Τῌ Β' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ

ΔΕΚΕΜΒΡΙΟΥ

 

Μνήμη τοῦ Ἁγίου Προφήτου Ἀββακούμ.

 

ΕΙΣ ΤΟΝ ΕΣΠΕΡΙΝΟΝ

 

Εἰς τό, Κύριε ἐκέκραξα, ἱστῶμεν Στίχους ς' καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια.

Ἦχος δ'

Ὡς γενναῖον ἐν Μάρτυσιν ΤΟ ΑΚΟΥΤΕ

Ἀββακοὺμ ὁ θαυμάσιος, τὴν ἀκτῖνα τοῦ Πνεύματος, δεδεγμένος γέγονεν, ὅλος ἔνθεος· καὶ τῶν κριτῶν τὴν ἀσέβειαν, καὶ κρίσιν τὴν ἄδικον, θεωρῶν ἀγανακτεῖ, τήν τῆς γνώμης εὐθύτητα, ἐνδεικνύμενος, τοῦ Θεοῦ καὶ Δεσπότου φιλοθέως, καὶ θερμῇ τῇ διανοίᾳ, ὡς δυσχεραίνων καθάπτεται.

 

Ἐπὶ θείας ἱστάμενος, φυλακῆς ὁ σεβάσμιος, Ἀββακοὺμ ἀκήκοε τὸ μυστήριον, τῆς πρὸς ἡμᾶς παρουσίας σου, Χριστὲ τὸ ἀπόρρητον, καὶ τὸ κήρυγμα τὸ σόν, προφητεύει σαφέστατα, προορώμενος, τοὺς σοφοὺς Ἀποστόλους ὥσπερ ἵππους, τῶν Ἐθνῶν τῶν πολυσπόρων, διαταράσσοντας θάλασσαν.

 

Ἐν Κυρίῳ γηθόμενος, ἐν Θεῷ τῷ Σωτῆρί σου, θεορρῆμον ἔνδοξε ἀγαλλόμενος, καὶ τῆς ἐκεῖθεν λαμπρότητος, τὴν αἴγλην δεχόμενος, καὶ φωτὶ θεουργικῷ, νοερῶς φωτιζόμενος, τοὺς τὴν μνήμην σου, τὴν πανίερον πίστει ἐκτελοῦντας, πειρασμῶν τε καὶ κινδύνων, ταῖς σαῖς πρεσβείαις ἐξάρπασον.

Δόξα... Καὶ νῦν... Θεοτοκίον

Ἡ Θεὸν τὸν ἀχώρητον ἐν γαστρί σου χωρήσασα, φιλανθρώπως ἄνθρωπον χρηματίσαντα, καὶ τὸ ἡμέτερον φύραμα, ἐκ σοῦ προσλαβόμενον, καὶ θεώσαντα σαφῶς, μὴ παρίδῃς με Πάναγνε, νῦν θλιβόμενον· ἀλλ' οἰκτείρησον τάχος, καὶ παντοίας, δυσμενείας τε καὶ βλάβης, τοῦ πονηροῦ ἐλευθέρωσον.

Ἢ Σταυροθεοτοκίον

Ὡς ἑώρακε Κύριε, ἡ Παρθένος καὶ Μήτηρ σου, ἐν Σταυρῷ κρεμάμενον, ἐξεπλήττετο, καὶ μετὰ θρήνων σοι ἔλεγε· Βαβαὶ τῆς ἀπείρου σου, Πλαστουργέ μου ἀνοχῆς! πῶς ἑκὼν ὡς κατάκριτος, κρίσιν ἄδικον, κατακρίνῃ θανάτου παρὰ δήμου, κατακρίτου καὶ φρικώδη, καθυποφέρεις παθήματα;

 

Εἰς τὸν Στίχον, Στιχηρὰ τῆς Ὀκτωήχου.

 

Ἀπολυτίκιον Ἦχος β' ΤΟ ΑΚΟΥΤΕ

Τοῦ Προφήτου σου Ἀββακοὺμ τὴν μνήμην, Κύριε ἑορτάζοντες, δι' αὐτοῦ σε δυσωποῦμεν· Σῶσον τὰς ψυχὰς ἡμῶν.

 

Καὶ τὰ λοιπὰ τοῦ Ἑσπερινοῦ, καὶ Ἀπόλυσις.

 

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

 

Μετὰ τὴν συνήθη Στιχολογίαν, οἱ Κανόνες τῆς Ὀκτωήχου, καὶ τοῦ Προφήτου, οὗ ἡ Ἀκροστιχίς.

 

Σὲ τὸν Προφήτην Ἀββακοὺμ μέλπω Μάκαρ.

Θεοφάνους.

 

ᾨδὴ α' Ἦχος δ' ΤΟ ΑΚΟΥΤΕ

«ᾌσομαὶ σοι Κύριε ὁ Θεός μου, ὅτι ἐξήγαγες λαὸν δουλείας Αἰγύπτου, ἐκάλυψας δὲ ἅρματα Φαραὼ καὶ τὴν δύναμιν».

 

Σόφισόν με Κύριε ὁ Θεός μου, τὸν σὸν Προφήτην Ἀββακούμ, ὑμνῆσαι τὸν θεῖον, καὶ χάριτί σου λάμπρυνον, ἀγαθὲ τὴν καρδίαν μου.

 

 

Ἕως τίνος Κύριε ὁ Προφήτης, λέγει βοήσομαι πρὸς σέ, καὶ οὐκ εἰσακούσῃ; ἵνα τὶ δὲ μοι ἔδειξας, τῶν κριτῶν τὴν ἀσέβειαν.

 

Τὸ σεπτὸν μνημόσυνόν σου Προφῆτα, τοὺς ἐκτελοῦντας εὐλαβῶς, ταῖς σαῖς ἱκεσίαις, κινδύνων ἀπολύτρωσαι, καὶ δεινῶν περιστάσεων.

Θεοτοκίον

Ὁ Θεὸς ὁ Ἅγιος ἐπεφάνη, ἐν τῷ ἐγγίζειν τὸν καιρόν, ἐκ σοῦ Θεοτόκε, γενόμενος ἄνθρωπος, ἵνα σώσῃ τὸν ἄνθρωπον.

 

ᾨδὴ γ' ΤΟ ΑΚΟΥΤΕ

«Τόξον δυνατῶν ἠσθένησε, καὶ οἱ ἀσθενοῦντες, περιεζώσαντο δύναμιν· διὰ τοῦτο ἐστερεώθη, ἐν Κυρίῳ ἡ καρδία μου».

 

Νεύσει πρὸς Θεὸν ὑψούμενος, καὶ φωτοδοσίαις, ταῖς παρ' αὐτοῦ φωτιζόμενος, τῶν μελλόντων προεθεώρεις, Θεοφάντορ τὴν προτύπωσιν.

 

Πᾶσαν ἀρετὴν ἐξήσκησας, πᾶσαν δὲ κακίαν, ἐκ διανοίας ἐμίσησας, καὶ δικαίως τοὺς ἀδικοῦντας, ἐβδελύξω Παμμακάριστε.

 

Ῥήσεις τοῦ Ἁγίου Πνεύματος, σὺ ὡς καθαρός, ἐπιστεύθης τρανότατα, προθεσπίζων τῶν ἐσομένων, τὰς ἐκβάσεις Ἀξιάγαστε.

Θεοτοκίον

Ὄρος ἀρεταῖς κατάσκιον, ἐξ οὗ ὁ Δεσπότης, δουλοπρεπῶς ἐπεδήμησε, τῆς δουλείας ἐλευθερῶσαι, τοὺς ἀνθρώπους ὤφθης Πάναγνε.

Ὁ Εἱρμὸς

«Τόξον δυνατῶν ἠσθένησε, καὶ οἱ ἀσθενοῦντες, περιεζώσαντο δύναμιν· διὰ τοῦτο ἐστερεώθη, ἐν Κυρίῳ ἡ καρδία μου».

 

Κάθισμα Ἦχος δ'

Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ ΤΟ ΑΚΟΥΤΕ

Ἐπὶ τῆς θείας φυλακῆς ἔστης μάκαρ, καὶ κατενόησας Θεοῦ παρουσίαν, προφητικοῖς ἐν ὄμμασι θεόπνευστε· ὅθεν καὶ ἐβόησας, Ἀββακοὺμ μετὰ φόβου, Κύριε ἀκήκοα, τὴν φρικτὴν ἔλευσίν σου, καὶ ἀνυμνῶ σε σάρκα χοϊκήν, ἐκ τῆς Παρθένου, φορέσαι θελήσαντα.

Θεοτοκίον

Καταφυγὴ τῶν ἐν δεινοῖς ὑπαρχόντων, καταλλαγὴ πρὸς τὸν Θεὸν τῶν πταιόντων, ὑπεραγία Δέσποινα περίσωζε ἡμᾶς, πάσης περιστάσεως, καὶ κακίας ἀνθρώπων, καὶ φρικτῆς κολάσεως, καὶ παθῶν ἀτιμίας, τοὺς ἀδιστάκτῳ πίστει σε ἀεί, προσκαλουμένους, Παρθένε πανύμνητε.

Ἢ Σταυροθεοτοκίον

Ἐν τῷ Σταυρῷ σε καθορῶσα Χριστέ μου, ἡ ἀπειράνδρως σὲ τεκοῦσα ἐβόα, σπαρασσομένη ὄψιν τε καὶ σπλάγχνα μητρικῶς· Οἴμοι ὦ παμφίλτατε! πῶς ἐνέγκω τὸ πάθος; φλέγονται τὰ σπλάγχνα μου, καὶ δεινῆς μοι ῥομφαίας, τραῦμα πικρὸν διέδραμε σαφῶς, ἀλλ' ἀνυμνῶ σου, τὸ εὔσπλαγχνον Κύριε.

 

ᾨδὴ δ' ΤΟ ΑΚΟΥΤΕ

«Τοὺς οὐρανοὺς ἡ ἀρετή σου κατεκάλυψε, καὶ ἡ γῆ ἐπληρώθη τῆς δόξης σου Χριστέ· διὸ ἀπαύστως κραυγάζομεν· Δόξα τῇ δυνάμει σου Κύριε».

 

Φωτοειδὴς δι' ἀρετῆς ὤφθης θεόπνευστε, καὶ τὸ φῶς τὸ ἀνέσπερον ἐμήνυσας, ᾧ νῦν ἐν πίστει κράζομεν· Δόξα τῇ δυνάμει σου Κύριε.

 

Ἡ τοῦ παντὸς φωτιστικὴ χάρις τοῦ Πνεύματος, δαψιλῶς ἐνοικήσασά σοι Πάνσοφε, Προφήτην ἀπετέλεσε, πᾶσι τὸν Σωτῆρα μηνύοντα.

 

Τὴν ἀκοὴν ἐνηχηθεὶς τοῦ Παντοκράτορος, εὐλαβῶς ἐφοβήθης θαυμάσιε, κατανόησας ἔργα δὲ τούτου, ἐν ἐκστάσει γεγένησαι.

Θεοτοκίον

Ἡ Κιβωτὸς τοῦ μαρτυρίου σε Πανάμωμε, διαγράφει τὸν ἄρτον τῆς ὄντως ζωῆς, τὴν δεξαμένην, Ἄχραντε, Λόγον τῷ Πατρὶ συναΐδιον.

 

ᾨδὴ ε' ΤΟ ΑΚΟΥΤΕ

«Ὁ ἀνατείλας τὸ φῶς, καὶ φωτίσας τὸν ὄρθρον, καὶ δείξας τὴν ἡμέραν, δόξα σοι, Ἰησοῦ Υἱὲ τοῦ Θεοῦ».

 

Νῦν ἐπαρθέντα ὁρᾷ, ἡ σεπτὴ Ἐκκλησία, τὸν Ἥλιον ἐν ξύλῳ, ὡς προεθέσπισας, Ἀββακοὺμ Ἱερώτατε.

 

Ἀναπτερώσας τὸν νοῦν, ἐπὶ τῆς φυλακῆς σου, Πανόλβιε παρέστης, καὶ ἀπεσκόπευσας, τοῦ Κυρίου τὴν ἔλευσιν.

 

Μεγαλοφώνως σοφέ, ἐπὶ Θεῷ Σωτῆρι, χαρήσομαι ἐβόας, καὶ εὐφρανθήσομαι, Ἀββακοὺμ παμμακάριστε.

Θεοτοκίον

Βεβαρυμμένος σειραῖς, τῶν πολλῶν μου πταισμάτων, ἐπὶ σὲ καταφεύγω, σῶσόν με Δέσποινα, τῶν πιστῶν τὸ κραταίωμα.

 

ᾨδὴ ς' ΤΟ ΑΚΟΥΤΕ

«Ἐβόησε, προτυπῶν τὴν ταφὴν τὴν τριήμερον, ὁ Προφήτης Ἰωνᾶς, ἐν τῷ κήτει δεόμενος· Ἐκ φθορᾶς με ῥῦσαι, Ἰησοῦ Βασιλεῦ τῶν Δυνάμεων».

 

Ἀπὸ Θαιμάν, ὁ Θεὸς σαρκωθεὶς ἐπεδήμησεν, ὡς προέφης, παρ' αὐτοῦ τηλαυγῶς φωτιζόμενος, Ἀββακοὺμ τρισμάκαρ, καὶ τὸν κόσμον φωτὶ κατελάμπρυνεν.

 

Καταύγασον, ὁ Θεὸς τὰς ψυχὰς τῶν ὑμνούντων σε, ταῖς πρεσβείαις,, Ἀββακοὺμ τοῦ σεπτοῦ καὶ θεόφρονος, ὁ ἐμπνεύσει θείᾳ, καταλάμψας αὐτοῦ τὴν διάνοιαν.

 

Ὁ φθόγγος σου, καὶ ῥημάτων τῶν θείων ἡ δύναμις, θεηγόρε, διελήλυθε πάντα τὰ πέρατα, τὴν τοῦ Λόγου θείαν, παρουσίαν ἡμῖν προθεσπίζοντα.

Θεοτοκίον

Ὑπάρχοντα, τῷ Πατρὶ τὸν Υἱὸν ὁμοούσιον, καὶ ἀνάρχως, τῷ Τεκόντι σαφῶς συννοούμενον, ἐπ' ἐσχάτων σάρκα, γεγονότα Παρθένε γεγέννηκας.

Ὁ Εἱρμὸς

«Ἐβόησε, προτυπῶν τὴν ταφὴν τὴν τριήμερον, ὁ Προφήτης Ἰωνᾶς, ἐν τῷ κήτει δεόμενος· Ἐκ φθορᾶς με ῥῦσαι, Ἰησοῦ Βασιλεῦ τῶν Δυνάμεων».

 

Κοντάκιον Ἦχος δ'

Ταχὺ προκατάλαβε ΤΟ ΑΚΟΥΤΕ

Ὡς ἵππους ἑώρακας τοὺς ἱεροὺς Μαθητάς, θαλάσσας ταράσσοντας, τῆς ἀγνωσίας σαφῶς, καὶ πλάνην βυθίζοντας, δόγμασιν εὐσεβείας, Ἀββακοὺμ θεηγόρε· ὅθεν σε ὡς Προφήτην, ἀληθῆ εὐφημοῦμεν, αἰτούμενοι τοῦ πρεσβεύειν ἐλεηθῆναι ἡμᾶς.

 

Σ υ ν α ξ ά ρ ι ο ν

Τῇ Β' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ἁγίου Προφήτου Ἀββακούμ.

Στίχοι

 

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ὁσίων Πατέρων ἡμῶν καὶ ἐρημιτῶν, Ἰωάννου, Ἡρακλαίμονος, Ἀνδρέου καὶ Θεοφίλου.

Στίχοι

 

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς Ἁγίας Μάρτυρος Μυρόπης.

Στίχοι

 

Μνήμη τοῦ ὁσίου πατρὸς ἡμῶν Κυρίλλου Φιλεώτου ἀσκήσαντος ἐν ἔτει 1060.

 

Ἡ ἁγία Μυρόπη ἐν τῇ φυλακῇ τελειοῦται.

 

Ὁ ἅγιος Ἄβιβος ὁ νέος ἐν πυρὶ τελειοῦται.

 

Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

 

ᾨδὴ ζ' ΤΟ ΑΚΟΥΤΕ

«Ἀβραμιαῖοι ποτέ, ἐν Βαβυλῶνι Παῖδες, καμίνου φλόγα κατεπάτησαν, ἐν ὕμνοις κραυγάζοντες· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ».

 

Μεμυημένος σοφέ, τὴν ὑπὲρ λόγον γνῶσιν, καὶ προφητείας τὴν πολύφωτον, λαμπάδα κραυγάζεις νῦν· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.

 

Μαρμαρυγῆς τριλαμποῦς, καὶ ἀνεκφράστου δόξης, τὴν μετουσίαν σοι δεδώρηται, Θεὸς ὃν ἐδόξασας, ὁ τῶν Πατέρων βοῶν· Θεὸς εὐλογητὸς εἶ.

Θεοτοκίον

Ἐν γενεαῖς γενεῶν, Μήτηρ Παρθένος ὤφθης, εὐλογημένη ὑπὲρ ἔννοιαν, τὸν Λόγον κυήσασα, σεσαρκωμένον Θεόν, ὑπερφυῶς Παρθένε.

 

ᾨδὴ η' ΤΟ ΑΚΟΥΤΕ

«Πάντα τὰ ἔργα τοῦ Θεοῦ, καὶ πᾶσα κτίσις, εὐλογεῖτε τὸν Κύριον, ὅτι τοῖς ἀνθρώποις ἐκ τῆς γῆς ἀνέτειλε τὸ φῶς, καὶ τὴν οἰκουμένην πᾶσαν ἐφώτισε, καὶ ζωήν αἰώνιον τῷ κόσμῳ ἐδωρήσατο, ὑμνεῖτε λαοί, καὶ ὑπερυψοῦτε, αὐτὸν εἰς τοὺς αἰῶνας».

 

Λελαμπρυσμένος τῷ φωτί, τῷ τρισηλίῳ ἠξιώθης Πανόλβιε, θείων καὶ ὑπερφυῶν θαυμάτων, κραυγάζων· Ὑμνεῖτε τὸν Κύριον, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

 

Πίνων χειμάρρουν τῆς τρυφῆς, καὶ τῆς ἀΰλου θεωρίας πληρούμενος, δόξης τε προφητικῆς, καὶ προεδρίας μετέχων, χαίρων ἀνυμνεῖς, τὸν Θεὸν εἰς τοὺς αἰῶνας.

 

Ὢ τῆς ἐνθέου καὶ σεπτῆς, τῆς τοῦ Προφήτου Ἀββακοὺμ ὡραιότητος! οὗτος γάρ, Ἀγγελικαῖς, συγχορεύων δυνάμεσι, χαίρων ἀνυμνεῖ, τὸν Θεὸν εἰς τους αἰῶνας.

Θεοτοκίον

Μήτηρ ἐδείχθης ἀληθῶς, τοῦ πρὸ αἰώνων ἐκ Πατρὸς ἀνατείλαντος· μόνη γὰρ ἀξιωτέρα, γεγένησαι τῶν ἀσωμάτων Νοῶν, εὐλογημένη ἁγνὴ Παρθένε.

Ὁ Εἱρμὸς

«Πάντα τὰ ἔργα τοῦ Θεοῦ, καὶ πᾶσα κτίσις εὐλογεῖτε τὸν Κύριον, ὅτι τοῖς ἀνθρώποις ἐκ τῆς γῆς ἀνέτειλε τὸ φῶς, καὶ τὴν οἰκουμένην πᾶσαν ἐφώτισε, καὶ ζωήν αἰώνιον τῷ κόσμῳ ἐδωρήσατο· ὑμνεῖτε λαοί, καὶ ὑπερυψοῦτε, αὐτὸν εἰς τοὺς αἰῶνας».

 

ᾨδὴ θ' ΤΟ ΑΚΟΥΤΕ

«Ὁ τόκος σου ἄφθορος ἐδείχθη, Θεὸς ἐκ λαγόνων σου προῆλθε, σαρκοφόρος ὡς ὤφθη ἐπὶ γῆς, καὶ τοῖς ἀνθρώποις συνανεστράφη· σὲ Θεοτόκε, διὸ πάντες μεγαλύνομεν».

 

Ἀστράπτει ἡ μνήμη σου Προφῆτα, λαμπρὰν ἀποπέμπουσα τὴν αἴγλην, τῆς σῆς θεηγορίας, καὶ τῆς σῆς μυσταγωγίας καὶ προφητείας, τοῖς σὲ τιμῶσιν, Ἀββακοὺμ μακαριώτατε.

 

Κηρύξας τὸν Κύριον τῆς δόξης, καὶ τούτου προειπὼν τὴν παρουσίαν, ἐξ ἁγίας Παρθένου, προφανῶς γεγενημένην καὶ δεδειγμένην, βλέπων εὐφραίνου, Ἀββακοὺμ μακαριώτατε.

 

Ἀγάλλονται πάντες οἱ Προφῆται, ἐπὶ τῇ σῇ χαρμοσύνῳ ἡμέρᾳ, γεγηθότες θεόφρον, τῆς χαρᾶς σοι κοινωνοῦντες καὶ θείας δόξης· οἷς συμπρεσβεύων, τοὺς ὑμνοῦντάς σε περίσῳζε.

Θεοτοκίον

Ῥανίσιν Ἁγνὴ τῶν οἰκτιρμῶν σου, ψυχῆς μου ἀπόπλυνον τὸν ῥύπον, καὶ κρουνοὺς μοι δακρύων ἀναβλύζειν, ἀενάως ποίησον Κόρη, τὰς τῶν παθῶν μου, ἀναβλύσεις ἀναστέλλουσα.

Ὁ Εἱρμὸς

«Ὁ τόκος σου ἄφθορος ἐδείχθη, Θεὸς ἐκ λαγόνων σου προῆλθε, σαρκοφόρος ὡς ὤφθη ἐπὶ γῆς, καὶ τοῖς ἀνθρώποις συνανεστράφη· σὲ Θεοτόκε, διὸ πάντες μεγαλύνομεν».

 

Ἡ λοιπὴ Ἀκολουθία τοῦ Ὄρθρου, ὡς σύνηθες, καὶ Ἀπόλυσις.