται εὔστοχοι βολίδες ἀστραπῶν, καὶ ὡς ἀπὸ εὐκύκλου τόξου τῶν νεφῶν, ἐπὶ σκοπὸν ἁλοῦνται, καὶ ἐκ πετροβόλου θυμοῦ πλήρεις ῥιφήσονται χάλαζαι. Ἀγανακτήσει κατ' αὐτῶν ὕδωρ θαλάσσης, ποταμοὶ δὲ συγκλύσουσιν ἀποτόμως. Ἀντιστήσεται αὐτοῖς πνεῦμα δυνάμεως, καὶ ὡς λαῖλαψ ἐκλικμήσει αὐτούς, καὶ ἐρημώσει πᾶσαν τὴν γῆν ἀνομία, καὶ ἡ κακοπραγία περιτρέψει θρόνους δυναστῶν. Ἀκούσατε οὖν, Βασιλεῖς, καὶ σύνετε, μάθετε, δικασταὶ περάτων γῆς, ἐνωτίσασθε οἱ κρατοῦντες πλήθους, καὶ γεγαυρωμένοι ἐπὶ ὄχλοις ἐθνῶν, ὅτι ἐδόθη παρὰ Κυρίου ἡ κράτησις ὑμῖν, καὶ ἡ δυναστεία παρὰ Ὑψίστου.

 

Εἰς τὴν Λιτήν. Ἰδιόμελα. Ἦχος α΄.

γαλλιᾶται ἐν Κυρίῳ, ἡ Ῥόδος τῇ σῇ χάριτι, καὶ πᾶσα πόλις καὶ χώρα, τῇ θερμῇ ἀντιλήψει σου, Μεγαλομάρτυς Φανούριε· μέγας γὰρ ἐν θαύμασι, καὶ μείζων ἐν προστασίαις, ἀληθῶς ἀναδείκνυσαι, ὡς ἀθλητὴς Χριστοῦ περιφανής· αἰχμαλώτους γὰρ λυτροῦσαι, τοὺς ἐν κινδύνοις τελοῦντας προφθάνεις, καὶ πᾶσι παρέχεις, τὰ πρὸς σωτηρίαν αἰτήματα. Ἀλλ' ὡς ἔχων παῤῥησίαν, μὴ παύση πρεσβεύων, δοῦναι ἱλασμὸν ἡμῖν, καὶ εἰρήνην καὶ μέγα ἔλεος.

Ἦχος β΄.

Τῶ Βασιλεῖ τῶν ὅλων στρατευσάμενος, ἐν τοῖς ὅπλοις τοῦ φωτὸς καταβέβληκας, τὸν τοῦ σκότους ἄρχοντα, ἀθλοφόρε Φανούριε· καὶ ποικίλαις προσπαλαίσας βασάνοις, πασῶν ὤφθης ἀκμαιότερος, τῷ πυρὶ στομούμενος, τῆς ἀγάπης τοῦ Χριστοῦ· καὶ θηρῶν ὁρμὴν μὴ πτήξας, καὶ ξεσμῶν τὴν ῥύμην ἐνέγκας, τοῖς πᾶσιν ἐφανέρωσας, τῆς εὐσεβείας τὴν δύναμιν. Ἀλλ' ὡς ἐν ἄθλοις ἀήττητος, καὶ ἐν νίκαις περίδοξος, ἱκέτευε ὑπὲρ τῶν τιμώντων σε.

Ἦχος γ΄.

ρηρεισμένος ἀκλινῶς, τῷ θεμελίῳ τῆς πίστεως, οὐδαμῶς σεσάλευσαι, ταῖς ἐναντίαις προσπνεύσεσι· καὶ μεγίστῳ λίθῳ θλιβείς, πρὸς τὴν πέτραν τῆς ζωῆς, ὅλον τὸν νοῦν ἀπῃώρησας, ὑπεριδὼν ὥραν νεότητος· καὶ τὸ σῶμα καταξανθείς, τὸν τῆς νεκρώσεως χιτῶνα ἀπεβάλου, καὶ ἀφθαρσίας τὴν στολήν, καὶ σωτηρίου τὸ ἔνδυμα, προφητικῶς ἠμφιάσω Φανούριε· ἐν ᾧ φαιδρῶς κοσμούμενος, καὶ ἀθλητικῷ διαδήματι ἐμπρέπων, ὑπὲρ ἡμῶν ἱκέτευε, ἀθλητῶν ἐγκαλλώπισμα.

Ἦχος δ΄.

ν ἀνδρείῳ φρονήματι, πρὸς μαρτυρικοὺς ἀπεδύσω ἀγῶνας, ἀθλοφόρε Φανούριε· καὶ ἐν αὐτοῖς ἀνδραγαθήσας, τῶν ἀντικειμένων τὰς ἀρχὰς ἐθριάμβευσας, καὶ πολλῶν ἐπάθλων, παρὰ Θεοῦ ἠξίωσαι· ὅθεν θαυμάτων ἐνεργῶν δυνάμεις, πανταχοῦ προφθάνεις καλούμενος· καὶ φρικτῇ ἐπιστασίᾳ, τοὺς αἰχμαλώτους ἱερεῖς ῥυσάμενος, καταπλήξας ποιναῖς οἷς ἐδούλευον, μὴ παύσῃ παρέχων τὴν σὴν βοήθειαν, ἐν εὐκαιρίαις καὶ θλίψεσι, τοῖς προσιοῦσι τῇ πρεσβείᾳ σου.

Δόξα. Ο αὐτός.

Τὴν φερώνυμον κλῆσίν σου, ἀληθῆ τοῖς ἔργοις ἔδειξας, Μεγαλομάρτυς Φανούριε· φανερωθεὶς γὰρ ἡμῖν, ὁ πρῴην κεκρυμμένος, πᾶσιν ἐφανέρωσας, μαρτυρικῶν χαρίτων λαμπρότητα, καὶ θαυμαστὴς προστασίας ἐνεργήματα, ὡς ἀθλητὴς Χριστοῦ δεδοξασμένος· ὅθεν τὴν μακαρίαν σου ἄθλησιν, καὶ τῆς εἰκόνος σου τὴν εὕρεσιν, φαιδρῶς ἑορτάζοντες, τὰς πρὸς ἡμᾶς σου ἀντιλήψεις κηρύττομεν, καὶ συμφώνως βοῶμέν σοι· Τῷ ἀθλοθέτῃ Λόγῳ πρέσβευε, ὡς ἂν εὕρωμεν ἔλεος, ἐν ἡμέρᾳ τῆς κρίσεως.

 

Καὶ νῦν. Θεοτοκίον.

κ παντοίων κινδύνων τοὺς δούλους σου φύλαττε, εὐλογημένη Θεοτόκε, ἵνα σὲ δοξάζωμεν, τὴν ἐλπίδα τῶν ψυχῶν ἡμῶν.

 

Εἰς τὸν Στίχον. Στιχηρὰ προσόμοια.

Ἦχος πλ. α΄. Χαίροις ἀσκητικῶν.

Χαίροις ὁ ἀθλητὴς τοῦ Χριστοῦ, ὁ καθελὼν τῶν δυσμενῶν τὴν παράταξιν, ἀθλήσεως τοῖς ἀγῶσιν, ἀνδρειοτάτῃ ψυχῇ, καὶ τῇ πανοπλίᾳ τῇ τῆς πίστεως· ὁ πόνων τοῦ σώματος, ἀφειδήσας ὡς ἄσαρκος, ἐν τῇ ἀγάπῃ, τοῦ λαμπρῶς δυναμοῦντός σε, ὃν ἐδόξασας, τοῖς οἰκείοις σου μέλεσιν· ἄνθος τὸ εὐωδέστατον, Φανούριε ἔνδοξε, τὸ διαπνέον τῷ κόσμῳ, τὴν εὐωδίαν τὴν κρείττονα. Χριστὸν ἐκδυσώπει, ταῖς ψυχαῖς ἡμῶν δοθῆναι, τὸ μέγα ἔλεος.

Στίχ. Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς ἁγίοις αὐτοῦ.

Χαίροις ὁ ἀθλητὴς τοῦ Χριστοῦ, τῶν ἀθλοφόρων τὸ σεπτὸν ἐγκαλλώπισμα· ὁ πάλαι στεῤῥῶς ἀθλήσας, καὶ παραδόξως γνωσθείς, εὐδοκίᾳ θείᾳ ἐν τοῖς πέρασιν, εὑρέσει Φανούριε, τῆς πανσέπτου εἰκόνος σου, ἔνθα τὰ εἴδη, τῶν ἁγίων ἀγώνων σου, δι' ὧν ἔνδοξος, ἐν τοῖς Μάρτυσι γέγονας. Ὅθεν ὡς στρατιώτην σε, Χριστοῦ γενναιότατον καὶ τροπαιοῦχον ὁπλίτην, ὑμνολογοῦντες βοῶμέν σοι· ἀπαύστως δυσώπει, ταῖς ψυχαῖς ἡμῶν δοθῆναι, τὸ μέγα ἔλεος.

Στίχ. Τοῖς ἁγίοις τοῖς ἐν τῇ γῇ αὐτοῦ ἐθαυμάστωσεν ὁ Κύριος.

Χαίροις ὁ ἀθλητὴς τοῦ Χριστοῦ, τῆς Ἐκκλησίας ἀῤῥαγέστατος πρόβολος, τῆς νήσου Ῥόδου ἡ δόξα, καὶ πολιοῦχος λαμπρός, καὶ μεσίτης μέγας πρὸς τὸν Κύριον· πασχόντων βοήθεια, αἰχμαλώτων ἀνάῤῥυσις, τῶν κεκρυμμένων, ἡ ταχεῖα φανέρωσις· ῥύστης ἕτοιμος, τῶν ἐν νόσοις καὶ θλίψεσι· κρήνη ἡ ἀναβλύζουσα, θαυμάτων τὰς χάριτας, εἰς εὐφροσύνην ἁπάντων, Μεγαλομάρτυς Φανούριε. Χριστὸν ἐκδυσώπει, ταῖς ψυχαῖς ἡμῶν δοθῆναι, τὸ μέγα ἔλεος.

Δόξα. Ἦχος πλ.δ΄.

Θωρακισάμενος τῆς πίστεως, τὴν μυστικὴν παντευχίαν, τὸν ἀλαζόνα τύραννον, κατηγωνίσω Φανούριε· τῶν γὰρ ποικίλων τιμωριῶν, περιεγένου ὡς ἀσώματος, πάντα φέρων, ἐν τῷ ἐνδυναμοῦντί σε Χριστῷ· καὶ ἐν ἀσθενείᾳ φύσεως, λαμπρὸν ἐγείρας τρόπαιον, τῶν βραβείων τῆς ἄνω κλήσεως, περιφανῶς ἠξίωσε. Καὶ νῦν Ἀγγέλοις συγχορεύων, ἱκέτευε μακάριε, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Καὶ νῦν. Θεοτοκίον.

Δέσποινα πρόσδεξαι τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

 

Νῦν ἀπολύεις. Τὸ Τρισάγιον, καὶ τὰ Ἀπολυτίκια.

 

Ἦχος δ΄. Ταχὺ προκατάλαβε.

ς ἄστρον ἀνέτειλας, τῇ Ἐκκλησίᾳ Χριστοῦ, καὶ πάντας κατηύγασας, φανερωθεὶς θαυμαστῶς, Φανούριε ἔνδοξε· ὅθεν τοῖς εὐφημοῦσι, τὴν σὴν ἄθλησιν Μάρτυς, νέμεις τῶν σῶν θαυμάτων, τὴν σωτήριον χάριν, πρεσβεύων τῷ Κυρίῳ, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Ἕτερον.  Ἦχος δ΄. Ταχὺ προκατάλαβε.

Οὐράνιον ἐφύμνιον, ἐν γῇ τελεῖται λαμπρῶς, ἐπίγειον πανήγυριν νῦν ἑορτάζει φαιδρῶς, ἀγγέλων πολίτευμα· ἄνωθεν ὑμνῳδίαις εὐφημοῦσι τοὺς ἄθλους, κάτωθεν Ἐκκλησίᾳ τὴν οὐράνιον δόξαν· ἣν εὗρες πόνοις καὶ ἄθλοις τοῖς σοῖς Φανούριε ἔνδοξε.

Ἕτερον. Δόξα. Ἦχος α΄. Τῆς ἐρήμου πολίτης.

Τῶν Ῥοδίων τὸ κλέος καὶ Μαρτύρων τὸ καύχημα, τῶν θαυμάτων θείαις ἀκτῖσι, τοὺς πιστοὺς καταυγάζοντα, Φανούριον τιμήσωμεν πιστοί, ὡς μέγαν τοῦ Σωτῆρος ἀθλητήν· πᾶσαν χάριν γὰρ παρέχει τοῖς πρὸς αὐτόν, ἀπὸ ψυχῆς κραυγάζουσι· δόξα τῷ σὲ δοξάσαντι Χριστῷ, δόξα τῷ σὲ θαυμαστώσαντι, δόξα τῷ ἐνεργοῦντι διὰ σοῦ, πᾶσιν ἰάματα.

 

Καὶ Ἀπόλυσις.

 

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

 

Μετὰ τὴν α΄ Στιχολογίαν, Κάθισμα.

 

Ἦχος α΄. Τὸν τάφον σου Σωτήρ.

ς νέον ἀθλητήν, εὐφημοῦμέν σε μάκαρ, κἂν ἤθλησας στεῤῥῶς, πρὸ πολλοῦ θείῳ πόθῳ· ἀρτίως γὰρ τοῖς πέρασιν, ἐπεγνώσθης Φανούριε, χάριν ἔλεος, ταῖς σαῖς πρεσβείαις παρέχων, τοῖς τελοῦσί σου, τὴν ἀξιέπαινον μνήμην, Μαρτύρων ἀγλάισμα.

Θεοτοκίον.

ς τέξασα σαρκί, τὸν τῶν ὅλων Δεσπότην, καὶ ἔχουσα πολλήν, πρὸς αὐτὸν παῤῥησίαν, ἀπαύστως ἱκέτευε, Θεοτόκε πανύμνητε, δοῦναι ἄφεσιν, ἁμαρτιῶν ἡμῖν πᾶσι, καὶ διόρθωσιν, βίου τοῖς πίστει ὑμνοῦσι, τὴν ἄῤῥητον δόξαν σου.

 

Μετὰ τὴν β΄ Στιχολογίαν, Κάθισμα.

 

Ἦχος γ΄. Θείας πίστεως.

Πῦρ τὸ ἄυλον, φέρων παμμάκαρ, πῦρ ὁμόδουλον, οὐκ ἐπτοήθης, ἀλλ' ἐν αὐτῷ ἀκατάφλεκτος ἔμεινας· καὶ τῶν θηρῶν ὑποτάξας τὸ ὅρμημα, ὑπερφυῶς ἐδοξάσθης Φανούριε. Μάρτυς ἔνδοξε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.

Θεοτοκίον.

ρος ἅγιον, πεπυκασμένον, τῇ τοῦ Πνεύματος, ἐπισκιάσει, τοῖς Προφήταις καθωράθης πανάμωμε· ἐκ σοῦ γὰρ ὤφθη Θεὸς σωματούμενος, ἐλευθερίαν βραβεύων τοῖς κράζουσι· χαῖρε Δέσποινα, πταιόντων τὸ ἱλαστήριον, καὶ πάντων ἀσφαλὲς φυγαδευτήριον.

 

Μετὰ τὸν Πολυέλεον, Κάθισμα.

Ἦχος δ΄. Κατεπλάγη Ἰωσήφ.

Μαρτυρήσας ἀνδρικῶς, ὑπὲρ τῆς δόξης τοῦ Χριστοῦ, ὑπὸ μόδιον σιγῆς, ἔμεινας ἔτεσι πολλοῖς, ἀλλ' ἐπεγνώσθης ἐν Ῥόδῳ νεύματι θείῳ· ἔνθεν ἐμφανής, πᾶσι τοῖς πέρασι, θαύμασι πολλοῖς, Μάρτυς γενόμενος, τῇ Ἐκκλησίᾳ ἀρήγεις ἑκάστοτε, ἐν εὐκαιρίαις καὶ θλίψεσι· διό σε πάντες, ἀνευφημοῦμεν, Φανούριε ἀθλοφόρε.

Θεοτοκίον

Μετὰ σώματος Ἁγνή, προαγαγοῦσα τοῖς ἐν γῇ, τὸν ἀσώματον Θεόν, διὰ τὸ σῶσαι τὸν Ἀδάμ, τὸν συντριβέντα ἀπάτῃ τοῦ βροτοκτόνου, ὤφθης ἀληθῶς, θρόνος πυρίμορφος, φέρουσα χερσί, τὸν πάντα φέροντα, καὶ οὐρανῶν πλατυτέρα ἐγνώρισται, ἡ σὴ γαστὴρ ἡ ἀκήρατος. Ἀλλ' ὦ Παρθένε, τῆς οὐρανίου, δόξης ἡμᾶς καταξίωσον.

 

Τὸ Α΄ Ἀντίφωνον τοῦ δ΄ Ἤχου καὶ τὸ Προκείμενον.

 

Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς ἁγίοις αὐτοῦ.

 

Στίχ. Τοῖς ἁγίοις τοῖς ἐν τῇ γῇ αὐτοῦ ἐθαυμάστωσεν ὁ Κύριος.

 

Εὐαγγέλιον τὸ ἐν τῷ Ὄρθρῳ τοῦ Ἁγ. Γεωργίου.

 

Ὁ Ν΄ Ψαλμός. Δόξα. Ταῖς τοῦ Ἀθλοφόρου.

 

Καὶ νῦν. Ταῖς τῆς Θεοτόκου.

 

Ἰδιόμελον. Ἦχος πλ. β΄.

Στίχ. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου.

 

μφανῶς συντρίψας τὸν ἐχθρόν, ἀθλητικῇ ἐνστάσει, περιφανῶς ἐν οὐρανῷ δεδόξασαι, ἀθλητὰ Φανούριε· διὸ καὶ ἡ γῆ πᾶσα, τὴν σὴν δόξαν γνοῦσα ἣν πάλαι ἠγνόει, τῇ φανερώσει τῆς σεπτῆς εἰκόνος σου, λαμπροφανῶς σε γεραίρει, ἐπιτελοῦσα τὴν ἁγίαν μνήμην σου· ἐν ᾗ δίδου τοῖς πιστοῖς, τὰς σωτηρίους δόσεις, ταῖς πρὸς Χριστὸν πρεσβείαις σου.

 

Σῶσον ὁ Θεὸς τὸν λαόν σου.

 

Εἶτα ὁ Κανὼν τῆς Θεοτόκου, καὶ ὁ τοῦ Ἁγίου, οὗ ἡ Ἀκροστιχίς·

 

Φῶς Φανούριος κόσμῳ ἐκλάμπει. Γερασίμου.

 

ᾨδὴ α΄. Ἦχος δ΄. Ἀνοίξω τὸ στόμα μου.

Φωτί με καταύγασον, τῷ τοῦ προσώπου σου Κύριε, Φανούριον θέλοντα, ὑμνῆσαι Δέσποτα, τὸν δοξάσαντα, ἀθλήσεως ἀγῶσι, τὸ μέγα σου ὄνομα, καὶ ὑπερένδοξον.

 

ς φῶς ἀνατέταλκας, τῇ Ἐκκλησίᾳ Φανούριε, ὁ πάλαι κρυπτόμενος, ὑπὸ τῆν γῆν φθονερῶς, καὶ χαρίτων σου, ταῖς φαειναῖς ἀκτῖσιν, ἡμῶν τὴν διάνοιαν, πυρσεύεις πάντοτε.

 

Σαρκός σου ἠλόγησας, ἐν ὥρᾳ Μάρτυς νεότητος, καὶ χαίρων ἐστράτευσαι, τῷ Βασιλεῖ τοῦ παντός, οὗ τὴν ἄμαχον, ἰσχὺν διεζωσμένος, καθεῖλες Φανούριε, ἐχθρῶν τὰς φάλαγγας.

Θεοτοκίον

Φιλάγαθε Δέσποινα, ἡ τὸν Θεὸν τὸν φιλάνθρωπον, ἀφράστως κυήσασα, εἰς σωτηρίαν ἡμῶν, κατοικτείρησον, τὴν πάσχουσαν ψυχήν μου, καὶ ταύτῃ πρυτάνευσον, θείαν παράκλησιν.

Καταβασία

Σταυρὸν χαράξας Μωσῆς ἐπ' εὐθείας ῥάβδῳ, τὴν Ἐρυθρὰν διέτεμε, τῷ Ἰσραὴλ πεζεύσαντι· τὴν δὲ ἐπιστρεπτικῶς, Φαραὼ τοῖς ἅρμασι, κροτήσας ἥνωσεν· ἐπ εὔρους διαγράψας, τὸ ἀήττητον ὅπλον· διὸ Χριστῷ ᾄσωμεν, τῷ Θεῷ ἡμῶν· ὅτι δεδόξασται.

 

ᾨδὴ γ΄. Τοὺς σοὺς ὑμνολόγους.

θλήσεως Μάρτυς σου τὰ εἴδη, ἃ ἤνυσας πάλαι καρτερῶς, ἐκ τῆς σεπτῆς εἰκόνος σου, γνωρίσαντες Φανούριε, οἱ εὐσεβεῖς ἀνύμνησαν, τὰ θαυμαστά σου παλαίσματα.

 

Νεότητος ὥραν παραβλέψας, ὑπῆλθες φρονήματι στεῤῥῷ, τὸ τῶν Μαρτύρων στάδιον, Φανούριε πανθαύμαστε, καὶ λόγχῃ τῆς ἀνδρείας σου, ἐχθρὸν τὸν δόλιον ἔτρωσας.

 

μέγας Κυρίου ἀθλοφόρος, ὁ πάλαι ἀθλήσας ἀνδρικῶς, καὶ χρόνοις ἐν τοῖς ὕστερον, γνωστὸς πᾶσι γενόμενος, Φανούριος ὁ ἔνδοξος, νῦν γεραιρέσθω τοῖς ᾄσμασι.

Θεοτοκίον

ψίστου καθέδρα λαμπροτάτη, Παρθένε Ἀγγέλων χαρμονή, ἀπὸ κοπρίας ὕψωσον, παθῶν μου τὴν διάνοιαν, καὶ ταύτην καταλάμπρυνον, φωτὶ τῆς σῆς ἀγαθότητος.

Καταβασία

άβδος εἰς τύπον τοῦ Μυστηρίου παραλαμβάνεται· τῷ βλαστῷ γὰρ προκρίνει τὸν ἱερέα. Τῇ στειρευούσῃ δὲ πρῴην Ἐκκλησίᾳ νῦν ἐξήνθησε, ξύλον Σταυροῦ, εἰς κράτος καὶ στερέωμα.

 

Κάθισμα. Ἦχος πλ. α΄. Τὸν συνάναρχον Λόγον.

Μαρτυρίου τελέσας καλῶς τὸ στάδιον, καὶ Χριστὸν μεγαλύνας οἰκείοις μέλεσιν, οὐρανίων δωρεῶν λαμπρῶς τετύχηκας, καὶ παρέχεις τοῖς πιστοῖς, ὡς μεσίτης πρὸς Θεόν, βοήθειαν καθ' ἑκάστην, Φανούριε ἀθλοφόρε, τοῖς καταφεύγουσι τῇ σκέπῃ σου.

Θεοτοκίον

Τὸν ὑπέρθεον Λόγον σαρκὶ κυήσασα, τὴν ἀρχαίαν κατάραν Κόρη ἀνέτρεψας, καὶ ἀνέβλυσας πηγὴν ἐλέους ἄφθονον, τοῖς προσκυνοῦσιν εὐσεβῶς, τὸν σὸν τόκον τὸν φρικτόν, Παρθένε Θεογεννῆτορ, καὶ ἀληθῆ Θεοτόκον, ὁμολογοῦσί σε Πανάχραντε.

 

ᾨδὴ δ΄. Ὁ καθήμενος ἐν δόξῃ.

όδος χαίρει τῇ εὑρέσει, τοῦ ναοῦ σου Φανούριε, καὶ καθάπερ ῥόδον, εὔπνουν ἀφθαρσίας προβάλλεται, τῇ Ἐκκλησίᾳ σε πάσῃ τὴν οὐράνιον, πνέον ἅπασιν, ὀσμὴν ζωῆς τὴν σωτήριον.

 

ησοῦν τὸν ζωοδότην, καὶ Θεὸν πάσης κτίσεως, στόματι ἁγίῳ, πρὸ τῶν δυσσεβῶν ὡμολόγησας, καὶ τὴν δυσσέβειαν τούτων ἐστηλίτευσας, παῤῥησίᾳ σου, ἀκαταπλήκτῳ Φανούριε.

 

λην ἔχων τὴν ψυχήν σου, ἡδρασμένην στεῤῥότατα, ἐπὶ πέτραν Μάρτυς, τῆς ἀληθινῆς ἐπιγνώσεως, τὰς ἐκ πετρῶν ἀνενδότως πληγὰς ἔφερες, καὶ ἐδόξαζες, ζωῆς τὴν πέτραν τὸν Κύριον.

 

Σώματος μαστιζομένου, ἀπηνῶς οὐκ ἐφρόντισας, καὶ τῆς σῆς ἀνδρείας, Μάρτυς ῥαπισμοῖς ἐμαστίγωσας, τῶν διωκτῶν τὴν καρδίαν μὴ φερόντων σου, τὸ ἀήττητον, τῆς σῆς καρδίας παράστημα.

Θεοτοκίον

Καταφύγιον τοῦ κόσμου, ἀσφαλὲς καί σωτήριον, ὤφθης Θεοτόκε, σῴζουσα βελῶν τοῦ ἀλάστορος, τοὺς τῇ ἁγίᾳ σου σκέπῃ καταφεύγοντας· ὅθεν σῶσόν με, ἤδη τῆς τούτου κακώσεως.

Καταβασια

Εἰσακήκοα Κύριε, τῆς οἰκονομίας σου τὸ μυστήριον, κατενόησα τὰ ἔργα σου καὶ ἐδόξασά σου τὴν Θεότητα.

 

ᾨδὴ ε΄. Ἐξέστη τὰ σύμπαντα.

μάρτυς Φανούριος, ἀγάπῃ τιτρωσκόμενος, τῇ πρὸς τὸν Σωτῆρα τῶν ἁπάντων, φέρει γενναίως τοὺς σκληροτάτους ξεσμούς, δι' ὧν ἀποβάλλει τὴν φθοράν, καὶ στολὴν ἐνδύεται, ἀφθαρσίας ὑπέρλαμπρον.

 

Σθενούμενος Ἅγιε, ἰσχύι τῇ τῆς πίστεως, ἤνεγκας πυρὸς τὴν τιμωρίαν, ἄνωθεν δρόσον θείαν δεχόμενος, καὶ πυρὶ ἀθλήσεως τῆς σῆς, ἔφλεξας Φανούριε, τὴν ἀπάτην τὴν εὔπρηστον.

 

Μεγάλως ἠγώνισαι, καιρῷ τῷ τῆς ἀθλήσεως, καὶ μεγάλης χάριτος μετέσχες, Μεγαλομάρτυς Χριστοῦ Φανούριε· ὅθεν ἐκ μεγάλων συμφορῶν, ῥύῃ τοὺς προστρέχοντας, τῃ μεγίστῃ πρεσβείᾳ σου.

Θεοτοκίον

ς σάρκα ὁ Κύριος, ἐκ σοῦ δι' ἀγαθότητα, Κόρη προσλαβόμενος ἀτρέπτως, σὲ προστασίαν ἁπάντων ἔδειξεν· ὅθεν μὴ ἐλλείπῃς ἀγαθή, προστατεύειν πάντοτε, τῶν πιστῶς δεομένων σου.

Καταβασια

τρισμακάριστον Ξύλον! ἐν ᾧ ἐτάθη Χριστός, ὁ Βασιλεὺς καὶ Κύριος· δι' οὗ πέπτωκεν ὁ ξύλῳ ἀπατήσας, τῷ ἐν σοὶ δελεασθείς, Θεῷ τῷ προσπαγέντι σαρκί, τῷ παρέχοντι, τὴν εἰρήνην ταῖς ψυχαῖς ἡμῶν.

 

ᾨδὴ ς΄. Τὴν θείαν ταύτην.

κ γῆς λαγόνων ἀνέτειλεν, εἰκών σου ἡ ἁγία Φανούριε, ὡς λύχνος πάμφωτος, ἡ ἀφανὴς οὖσα πρότερον, καὶ ἐμφανῆ παντί σε, κόσμῳ κατέστησε.

 

Κήρυκες ὤφθησαν Ἅγιε, τῆς σῆς πρὸς τὸν Θεὸν οἰκειώσεως, οἱ πρῴην δέσμιοι, τρεῖς ἱερεῖς οὓς ἀπήλλαξας, πικρᾶς αἰχμαλωσίας, τῆ ἀντιλήψει σου.

 

Λεόντων μύλας συνέθλασας, σοφὲ τῶν νοητῶν τοῖς ἀγῶσί σου, καὶ θείῳ Πνεύματι, θηρῶν ἀγρίων ἐφίμωσας, ὡς Δανιὴλ τὸ πάλαι, στόματα Ἅγιε.

Θεοτοκίον

διαφθόρως ἐκύησας, τὸν πάντων Ποιητὴν ὑπὲρ ἔννοιαν, Κόρη πανάμωμε· διὸ φθορᾶς παθῶν ῥῦσαί με, πρὸς ἀπαθείας βίον, καθοδηγοῦσά με.

Καταβασία

Νοτίου θηρὸς ἐν σπλάγχνοις, παλάμας Ἰωνᾶς, σταυροειδῶς διεκπετάσας, τὸ σωτήριον πάθος προδιετύπου σαφῶς· ὅθεν τριήμερος ἐκδύς, τὴν ὑπερκόσμιον Ἀνάστασιν ὑπεζωγράφησε, τοῦ σαρκὶ προσπαγέντος Χριστοῦ τοῦ Θεοῦ, καὶ τριημέρῳ ἐγέρσει, τὸν Κόσμον φωτίσαντος.

 

Κοντάκιον. Ἦχος γ΄. ῾Η Παρθένος σήμερον.

ερεῖς διέσωσας, αἰχμαλωσίας ἀθέου, καὶ δεσμὰ συνέθλασας, δυνάμει θείᾳ θεόφρον· ἤσχυνας, τυράννων θράση γενναιοφρόνως῾ Πὔφρανας, Ἀγγέλων τάξεις Μεγαλομάρτυς· διὰ τοῦτό σε τιμῶμεν, θεῖε ὁπλῖτα Φανούριε ἔνδοξε.

 

Ὁ Οἶκος

θλησας Μάρτυς ἀνδρικῶς, ἐν ἔτεσιν ἀδήλοις, καὶ ὑπερεῖδες νουνεχῶς, νεότητος τὸ ἄνθος, ὑπὲρ ἀγάπης τοῦ Χριστοῦ, πλείστας βασάνους ὑποστάς, καὶ θάνατον γενναίως· ἀλλ' οἷς οἶδε κρίμασι Θεός, λήθης βυθοῖς, τὰ τῆς ἀθλήσεως τῆς σῆς, ἐκρύπτοντο τρόπαια· ἐν δὲ τῆ, Ῥόδῳ τῇ περιφήμῳ νήσῳ, ὁ ὑπὸ γῆν κεχωσμένος φανερωθεὶς ναός σου, ἐν ᾧ ἡ πάντιμος ὡς θησαυρὸς εἰκών σου, ἡ σὴ λαμπρὰ ἐγνώρισται ἄθλησις, καὶ πᾶσα ἡ Ἐκκλησία γνῶσιν ἔσχε τῶν ἀθλητικῶν σου ἀγώνων, καὶ τῆς πρὸς Χριστὸν λαμπρᾶς σου παῤῥησίας· ὅτι πᾶσιν ἐφαπλοῖς, τὴν θαυμαστήν σου προστασίαν, καὶ πολυειδῶν ἐξαίρεις κινδύνων καὶ θλίψεων, καὶ αἰχμαλώτους λυτροῦσαι, θεῖε ὁπλῖτα Φανούριε ἔνδοξε.

 

Συναξάριον

Τῇ ΚΖ΄ τοῦ αὐτοῦ μηνὸς (Αὐγούστου) μνήμη τοῦ ἁγίου ἐνδόξου Μάρτυρος Φανουρίου τοῦ νεοφανοῦς.

Στίχ. Φανόυριος φῶς πᾶσι πιστοῖς παρέχει

Κἂν εἰς σκότος δ' ἔκειτο τῆς γαίης μέγα.

Εἰκάδι ἑβδομάτῃ Φανουρίου σηκὸς γῆθεν φάνθη.

 

ᾨδὴ ζ΄. Οἰ ἐλάτρευσαν.

Μέγαν λίθον σοι, ἐπέθηκαν οἱ ἄνομοι, Μάρτυς Φανούριε, πειρώμενοι δι' αὐτοῦ, συνθλίψαι τὸ σῶμά σου, ἀλλ' ὤφθης ἄσειστος, καὶ ἀκέραιος, τῇ τούτου χαλεπότητι, τοῦ Χριστοῦ τῇ δυναστείᾳ.

 

Πυρπολούμενος, ἀγάπῃ τοῦ παπάνακτος δρόσον οὐράνιον ἔσχες ἐν σοὶ δαψιλῶς· διὸ ἀκατάφλεκτος, ῥιφείς, εἰς κάμινον, ὤφθης Ἅγιε, τοὺς Παῖδας μιμησάμενος, τοὺς τρεῖς ἐν τῇ Βαβυλῶνι.

 

ν τοῖς ἄθλοις σου, ἐχθρὸν τὸν δολιώτατον, εἰς τέλος ᾔσχυνας· καὶ τοῦτο Μάρτυς δηλῶν, καλῶν ὁ πολέμιος, τὴν ἧτταν ἅπασιν, ἐφανέρωσε, καὶ ἐν ἀέρι ᾤχετο, ὀδυρόμενος καὶ κλαίων.

Θεοτοκίον

λαστήριον, τῆς ἀνθρωπίνης φύσεωος, ὤφθης πανάμωμε, ἀποτεκοῦσα Χριστόν, τὸ πᾶσι δωρούμενον, τὴν αἰώνιον, τοῖς προσκυνοῦσι Δέσποινα, τὸ ἐν σοὶ μέγιστον θαυμα.

Καταβασία

κνοον πρόσταγμα τυράννου, δυσσεβοῦς λαοὺς ἐκλόνησε, πνέον ἀπειλῆς καὶ δυσφημίας θεοστυγοῦς. Ὅμως τρεῖς Παῖδας οὐκ ἐδειμάτωσε, θυμὸς θηριώδης, οὐ πῦρ βρόμιον· ἀλλ' ἀντηχοῦντι δροσοβόλῳ πνεύματι, πυρὶ συνόντες ἔψαλλον· Ὁ ὑπερύμνητος τῶν Πατέρων καὶ ἡμῶν, Θεὸς εὐλογητὸς εἰ.

 

ᾨδὴ η΄. Παῖδας εὐαγεῖς.

Γνώμῃ ἀθλητὰ ἀκαταπλήκτῳ, ἀνύων τῆς μαρτυρίας σου τὸν δίαυλον, τοῦ ἐχθροῦ κατέπληξας, ἅπαν ἐπινόημα· ἀφλέκτως ἀνημμένους γὰρ ἔφερες ἄνθρακας, χερσί σου καὶ κατέφλεξας πᾶσαν, δεισιδαιμονίαν, τῆς πλάνης καὶ ἀπάτην.

 

στης πρὸ τοῦ βήματος ἀνδρείως, ἀπίστων ὁμολογῶν Χριστοῦ τὴν σάρκωσιν· ἔνθεν ἀνενέργητα, ἐν σοὶ καθωράθησαν, θηρίων τὰ ὁρμήματα, καὶ πᾶσα βάσανος, καὶ φλόγες καὶ ξεσμοὶ καὶ συνθλίψεις, περιβεβλημένῳ, τοῦ Πνεύματος τὴν χάριν.

 

όδος ἡ περίφημος καυχᾶται, εὑρέσει τοῦ σοῦ ναοῦ καὶ τῆς εἰκόνος σου, Ἐκκλησία πᾶσα δέ, χαίρει εὑραμένη σε, προστάτην καὶ ὑπέρμαχον Μάρτυς θερμότατον· διὸ καὶ τὴν ἁγίαν σου μνήμην, ἄγει χαρμοσύνως, Φανούριε τρισμάκαρ.

Θεοτοκίον

φλεκτος τὸ πῦρ διεφυλάχθη, τεκοῦσα τὸ τῆς Θεότητος ἐν σώματι, Ἄχραντε πανάμωμε, μόνη ἀειπάρθενε· ὡς μέγα τὸ μυστήριον τῆς σῆς κυήσεως! διὸ κατάφλεξόν μου τὴν ὕλην, πάσης ἁμαρτίας, τῇ σῇ φιλανθρωπίᾳ.

 

Αἰνοῦμεν, εὐλογοῦμεν καὶ προσκυνοῦμεν τὸν Κύριον.

 

Καταβασια

Εὐλογεῖτε Παῖδες, τῆς Τριάδος ἰσάριθμοι, δημιουργὸν Πατέρα Θεὸν ὑμνεῖτε, τὸν συγκαταβάντα Λόγον, καὶ τὸ πῦρ εἰς δρόσον μεταποιήσαντα, καὶ ὑπερυψοῦτε, τὸ πᾶσι ζωὴν παρέχον, Πνεῦμα πανάγιον εἰς τοὺς αἰῶνας.

 

ᾨδὴ θ΄. Ἅπας γηγενής.

Στόματι λαμπρῷ, Χριστοῦ ὡμολόγησας τὸ μέγα ὄνομα, ἄνθος τῆς νεότητος, καὶ πᾶσαν ἄλλην λιπὼν ἀπόλαυσιν, Φανούριε πανθαύμαστε, καὶ χαίρων ἤνυσας, τοὺς μεγίστους, πόνους τῆς ἀθλήσεως, ὡς Χριστοῦ στρατιώτης ἀήττητος.

 

να τῆς σεπτῆς, Φανούριε τύχωσιν ἐπιστασίας σου, ἱερεῖς οἱ δέσμιοι, τῇ χάριτί σου θερμῶς προσέπεσον, καὶ παραδόξως Ἅγιε ἠλευθερώθησαν, τῇ ὀξείᾳ, Μάρτυς ἀντιλήψει σου, ἀνυμνοῦντες τὸ μέγιστον θαῦμά σου.

 

Μέγαν ἀληθῶς, ποοστάτην καὶ ἔφορον Μάρτυς Φανούριε, πανταχοῦ σε κέντηναι,οἱ τὸ σεπτόν σου καλοῦντες ὄνομα, καὶ τάχος τῆς εὐνοίας σου τὰ δῶρα δέχονται· διὰ τοῦτο, τὴν ἁγίαν μνήμην σου, χαρμοσύνως τελοῦμεν ὑμνοῦντές σε.

 

νεοφανής, κἂν πάλαι ἠγώνισται Μάρτυς Φανούριος, ἀνυμνολογείσθω μοι, ὡς τοῦ Σωτῆρος ὁπλίτης ἔνθεος· φανερωθεὶς ἐν Ῥόδῳ γὰρ πᾶσιν ἐπέφανε, πρυτανεύων, δαψιλῆ δωρήματα, τοῖς προστρέχουσι τούτῳ ἑκάστοτε.

Θεοτοκίον

μνησαν Ἁγνή, τὸ μέγα μυστήριον τῆς σῆς κυήσεως, τάξεις ὑπερκόσμιοι, Θεὸν ὁρῶσαι ἐν σοὶ σαρκούμενον, πᾶσα ἡ γῆ δὲ πέπλησται τῆς σῆς αἰνέσεως, ὅτι πάντες, τῇ κυοφορίᾳ σου, τῆς ἀρχαίας κατάρας ἐῤῥύσθημεν.

Καταβασίαι

Μυστικὸς εἶ Θεοτόκε Παράδεισος, ἀγεωργήτως βλαστήσασα Χριστόν, ὑφ' οὗ τὸ τοῦ Σταυροῦ ζωηφόρον ἐν γῇ, πεφυτούργηται δένδρον. Δι' οὗ νῦν ὑψουμένου, προσκυνοῦντες αὐτόν, σὲ μεγαλύνομεν.

 

διὰ βρώσεως τοῦ ξύλου, τῷ γένει προσγενόμενος θάνατος, διὰ Σταυροῦ κατήργηται σήμερον· τῆς γὰρ προμήτορος ἡ παγγενής, κατάρα διαλέλυται, τῷ βλαστῷ τῆς ἁγνῆς Θεομήτορος, ἣν πᾶσαι αἱ Δυνάμεις, τῶν Οὐρανῶν μεγαλύνουσι.

 

Ἐξαποστειλάριον. Τοῖς Μαθηταῖς συνέλθωμεν.

Μαρτυρικῶς ἠγώνισαι, στεῤῥοτάτῃ καρδίᾳ, καὶ τοῦ ἐχθροῦ κατέβαλες, τὸ μαινόμενον θράσος, ποικιλοτρόποις αἰκίαις, ὁμιλήσας ἀνδρείως, Μεγαλομάρτυς ἔνδοξε, καὶ στεφάνοις τῆς νίκης παρὰ Χριστοῦ, εὐκλεῶς Φανούριε ἐκοσμήθης· ᾧ πρέσβευε δεόμεθα, ὑπὲρ τῶν σὲ ἀνυμνούντων.

Θεοτοκίον

Μετὰ σαρκὸς ἐκύησας, τὸν ὑπέρθεον Λόγον, ἀνεκφοιτήτως πάναγνε, ἐκ τῶν κόλπων τῶν ἄνω, σκηνώσαντα σῇ νηδύι, ἀνεκφράστῳ ἐλέει, εἰς κόσμου ἀνακαίνισιν, καὶ ἀνάπλασιν πάντων τῶν εὐσεβῶς, τὴν σὴν προσκυνούντων κυοφορίαν, καὶ ἀνυμνούντω Δέσποινα, ὡς Θεοῦ σε Μητέρα.

 

Εἰς τοὺς Αἰνους

Ἱστῶμεν Στίχους δ΄ καὶ ψάλλομεν τὰ ἑξῆς Προσόμοια.

 

Ἦχος α΄. Τῶν οὐρανίων ταγμάτων.

Τὸν ἀθλητὴν τοῦ Κυρίου μέγαν Φανούριον, τὸν πάλαι ἠθληκότα, δι' ἀγάπην Κυρίου, καὶ ἄγνωστον τελοῦντα χρόνοις τοῖς πρίν, ἐν τῇ Ῥόδῳ δὲ ὕστερον, φανερωθέντα τῇ θείᾳ ἐπισκοπῆ, φιλομάρτυρες τιμήσωμεν.

 

Φῶς φερωνύμως αὐγάζεις πᾶσι Φανούριε, λαμπρῶς ἐξανατείλας, τῇ Χριστοῦ Ἐκκλησίᾳ, καὶ νύκτα διαλύεις τῶν πειρασμῶν, καὶ κινδύνων καὶ θλίψεων, τῆς παμφαοῦς προστασίας σου ταῖς αὐγαῖς, ὡς ἡμῶν πρέσβυς πρὸς Κύριον.

 

Τοῦ μαρτυρίου τοὺς ἄθλους στεῤῥῶς διήνυσας, καὶ ὤφθης ὑπεράνω, καὶ πυρὸς καὶ σιδήρου, στομώσας σου τὸ σῶμα πόθῳ Χριστοῦ, ἀθλοφόρε Φανούριε· διὸ πλουσίων ἐπάθλων παρὰ Χριστοῦ, ἐκομίσω τὴν ἀντίδοσιν.

 

Τοὺς ἱερεῖς ὡς ἐῤῥύσω τοὺς πρὶν δεσμώτας σοφέ, τῇ σῇ πρὸς τὸν Δεσπότην, θαυμαστῆ παῤῥησίᾳ, οὕτω πάσης ῥύου ἡμᾶς συμφορᾶς, καὶ ἀνάγκης Φανούριε, τοὺς προσιόντας τῇ σκέπῃ σου τῇ σεπτῆ, καὶ ὑμνοῦντάς σου τὴν ἄθλησιν.

Δόξα. Ἦχος πλ. α΄.

θλητικοῖς σκάμμασι, τὸν Χριστὸν ἐδόξασας, σαὐτὸν ἀρνησάμενος, ἀθλοφόρε Φανούριε· προθύμως γὰρ ἀπεδύσω, τῇ δι' αἵματος πάλῃ, καὶ θάνατον ἀθανασίας πρόξενον ἐδέξω, ὑπὲρ τῆς πάντων ζωῆς· διὸ ἀιδίων γερῶν ἠξίωσαι, καὶ ἀθανάτων ἀμοιβῶν μετέσχες, καὶ προστάτης θερμότατος, τῇ Ἐκκλησίᾳ ἐδόθης. Ἀλλ' ὦ Μαρτύρων ἐγκαλλώπισμα, μὴ παύσῃ, ἡμῖν ἱλεούμενος, Χριστὸν τὸν φιλάνθρωπον.

Καὶ νῦν. Θεοτοκίον.

Μακαριζομέν σε Θεοτόκε Παρθένε, καὶ δοξάζομέν σε οἱ πιστοὶ κατὰ χρέος, τὴν πόλιν τὴν ἄσειστον, τὸ τεῖχος τὸ ἄῤῥηκτον, τὴν ἀῤῥαγῆ προστασίαν, καὶ καταφυγὴν τῶν ψυχῶν ἡμῶν.

 

Δοξολογία μεγάλη, καὶ ᾽Απόλυσις.

 

Εἰς τὴν Λειτουργείαν

Τὰ Τυπικά, οἱ Μακαρισμοί, καὶ ἐκ τοῦ Κανόνος τοῦ Ἁγίου αἱ γ΄ καὶ ς΄ ᾨδαί.

Ἀπόστολον ζήτει τῇ κζ΄ Κυριακῇ, Εὐαγγέλιον δὲ τὸ ἐν τῇ Λειτουργίᾳ τοῦ Ἁγίου Γεωργίου, ΚΓ΄ Ἀπριλίου.

Κοινωνικόν· Εἰς μνημόσυνον αἰώνιον.

 

Μεγαλυνάριον

Χαίροις ὦ Φανούριε ἀθλητά, ὁ πᾶσι παρέχων, τὰ αἰτήματα συμπαθῶς· χαίροις εὐσεβούντων, ὁ μέγας ἀντιλήπτωρ, καὶ πάσης Ἐκκλησίας, θεῖον ἀγλάισμα.