Τ ΙΓ' ΔΕΚΕΜΒΡΙΟΥ

ΜΝΗΜΗ ΤΩΝ ΑΓΙΩΝ

ΕΝΔΟΞΩΝ ΠΕΝΤΕ ΜΑΡΤΥΡΩΝ,

ΕΥΣΤΡΑΤΙΟΥ, ΑΥΞΕΝΤΙΟΥ, ΜΑΡΔΑΡΙΟΥ

ΕΥΓΕΝΙΟΥ ΚΑΙ ΟΡΕΣΤΟΥ

ποιηθεῖσα ὑπὸ Αγιορείτου Μοναχοῦ Κυρίλλου Σιμωνοπετρίτου ἐν ἔτει 1591

δημοσιευθεῖσα το 1909 ὑπὸ τοῦ Μητροπολίτου Λεοντοπόλεως Σωφρόνιο.

 

Παράκληση

 

ΕΝ Τ ΜΙΚΡ ΕΣΠΕΡΙΝ

 

Στιχηρὰ τῶν Ἁγίων εἰς στίχους δ'.

 

Τὸ παρὸν Ἦχος α' Τῶν οὐρανίων Ταγμάτων

 

Δεῦτε πιστοὶ συνελθόντες ὕμνοις τιμήσωμεν Εὐστράτιον τὸν μέγαν, Αὐξέντιον, Ὀρέστην Μαρδάριον τὸν θεῖον καὶ τὸν κλεινόν, καὶ γενναῖον Εὐγένιον, τοὺς καθαιρέτας τῆς πλάνης καὶ πρεσβευτὰς τῶν τὴν μνήμην ἐκτελούντων αὐτῶν.

 

Καὶ ἕτερα τρία Ἀθανασίου Σιμωνοπετρίτου

 

Ἦχος α'. Πανεύφημοι Μάρτυρες

 

Ἐπέστη φαιδρῶς ἡ ἑορτή,  τῶν Μαρτύρων σήμερον, εἰς ὑμνῳδίαν χαρμόσυνον, πάντας προτρέπουσα. Δεῦτε οὖν προθύμως, τούτους ἐπαινέσωμεν, Εὐστράτιον συνάμα τοῖς τέσσαρσι, πόθῳ δεόμενον τὸν Χριστὸν ἀεὶ μὴ παύσητε, δυσωποῦντες, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

 

Πεντὰς ἡ τῶν θείων ἀθλητῶν, καὶ Λουκία πάνσεμνε, οἱ τῷ Χριστῷ προσεδρεύοντες, πάντοτε πάρεστε, μεθ' ἡμῶν ὑμνούντων, τὰ θεῖα

παλαισματα, τὸ πῦρ τοὺς αἰκισμοὺς καὶ τὰ αἵματα, ἅπερ ἐδώκατε, προσφορὰν ὁλοκαυτώσεως, καὶ χαρίτων πληρώσατε ἅπαντας.

 

Αὐξέντιε θεῖε ἱερεῦ, καὶ σεπτὲ Εὐστράτιε, Ὀρέστα θεομακάριστε, μάρτυρες ἅγιοι, σὺν τῷ Μαρδαρίῳ, τῷ ἁπλῷ, Εὐγένιε, ὁ πάσης εὐγενείας ἐπέκεινα, Χριστῷ πρεσβεύσατε, μαρτυρίου θεῖον φρόνημα, ἐγκαινίσαι, ψυχαῖς ἡμῶν πάντοτε.

 

Ὡς γράφει ὁ θεῖος Παλαμᾶς, λειψάνοις ἀείποτε, τοῖς τῶν Ἁγίων ἐπίκειται, Χάρις τοῦ Πνεύματος, καὶ καθαγιάζει τοὺς πιστῶς προστρέχοντας, διὸ Πεντὰς Μαρτύρων ὁμόστοχε, καθαγιάσατε, καὶ τὴν Μάνδραν, ἥπερ σήμερον, διὰ τούτων, ὑμᾶς κατασπάζεται.

 

Δόξα. Ἦχος πλ. δ'.

Δεῦτε σήμερον πιστοί, τὴν τῶν μαρτύρων πεντάριθμον χορείαν εὐφημήσωμεν· Εὐστράτιον τὸν θεόφρονα μάρτυρα, Αὐξέντιον τὸν κλεινόν, καὶ Μαρδάριον τὸν ἀοίδιμον, Εὐγένιον τὸν ἔνδοξον, καὶ Ὀρέστην τὸν γενναῖον· οὗτοι γὰρ τάς τοῦ ἐπαράτου Λυσίου μηχανουργίας καὶ τοῦ αὐτῷ ὁμόφρονος Ἀγρικολάου, τῇ δυνάμει τοῦ σταυροῦ εἰς τέλος διέλυσαν· καὶ ποικίλως βασανισθέντες, τὸν τῆς ἀθλήσεως δρόμον καλῶς τετελέκασι· τὴν τοῦ Χριστοῦ ὁμολογίαν μέχρι τέλους φυλάξαντες· διὸ νῦν ἐν οὐρανοῖς περὶ τὸν θρόνον αὐτοῦ χορεύοντες, ἀδιαλείπτως αὐτῷ πρεσβεύουσιν, ὑπὲρ τῶν πίστει τελούντων τὴν θείαν μνήμην αὐτῶν.

 

                                 Καὶ νῦν. Δέσποινα πρόσδεξαι

 

ΕΙΣ ΤΟΝ ΣΤΙΧΟΝ

Στιχηρὰ προσόμοια.

Ἦχος β'. Οἶκος τοῦ Ἐφραθᾶ.

 

Μνήμην τὴν ἱερὰν τοῦ θείου Εὐστρατίου, καὶ τῶν συνάθλων πόθῳ, τελέσωμεν ὑμνοῦντες, Θεὸν τὸν ὑπεράγαθον.

Στίχ. Ἐκέκραξαν οἷ δίκαιοι καὶ ὁ Κύριος...

 

Χαῖρε θεία πεντάς, τῶν σεπτῶν ἀθλοφόρων Εὐστράτιε παμμάκαρ, Αὐξέντιε, Ὀρέστα, Εὐγένιε, Μαρδάριε.

 

Στίχ. Πολλαὶ αἱ θλίψεις τῶν δικαίων...

 

Φύλαττε ἀθλητά, Εὐστράτιε Κυρίου, τὴν σὴν νῆσον ἐκ πάσης ἐπιβουλῆς βαρβάρων, καὶ πειρατῶν ἁλώσεως.

Δόξα. Καὶ νῦν.

Μόνη Χριστιανῶν, ἐλπὶς καὶ προστασία, ἁγνὴ σὺν Εὐστρατίῳ· δυσώπει τὸν υἱόν σου, ὑπὲρ οἰκείων δούλων σου.

Νῦν ἀπολύεις,

τὸ Ἀπολυτίκιον ἐκ τοῦ Μεγάλου Ἐσπερινοῦ,

Ἐκτενὴς μικρὰ καὶ Ἀπόλυσις.

 

ΕΝ Τ ΜΕΓΑΛ ΕΣΠΕΡΙΝ

Εἰς τὸ Κύριε ἐκέκραξα

 Ἱστῶμεν στίχ. στ' καὶ ψάλλομεν προσόμοια.

Ἦχος δ'. Ἔδωκας σημείωσιν

Λίθους ἐπιγνῶναί σου τὴν δεσποτείαν Εὐστράτιος, λογικοὺς παρεσκεύασεν αἰσθέσθαι δυνάμεως, ἐν σαρκὶ οἰκείᾳ, σῆς καταναγκάσας· τοὺς ἐκ βασάνων φοβερῶν, ἀποβαλλούσῃ ἀθρόως μώλωπας καὶ ψεῦδος ὀλεθρεύοντι, θεολογήσας σε στόματι, Ἰησοῦ παντοδύναμε, ὁ σωτὴρ τῶν ψυχῶν ἡμῶν.

 

 

Λάμπει τὸ μνημόσυνον, τοῦ Ἀθλοφόρου σου Κύριε, Εὐστρατίου ὡς ἥλιος, λαμπρότητι κρύψαντος, ἀηττήτων λόγων, τὴν πολυθεΐαν, ὥσπερ ἀφώτιστον σκηνήν, καταργουμένην ὑπὸ τῆς πίστεως, καὶ τέσσαρας συμμάρτυρας, καὶ συμμετόχους ποιήσαντος· δι' αὐτῶν ἡμῖν δώρησαι, ἱλασμὸν ὡς φιλάνθρωπος.

 

Καὶ ἕτερα ἐκ τοῦ Μηναίου.

 

Ἦχος ὁ αὐτός, Ὡς γενναῖον ἐν μάρτυσιν

Ἀνενδότως τυπτόμενος, καὶ πυρὶ δαπανώμενος, καὶ κρηπῖσι πάνσοφε καθηλούμενος· καὶ ἐν ὁδοῖς ἐλαυνόμενος, εἱρκτῇ συγκλειόμενος· καὶ ὡς θῦμα καθαρόν, τῇ καμίνῳ ὀπτομενος, προσενήνεξαι διὰ σὲ τῷ τυθέντι, ὡς εὐῶδες ἱερεῖον ἐν τῇ ἄνῳ τραπέζῃ μάρτυς Εὐστράτιε.

 

Ὡς καλῶς στρατευσάμενος, Βασιλεῖ τῶν δυνάμεων, σεαυτὸν Εὐστράτιε παραδέδωκας, ἐθελουσίως εἰς βάσανα, καὶ βίαιον θάνατον, ἐπαγόμενος χορόν, συμμαρτύρων μακάριον, μεθ' ὧν ἤθλησας, καὶ τῆς νίκης ἐδέξω τοὺς στεφάνους, σὺν αὐτοῖς καθικετεύων, ὑπὲρ ἡμῶν παναοίδιμε.

 

Ὁ θεόφρων Εὐστράτιος, ὁ γενναῖος Αὐξέντιος, ὁ κλεινὸς Εὐγένιος καὶ Μαρδάριος, σὺν τῷ Ὀρέστῃ ἠρίστευσαν, ἐχθροὺς τροπωσάμενοι, καὶ ἐκλάμψαντες σαφῶς, ὡς ἀστέρες πολύφωτοι, κατεφαίδρυναν, τῶν πιστῶν τὰς καρδίας καὶ τῆς πλάνης, ἀπεδίωξαν τὸ σκότος, τῇ φωταυγείᾳ τοῦ Πνεύματος.

Τῆς Ἁγίας Λουκίας

Παρθενίαν ἀκήρατον, ἐμμελῶς ἐξασκήσασα, προσηνέχθης χαίρουσα τῷ Ποιήσαντι· ἀρνησαμένη γὰρ πρόσκαιρον, νυμφίον πανεύφημε, ἐνυμφεύθης τῷ Χριστῷ, καὶ τὸν δρόμον τελέσασα, διὰ πίστεως, καὶ φαιδροῦ μαρτυρίου νῦν παρέχεις, τοῖς τιμῶσί σε Λουκία, τῶν ἰαμάτων χαρίσματα.

Δόξα... Ἦχος πλ. β'

Δεῦτε φιλομάρτυρες, τοὺς τοῦ Χριστοῦ Ἀθλοφόρους, ἐν ὕμνοις τιμήσωμεν Εὐστράτιον τὸν ἀήττητον Μάρτυρα, Αὐξέντιον καὶ Εὐγένιον, καὶ Μαρδάριον καὶ Ὀρέστην, τὴν πενταυγῆ τῶν Μαρτύρων χορείαν· οἳ καλῶς ἀγωνισάμενοι κατὰ τοῦ ἀοράτου ἐχθροῦ, καὶ βραβεῖα τῆς νίκης ἀναδησάμενοι, πρεσβεύουσι Χριστῷ, ὑπὲρ τῶν πίστει καὶ πόθῳ, τελούντων τὴν μνήμην αὐτῶν.

                                           Καὶ νῦν. Προεόρτιος  Ἦχος ὁ αὐτός.

Σπήλαιον εὐτρεπίζου· ἡ ἀμνὰς γὰρ ἥκει, ἔμβρυον φέρουσα Χριστόν. Φάτνη δὲ ὑποδέχου, τόν τῷ λόγῳ λύσαντα τῆς ἀλόγου πράξεως, ἡμᾶς τοὺς γηγενεῖς. Ποιμένες ἀγραυλοῦντες,μαρτυρεῖτε θαῦμα τὸ φρικτὸν καὶ Μάγοι ἐκ Περσίδος, χρυσὸν καὶ λίβανον καὶ σμύρναν, τῷ Βασιλεῖ προσάξατε· ὅτι ὤφθη Κύριος ἐκ Παρθένου Μητρός· ὅνπερ καὶ κύψασα, δουλικῶς ἡ Μήτηρ προσεκύνησε, καὶ προσεφθέγξατο τῷ ἐν ἀγκάλαις αὐτῆς· Πῶς ἐνεσπάρης μοι, ἢ πῶς μοι ἐνεφύης, ὁ λυτρωτής μου καὶ Θεός;

 

Εἴσοδος, Φῶς ἱλαρόν, τὸ Προκείμενον τῆς ἡμέρας.

 

Προφητείας Ἡσαΐου τὸ ἀνάγνωσμα. (Κεφ. μθ', 9)

 

Τάδε λέγει Κύριος· Πάντα τὰ ἔθνη συνήχθησαν ἅμα, καὶ συναχθήσονται ἄρχοντες ἐξ αὐτῶν. Τίς ἀναγγελεῖ ταῦτα ἐν αὐτοῖς; ἢ τὰ ἐξ ἀρχῆς, τίς ἀκουστὰ ποιήσει ὑμῖν; Ἀγαγέτωσαν τοὺς μάρτυρας αὐτῶν καὶ δικαιωθήτωσαν, καὶ εἰπάτωσαν ἀληθῆ. Γίνεσθέ μοι μάρτυρες, καὶ ἐγὼ μάρτυς Κύριος ὁ Θεός, καὶ ὁ παῖς, ὃν ἐξελεξάμην ἵνα γνῶτε καὶ πιστεύσητε, καὶ συνῆτε, ὅτι ἐγώ εἰμι. Ἔμπροσθέν μου οὐκ ἐγένετο ἄλλος Θεός, καὶ μετ' ἐμὲ οὐκ ἔσται. Ἐγώ εἰμι ὁ Θεός, καὶ οὔκ ἐστι πάρεξ ἐμοῦ ὁ σῴζων. Ἐγὼ ἀνήγγειλα καὶ ἔσωσα, ὠνείδισα, καὶ οὐκ ἦν ἐν ὑμῖν ἀλλότριος. Ὑμεῖς ἐμοὶ μάρτυρες, καὶ ἐγὼ Κύριος ὁ Θεός· ὅτι ἀπ' ἀρχῆς ἐγώ εἰμι, καὶ οὐκ ἐστιν ὁ ἐκ τῶν χειρῶν μου ἑξαιρούμενος. Ποιήσω, καὶ τίς ἀποστρέψει αὐτό; Οὕτω λέγει Κύριος ὁ Θεός, ὁ λυτρούμενος ἡμᾶς, ὁ Ἅγιος τοῦ Ἰσραήλ.

Σοφίας Σολομῶντος τὸ ἀνάγνωσμα. (Κεφ. γ', 1)

 

Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοΰ, καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι, καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν, καὶ ἡ ἀφ' ἡμῶν πορεία σύντριμμα· οἱ δέ εἰσιν ἐν εἰρήνῃ. Καὶ γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης. Καὶ ὀλίγα παιδευθέντες μεγάλα εὐεργετηθήσονται ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτοὺς καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ. Ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτούς, καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι, καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται. Κρινοῦσιν ἔθνη, καὶ κρατήσουσι λαῶν, καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας. Οἱ πεποιθότες ἐπ' αὐτόν, συνήσουσιν ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ· ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.

 

Σοφίας Σολομῶντος τὸ ἀνάγνωσμα. (Κεφ. ε', 5-6, 1)

 

Δίκαιοι εἰς τὸν αἰῶνα ζῶσι, καὶ ἐν Κυρίῳ ὁ μισθὸς αὐτῶν, καὶ ἡ φροντὶς αὐτῶν παρὰ Ὑψίστῳ. Διὰ τοῦτο λήψονται τὸ βασίλειον τῆς εὐπρεπείας, καὶ τὸ διάδημα τοῦ κάλλους ἐκ χειρὸς Κυρίου· ὅτι τῇ δεξιᾷ αὐτοῦ σκεπάσει αὐτούς, καὶ τῷ βραχίονι ὑπερασπιεῖ αὐτῶν. Λήψεται πανοπλίαν τὸν ζῆλον αὐτοῦ, καὶ ἁπλοποιήσει τὴν κτίσιν εἰς ἄμυναν ἐχθρῶν. Ἐνδύσεται θώρακα δικαιοσύνην καὶ περιθήσεται κόρυθα κρίσιν ἀνυπόκριτον. Λήψεται ἀσπίδα ἀκαταμάχητον ὁσιότητα· ὀξυνεῖ δὲ ἀπότομον ὀργὴν εἰς ῥομφαίαν. Συνεκπολεμήσει αὐτῷ ὁ κόσμος ἐπὶ τοὺς παράφρονας· πορεύσονται εὔστοχοι βολίδες ἀστραπῶν, καὶ ὡς ἀπὸ εὐκύκλου τόξου, τῶν νεφῶν, ἐπὶ σκοπὸν ἁλοῦνται, καὶ ἐκ πετροβόλου θυμοῦ πλήρεις ῥιφήσονται χάλαζαι. Ἀγανακτήσει κατ' αὐτῶν ὕδωρ θαλάσσης· ποταμοὶ δὲ συγκλύσουσιν ἀποτόμως. Ἀντιστήσεται αὐτοῖς πνεῦμα δυνάμεως, καὶ ὡς λαῖλαψ ἐκλικμήσει αὐτούς, καὶ ἐρημώσει πᾶσαν τὴν γῆν ἀνομία, καὶ ἡ κακοπραγία περιτρέψει θρόνους δυναστῶν. Ἀκούσατε, οὖν, βασιλεῖς, καὶ σύνετε·  μάθετε δικασταὶ περάτων γῆς· ὅτι ἐδόθη παρὰ Κυρίου ἡ κράτησις ὑμῖν, καὶ ἡ δυναστεία παρὰ Ὑψίστου.

 

Εἰς τὴν Λιτὴν ἰδιόμελα.

Ἦχος α'.

 

Τὴν πεντάριθμον χορείαν, τῶν Ἁγίων εὐφημήσωμεν λαοί, τὸν Σωτῆρα ἀνυμνοῦντες Χριστόν, Εὐστράτιον τὸν καρτερόψυχον καὶ στερρὸν Ἀθλοφόρον, σὺν αὐτῷ Αὐξέντιον, Εὐγένιον, Μαρδάριον καὶ Ὀρέστην· οὗτοι γὰρ ὑπὲρ τῆς πίστεως ἀθλοῦντες, τὰς τρικυμίας κατεπάτησαν ἐχθρῶν, καὶ τῷ Σωτῆρι πρεσβεύουσιν, ἱλασμὸν καὶ ἄφεσιν ἁμαρτιῶν, δωρηθῆναι τοῖς ἐν πίστει ἐκτελοῦσι, τὴν μνήμην αὐτῶν.

 

Ὁ αὐτός.

Ὑπὲρ τὴν τῶν ἑλλήνων παιδείαν, τὴν τῶν ἀποστόλων σοφίαν προέκριναν οἱ ἅγιοι μάρτυρες· τάς βίβλους τῶν ῥητόρων καταλείψαντες, καὶ ταῖς τῶν ἁλιέων ἐνδιαπρέψαντες· ἐκεῖ μὲν γὰρ εὐγλωττίαν ῥημάτων, ἐν δὲ ταῖς τῶν ἀγραμμάτων θεηγορίαις, τὴν τῆς Τριάδος ἐδιδάσκοντο θεολογίαν ἐν ᾗ πρεσβεύουσιν ἐν εἰρήνῃ φυλαχθῆναι τάς ψυχὰς ἡμῶν.

 

 

Ἦχος πλ. β'.

Ὄντως ἡ γλῶσσά σου κάλαμος γραμματέως ὀξυγράφου, τερπνοτέρα ἐδείχθη παμμακάριστε Εὐστράτιε· ῥητορεύουσα σαφῶς πίστιν εὐσεβῆ καὶ δόγματα σωτήρια· δι' ὧν ὁ Θεὸς ἐδοξάσθη· καὶ ὡραῖον κάλλει τὸν Εὐγένιον ἀπέδειξας· καὶ τοῦ θείου φωτισμοῦ διὰ σοῦ  τετύχηκε· καὶ τούτων συναθλητήν, καὶ τῶν ἀγώνων κοινωνόν, σὺν τῇ λοιπῇ τριάδι τῶν μαρτύρων ἀπέφηνας· καὶ νῦν ἐν παρρησίᾳ τῷ τοῦ Σωτῆρος θρόνῳ παριστάμενοι, μὴ ἐλλείπητε πρεσβεύειν ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

 

Ἦχος πλ. β'.

Σήμερον ἡ πενταυγὴς τῶν μαρτύρων ὁμήγυρις, ὡς σελασφόρων ἀστέρων συνέλευσις, τοὺς πιστοὺς σελαγίζουσα, πρὸς μυστικὴν εὐφροσύνην ἐκάλεσε· σήμερον γάρ, οἱ τοῦ νοητοῦ ἡλίου θεράποντες, καὶ τῶν ἑλληνικῶν καθαιρέται δογμάτων, τοὺς τοῖς αἰσθητοῖς ξοάνοις προσανέχοντας, καὶ ὡς καὶ θεοῖς λατρεύοντας, εἰς τέλος κατῄσχυναν· ἐκέρασαν δὲ πλήρη τὸν ἀθλοφορικὸν αὐτῶν κρατῆρα καὶ τοῖς διὰ Χριστὸν ἐκχυθεῖσιν αἳμασιν ἔστεψαν ἡμᾶς προτρεπόμενοι, τοὺς εὐσεβείας ἐραστάς· δεῦτε λέγοντες, τοὺς ἀγῶνας ἡμῶν ἑστιάθητε καὶ τοὺς στεφάνους καὶ τὰ γέρα προσβλέψατε·  ὁ γὰρ ὑπομείνας εἰς τέλος οὗτος σωθήσεται, Χριστὸς ἡ ἀλήθεια ἐπεφήνατο, ἵνα κοινωνοὶ γένησθε τῶν στεφάνων ἡμῶν καὶ πρεσβευτὰς ἡμᾶς πρὸς Χριστὸν ἔχητε.

 

Δόξα. Ἦχος β'.

Δεΰτε ἀγαλλιασώμεθα τῷ Κυρίῳ ἐν τῇ μνήμῃ σήμερον τῶν  ἀθλοφόρων, ὦ φιλέορτοι· δεῦτε εὐφημήσωμεν αὐτούς, μυστικῶς ἐγκωμιάζοντες· χαίροις Εὐστράτιε, χαίροις Αὐξέντιε, χαίροις Εὐγένιε, χαίροις Μαρδάριε, χαίροις Ὀρέστα· οἱ τὴν πλάνην τῶν εἰδώλων, εἰς χάος βυθίσαντες· Χριστὸν τὸν Κύριον τον ἐν μέσῳ τοῦ σταδίου, τρανῶς κηρύξαντες· διὸ παμμακάριστοι καὶ πολύαθλοι, μὴ παύσητε πρεσβεύειν ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

 

Καὶ νῦν.Προεόρτιον, ὁ αὐτός.

Ἰδοὺ καιρὸς ἤγγικε τῆς σωτηρίας ἡμῶν! Εὐτρεπίζου Σπήλαιον ἡ Παρθένος ἐγγίζει τοῦ τεκεῖν. Βηθλεὲμ γῆ Ἰούδα, τέρπου καὶ ἀγάλλου, ὅτι ἐκ σοῦ ἀνατέταλκεν ὁ Κύριος ἡμῶν. Ἀκούσατε ὄρη καὶ βουνοί, καὶ τὰ περίχωρα τῆς Ἰουδαίας, ὅτι ἔρχεται Χριστός, ἵνα σώσῃ ὃν ἐπλασεν ἄνθρωπον ὡς φιλάνθρωπος.

Εἰς τὰ Ἀπόστιχα. Στιχηρὰ προσόμοια.

Ἦχος πλ. α'. Χαίροις ἀσκητικῶν

 

Στῦλος φωτοφανὴς ἀθλητά, τὴν τῆς σοφίας ἀποστίλβων λαμπρότητα, ἐπήρθης ἐν μετεώρῳ, τῆς καρτερίας σοφὲ καὶ πρὸς φῶς ἰθύνθης τὸ τῆς γνώσεως· ἡμᾶς τοὺς τοῖς θείοις σου, λαμπομένους Εὐστράτιε, πανσόφοις λόγοις, καταυγάζων ἀοίδιμε· σοῦ τῷ ἔρωτι πτερουμένοις μακάριε· ὅθεν καὶ ἐγκωμίοις σου, τὴν μνήμην γεραίροντες, μάρτυς, ἐκ πόθου τῆς θείας φιλανθρωπίας αἰτούμεθα, τυχεῖν σαῖς πρεσβείαις, καὶ τῷ κόσμῳ δωρηθῆναι τὸ μέγα ἔλεος.

 

Στίχ. Ἐκέκραξαν οἱ δίκαιοι καὶ ὁ Κύριος...

 

Κάλλει καὶ ἡδονῇ ἀληθεῖ, κεκερασμένος ὁ κρατὴρ τῆς σοφίας σου, τὸν οἶνον τῆς εὐσεβείας, ἐν ἡδυτέροις, σοφέ, καὶ ἀφθονοτέροις λόγοις ἔβλυσε· δι' ὧν ἡδυνόμενοι, πρὸς τὴν ὄντως ἀθόλωτον καὶ γλυκυτάτην, μυστικῶς ἀναγόμεθα γνῶσιν ἔνθεον, τοῦ Δεσπότου Εὐστράτιε· ὅθεν καὶ ἐγκωμίοις σου τὰ ἆθλα γεραίροντες, πίστει καὶ πόθῳ τῆς θείας φιλανθρωπίας αἰτούμεθα, τυχεῖν σαῖς πρεσβείαις, καὶ τῷ κόσμῳ δωρηθῆναι τὸ μέγα ἔλεος.

Στίχ. Πολλαὶ αἱ θλίψεις τῶν δικαίων...

 

Φάλαγξ μαρτυρικὴ φωταυγής, τροπαιοφόρος καὶ πεντάριθμος σήμερον, τιμάσθω μετ' ἐγκωμίων, ἡ κεκτημένη φαιδρόν, κορυφαῖον ὄντως τὸν Εὐστράτιον θερμῶς στηλιτεύσαντα, τὰ Ἑλλήνων σεβάσματα, χριστιανῶν δέ, τὰ θεόφθεγκτα δόγματα βεβαιώσαντα, λογικαῖς ἀποδείξεσι· τοῦτον οὖν εὐφημήσωμεν, ἡμῖν τὸν κεράσαντα, τὸν τῆς σοφίας κρατῆρα, πνευματικῶς τὸν εὐφραίνοντα· Χριστὸν δυσωποῦντα, τὸν παρέχοντα τῷ κόσμῳ τὸ μέγα ἔλεος.

Δόξα. Ἦχος πλ. α'.

 

Τῶν τυραννούντων τὰ θράση μὴ δειλιάσαντες, μᾶλλον δὲ τοῦ Χριστοῦ τὴν πίστιν, τρανῶς κηρύξαντες, ξεσμοὺς πολλοὺς καὶ βασάνους ὑπεμείνετε, Εὐστράτιε καὶ Αὐξέντιε, Εὐγένιε καὶ Ὀρέστα, καὶ ἔνδοξε Μαρδάριε. Διὸ πρεσβεύσατε τῷ Βασιλεῖ καὶ Θεῶ, ὑπὲρ πάντων ἡμῶν τῶν ἐν πίστει τελούντων τὴν μνήμην ὑμῶν.

 

Καὶ νῦν. Προεόρτιον, ὁ αὐτός.

 

Δεῦτε χριστοφόροι λαοί, κατίδωμεν θαῦμα πᾶσαν ἔννοιαν ἐκπλῆττον καὶ συνέχον, καὶ εὐσεβῶς προσκυνοῦντες, πίστει ἀνυμνήσωμεν. Σήμερον πρὸς Βηθλεὲμ ἐγκυμονοῦσα Κόρη παραγίνεται τοῦ γεννῆσαι τὸν Κύριον, χοροὶ δὲ τῶν Ἀγγέλων προτρέχουσι. Καὶ ταῦτα βλέπων ἐβόα Ἰωσὴφ ὁ μνήστωρ· Τί τὸ ἐν σοὶ ξένον μυστήριον Παρθένε; καὶ πῶς μέλλεις λοχεῦσαι ἡ ἀπειρόζυγος δάμαλις;

 

Νῦν ἀπολύεις, τὸ Τρισάγιον, καὶ τὰ Ἀπολυτίκια.

 

Ἦχος δ'. Ὁ ὑψωθεὶς ἐν τῷ σταυρῷ

 

Ἡ πενταυγὴς τῶν ἀθλοφόρων χορεία, τῇ τῶν ἀγώνων νοητῇ δαδουχίᾳ, τὴν οἰκουμένην ἅπασαν αὐγάζει νοητῶς, ὁ σοφὸς Εὐστράτιος, σὺν Αὐξεντίῳ τῷ θείῳ, Ὀρέστης καὶ Εὐγένιος, καὶ Μαρδάριος ἅμα, οὓς εὐφημοῦντες εἴπωμεν πιστοί· χαίροις μαρτύρων, πεντάριθμε σύλλογε.

 

Δόξα. Τῆς Ἁγίας. Ἦχος πλ. α'. Τὸν συνάναρχον Λόγον

 

Παρθενίας φοροῦσα χλαῖναν ὑπέρλαμπρον, παρθενικῶς ἐμνηστεύθης τῷ ζωοδότῃ Χριστῷ, καὶ ἀγάπην γεηροῦ μνηστῆρος ἔλιπες· ὅθεν ὡς δῶρα νυμφικά, προσενήνοχας Αὐτῷ, τὰ ῥεῖθρα τῶν σῶν αἱμάτων, Λουκία παρθενομάρτυς,  ᾧ καὶ πρεσβεύεις ὑπὲρ πάντων.

 

Καὶ νῦν. Θεοτοκίον ὁμόηχον Τὸν συνάναρχον Λόγον Ἡ εὐλόγησις τῶν ἄρτων καὶ Ἀπόλυσις.

 

ΕΙΣ ΤΟΝ  ΟΡΘΡΟΝ

Τὰ ἐν τῷ Ἑσπερινῷ Ἀπολυτίκια

Καὶ τὰ Καθίσματα.

Εἰς τὴν α' στιχολογίαν, Κάθισμα

 

Ἦχος δ'. Ταχὺ προκατάλαβε

Ἀνδρείωμα πίστεως θωρακισάμενος, σοφίας τὸ ἔνθεον,  καθοπλισθείς εὐσεβῶς, Εὐστράτιε ἔνδοξε· πάντα τοῦ διαβόλου, ἐτροπώσω τὰ στίφη· ἤλεγξας τῶν ἀθέων, τὸ ἀνίσχυρὸν θράσος· ὡς ἔχων παρρησίαν πρὸς Θεόν, πρέσβευε σωθῆναι ἡμάς.

 

Δόξα τὸ αὐτό. Καὶ νῦν.

Πολλοῖς πλημμελήμασιν, ἐγὼ ὁ ἄσωτος, τὸν νοῦν σκοτιζόμενος, ἐπιβοῶμαι τὴν σήν, βεβαίαν ἀντίληψιν· φώτισον Θεοτόκε, τῆς ψυχῆς μου τάς κόρας· λάμψον μοι μετανοίας, τὸ λαμπρότατον φέγγος καὶ ἔνδυσόν με τὰ ὅπλα τοῦ φωτός, θεογεννῆτορ, ἁγνή.

 

Εἰς τὴν β' στιχολογίαν, Κάθισμα

Ἦχος δ'. Ταχὺ προκατάλαβε

Ρομφαίᾳ τῶν λόγων σου τυράννους ἔτρωσας· στρατίαρχος

γενόμενος, τοῦ χριστολέκτου λαοῦ, Εὐστράτιε θεόσοφε·

ἤστραψας ταῖς ἀκτῖσι, τῶν θαυμάτων τῷ κόσμῳ· στέφος δὲ ἀνεπλέξω, τῇ σῇ κάρᾳ ἐξ ὕψους· διὸ καὶ ἐν τῇ μνήμῃ σου Χριστὸν δοξάζομεν.

 

Δόξα τὸ αὐτό. Καὶ νῦν.

Ὑμνοῦμέν σε θεόνυμφε, μήτηρ Χριστοῦ τοῦ Θεοῦ, δοξάζοντες τὸν τόκον σου τὸν ἀκατάληπτον δι' οὗ ἐλυτρώθημεν, πλάνης τοῦ διαβόλου, καὶ παντοίων κινδύνων, Δέσποινα Θεοτόκε, καὶ πιστῶς ἐκβοῶμεν· ἐλέησον τὴν ποίμνην σου, μόνη πανύμνητε.

 

Μετὰ τὸν πολυέλεον λέγε Κάθισμα

Ἦχος πλ. δ'. Τὴν σοφίαν καὶ λόγον

 

Τῆς τριάδος τῇ πίστει ὀχυρωθείς, καὶ ἀληθείας σφενδόνι καθοπλισθείς, τῆς πλάνης κατέβαλες, τὸ ἀλλόφυλον θράσος· καὶ τοῦ ἐχθροῦ ἁρπάσας, τῶν λόγων τὴν μάχαιραν, ἐν αὐτῇ ἀπέτεμες, τοῦ ψεύδους τὴν ἔνστασιν. Ὅθεν τοῖς τροπαίοις θριαμβεύων τὴν πλάνην, τῷ σώματι τέθνηκας, καὶ τῷ πνεύματι ἔζησας ἀθλοφόρε Εὐστράτιε, πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ τὴν ἁγίαν μνήμην σου.

 

Δόξα καὶ νῦν.

Τὴν ψυχήν μου Παρθένε τὴν ταπεινήν, ἀπὸ βρέφους μολύνας ὁ μιαρός, καὶ λόγοις καὶ πράξεσιν, ἐμαυτὸν κατερρύπωσα· καὶ οὐκ ἔχω τί πράξω, ἢ ποῦ καταφεύξομαι, ἀλλ' οὐδ' ἄλλην ἐλπίδα, πλήν σου Κόρη ἐπίσταμαι. Φεῦ μοι ὁ ἀχρεῖος! διὰ τοῦτο ἱκέτης, πρὸς σὲ τὴν Πανάχραντον, νῦν προστρέχω καὶ δέομαι, ὁμολογῶν σοι τό, Ἥμαρτον. Πρέσβευε τῷ σῷ Υἱῷ καὶ Θεῶ, τῶν πταισμάτων ἄφεσιν δοθῆναί μοι· εἰς σὲ γὰρ πάσας Παρθένε, τάς ἐλπίδας ἀνέθηκα.

 

 

Τὸ α' ἀντίφωνον τοϋ δ' ἤχου καὶ τὸ Προκείμενον. Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς ἁγίοις αὔτοϋ.

Στίχ. Τοῖς ἁγίοις τοῖς ἐν τῇ γῇ αὐτοῦ ἐθαυμάστωσεν ὁ Κύριος.

 

Εὐαγγέλιον τοῦ Ὄρθρου, μαρτυρικόν, ἐκ τοῦ Ἁγ. Γεωργίου.

Ό Ν'.  Δόξα Ἦχος β'. Ταῖς τῶν Ἀθλοφόρων ... Καὶ νῦν. Ταῖς τῆς Θεοτόκου ...

 

Ἰδιομελον. Ἦχος πλ. β'.

Στίχ. Ἐλέησόν με ὁ Θεὸς κατὰ τὸ μέγα ἔλεός σου...

 

Μαρτυρικὴ χορεία, εὐσεβεῖς πρόμαχοι, σήμερον πιστοὶ ἀναδείκνυται τυράννων πᾶσαν καθελόντες δυσσέβειαν. Εὐστράτιος, Αὐξέντιος, Μαρδάριος, Εὐγένιος καὶ Ὀρέστης οἱ σοφοί. Ὅθεν τῆς τριφώτου λατρευταὶ Τριάδος ὑπάρχοντες, τῷ γνόφῳ τῆς θείας ἐλλάμψεως καταλαμφθέντες, ταῖς τῶν ἀσωμάτων χορείαις ἀγάλλονται τῷ Θεῷ καὶ σωτῆρι ἱκετεύοντες ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Τὸ «Σῶσον ὁ Θεὸς τὸν λαόν σου».

Εἶτα οἱ κανόνες· ὁ παρὼν εἰς Ἦχον πλ β'.

 

δὴ α'. Ὡς ἐν ἠπείρῳ πεζεύσας ὁ Ἰσραὴλ

 

Ἐπουρανίων ἁψίδων ὁ βασιλεύς, βραβευτὴς προκάθηται, τῶν ἐπάθλων τοῖς ἐν γῇ, περὶ τὸν Εὐστράτιον Χριστός, προτεινόμενος αὐτοῖς νίκης τὸν στέφανον.

 

Ὑμνολογίαις χορείαν θεοστεφῆ, ἀθλητῶν πεντάριθμον, εὐφημήσωμεν πιστοί· τὸν σοφὸν Εὐστράτιον πιστῶς, κεκτημένην ἐν Χριστῷ, θεῖον ταξίαρχον.

 

Στρατολογίας τῆς ἄνω ἐπιποθῶν, τὴν τιμὴν Εὐστράτιε, ἀντιδοὺς συμβολικῶς· τῷ Θεῷ προσήγαγες σοφέ, σοῦ τὴν ζώνην ἱερῶς, ἀφοσιουμενος.

Θεοτοκίον

Τῶν καλλινίκων μαρτύρων χαῖρε σεμνή, ὁ τῆς νίκης στέφανος· διὰ σοῦ γὰρ οὐρανός, τοῖς ἀνθρώποις γέγονε βατός, ὡς τεκούσης ὑπὲρ νοῦν, τὸν ποιητὴν οὐρανοῦ.

Καὶ ἕτερος κανὼν τῶν Ἁγίων Μαρτύρων ἐκ τοῦ Μηναίου, ποίημα Ἰωάννου μοναχοῦ.

                                   δὴ  α’.  Ἦχος δ΄ Θαλάσσης τὸ ἐρυθραῖον  πέλαγος

 Βραβεύων, ἐν οὐρανοῖς τὰ ἔπαθλα, τοῖς ἐπὶ γῆς ἀθληταῖς, ἀγωνοθέτης κάθηται Χριστός, δεξιᾷ Παντοκράτορι, τοῖς ἀμφὶ τὸν Εὐστράτιον, θείους στεφάνους προτεινόμενος.

 

Χορείαν μαρτυρικὴν πεντάριθμον, δεῦτε κατίδωμεν, ὑπερφυεῖ ἀστράπτουσαν φωτί, κεκτημένην ταξίαρχον, τὸν ποθητὸν Εὐστράτιον, χάριτι θείᾳ στεφανούμενον.

 

Τὴν ζωήν, τοῦ ἐπὶ γῆς στρατεύματος, ἀπεκδυσάμενος, τῷ ἀληθεῖ προσάγῃ Βασιλεῖ, τῆς ἀθλήσεως σύμβολον, παρὰ Χριστοῦ Εὐστράτιε, δι' Αὐξεντίου κομισάμενος.

 

Ἀστέρες, ἐν οὐρανῷ τῆς πίστεως, ἀεὶ κινούμενοι, τὰς τῶν πιστῶν λαμπρύνουσι ψυχάς, φωτισμὸν ἀποστίλβοντες, οἱ περὶ τὸν Εὐστράτιον, οὓς ἐπαξίως εὐφημήσωμεν.

Τῆς Ἁγίας

Πορφύραν, σῶν ἐξ αἱμάτων βάψασα, καὶ στολισθεῖσα φαιδρῶς, περιφανῶς τὰ ἄνω κατοικεῖς, ὡς Παρθένος βασίλεια, καὶ θεϊκαῖς λαμπρότησι, Μάρτυς Λουκία κατηγλάϊσαι.

Θεοτοκίον

Χωρίον, χωρητικὸν γεγένησαι, τῆς θείας φύσεως, θεογεννῆτορ Ἄχραντε· διό, σὲ Λουκία ποθήσασα, παρθενικῶς ὀπίσω σου, τῷ σῷ Υἱῷ προσαπενήνεκται.

 

Καταβασία. Χριστὸς γεννᾶται δοξάσατε

 

δὴ γ'. Οὔκ ἐστιν ἅγιος ὡς σύ.

 

Ρωμαλεότητι φρενῶν, τὴν ἐλπίδα σου πᾶσαν, ἀνυψώσας παμμάκαρ πρὸς τὸν ὕψιστον Χριστὸν ἐλπίδι τῶν αἰκισμῶν, θυμηδίας πλήρης ὅλος γέγονας.

 

Αὐξήσας φίλτρῳ τοῦ Χριστοῦ, τῇ ἐνθέῳ σοφίᾳ, καρτερίᾳ βασάνων, Αὐξέντιε τὴν ὀφρύν, ἐλέγχεις τῶν διωκτῶν, καὶ τὸ θράσος καὶ τὴν ματαιότητα.

 

Τὴν ἀνυπέρβλητον σοφέ, τοῦ Λυσία κακίαν, ἡγησάμενος ὄναρ, πυρὸς μαστίγων σφοδρῶν, στερεωθεὶς ἐν Χριστῷ κατεφρόνεις, ὥσπερ ἄλλου πάσχοντος.

 

Θεοτοκίον

Ἱερολόγοις σε φωναῖς, θεομῆτορ παρθένε, τὴν τῶν πάντων αἰτίαν, τὸν αἴτιον καθ' ἡμᾶς, γενέσθαι θεοπρεπῶς, ἀνυμνοῦντες πίστει μακαρίζομεν.

                          δὴ γ' Εὐφραίνεται ἐπὶ σοί, ἡ Ἐκκλησία σου Χριστὲ

Ἐλπίδι τῶν αἰκισμῶν, ὥσπερ ἀΰλου θησαυροῦ γέγονας, ὑπερφυῶς ἔμπλεως, πάσης θυμηδίας Εὐστράτιε.

 

Σοφίᾳ Πνευματικῇ, ὑπομονῇ τε πειρασμῶν ἤλεγξας, Μάρτυς Χριστοῦ Αὐξέντιε, τὴν τυραννικὴν ἀθεότητα.

 

Ὡς κόσμος θεολαμπής, τῆς Ἐκκλησίας τῶν πιστῶν Μάρτυρες, τὰ Χριστοῦ στίγματα, περιηνθισμένοι γεγόνατε.

 

Τὰ μέλη καρτερικῶς, ἀθλητικῆς καταφλεχθεὶς ἄνθραξιν, εἰδωλικῆς ἔσβεσας, πλάνης τὴν μανίαν Εὐστράτιε.

Τῆς Ἁγίας

Ὡς νύμφη περικαλής, τοῦ βασιλέως καὶ Θεοῦ ἔνδοξε, Μάρτυς Λουκία εἴληφας, νῦν τῶν οὐρανῶν τὰ βασίλεια.

Θεοτοκίον

Κυρίως καὶ ἀληθῶς, σὲ Θεοτόκον οἱ πιστοὶ σέβομεν· σὺ γὰρ Θεὸν τέτοκας, σάρκα γεγονότα Πανάμωμε.

 

Καταβασία. Τῷ πρὸ τῶν αἰώνων

 

Κάθισμα, ἦχος πλ. δ'. Τὴν Σοφίαν καὶ Λόγον

 

Οὔτε ξίφος, οὐ θῆρες, οὔτε τὸ πῦρ οὔτε τι τῶν φοβούντων καὶ αἰσθητῶν, ὅλως καταπλῆξαί σου τὸ στερρὸν ἠδυνήθησαν· τοῦ γὰρ ἐχθροῦ πατήσας, τῷ δρόμῳ τὴν δύναμιν, ὡς ἀπαθὴς διέβης τὸν βίον καὶ ἄσαρκος· ὅθεν τοῖς ἐν πίστει, τάς ἰάσεις παρέχεις, καὶ πόθῳ προστρέχουσιν ἐν τῇ μνήμῃ σου ἅγιε· Ἀθλοφόρε Εὐστράτιε, πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ τὴν ἁγίαν μνήμην σου.

 

Δόξα. Ἦχος δ'. Ἐπεφάνης σήμερον

 

Τῶν Μαρτύρων αἵμασιν, ἢ Ἐκκλησία, ἀρδευθεῖσα ἤνθησεν, Ὀρθοδοξίαν τοῖς πιστοῖς, ἐγκαυχωμενη καὶ λέγουσα· Κλέος Μαρτύρων ἐδείχθητε Ἅγιοι.

 

Καὶ νῦν. Θεοτοκίον

Τὴν θερμὴν ἀντίληψιν, τῶν ἐν ἀνάγκαις, τὴν ἡμῶν βοήθειαν, τὴν πρὸς Θεὸν καταλλαγήν, δι' ἧς φθορᾶς ἐλυτρώθημεν, τὴν Θεοτόκον πιστοὶ μακαρίσωμεν.

δὴ δ'. Χριστός μου δύναμις

 

Ὁ παντοδύναμος, τὸν θεῖον ἔρωτα, τῆς ψυχῆς σου ἀνάψας, τελετουργόν, δείκνυσιν ἐξαίσιον, ὁλοκληρίαν τῆς σαρκός, τῶν μωλώπων σου ποιούμενος.

 

Σαγήνῃ πνεύματος, τῶν ἁλιέων σοφέ, σαγηνεύσας προσάγεις τῷ βασιλεῖ,  τὸν σοφὸν Εὐγένιον, ὅνπερ ζωγρήσας τῷ Χριστῷ προσενήνοχας Εὐστράτιε.

 

Τοῖς ἥλοις πάνσοφε, πόδας πειρώμενος, μαρτυρίου κρηπῖσιν, ὅλον σαυτὸν βάψας ἐπορφύρωσας, τοῦ Βασιλέως Ἰησοῦ, εκμιμούμενος τὸ πάθημα.

 

Θεοτοκίον

Ὁ  ἀπερίληπτος, καὶ ἀναλλοίωτος, τοῦ Θεοῦ Πατρὸς λόγος, ἀλλοιωθεὶς τῷ εἴδει Πανάμωμε, ἐν σοῦ σαρκούμενος θεοῖ, φιλανθρώπως με τὸν ἄνθρωπον.

δὴ δ' Δι' ἀγάπησιν Οἰκτίρμον

Συναπεβάλου τοῖς μώλωψι τῆς σαρκός σου, τὰς ψυχικὰς κηλῖδας, τὰς βολίδας συντρίψας, τοῦ δολίου δράκοντος, τῇ πίστει Εὐστράτιε.

 

Ἐδοξάσθη σου τοῖς μέλεσιν Ἀθλοφόρε, ὁ βασιλεὺς τῆς δόξης, καὶ ἀρρήτου σε δόξης, ἐν δυνάμει ἔπλησε, τεράτων Εὐστράτιε.

 

Τῶν ἁλιέων ζηλώσας τὴν παρρησίαν, μαρτυρικῇ σαγήνῃ, τῷ Δεσπότῃ προσάγεις, τὸν σοφὸν Εὐγένιον, ζωγρήσας Εὐστράτιε.

 

Ὄντως ὡραῖοι οἱ πόδες τῶν Ἀθλοφόρων, τὸν δυσμενῆ πατοῦντες, καὶ Χριστῷ μελῳδοῦντες, ὁδὸν μαρτυρίου σου, δραμούμεθα Δέσποτα.

Τῆς Ἁγίας

Παρρησίαν εὑραμένη ἐν τοῖς ὑψίστοις, παρὰ Θεῷ Λουκία, τοῖς τιμῶσί σε πόθῳ, τῶν πταισμάτων αἴτησαι, δοθῆναι τὴν ἄφεσιν.

Θεοτοκίον

Παρθενίᾳ καὶ ἀθλήσει λελαμπρυσμένη, τῷ ἐκ Παρθένου Κόρης, ἀνατείλαντι Λόγῳ, ἄφθορος μεμνήστευσαι, Λουκία πανεύφημε.

 

Καταβασία. Ῥάβδος ἐκ τῆς ῥίζης Ἰεσσαί.

 

δή ε'. Τῷ θείῳ φέγγει σου ἀγαθὲ

 

Θαὐμασιώτατος ὡς ἀστήρ, ἐν τῇ Ἐκκλησίᾳ τηλαυγῶς, μέσον μαρτύρων ἀνέτειλας ταῖς τοῦ μαρτυρίου καταγλαΐζων αὐγαῖς, Εὐστράτιε τὸν κόσμον, ὑπὲρ τὸν ἥλιον.

Ἀκτινοβόλοις μαρμαρυγαῖς, ἀκτινοβολοῦντά σε ἰδών, ὁ χρηστορρήμων Μαρδάριος, σοὶ ὥσπερ ἀρνίον, ποιμένι ἄκακον, ἁπλότητι καρδίας, κατηκολούθησεν.

 

Ὑ'περαρθεῖσα τῆς συγγενοῦς, φύσεως ἡ φίλανδρος γυνή, καὶ συνετὴ καὶ φιλόχριστος, ἄριστα προτρέπει καὶ τελειώτατα ἀλείφουσα τὸν ἄνδρα πρὸς τὸ μαρτύριον.

Θεοτοκίον

Τοὺς Θεοτόκον σε ἐκ ψυχῆς, δέσποινα τοῦ κόσμου ἀγαθή, ὁμολογοῦντας διάσωσον· σὲ γὰρ προστασίαν ἀκαταμάχητον, κεκτήμεθα τὴν ὄντως θεογεννήτριαν.

δὴ ε'. Σὺ Κύριέ μου φῶς.

Σὺ οἷά περ ἀστήρ, ἑωσφόρος ἀνέτειλας, ἐν φάλαγγι τῶν Μαρτύρων, τηλαυγῶς διαπρέπων, ἀοίδιμε Εὐστράτιε.

 

Σὲ φέγγει κατιδών, νοητῷ διαλάμποντα, Μαρδάριος ὁ θεόφρων, ὡς ποιμένι ἀρνίον, προστρέχει σοι Εὐστράτιε.

 

Σὺ πάντα τὰ τερπνά, ἐλογίσω ὡς σκύβαλα, Εὐγένιε ἐκνικήσας, τοὺς τῆς φύσεως νόμους, τῷ φίλτρῳ τῆς ἀθλήσεως.

Τῆς Ἁγίας

Σοῦ μόνου καλλοναῖς, ὡς παρθένος ἐνήδομαι· σὲ Κύριε ἀγαπῶσα, σφαγιάζομαι ξίφει, Λουκία ἀνεκραύγαζεν.

 

Ὢ κλῆρος ἀγαθός! ὢ μερὶς ἡ θεόσδοτος! ὢ γύναιον τῇ καλλίστῃ, συμβουλῇ ἐκνικῆσαν, τὴν πλάνην τῆς Προμήτορος.

Θεοτοκίον

Νοῦς βρότειος τὴν σήν, ὑπὲρ ἔννοιαν σύλληψιν, οὐ δύναται ἐννοῆσαι, Μητροπάρθενε Κόρη· Θεὸν γὰρ ἀπεκύησας.

 

 

 

 

Καταβασία Θεὸς ὢν εἰρήνης

 

 

δὴ ς'. Τοῦ βίου τὴν θάλασσαν

 

Αὐτὸς ἀντὶ πάντων μοι, ὁ Χριστός ἐστι πατρίς· βοήσας ὦ Μαρδάριε, ἀστραγάλους ἐτρήθης καὶ πυρωθείς, πυρὸς ὀβελίσκοις δέ, τὰ μετάφρενα χαίρων τετελείωσαι.

 

Τμηθεῖσα Εὐγένιε, σοῦ ἡ γλῶσσα τὸν Χριστόν, ὑμνολογεῖν οὐ παύεται· αἱ δὲ χεῖρες κοπτόμεναι πρὸς Θεόν, μακάριε, αἴρονται τοῖς ὑμνοῦσί σε λύτρον ἐξαιτούμεναι.

Ὡς ἀξιοθαύμαστος, ἡ ἀνδρεία σου ψυχή, πανευγενὲς Εὐγένιε· τεθλασμένων γὰρ βίᾳ σου τῶν σκελῶν, τὸ πνεῦμα παρέδωκας, ταῖς χερσὶ τοῦ Δεσπότου ἀγαλλόμενος.

Θεοτοκίον

 

Ἡ Πάναγνος δέσποινα, ἡ τεκοῦσα τοῖς βροτοῖς, τὸν κυβερνήτην Κύριον, τῶν παθῶν μου τὸν ἄστατον καὶ δεινόν, κατεύνασον τάραχον, καὶ γαλήνην παράσχου τῇ καρδίᾳ μου.

 

δὴ ς'. Θύσω σοι, μετὰ φωνῆς

Χριστός μοι, ἀντὶ πάντων ἐστὶν ὁ Μαρδάριος, διαπρυσίως ἐβόα, καὶ πατρὶς καὶ σέβας καὶ ὄνομα· ὑπὸ σοῦ γάρ, τοῦτο ἐξεπαιδεύθη Εὐστράτιε.

 

Τοὺς πόδας, τρυπηθεὶς ἀνηρτήθης τῆς ἄντυγος· πεπυρωμένος ἐφλέχθης, ὀβελίσκοις δὲ τὰ μετάφρενα, τὸ δὲ πνεῦμα, τῷ Δεσπότῃ παρέθου Μαρδάριε.

 

Ἡ γλῶσσα, ἐκκοπεῖσα τῶν ὕμνων οὐ παύεται, αἱ δὲ τμηθεῖσαί σου χεῖρες, πρὸς Θεὸν Εὐγένιε αἴρονται, σωτηρίαν, τοῖς ὑμνοῦσιν αἰτοῦσαι τὴν μνήμην σου.

Τῆς Ἁγίας

Τίμιος, ἐναντίον Κυρίου ὁ θάνατος, ὁ σὸς γεγένηται Μάρτυς· τοῦ γὰρ ζῆν προέκρινας τὸ τεθνάναι, ἵνα ζῶντα, τὸν Χριστὸν ἐν σοὶ ἕξεις Λουκία σεμνή.

Θεοτοκίον

Ἰσχύν σε, εὑραμένη Παρθένε καὶ στήριγμα, ἡ Ἀθληφόρος αἰκίσεις, καρτερώτατα φέρει καὶ χαίρουσα, σοῦ ὀπίσω, τῷ τῶν ὅλων Δεσπότῃ προσάγεται.

 

 

Καταβασία. Σπλάγχνων Ἰωνᾶν

 

Κοντάκιον ἦχος γ'. Ἢ Παρθένος σήμερον

 

Ρητορεύων ἔμπροσθεν, παρανομούντων τὰ θεῖα, αἰκισμοὺς ὑπέμεινας, ἀνδρειοτάτῃ καρδίᾳ· ἤστραψας θεοσημείαις ὑπερβαλόντως, ἔσβεσας τὴν ἐπηρμένην, τῆς πλάνης φλόγα· διὰ τοῦτο σὲ τιμῶμεν, παμμάκαρ μάρτυς Χριστοῦ Εὐστράτιε.

Ὁ Οἶκος

Ἱερὰν  ἐκτελεῖ ἡ  Ἐκκλησία  σήμερον  ἑορτὴν  μυστικῶς· λαμπρῶς ἀνακηρύττουσα τὰς σὰς ἀριστείας, τοὺς πόνους, τοὺς μόχθους, τὰ ὑπὲρ φύσιν θεῖα παλαίσματα, τὰ πάντιμα στίγματα, δι' ὧν καθεῖλες τὸν  πολυμήχανον· κλέος ἀθλητῶν μέγα καὶ καύχημα, ἀνδρείας στήλη, φωστὴρ ἁπάντων, τῶν σὲ τιμώντων εὐσεβῶς· τῶν ἰαμάτων θησαυρὲ· πλουτιστὰ τῶν ἀπόρων, προτροπὴ σεπτῶν μαρτύρων, παμμάκαρ μάρτυς Χριστοῦ Εὐστράτιε.

Συναξάριον

Τῇ ιγ' τοῦ μηνὸς Δεκεμβρίου, ἄθλησις τῶν Ἁγίων καὶ ἐνδόξων τοῦ Χριστοῦ Μαρτύρων, Εὐγενίου, Εὐστρατίου, Αὐξεντίου, Μαρδαρίου καὶ Ὀρέστου.

Στίχοι

·       Τὸν Εὐστράτιον καὶ συνάθλους δὶς δύω,

·       Ἅπαξ δύω κτείνουσι πῦρ τε καὶ ξίφος.

·       Τούς γε σὺν Εὐστρατίῳ δεκάτῃ τρίτῃ ἔκτανεν ἄορ.

 

Τῇ αὐτῇ ἡμέρᾳ , Μνήμη τῆς Ἁγίας Μάρτυρος Λουκίας τῆς Παρθένου.

Στίχοι

·       Ὡς Παρθένος μέν, ἓν στέφος ἡ Λουκία.

·       Ὡς δ' ἐκ ξίφους καὶ Μάρτυς, ἄλλο λαμβάνει.

 

Τῇ αὐτῇ ἡμέρᾳ , Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Ἀρσενίου τοῦ ἐν τῷ Λάτρῳ.

 

Στίχοι

Τὸν Ἀρσένιον ἐκμιμούμενος Πάτερ, καὶ Ἀρσενίῳ συγχορεύεις ἐν πόλῳ.

 

Ὁ Ὅσιος πατὴρ ἡμῶν Ἄρης, ὁ ἐν τῷ Γεροντικῶ, ἐν εἰρήνῃ

τελειοῦται.

Μνήμη τοῦ Ἁγίου νέου Ἱερομάρτυρος Γαβριήλ, Ἀρχιεπισκόπου

 Σερβίας, τοῦ ἐν Προύσσῃ μαρτυρήσαντος κατὰ τὸ ἔτος 1659.

Στίχοι

Ὑψοῦ κρεμασθεὶς τὸν κρεμασθέντα ξύλῳ, Μιμῇ Γαβριὴλ καὶ στέφῃ διπλῷ στέφει.

Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεὸς ἐλέησον καὶ σῶσον ἡμᾶς. Ἀμήν.

 

δὴ ζ'. Δροσοβόλον μὲν τὴν κάμινον εἰργάσατο

 

Νικηφόρος πρὸς οὐράνια βασίλεια, Αὐξέντιε, ἀνέδραμες· μετὰ πεῖραν γάρ, τῶν βασάνων τῶν πολυειδῶν, Θεὸν τὸν Χριστὸν ὁμολογῶν, ἐτελειώθης, δι' αὐτὸν καρατομούμενος.

 

Ὑπερθαύμαστόν ἐστι τὸ περιδέξιον, Ὀρέστα τῆς ἀνδρείας σου· ἐν σταδίῳ γάρ, τῇ λόγχῃ βάλεις τὸν σκοπόν, ψυχῆς δὲ Λυσίου τὸν σταυρόν, κατακοντίζεις εὐλογῶν, τὸν τῶν πατέρων Θεόν.

 

Μαρτυρίου τὴν ὁδὸν συνοδοιπόρον σοι, Εὐστράτιε καὶ σύνδρομον, καὶ σύνδεσμον, τὸν Ὀρέστην καὶ συναθλητήν, ἐπλούτησας ψάλλων σὺν αὐτῷ, εὐλογητὸς ὁ Θεός, ὁ τῶν πατέρων ἡμῶν.

Θεοτοκίον

Νεανίας τρεῖς ἡ κάμινος οὐκ ἔφλεξε· γέννησιν προτυποῦσα τὴν σήν· τὸ γὰρ θεῖον πῦρ, σὲ μὴ φλέξαν ᾤκησεν ἐν σοί, καὶ πάντας ἐφώτισε βοᾶν, εὐλογητὸς εἶ ὁ Θεὸς ὁ τῶν πατέρων ἡμῶν.

 

δὴ ζ'   Ἐν τῇ καμίνῳ, Ἀβραμιαῖοι Παῖδες

Ἀμετάθετον, τὸ τῆς ὁμολογίας φρόνημα, ἔχων ἐν Τριάδι, σέβειν ἕνα Θεόν, τῶν βασάνων κατεφρόνησας· Εὐλογημένος εἶ, ὁ Θεός μου κραυγάζων καὶ Κύριος.

 

Ὡς μακάριος, ἐν τῇ ἀμώμῳ ὤφθης ὁδῷ, γόνυ εὐγνωμόνως κλίνας τῷ Λυτρωτῇ, τὴν ψυχήν σου παραθέμενος, Δεσποτικαῖς χερσίν, εὐωδέστατον θῦμα Αὐξέντιε.

 

Συστρατιώτης, συνοδοιπόρος καὶ συνδέσμιος, σύμφρων, Εὐστρατίῳ τε καὶ συναθλητής, ὁ Ὀρέστης ἀναδέδεικται, συγκληρονόμος τε, τῆς Χριστοῦ Βασιλείας ἐπάξιος.

 

Ὁ δι' ὀρνέου, τῷ Ἠλιοὺ τροφὴν προσνέμων Θεός, οὗτος τὴν σεπτήν σου κάραν θαυματουργῶν, τοῖς ποθοῦσιν ἀπεκάλυψεν, ὡς πολυπόθητον πανδαισίαν τῷ κόσμῳ Αὐξέντιε.

Τῆς Ἁγίας

Πυρὶ τῷ θείῳ φλεγομένη πυρὸς οὐκ ἐφρόντισας· ὅθεν ἑπομβρίζεις πάντοτε τοῖς πιστοῖς, ἰαμάτων θεῖα νάματα, παθῶν ἐπήρειαν, Ἀθληφόρε Λουκία ξηραίνουσα.

Θεοτοκίον

Παρθενομῆτορ, ὡς καθαράν σε καὶ ἀδιάφθορον, Λόγος καθαρὸς ἠγάπησε καὶ ἐκ σοῦ, ἀνεπλάσατο σαρκούμενος, ὅλον τὸν ἄνθρωπον, ὁ Λουκίαν δοξάσας τοῖς θαύμασιν.

 

 

 

Καταβασία. οἱ Παῖδες εὐσεβείᾳ.


 

δὴ η'. Ἐκ φλογὸς τοῖς ὁσίοις

 

Μίαν φύσιν Τριάδος ἀπειροδύναμον, παρρησίᾳ κηρύττων ἐθεολόγησας, καὶ εἰδωλικῶν σεβασμάτων τὸ μάταιον, ἤλεγξας πανσόφως, Εὐστράτιε θέοφρον.

 

Ἀγνοῶν ὁ διώκτης τὴν καρτερίαν σου, τῆς φλογώσεως θέᾳ, πτοεῖν σε ᾤετο· σὺ δὲ τῆς αὐτοῦ καταπτύσας θρασύτητος, χαίρων τὸν δεσπότην, Εὐστράτιε ἀνύμνεις.

 

Ῥητορίαις ἐνθέοις, σοῦ νουθετούμενος, ὁ θεόφρων Ὀρέστης ἐπὶ τὸν κράββατον, ἥλατο σκιρτῶν, ἱερεῖον ὡς ἄμωμον, ὁλοκαυτούμενον, τῷ Θεῷ τῷ στεφοδότῃ.

Θεοτοκίον

Παναγία παρθένε σύ με διάσωσον· τῆς ἐμῆς ἀσθενείας, γενοῦ βοήθεια· θλίψεων πολλῶν καὶ δεινῶν με διάσωσον, ἵνα σε δοξάζω τὴν μόνην Θεοτόκον.

 

δὴ η' Χεῖρας ἐκπετάσας Δανιήλ

Χείλη ἐκπετάσας καθαρά, τὸ θεῖον εἵλκυσας, Πνεῦμα Εὐστράτιε, καὶ ψυχοφθόρων μὲν ἤλεγξας, σεβασμάτων τὴν ἀσθένειαν, τὸν ἐν Τριάδι δὲ Θεόν, σέβειν ἐβόησας· Εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον.

 

Τὴν σὴν καρτερίαν οὐκ εἰδώς, τῇ τῆς φλογώσεως, θέᾳ ὁ Τύραννος, πτοεῖν Εὐστράτιε ᾤετο, τὸ ἀήττητόν σου φρόνημα, ἧς καταπτύσας, τοῖς λαοῖς χαίρων ἐκραύγαζες· Εὐλογεῖτε, πάντα τὰ ἔργα, Κυρίου τὸν Κύριον.

 

Σοφαῖς ὑποθήκαις νευρωθείς, ταῖς σαῖς τὸ φρόνημα, Μάρτυς Εὐστράτιε, ἐπὶ τὸν κράβατον ἥλατο, ὁ ἀήττητος Ὀρέστης βοῶν, τοὺς καθαιρέτας τῆς φλογὸς Παῖδας μιμούμενος· Εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον.

 

Ἥπλωσας τὸ σῶμα καρτερῶς, Ὀρέστα ἔνδοξε, σὺ ἐπὶ κλίνης πυρός, συγκατελέχθης δὲ Μάρτυσιν, ἐν Χριστῷ ἀγαλλιώμενος· ἐπανεπαύσω δὲ σκηναῖς, ταῖς οὐρανίαις βοῶν· Εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον.

Τῆς Ἁγίας

Ἠμαύρωσας κόρας δυσσεβῶν, καὶ νοῦν ἀλάστορα, καὶ ὑπερήφανον, Λουκία πάνσεμνε πόνοις σου, εὐκλεέσιν ἐταπείνωσας, καὶ ἀνυψώθης πρὸς Θεόν, ἐν πίστει ψάλλουσα· Εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον.

Θεοτοκίον

Ὤφθης ὑπερτέρα οὐρανῶν, Θεὸν οὐράνιον, ἀποκυήσασα, τὸν οὐρανώσαντα Πάναγνε, γηγενῶν ὅλον τὸ φύραμα, καὶ τῆς Λουκίας τὴν σεπτήν, μνήμην φαιδρύναντα, ᾧ βοῶμεν· Πάντα τὰ ἔργα ὑμνεῖτε τὸν Κύριον.

 

Καταβασία. Θαύματος ὑπερφυοῦς

 

δὴ θ'. Θεὸν ἀνθρώποις ἰδεῖν ἀδύνατον

 

Ὑμνῶν Εὐστράτιε τὸν ποθούμενον, καὶ κοινωνὸς τῶν θείων μυστηρίων γενόμενος, τῆς θεοφάνειας τῆς αὐτοῦ ἐν φρουρᾷ, ἄνωθεν ἠξιώθης, μάκαρ καλούσης σε, πρὸς τὴν ἐπουράνιον ζωήν, τῆς βασιλείας αὐτοῦ.

 

Ῥωσθεὶς δυνάμει Χριστοῦ Εὐστράτιε, τῶν διωκτῶν θωπείας κερτομῶν ἐξεφαύλισας, μεγαλύνων ἔνδοξε Χριστὸν ταῖς εὐχαῖς· ὡς γὰρ οἱ νεανίαι, πάλαι τὴν κάμινον, χαίρων ὡς ὡραῖον λειμῶνα, μάκαρ εἰσέδραμες.

 

δαῖς ᾀσμάτων ἀνευφημήσωμεν, πάντες πιστοί, τοὺς θείους ἀριστέας, Αὐξέντιον, Εὐγένιον ἅμα καὶ Μαρδάριον, ἔνδοξόν τε Ὀρέστην, καὶ τὸν ταξίαρχον, καὶ συναθλητὴν καὶ ὁδηγόν, σοφὸν Εὐστρατιον.

 

Θεοτοκίον

Ναὸς παρθένε τοῦ βασιλεύοντος, σὺν τῷ πατρὶ καὶ πνεύματι Χριστοῦ ἐχρημάτισας· διὰ γὰρ σοῦ ἄχραντε, ναοὶ καὶ ἡμεῖς, χάριτι γεγονότες, κατηξιώθημεν, τῆς υἱοθεσίας τῆς αὐτοῦ, διὰ βαπτίσματος.

 

δὴ θ' Λίθος ἀχειρότμητος ὄρους

 

Θείων μετασχεῖν μυστηρίων, ἐπιποθήσας Ἀθλοφόρε, καὶ θεοφανείας τηλαυγοῦς, κατηξιώθης μάκαρ Εὐστράτιε, πρὸς οὐρανοὺς καλούσης σε, τῷ ποθουμένῳ ὁμιλῆσαι Χριστῷ.

 

Τῷ θείῳ βαλλόμενος πόθῳ, πρὸς τὴν ἐντεῦθεν ἐκδημίαν, καὶ τὰς τῶν τυράννων θωπείας, σφοδρῶς ἐλέγξας, Μάκαρ Εὐστράτιε, πρὸς τὸ βραβεῖον ἔσπευσας, ἀθλητικῶς τῆς ἄνω κλήσεως.

 

Σφόδρα γεγηθὼς ἀθλοφόρε, τῇ χαρμοσύνῳ ἀποφάσει, τῆς τυραννικῆς παροινίας, τὸν ἀθλοθέτην σου ἐμεγάλυνες, ὑμνολογῶν Εὐστράτιε, τὸν τοῦ θανάτου, καταλύτην Χριστόν.

 

Δεῦτε φιλομάρτυρες πάντες, τοὺς τῆς ἀπάτης καθαιρέτας, ἱεροῖς Εὐγένιον ὕμνοις, σοφὸν Ὀρέστην τε καὶ Μαρδάριον, καὶ σὺν αὐτοῖς Αὐξέντιον, σὺν Εὐστρατίῳ μακαρίσωμεν.

Τῆς Ἁγίας

Ὡς περικαλὴς καὶ ὡραία, καὶ περιδέξιος παρθένος, τῷ περικαλεῖ καὶ ὡραίῳ, καὶ ἐκ Παρθένου σεσαρκωμένῳ Χριστῷ, στεφανηφόρος ἔνδοξε, Μάρτυς Λουκία νῦν παρίστασαι.

Θεοτοκίον

Φῶς ἡμῖν ἀνέτειλας μήτρας, ἐξ ἀπειράνδρου σου Παρθένε, οὗ ταῖς φρυκτωρίαις ἐνθέως, καταυγασθεῖσα φῶς ἐχρημάτισεν, ἡ τῆς χαρᾶς ἐπώνυμος, Θεοκυῆτορ Μητροπάρθενε.

 

Καταβασία. Μεγάλυνον ψυχή μου. Μυστήριον ξένον

 

Ἐξαποστειλάριον. Ἐν πνεύματι τῷ ἱερῷ

 

Ἐτέλεσας τὸν θαυμαστόν, τῆς ἀθλήσεως δρόμον, Εὐστράτιε  μακάριε, καὶ προσήνεγκας ἄμφω. Εὐγένιον τὸν πάντιμον, τὸν σοφὸν Αὐξέντιον, Μαρδάριον σὺν Ὀρέστῃ, οὗ τὴν πίστιν καὶ τόλμαν, κατεπλάγησαν βροτῶν, καὶ τῶν ἀγγέλων οἱ δῆμοι.

Ἕτερον ἐκ τοῦ Μηναίου. Γυναῖκες, ἀκουτισθητε

 

Τὸν ῥήτορα Εὐστράτιον, ἐν ὕμνοις εὐφημήσωμεν, Αὐξέντιόν τε σὺν τούτῳ, Μαρδάριον καὶ Ὀρέστην, καὶ τὸν σοφὸν Εὐγένιον, ὑπὲρ Χριστοῦ ἀθλήσαντας, καὶ ἐκτενῶς πρεσβεύοντας, ὑπὲρ ἡμῶν τῶν ὑμνούντων, τὴν ἱερὰν αὐτῶν μνήμην.

 

Θεοτοκίον. Ἐν πνεύματι τῷ ἱερῷ

Ἀφράστου τόκου γέγονας, ὑπεράμωμος νύμφη,  ὡς οὖσα καθαρώτατον, τέμενος Θεοτόκε·  σὺ γὰρ τὸν προαιώνιον, ἐπὶ σοὶ σκηνώσαντα, γεγέννηκας Θεὸν Λόγον· ψάλλοντες οὖν τὸν τόκον, μεγαλύνομεν τὸν σόν, ὦ παναμώμητε κόρη.

Εἰς τοὺς Αἴνους, ἱστῶμεν Στίχ. δ' καὶ ψάλλομεν Στιχηρὰ ἰδιόμελα.

Ἦχος α' Βύζαντος

Τὴν πεντάριθμον χορείαν, τῶν Ἁγίων εὐφημήσωμεν λαοί, τὸν Σωτῆρα ἀνυμνοῦντες Χριστόν, Εὐστράτιον τὸν καρτερόψυχον καὶ στερρὸν Ἀθλοφόρον, σὺν αὐτῷ Αὐξέντιον, Εὐγένιον, Μαρδάριον καὶ Ὀρέστην· οὗτοι γὰρ ὑπὲρ τῆς πίστεως ἀθλοῦντες, τὰς τρικυμίας κατεπάτησαν ἐχθρῶν, καὶ τῷ Σωτῆρι πρεσβεύουσιν, ἱλασμὸν καὶ ἄφεσιν ἁμαρτιῶν, δωρηθῆναι τοῖς ἐν πίστει ἐκτελοῦσι, τὴν μνήμην αὐτῶν.

Ἦχος γ' Γερμανοῦ

Ῥητορικοῖς ἔπεσιν ὁ Χριστοῦ στρατιώτης, τοὺς ἀνόμους κατέπληξεν, ἀθλητικοῖς στίγμασι, τοῦ ἐχθροῦ τὰς δυνάμεις ἀνδρικῶς ἐτροπώσατο, Εὐστράτιος ὁ ἔνδοξος, καὶ στερρὸς Ἀθλοφόρος, ὁ τὴν στενὴν καὶ τεθλιμμένην βαδίσας ὁδόν, καὶ εἰς γῆν καταντήσας τῆς αἰωνίου ζωῆς, εἰς ἣν καὶ δυσωπεῖ τῷ Χριστῷ, δωρηθῆναι ἡμῖν τὸ μέγα ἔλεος.

Ὁ αὐτός, τοῦ αὐτοῦ

Τὸν ἐν τῇ θείᾳ σοφίᾳ ἀναφανέντα φιλόσοφον, καὶ ἐν τῷ κάλλει τῶν λόγων ἀποδειχθέντα ῥήτορα, τὸν ἐν Μάρτυσιν μέγαν Εὐστράτιον, ἀθλητικοῖς ἐγκωμίοις εὐφημήσωμεν· συνασπισμὸν γὰρ οὗτος ὁ Χριστοῦ στρατιώτης εὐσεβῆ συστησάμενος, ἐν καιρῷ τῶν πολέμων, τὰ τῶν ἀγώνων ἆθλα διαταττόμενος, τοῦ ἐχθροῦ ἀφαρπάσας τὴν μάχαιραν, ἐν αὐτῇ τοῦτον κατέτρωσε, πρὸς ὃν βοήσωμεν· Μαρτύρων ἄριστε, σὺν τοῖς συνάθλοις σου, πρέσβευε Χριστῷ τῷ Θεῷ, ὑπὲρ τῶν πίστει τελούντων, τὴν πάνσεπτον μνήμην σου.

Ἦχος δ'

 Ἰωάννου Μοναχοῦ

Στεφανούσθωσαν παρ' ἡμῶν ἐγκωμίοις, οἱ καλλίνικοι τῆς ἀληθείας μάρτυρες, Εὐστράτιος, ὁ τῆς Ἑλλήνων μυθοπλασίας στηλιτευτής, καὶ τῆς Χριστιανῶν θεοσοφίας κήρυξ, Αὐξέντιος, ὁ σοφίᾳ λόγων, καὶ ὑπομονῇ ἔργων, τυραννικὴν ἐλέγξας ἀθεότητα. Πρὸς τούτοις, Εὐγένιος ὁ Θεῷ εὔχρηστος, καὶ τυράννοις ἄχρηστος, διὰ τὴν σωτήριον ὁμολογίαν, καὶ Ὀρέστης, ὁ ἀθλητὴς καὶ θαυμαστός, τοῦ Βασιλέως τῶν ὅλων στρατιώτης, μεθ' ὧν καὶ Μαρδάριος, ὁ περιστερᾶς ἀκεραιότερος, τόν φρόνιμον αἰσχύνας ὄφιν, διὰ τῆς χάριτος Χριστοῦ τοῦ Θεοῦ, καὶ Σωτῆρος τῶν ψυχῶν ἡμῶν.

Δόξα... Ἦχος δ' Ἰκασίας

Τὴν πεντάχορδον λύραν, καὶ πεντάφωτον λυχνίαν, τῆς τοῦ Θεοῦ Ἐκκλησίας, τοὺς θεοφόρους Μάρτυρας, φερωνύμως ὑμνήσωμεν, καὶ εὐσεβῶς ἐγκωμιάσωμεν· Χαίροις, ὁ καλῶς ὑπὸ Θεοῦ στρατευθείς, ἐν τῇ ἐπουρανίῳ στρατιᾷ, καὶ τῷ στρατολογήσαντι ἀρέσας, ὁ ἐν ῥήτορσι ῥήτωρ, Εὐστράτιε θεόσοφε. Χαίροις, ὁ τὸ τάλαντον, τὸ ἐκ Θεοῦ σοι πιστευθέν, ἐπαυξήσας εἰς πλῆθος, Αὐξέντιε Μακάριε. Χαίροις, ὁ τερπνότατος ὄρπηξ, τῆς θεϊκῆς εὐγενείας, Εὐγένιε θεόφρον· Χαίροις, ὁ ὡραῖος τῇ μορφῇ, τῇ δὲ γνώμῃ ὑπέρκαλος, καὶ ἀμφοτεροδέξιος, ὁ ἐν τοῖς ὄρεσιν ἐνδιαιτώμενος ὅλος, πανόλβιε Ὀρέστα. Χαίροις, ὁ στίλβων καὶ διαυγὴς μαργαρίτης, ὁ τάς βασάνους τὰς πικράς, χαρμονικῶς ὑπομείνας, Μαρδάριε ἀήττητε. Χαίροις, ὁ ἰσάριθμος χορὸς τῶν φρονίμων Παρθένων, οὓς καθικετεύομεν, πάσης ὀργῆς καὶ θλίψεως λυτρώσασθαι, καὶ τῆς ἀφράστου ὑμῶν δόξης, συμμετόχους ποιῆσαι, τοὺς τὴν ἐτήσιον ὑμῶν, μνήμην γεραίροντας.

 

Καὶ νῦν. Προεόρτιον. Ἦχος ὁ αὐτός.

 

Ἡσαΐα χόρευε, Λόγον Θεοῦ ὑπόδεξαι· προφήτευσον τῇ Κόρῃ Μαριάμ, Βάτον πυρὶ καίεσθαι, καὶ μὴ καταφλέγεσθαι, τῇ αἴγλῃ τῆς Θεότητος. Βηθλεὲμ εὐτρεπίζου· ἄνοιγε πύλην ἡ Ἐδέμ· καὶ Μάγοι πορεύεσθε, ἰδεῖν τὴν σωτηρίαν, ἐν φάτνῃ σπαργανούμενον, ὃν Ἀστὴρ ἐμήνυσεν ἐπάνω τοῦ Σπηλαίου, ζωοδότην Κύριον, τὸν σῴζοντα τὸ γένος ἡμῶν.

Δοξολογία Μεγάλη,

ἐν τέλει τὸ Ἀπολυτίκιον καὶ Ἀπόλυσις.

ΕΙΣ ΤΗΝ ΘΕΙΑΝ ΛΕΙΤΟΥΡΓΙΑΝ

Εἰς τοὺς μακαρισμοὺς ἡ ἐν τῷ μηναίῳ ν' καὶ ς' ᾠδὴ τοῦ ἁγίου.

Εἴσοδος· ἀπολυτίκιον τῶν Ἁγίων Τὸ κοντάκιον Ῥητορεύων

ἔμπροσθεν. Καὶ προεόρτιον ὅμοιον· Ἡ παρθένος σήμερον

Ἀπόστολος καὶ Εὐαγγέλιον μαρτυρικά,

ἐκ τοῦ Ἁγίου Δημητρίου, ΚΣΤ' Ὀκτωβρίου.

εἶ δὲ τύχῃ Κυριακῇ, τῆς Κυριακῆς καὶ τῶν ἁγίων.

Μεγαλυνάριον

Σύμμορφοι ἐν ἄθλοις τοῖς ἱεροῖς, Εὐστράτιε μάκαρ, καὶ Αὐξέντιε ἱερέ, σὺν τῷ Εὐγενίῳ, Μαρδάριε, Ὀρέστα, ἡμᾶς ἐν ὁμονοίᾳ διατηρήσατε.

Κοινωνικόν· εἰς μνημόσυνον αἰώνιον

εἰ δὲ τύχῃ Κυριακῇ, αἰνεῖτε τὸν Κύριον,

καὶ εἰς μνημόσυνον αἰώνιον.

 

ΚΑΝΩΝ ΠΑΡΑΚΛΗΤΙΚΟΣ

ΕΙΣ ΤΟΥΣ ΑΓΙΟΥΣ ΜΑΡΤΥΡΑΣ

ΕΥΣΤΡΑΤΙΟΝ, ΑΥΞΕΝΤΙΟΝ, ΕΥΓΕΝΙΟΝ,

ΜΑΡΔΑΡΙΟΝ ΚΑΙ ΟΡΕΣΤΗΝ

                               

Ποίημα Γερασίμου Μοναχοῦ Μικραγιαννανίτου.

 

Εὐλογησαντος τοῦ Ἱερέως, τὸ Κύριε εἰσάκουσον, μεθ' ὃ τὸ Θεὸς Κύριος καὶ τὸ ἑξῆς.

Ἦχος δ'. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ

Τοὺς καταφεύγοντας ὑμῶν τῇ πρεσβείᾳ, καὶ ἐκζητοῦντας τὴν ὑμῶν προστασίαν πάσης ἀνάγκης ῥύσασθε καὶ θλίψεως, ἔνδοξε Εὐστράτιε, καὶ Αὐξέντιε μάκαρ, Εὐγένιε, Μαρδάριε, καὶ Ὀρέστα θέοφρον, καὶ ἐξαιτεῖσθε πάντοτε ἡμῖν, λύσιν πταισμάτων, καὶ χάριν καὶ ἔλεος.

 

Δόξα. Ἦχος δ'. Ταχὺ προκατάλαβε

Πεντάριθμον φάλαγγα τῶν Ἀθλοφόρων Χριστοῦ· ὑμνήσωμεν ᾄσμασι σὺν φιλεόρτοις πιστοὶ Εὐστράτιον πάνσοφον, ἔνδοξόν τε Ὀρέστην καὶ Μαρδάριον θεῖον, ἅμα σὺν Εὐγενίῳ καὶ Αὐξέντιον θύτην· αὐτῶν ταῖς ἱκεσίαις Χριστὲ ὁ Θεός, σῶσον τὰς ψυχὰς ἡμῶν.

Καὶ νῦν. Θεοτοκίον

Οὐ σιωπήσωμεν ποτὲ Θεοτόκε, τάς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι· εἰ μὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐρρύσατο ἐκ τοσούτων κινδύνων; τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ σοῦ· σοὺς γὰρ δούλους σῴζεις ἀεί, ἐκ παντοίων δεινῶν.

 

Ὁ Ν' Ψαλμός. Καὶ ὁ κανὼν οὗ ἡ ἀκροστιχίς· «Μαρτύρων σῷζε Λόγε λιταῖς μέ. Γερασίμου»

δὴ α'. Ἦχος πλ. δ'. Ὑγρὰν διοδεύσας

Μαρτύρων χορεία ἡ ἐκλεκτή, Εὐστράτιε μάκαρ, καὶ Αὐξέντιε  ἱερέ, Εὐγένιε ἅμα καὶ Ὀρέστα, σὺν Μαρδαρίῳ τὸν ὕμνον μου δέξασθε.

 

Ἀθλήσει νεκρώσαντες τὸν ἐχθρόν, τῆς τούτου κακίας, διασώσατε ἀσινεῖς, πεντάριθμοι Μάρτυρες Κυρίου, τοὺς προσιόντας ὑμῖν μετὰ πίστεως.

 

Ῥυσθῆναί με πάσης ἐπιβουλῆς, καὶ πάσης ἀνάγκης, κατὰ σῶμά τε καὶ ψυχήν, τῷ Κτίστῃ πρεσβεύσατε τῶν ὅλων, θαυματουργοὶ Ἀθλοφόροι πεντάριθμοι.

Θεοτοκίον

Τὸν πάντων Δεσπότην καὶ Ποιητήν, λυτρούμενον κόσμον, παραβάσεως χαλεπῆς ἀφράστως τεκοῦσα Θεοτόκε, τῆς τῶν παθῶν δεσποτείας με λύτρωσαι.

δὴ γ'. Οὐρανίας ἁψίδος

 

Ὑπερήφανον ὄφιν, τὸν καθ' ἡμῶν πάντοτε, τρόποις ἐφορμῶντα ποικίλοις, κατασυντρίψατε, Ἅγιοι Μάρτυρες, καὶ ἐν εἰρήνῃ τελείᾳ, τὴν ζωὴν τηρήσατε, ἡμῶν δεόμεθα.

Ῥέει ἄφθονος χάρις, οἷα πηγὴ ἄϋλος, ἡ σορὸς ὑμῶν τῶν λειψάνων, Ἅγιοι Μάρτυρες, καὶ κατευφραίνει ἀεί, καὶ ἁγιάζει καὶ σῴζει, δωρεᾷ τῇ κρείττονι, ἡμᾶς ἑκάστοτε.

Ὡς Χριστοῦ στρατιῶται, πάσης φθορᾶς ῥύσασθε, ἔνδοξε Εὐστράτιε Μάρτυς θεῖε Αὐξέντιε, σὺν Εὐγενίῳ ὁμοῦ, καὶ Μαρδαρίῳ, Ὀρέστα, τοὺς θερμῶς προστρέχοντας, ὑμῶν τῇ χάριτι.

Θεοτοκίον

Νεκρωθεὶς τῇ κακίᾳ, γέλως ἐχθρῷ πρόκειμαι· ἀλλ' ὡς τὴν ζωὴν τῶν ἁπάντων σαρκὶ κυήσασα, ζώωσον Ἄχραντε, τὴν νεκρωθεῖσαν ψυχήν μου, καὶ ζωῆς τῆς κρείττονος, μέτοχον δεῖξόν με.

 

Διάσωσον ἡ πενταυγὴς τῶν Ἁγίων Μαρτύρων φάλαγξ, πάσης βλάβης καὶ ἐπηρείας καὶ θλίψεως, τοὺς αἰτουμένους τὴν θείαν ἡμῶν προστασίαν.

 

Ἐπίβλεψον,  ἐν εὐμενείᾳ Πανύμνητε Θεοτόκε,  ἐπὶ  τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.

 

 

Αἴτησις καὶ τὸ Κάθισμα.

Ἦχος β'. Πρεσβεία θερμὴ

Προστάται θερμοί, καὶ θεῖοι ἀντιλήπτορες, καὶ πρέσβεις ἡμῶν, πρὸς Κύριον ὑπάρχοντες, Εὐστράτιε, Αὐξέντιε, καὶ Ὀρέστα ὁμοῦ καὶ Μαρδάριε, σὺν Εὐγενίῳ τῷ κλεινῷ, παντοίων κινδύνων ἡμᾶς ῥύσασθε.

 

δὴ δ'. Εἰσακήκοα Κύριε

 

Συνοδεία πεντάριθμε, Ἅγιοι Κυρίου Μεγαλομάρτυρες, τῇ δοθείσῃ ὑμῖν χάριτι, τάς ἡμῶν ἐννοίας χαριτώσατε.

 

Ὡς πηγὴ ἁγιάσματος, ἡμῶν τῶν λειψάνων ἡ θήκη Ἅγιοι, ἰαμάτων βλύζει νάματα, καὶ καθαγιάζει τοὺς προστρέχοντας.

 

Ζωτικαῖς ἐπισκέψεσι, τῆς ζωῆς τὰς τρίβους ἡμῶν εὐθύνατε, πρὸς Θεοῦ τὸ θεῖον θέλημα, Ἀθληταὶ Κυρίου ἀξιάγαστοι.

 

Θεοτοκίον

Ἐπηρείας τοῦ δράκοντος, τῆς ἐκπιεζούσης καὶ τυραννούσης με ταῖς ῥοπαῖς, ταῖς πρὸς τὰ χείρονα, ῥῦσαί με Παρθένε ὡς φιλάγαθος.

 

δὴ ε'. Φώτισον ἡμᾶς

Λύχνοι φαεινοί, Ἐκκλησίας θεῖοι Μάρτυρες, τῷ φωτὶ τῆς ἀντιλήψεως ἡμῶν, νοσημάτων ἐξ ἡμῶν τὸ σκότος λύσατε.

 

Ὅμιλε στερρέ, στρατιῶται Χριστοῦ ἄριστοι, πρὸς ἀρίστους ἐπιδόσεις ἀρετῶν, κατευθύνατε ἡμῶν τὰ διαβήματα.

 

Γένοιτο ἡμῖν, ἡ πρεσβεία ὑμῶν Μάρτυρες, ἐν κινδύνοις προστασία ἀσφαλής, πειρασμῶν ἀποσοβοῦσα ἐπανάστασιν.

 

Θεοτοκίον

Ἔργοις τῷ ἐχθρῷ, συνηθείᾳ εἴκω πάντοτε· ἀλλὰ τούτου τῆς ἀπάτης καὶ φθορᾶς, θείῳ φόβῳ με ἀπάλλαξον Πανάμωμε.

 

δὴ στ'. Τὴν δέησιν, ἐκχεῶ

 

Λαπτῆρες, τῆς τοῦ Κυρίου ἀγάπης, ὦ Εὐστράτιε θεόσοφε μάρτυς, σὺν Αὐξεντίῳ, Εὐγένιε μάκαρ, καὶ σὺν Ὀρέστῃ, θεόφρον Μαρδάριε, ἐν ὁμονοίᾳ ἀσφαλεῖ, καὶ ἀγάπῃ ἡμᾶς συντηρήσατε.

 

Ἰάσασθε, τῶν ψυχῶν τὰς ὀδύνας, καὶ τοῦ σώματος δεινὰς καχεξίας, τῶν προσιόντων ὑμῶν τοῖς λειψάνοις, ἐν εὐλαβείᾳ καὶ πίστει ἑκάστοτε, Εὐστράτιε θαυματουργέ, μετὰ τῶν συμμαρτύρων σου Ἅγιε.

 

Τὸν πάντων, Δημιουργὸν καὶ Δεσπότην, ἱλεώσασθε ἡμῖν ἀθλοφόροι, ἵνα ῥυσθῶμεν παθῶν καὶ κινδύνων, καὶ τῆς μελλούσης φρικτῆς ἀποφάσεως, Εὐστράτιε θαυματουργέ, μετὰ τῶν συμμαρτύρων σου ἔνδοξε.

 

Θεοτοκίον

Ἀγγέλων ὑψηλότερα ὑπάρχεις, πολλῷ πλεῖον ὡς Θεὸν τετοκυῖα, Εὐλογημένη Ἁγνὴ Θεοτόκε· ὅθεν τὸν νοῦν μου ἀνύψωσον δέομαι, ἀπὸ κοπρίας τῶν παθῶν πρὸς ὑψώσεις ζωῆς τῆς βελτίονος.

 

Διάσωσον ἡ πενταυγὴς τῶν Ἁγίων Μαρτύρων φάλαγξ, πάσης βλάβης καὶ ἐπηρείας καὶ θλίψεως, τοὺς αἰτουμένους τὴν θείαν ὑμῶν προστασίαν.

 

Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ' ἐσχάτων τῶν   ἡμερῶν τεκοῦσα, δυσώπησον, ὡς ἔχουσα μητρικὴν παρρησίαν.

 

Αἴτησις καὶ τὸ Κοντάκιον. Ἦχος β' Τοῖς τῶν αἱμάτων σου

 

Μαρτυρικὴ διαπρέποντες χάριτι, τῶν ἐν ἀνάγκαις προΐστασθε Μάρτυρες, τῶν πόνων τὰ βάρη κουφίζοντες, καὶ τὴν ὑγείαν τοῖς πάσχουσι νέμοντες, Εὐστράτιε, μετὰ τῶν συνάθλων σου.

Τὸ Προκείμενον.

          Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις Αὐτοῦ.

Στίχ. Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ αὐτοῦ ἐθαυμάστωσεν ὁ Κύριος.

Καὶ τὸ Εὐαγγέλιον. Ἐκ τοῦ κατὰ Λουκᾶν

 

Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ Μαθηταῖς· προσέχετε ἀπὸ τῶν ἀνθρώπων ἐπιβαλοῦσι γὰρ ἐφ' ὑμᾶς τάς χεῖρας αὐτῶν, καὶ διώξουσι, παραδιδόντες εἰς συναγωγὰς καὶ φυλακάς, ἀγομένους ἐπὶ βασιλεῖς καὶ ἡγεμόνας, ἕνεκεν τοῦ ὀνόματός μου. Ἀποβήσεται δὲ ἡμῖν εἰς μαρτύριον. Θέσθε οὖν εἰς τάς καρδίας ὑμῶν, μὴ προμελετᾶν ἀπολογηθῆναι· ἐγὼ γὰρ δώσω ὑμῖν στόμα καὶ σοφίαν, ᾗ οὐ δυνήσονται ἀντειπεῖν, οὐδὲ ἀντιστῆναι, πάντες οἱ ἀντικείμενοι ὑμῖν. Παραδοθήσεσθε δὲ καὶ ὑπὸ γονέων καὶ ἀδελφῶν, καὶ συγγενῶν καὶ φίλων καὶ θανατώσουσιν ἐξ ὑμῶν καὶ ἔσεσθε μισούμενοι ὑπὸ πάντων διὰ τὸ ὄνομά μου· καὶ θρὶξ ἐκ τῆς κεφαλῆς ὑμῶν οὐ μὴ ἀπόληται. Ἐν τῇ ὑπομονῇ ὑμῶν κτήσασθε τάς ψυχὰς ὑμῶν.

 

Δόξα. Ταῖς τῶν ἀθλοφόρων... Καὶ νῦν. Ταῖς τῆς Θεοτόκου...

Στίχ. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου...

Καὶ τὸ τροπάριον, Ἦχος πλ. β'. Ὅλην ἀποθέμενοι

 

Μάρτυρες πεντάριθμοι, τῶν Ἀθλοφόρων ἡ δόξα, εὐσεβῶν οἱ πρόμαχοι, Ἐκκλησίας θέμεθλοι ἀρραγέστατοι, πειρασμῶν ῥύσασθε, καὶ παντοίων πόνων, τοὺς θερμὼς ὑμῖν προστρέχοντας, ἡμῖν αἰτούμενοι, ἄφεσιν πταισμάτων καὶ ἴασιν, πάσης πληγῆς καὶ μάστιγος, καὶ βιοτικῆς περιστάσεως, Εὐστράτιε παμμάκαρ, Αὐξέντιε, Ὀρέστα οἱ κλεινοί, σὺν Εὐγενίῳ, Μαρδάριε, Ἀσωμάτων σύσκηνοι.

 

δὴ ζ'. Οἱ ἐκ τῆς Ἰουδαίας

 

Ἰαμάτων τὰ ῥεῖθρα, ἀναβλύζοντες κόσμῳ Ἅγιοι Μάρτυρες, δεινῶν ἀρρωστημάτων, καὶ πόνων βαρυτάτων, πῦρ τὸ ἄσπετον σβέσατε, καὶ εὐρωστίαν ἡμῖν, καὶ εὐφροσύνην δότε.

 

Συνοδεία ἀρίστη, τῶν Ἁγίων Μαρτύρων ἡ θεοσύλλεκτος, Εὐστράτιε παμμάκαρ, Αὐξέντιε, Ὀρέστα, καὶ θέοφρον Μαρδάριε, σὺν Εὐγενίῳ ὁμοῦ, ἡμᾶς περιφρουρεῖτε.

 

Μἀρτυρίου τὴν τρίβον, διανύσαντες σθένει τοῦ θείου Πνεύματος, σθενώσατε τὸν νοῦν μου, πρὸς τρίβον μαρτυρίου,

τοῦ Θεοῦ ἀεὶ βαίνειν με, ταῖς ἱκεσίαις ὑμῶν, πεντάριθμοι

ὁπλῖται.

Θεοτοκίον

Ἐμακρύνθην Παρθένε, τῆς ὁδοῦ τῆς ἀγούσης πρὸς τὰ οὐράνια, καὶ ἄγομαι ἀβούλως, τρίβους ἀπωλείας, ἀλλὰ σύ με ἀνθέλκυσον, πρὸς ἐνταλμάτων Χριστοῦ, πορείαν τὴν ἁγίαν.

 

δὴ η'. Τὸν Βασιλέα

 

Γαλήνην θείαν, καὶ εὐπραγίαν ἐν βίῳ, χορηγήσατε ὑμῶν τῇ προστασίᾳ τοῖς ὑμᾶς τιμῶσι, Μάρτυρες τοῦ Σωτῆρος.

 

Ὁ  ἐκ τῶν ἁγίων, ἡμῶν λειψάνων πηγάζει, χάρις ἄφθονος Μάρτυρες Ἀθλοφόροι καὶ καθαγιάζει, ὑμῶν τάς διανοίας.

 

Ῥῦσαι Οἰκτίρμον, πάσης ἀνάγκης καὶ βλάβης, ταῖς δεήσεσι τῶν θείων σου Μαρτύρων, τοὺς ἐν μετανοιᾳ προσπίπτοντάς σοι Λόγε.

 

Θεοτοκίον

 

 Ἄνευ ὠδίνων, τὸν Θεὸν Λόγον τεκοῦσα, τῆς καρδίας μου τάς χαλεπὰς ὀδύνας, ἴασαι, Παρθένε, καὶ λάμπρυνον τὸν νοῦν μου.

 

δὴ θ'. Κυρίως Θεοτόκον

 

Συνόντες τοῖς ἀγγέλοις, σὺν αὐτοῖς αἰτεῖσθε, ὑπὲρ ὑμῶν ἀθλοφόροι τὸν Κύριον, ἵνα ῥυσθῶμεν κινδύνων καὶ περιστάσεων.

 

Ἰλύος ἁμαρτίας, ταῖς ὑμῶν πρεσβείαις, καὶ νοσημάτων καὶ θλίψεων ῥύσασθε τοὺς προσιόντας τῇ σκέπῃ ὑμῶν μακάριοι.

 

Μαρτύρων συναυλία, Εὐστράτιε θέοφρον, σὺν τοῖς ἁγίοις συνάθλοις σου πάντοτε, ὑπὲρ ὑμῶν τῇ Τριάδι θερμῶς πρεσβεύσατε.

 

Ὁλόφωτον  παστάδα,  νῦν  περιπολοῦντες,  δεδοξασμένοι πεντάριθμοι Μάρτυρες ἐκ σκοτασμοῦ παθημάτων ἡμᾶς λυτρώσασθε.

 

Θεοτοκίον

Ὑπέρτερον τὸν νοῦν μου, δεῖξον Θεοτόκε, τῆς χαμαιζήλου ῥοπῆς τε καὶ σχέσεως, ἵνα τὴν δόξαν θεάσωμαι τῆς σῆς χάριτος.

 

Τὸ Ἄξιόν ἐστιν. Καὶ τὰ Μεγαλυνάρια ταῦτα.

 

Χαίροις τῶν Μαρτύρων φάλαγξ σεπτή, Εὐστράτιε μάκαρ, καὶ Αὐξέντιε ἱερέ, σὺν τῷ Εὐγενιῳ, Μαρδάριε, Ὀρέστα, τῆς Ἐκκλησίας στῦλοι οἱ ἀρραγέστατοι.

 

Σοφίᾳ καὶ χάριτι θεϊκῇ, καὶ λόγῳ ἐκλάμπων, ἠγωνίσω μαρτυρικῶς, Εὐστράτιε μάκαρ καὶ μιμητάς σου ἔσχες, τοὺς μετὰ σοῦ ἀθλήσαντας καρτερώτατα.

 

Πεντάριθμε δῆμε τῶν ἀθλητῶν, Εὐστράτιε μάκαρ καὶ Αὐξέντιε ἱερέ, Μαρδάριε, Ὀρέστα, ἡμῶν τάς ἱκεσίους δεήσεις δέξασθε.

 

Χαίρετε ὁπλῖται Χριστοῦ στερροί· χαίρετε προστάται, εὐσεβούντων καὶ ἀρωγοὶ· χαίρετε οἱ πάντων, πληροῦντες τὰς αἰτήσεις, πεντάριθμοι Κυρίου Μεγαλομάρτυρες.

 

Οἷα πολυτίμητον θησαυρόν, ὑμῶν τῶν λειψάνων, θησαυρίσαντες τὴν σορόν, ἐξ αὐτῶν ὑγείαν, καρπούμεθα καὶ ῥῶσιν, γενναῖοι Ἀθλοφόροι Χριστοῦ πεντάριθμοι.

 

Πάσης δυσπραγίας, πάσης πληγῆς, δεινῶν νοσημάτων, καὶ κινδύνων καὶ συμφορῶν, ἀσινῆ τηρεῖτε, ἡμῶν ἀεὶ τὸν βίον, πεντάριθμοι ὁπλῖται Χριστοῦ δεόμεθα.

Πᾶσαι τῶν Ἀγγέλων ...

Τὸ Τρισάγιον, τὰ συνήθη τροπάρια, ἐκτενής.

Καὶ τὸ παρόν, Ἦχος β'. Ὅτε ἐκ τοῦ ξύλου

 

Μἄρτυρες Χριστοῦ πανευκλεεῖς, ἔνδοξε Εὐστράτιε μάκαρ, θεῖε Αὐξέντιε, ἅγιε Εὐγένιε, σεπτὲ Μαρδάριε καὶ Ὀρέστα μακάριε, ἡμῶν τάς δεήσεις, εὐμενῶς προσδέξασθε, καὶ πᾶσι δίδοσθε, λύσιν πειρασμῶν τῶν ἐν βίῳ, καὶ πολυειδῶν συμπτωμάτων, καὶ παρὰ Θεοῦ πταισμάτων ἄφεσιν.

 

Δέσποινα πρόσδεξαι. Τὴν πᾶσαν ἐλπίδα μου...

Καὶ ἀπόλυσις.

Δίστιχον

Πεντάριθμοι Μάρτυρες τῇ παρακλήσει

Γερασίμου νεύσατε ἣν ὑμῖν φέρει.