Τῌ ΚΗ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ

ΔΕΚΕΜΒΡΙΟΥ

 

Μνήμη τῶν Ἁγίων Δισμυρίων, τῶν ἐν Νικομηδείᾳ καέντων.

 

ΕΙΣ ΤΟΝ ΕΣΠΕΡΙΝΟΝ

 

Εἰς τό, Κύριε ἐκέκραξα, ἱστῶμεν Στίχους ς' καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια τῆς Ἑορτῆς.

Ἦχος πλ. α'

Χαίροις ἀσκητικῶν ΤΟ ΑΚΟΥΤΕ

Φέρεις Ἀδαμιαίαν μορφήν, ὁ ἐν μορφῇ Θεοῦ ὑπάρχων παντέλειος, καὶ θέλεις χερσὶ κρατεῖσθαι, ὁ τῇ χειρὶ τοῦ παντός, περιδεδραγμένος δυναστείᾳ σου· Ἁγνὴ ἡ πανάμωμος, προσεφθέγγετο λέγουσα. Πῶς σε σπαργάνοις, ἐνειλήσω ὡς νήπιον, πῶς θηλάσω σε, τὸν τὰ σύμπαντα τρέφοντα; πῶς μὴ τὴν ὑπὲρ ἔννοιαν, πτωχείαν θαυμάσω σου; πῶς σε Υἱόν μου καλέσω, δούλη σου νῦν χρηματίζουσα; Ὑμνῶ εὐλογῶ σε, τὸν παρέχοντα τῷ κόσμῳ, τὸ μέγα ἔλεος.

 

Βρέφος σωματωθὲν ἐξ αὐτῆς, τὸν προαιώνιον Θεὸν ἡ Πανάμωμος, ὁρῶσα, χερσὶ κρατοῦσα, καταφιλοῦσα πυκνῶς, καὶ χαρᾶς πλησθεῖσα, προσεφθέγγετο· αὐτῷ, Θεὲ ὕψιστε, Βασιλεῦ ἀθεώρητε, πῶς καθορῶ σε, καὶ νοεῖν τὸ μυστήριον, οὐ δεδύνημαι, τῆς ἀμέτρου πτωχείας σου; Σπήλαιον γὰρ σμικρότατον, καὶ τοῦτο ἀλλότριον, ἔνδον χωρεῖ σε τεχθέντα, καὶ Παρθενίαν μὴ λύσαντα, νηδὺν συντηροῦντα, ὡς πρὸ τόκου καὶ διδόντα, τὸ μέγα ἔλεος.

 

Ταῦτα ἱκετικῶς ἡ Σεμνή, θαμβητικῶς τε φθεγγομένη ἀκήκοε, τῶν Μάγων πρὸ τοῦ Σπηλαίου, παρισταμένη ὁμοῦ, καὶ πρὸς τούτους ἔφη· Τίνα θέλετε; ὑμεῖς, ὡς ὁρῶ γάρ, ἀλλοδαπῆς χώρας ἤλθετε, Περσῶν τὸ σχῆμα, οὐ τὸ φρόνημα ἔχοντες, ξένην ἄφιξιν, καὶ πορείαν πεποίησθε· καὶ πρὸς τὸν ξενιτεύσαντα, ἐξ ὕψους καὶ ξένως μοι, ἐνοικισθέντα ὡς οἶδε, μετὰ σπουδῆς παρεγένεσθε, αὐτὸν προσκυνῆσαι, τὸν δωρούμενον τῷ Κόσμῳ, τὸ μέγα ἔλεος.

Στιχηρὰ Προσομοια τῶν Ἁγίων.

Ἦχος α' Πανεύφημοι Μάρτυρες ΤΟ ΑΚΟΥΤΕ

Δισμύριοι Μάρτυρες Χριστοῦ, τοῦ Θεοῦ τῇ χάριτι, συναθροισθέντες ἐν Πνεύματι, δῆμος μακάριος, φωταυγεῖς ἀστέρες, πλάνης νύκτα λύσαντες, πρὸς ἄδυτον αὐγὴν μετετέθητε, καὶ νῦν πρεσβεύσατε, δωρηθῆναι ταῖς ψυχαῖς ἡμῶν, τὴν εἰρήνην, καὶ τὸ μέγα ἔλεος.

 

Πληθὺς πολυάριθμος πυρί, ἤδη ὡλοκαύτωται, καὶ εὐωδίας ἐπλήρωσε, τὰ ἐπουράνια, καὶ τῶν πρωτοτόκων, ἐκλεκτὴν ὁμήγυριν, ἐφαίδρυνε, χαρᾶς τε ἐπλήρωσε, νῦν τὰ ἐπίγεια, καὶ πρεσβεύει τοῦ σωθῆναι ἡμᾶς, τοὺς τελοῦντας, τὴν ἔνδοξον μνήμην αὐτῶν.

 

Παρθένοι νεάνιδες τῶν σῶν, μύρων ὀσφραινόμεναι, σοῖς ἠκολούθησαν ἴχνεσι, τὸ σὸν μιμούμεναι, ζωηφόρον πάθος, τὸ ψυχοσωτήριον, καὶ πρὸς τὴν ἐκ νεκρῶν ἐξανάστασιν, ἐν σοὶ γηθόμεναι, Εὐεργέτα κατῳκίσθησαν, τοῦ σοῦ κάλλους, σαφῶς ἀπολαύουσαι.

Δόξα... Καὶ νῦν ... Ἦχος δ'

Εὐφράνθητι Ἱερουσαλήμ, καὶ πανηγυρίσατε πάντες, οἱ ἀγαπῶντες Σιών. Σήμερον ὁ χρόνιος ἐλύθη δεσμός, τῆς καταδίκης τοῦ Ἀδάμ, ὁ Παράδεισος ἡμῖν ἠνεώχθη ὁ ὄφις κατηργήθη· ἣν γὰρ ἠπάτησε πρώην, νῦν ἐθεάσατο, τοῦ Δημιουργοῦ γενομένην Μητέρα. Ὢ βάθος πλούτου, καὶ σοφίας, καὶ γνώσεως Θεοῦ! ἡ προξενήσασα τὸν θάνατον πάσῃ σαρκί, τῆς ἁμαρτίας τὸ ὄργανον, σωτηρίας ἀπαρχὴ ἐγένετο τῷ κόσμῳ παντί, διὰ τῆς Θεοτόκου· βρέφος γὰρ τίκτεται ἐξ αὐτῆς, ὁ παντέλειος Θεός, καὶ διὰ τοῦ τόκου, Παρθενίαν σφραγίζει, σειρὰς ἁμαρτημάτων, λύων διὰ σπαργάνων, καὶ διὰ νηπιότητος, τῆς Εὔας θεραπεύει, τὰς ἐν λύπαις ὠδῖνας. Χορευέτω τοίνυν, πᾶσα ἡ κτίσις καὶ σκιρτάτω· ἀνακαλέσαι γὰρ αὐτήν, παραγέγονε Χριστός, καὶ σῶσαι τὰς ψυχὰς ἡμῶν.

 

Ἀπόστιχα Στιχηρὰ Προσόμοια τῆς Ἑορτῆς.

Ἦχος β' Οἶκος τοῦ Ἐφραθᾶ ΤΟ ΑΚΟΥΤΕ

Ὅλον θεουργικῶς, φορέσας ἐκ Παρθένου, Ἀδὰμ Χριστὲ τὸν πρῶτον, ἐτέχθης ἐν σπηλαίῳ, καὶ φάτνῃ ἐσπαργάνωσαι.

 

Στίχ. Εἶπεν ὁ Κύριος τῷ Κυρίῳ μου· Κάθου ἐκ δεξιῶν μου, ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου.

 

Ψάλλε προφητικῶς, Δαυῒδ κινῶν τὴν λύραν· τῆς σῆς γὰρ ἐξ ὀσφύος, ἐξ ἧς ἡ Θεοτόκος, Χριστὸς γεννᾶται σὴμερον.

 

Στίχ. Ἐκ γαστρὸς πρὸ Ἑωσφόρου ἐγέννησά σε, ὤμοσε Κύριος, καὶ οὐ μεταμεληθήσεται. Σὺ Ἱερεὺς εἰς τὸν αἰῶνα, κατὰ τὴν τάξιν Μελχισεδέκ.

 

Αἶνον θεοτερπῆ, μετὰ Ποιμένων Μάγοι, καὶ σὺν Ἀγγέλοις δόξαν, τῷ ἐκ Παρθένου φύντι, Θεῷ πιστοὶ προσάξωμεν.

Δόξα... Καὶ νῦν ... Ἦχος α'

Δόξα ἐν ὑψίστοις Θεῷ, ἐν Βηθλεὲμ ἀκούω, ὑπὸ Ἀσωμάτων σήμερον, τῷ ἐπὶ γῆς εἰρήνην, εὐδοκήσαντι γενέσθαι. Νῦν ἡ Παρθένος οὐρανῶν πλατυτέρα· ἐξανέτειλε γάρ φῶς τοῖς ἐσκοτισμένοις, καὶ ταπεινοὺς ὕψωσε, τοὺς ἀγγελικῶς μελῳδοῦντας· Δόξα ἐν ὑψίστοις Θεῷ.

 

Ἀπολυτίκιον τῶν Ἁγίων Ἦχος δ'

Ἀθλοφόροι Κυρίου, μακαρία ἡ γῆ, ἡ πιανθεῖσα τοῖς αἵμασιν ὑμῶν, καὶ ἅγιαι αἱ σκηναί, αἱ δεξάμεναι τὰ πνεύματα ὑμῶν· ἐν σταδίῳ γὰρ τὸν ἐχθρὸν ἐθριαμβεύσατε, καὶ Χριστὸν μετὰ παρρησίας ἐκηρύξατε, αὐτὸν ὡς ἀγαθὸν ὑπὲρ ἡμῶν ἱκετεύσατε, σωθῆναι δεόμεθα τὰς ψυχὰς ἡμῶν.

 Καὶ τῆς Ἑορτῆς

Ἀπολυτίκιον Ἦχος δ'

Ἡ γέννησίς σου Χριστὲ ὁ Θεὸς ἡμῶν, ἀνέτειλε τῷ κόσμῳ, τὸ φῶς τὸ τῆς γνώσεως· ἐν αὐτῇ γὰρ οἱ τοῖς ἄστροις λατρεύοντες, ὑπὸ ἀστέρος ἐδιδάσκοντο, σὲ προσκυνεῖν, τὸν Ἥλιον τῆς δικαιοσύνης, καὶ σὲ γινώσκειν ἐξ ὕψους ἀνατολήν, Κύριε δόξα σοι.

 

Καὶ Ἀπόλυσις

 

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

 

Μετὰ τὴν α' Στιχολογίαν

Κάθισμα Ἦχος πλ. δ'

Ἀνέστης ἐκ νεκρῶν ΤΟ ΑΚΟΥΤΕ

Παράδοξον πιστοί, τὸ μυστήριον τοῦτο! Θεὸς ἐκ γυναικός, ἐγεννήθη ὡς οἶδε, τάγματα τῶν Ἀγγέλων, καταπλαγέντα τῇ καταβάσει αὐτοῦ, κράζουσιν ἀνυμνοῦντα· Ὅτι ἐτέχθη Χριστὸς ὁ Κύριος, ὁ εὐδοκήσας σῶσαι ὡς Θεός, τὸ γένος τῶν ἀνθρώπων.

 

Δόξα... Καὶ νῦν ... τὸ αὐτὸ

 

Μετὰ τὴν β' Στιχολογίαν.

Κάθισμα Ἦχος πλ. δ'

Αὐτόμελον ΤΟ ΑΚΟΥΤΕ

Αὐλῶν ποιμενικῶν, καταπαύων ᾆσμα, στρατὸς Ἀγγελικός, ἐπεφώνει λέγων. Αἶνον ᾄσατε θεῖον, οἱ τῶν θρεμμάτων ἡγεμονεύοντες, κράξατε ἀνυμνοῦντες. Ὅτι ἐτέχθη Χριστὸς ὁ Κύριος, ὁ εὐδοκήσας σῶσαι ὡς Θεός, τὸ γένος τῶν ἀνθρώπων.

 

Δόξα... Καὶ νῦν ... τὸ αὐτὸ

 

Ὁ Κανὼν τῆς Ἑορτῆς. Εἶτα τῶν Ἁγίων, οὗ ἡ Ἀκροστιχίς.

 

Πληθὺς με σῴζοις Καλλινίκων Μαρτύρων. Ἰωσήφ.

 

ᾨδὴ α' Ἦχος α' ΤΟ ΑΚΟΥΤΕ

«ᾨδὴν ἐπινίκιον, ᾄσωμεν πάντες, Θεῷ τῷ ποιήσαντι, θαυμαστὰ τέρατα, βραχίονι ὑψηλῷ, καὶ σώσαντι τὸν Ἰσραήλ, ὅτι δεδόξασται».

 

Πληθὺς πολυάριθμε, σεπτῶν Μαρτύρων, τὰ πλήθη ἐξάλειψον, τῶν πολλῶν πταισμάτων μου, τῇ μεσιτείᾳ σου, καὶ δίδου λόγον ἀνυμνεῖν, τὴν σὴν πανήγυριν.

 

Λαμπτῆρες ὑπέρφωτοι, τῆς Ἐκκλησίας, καλλίνικοι Μάρτυρες, τοῖς οἰκείοις μέλεσι, Θεὸν δοξάσαντες, τῇ φωτοφόρῳ νῦν ἡμῖν, μνήμῃ δοξάζεσθε.

 

Ἡ πίστις ἡ ἔνθεος, τῶν Ἀθλοφόρων, ἀπίστων τὴν ἄθεον, τυραννίδα ὤλεσε, καὶ ἐξηφάνισε, τὴν τῶν δαιμόνων πονηράν, ἔνστασιν χάριτι.

 

Θεὸν παντοδύναμον, σάρκα λαβόντα, καὶ θάνατον λύσαντα, τῷ θανάτῳ Μάρτυρες, ὁμολογήσαντες, ἐθανατώθητε ζωήν, λαβόντες ἄληκτον.

Θεοτοκίον

Ὑμνῶ σε Πανύμνητε, εὐλογημένη, Θεὸν ὑπερύμνητον, ἐν σαρκὶ κυήσασαν, τὸν μεγαλύναντα, τοὺς Ἀθλοφόρους, καὶ τὸν ἐχθρὸν καταπαλαίσαντας.

 

ᾨδὴ γ' ΤΟ ΑΚΟΥΤΕ

«Στερεωθήτω ἡ καρδία μου, εἰς τὸ θέλημά σου Χριστὲ ὁ Θεός, ὁ ἐφ' ὑδάτων οὐρανόν, στερεώσας τὸν δεύτερον, καὶ ἑδράσας ἐν τοῖς ὕδασι, τὴν γῆν παντοδύναμε».

 

Ὡραιοτάτως ἐκπυρούμενοι, τῇ Χριστοῦ ἀγάπῃ Πανεύφημοι, ὑφαπτομένης τῆς πυρᾶς, οὐδαμῶς ἐπτοήθητε· ἀλλ' ἐν ταύτῃ τελειούμενοι, ὑφ' ἓν ἐδοξάσθητε.

 

Ζώσῃ φωνῇ Θεὸν κηρύττοντες, ἀπειλὰς ἀθέων οὐκ ἔπτηξαν, ἀλλὰ τῶν Παίδων τὴν φωνήν, ὁμοφρόνως ἐκραύγαζον, οἱ πανεύφημοι ὁπλῖται, τοῦ Χριστοῦ τελειούμενοι.

 

Οὐ δειλιῶμεν πῦρ ὁμόδουλον, οἱ γενναῖοι ἅμα ἐκραύγαζον, ἀγαλλομένῃ δὲ ψυχῇ, διὰ σὲ θανατούμεθα, τὸν θανόντα καὶ τὸν θάνατον, Σωτὴρ καταργήσαντα.

Θεοτοκίον

Ἵνα θεώσῃ τὸ ἀνθρώπινον, ὁ Θεὸς ἐγένετο ἄνθρωπος, ἐκ σοῦ Παρθένε τῆς Ἁγνῆς, ὑπὲρ λόγον καὶ ἔννοιαν· διὰ τοῦτό σε συμφώνως, οἱ πιστοὶ μακαρίζομεν.

Ὁ Εἱρμὸς

«Στερεωθήτω ἡ καρδία μου, εἰς τὸ θέλημά σου Χριστὲ ὁ Θεός, ὁ ἐφ' ὑδάτων οὐρανόν, στερεώσας τὸν δεύτερον, καὶ ἑδράσας ἐν τοῖς ὕδασι, τὴν γῆν παντοδύναμε».

 

Κάθισμα τῶν Ἀποστόλων

Ἦχος α' Τὸν τάφον σου Σωτὴρ ΤΟ ΑΚΟΥΤΕ

Στρατὸς ἐν ἀριθμῷ, Δισμυρίων Μαρτύρων, τιμώμενος ἡμῖν ἀνατέλλει φωτίζων, καρδίας καὶ νοήματα, εὐσεβῶν διὰ πίστεως· ἐξαφθέντες γάρ, θείᾳ στοργῇ τοῦ Δεσπότου, τέλος ἅγιον, διὰ πυρὸς οἱ γενναῖοι, προθύμως ἐδέξαντο.

Δόξα... Καὶ νῦν ...

Τῆς Ἑορτῆς, ὅμοιον

Ἐν φάτνῃ δι' ἡμᾶς, τῶν ἀλόγων ἐτέθης, μακρόθυμε Σωτήρ, νηπιάσας βουλήσει· Ποιμένες δὲ σε ὕμνησαν, μέτ' ἀγγέλων κραυγάζοντες. Δόξα αἴνεσις, τῷ ἐπὶ γῆς γεννηθέντι, καὶ ὑψώσαντι, τῶν γηγενῶν τὴν οὐσίαν, Χριστῷ τῷ Θεῷ ἡμῶν.

 

ᾨδὴ δ' ΤΟ ΑΚΟΥΤΕ

«Εἰσακήκοα Κύριε, τὴν ἀκοήν σου καὶ ἐφοβήθην, κατενόησα τὰ ἔργα σου, καὶ ἐξέστην Κύριε, ὅτι τῆς αἰνέσεως πλήρης ἡ γῆ».

 

Σοῦ τῷ πόθῳ προσέδησαν, καρδίας Λόγε οἱ Ἀθλοφόροι, διὰ σὲ δὲ θανατούμενοι, ὡς ἀρνία ἄμωμα, μιμηταὶ τοῦ πάθους σου ὤφθησαν.

 

Κυβερνήσαντες Ἅγιοι, πρὸς τὸν λιμένα τῆς σωτηρίας, τὰς ψυχὰς ὑμῶν ἐν Πνεύματι, ζάλην διεφύγετε, εἰδωλομανίας Μακάριοι.

 

Ἀπερίτρεπτοι ὤφθητε, ἐν τῷ ἀγῶνι τοῦ μαρτυρίου, ἀκατάσειστοι, ἀπτόητοι, διωκτῶν τὴν ἔνστασιν, τῇ ἐνθέῳ πίστει νικήσαντες.

Θεοτοκίον

Λυτρωθέντες τῷ τόκῳ σου, Εὐλογημένη, τῆς πρὶν κατάρας, εὐλογίαν ἀπειλήφαμεν, καὶ ζωὴν καὶ λύτρωσιν, οἱ σὲ Θεοτόκον δοξάζοντες.

 

ᾨδὴ ε' ΤΟ ΑΚΟΥΤΕ

«Τὸ φαεινὸν ἡμῖν ἐξανάτειλον, φῶς τὸ ἀπρόσιτον, τοῖς ὀρθρίζουσιν ἐπὶ τὰ κρίματα τῶν ἐντολῶν σου, Δέσποτα φιλάνθρωπε, Χριστὲ ὁ Θεὸς ἡμῶν».

 

Λαμπροφανῶς ἡ μνήμη ἐπέλαμψε τῶν Ἀθλοφόρων σου, καὶ ἐφώτισε τῆς γῆς τὰ πέρατα, ταῖς τῶν θαυμάτων, θείαις διαδόσεσι, Χριστὲ ὁ Θεὸς ἡμῶν.

 

Ἱερουργοὶ θυσίαν προσάγοντες, θύματα τέλεια, προσηνέχθησαν ὁλοκαυτούμενοι, σὺν πᾶσιν ἄλλοις, πλείοσι συμμάρτυσι, Χριστὸν μεγαλύνοντες.

 

Ναοὶ Θεοῦ ὑπάρχοντες Ἅγιοι, διὰ βαπτίσματος, τέλος ἅγιον, ὁμοῦ ἐδέξασθε, ἐν οἴκῳ θείῳ καὶ πρὸς ἐπουράνιον, Ναὸν ἀνηνέχθητε.

Θεοτοκίον

Ἵνα Θεὸς τοῖς ἄνω συνάψειε, τοὺς ὀλισθήσαντας, παραβάσεως εἰς μέγα βάραθρον, τὴν σὴν γαστέρα ᾤκησε Πανάχραντε, καὶ σάρξ ἐχρημάτισε.

 

ᾨδὴ ς' ΤΟ ΑΚΟΥΤΕ

«Τὸν προφήτην Ἰωνᾶν, ἐκμιμούμενος βοῶ· Τὴν ζωήν μου ἀγαθέ, ἐλευθέρωσον φθορᾶς, καὶ σῶσόν με, Σωτὴρ τοῦ κόσμου, κράζοντα· Δόξα σοι».

 

Κορυφαῖος ἱεροῦ, ἐχρημάτισας λαοῦ, καὶ προέπεμψας αὐτόν, ἐν χαρᾷ πρὸς οὐρανόν, ἀθλήσαντα, Ἱερομάρτυς Ἄνθιμε Ὅσιε.

 

Ὡς χρυσίον καθαρόν, ἀναμέσον τοῦ πυρός, ἡ εὐσέβεια ὑμῶν, Ἀθληταὶ τοῦ Ἰησοῦ, ἐγνώρισται, ἡλίου πλέον ἐναπαστράπτουσα.

 

Νεκρωθέντες τῇ σαρκί, τὴν ζωὴν τὴν ἀληθῆ, ἐκληρώσασθε σοφοί, συνυπάρχοντες Χριστῷ, τῷ δείξαντι, δυνατωτέρους ὑμᾶς κολάσεων.

Θεοτοκίον

Μετὰ τόκον ἀληθῶς, ὡς πρὸ τόκου Μαριάμ, τῇ δυνάμει τοῦ ἐκ σοῦ, σαρκωθέντος, Ἰησοῦ, διέμεινας, Παρθένος, ὄντως, θαῦμα παράδοξον!

Ὁ Εἱρμὸς

«Τὸν προφήτην Ἰωνᾶν, ἐκμιμούμενος βοῶ. Τὴν ζωήν μου ἀγαθέ, ἐλευθέρωσον φθορᾶς, καὶ σῶσόν με, Σωτὴρ τοῦ κόσμου, κράζοντα· Δόξα σοι».

 

Σ υ ν α ξ ά ρ ι ο ν

Τῇ ΚΗ' τοῦ αὐτοῦ μηνός, Μνήμη τῶν Ἁγίων Δισμυρίων, τῶν ἐν Νικομηδείᾳ καέντων.

Στίχοι

Ὡς προσφοραὶ σοι Σῶτερ ἐξωπτημέναι,

Οἱ Δισμύριοι τοῦ νεὼ κεῖνται μέσον.

Ἀνέρας ὀγδοάτῃ κτάνεν εἰκάδι Δισμυρίους πῦρ.

 

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν ἁγίων Μαρτύρων, τῶν ἀπὸ τῆς Συγκλήτου, ἔξω τῆς πυρᾶς ἀπολειφθέντων, καὶ τελειωθέντων.

 

Ὁ Ἅγιος Ἴνδης, ἐν τῇ θαλάσση βληθείς, τελειοῦται.

Στίχοι

Ἴνδην ἀκούω τοῦ βίου λαβεῖν πέρας,

Ἄκρον καταντήσαντα πρὸς βυθοῦ πέρας.

 

Οἱ ἅγιοι Γοργόνιος καὶ Πέτρος ἐν τῇ θαλάσσῃ τελειοῦνται.

Στίχοι

Πόντος καλύπτει Γοργόνιον καὶ Πέτρον,

Μνήμη δὲ τούτων οὐ καλύπτεται χρόνῳ.

 

Ὁ Ἅγιος Μάρτυς Ζήνων ξίφει τελειοῦται.

Στίχοι

Ζήνων κεφαλὴν τέμνεται διὰ ξίφους,

Μὴ προσκυνεῖν ἄγαλμα τοῦ Ζηνὸς θέλων.

 

Ὁ Ἅγιος Μάρτυς Μαρδόνιος πυρὶ τελειοῦται.

Στίχοι

Καὶ Μαρδόνιον Μαρτύρων ἔγνων ἕνα,

Στέργοντα Χριστόν, καὶ στέργοντα πῦρ φλέγον.

 

Ὁ Ἅγιος Δωρόθεος, ὁ Πρεπόσιτος, ξίφει τελειοῦται.

Στίχοι

ὁ Δωρόθεος, τὴν κεφαλήν μου, λέγει,

Δῶρον κομίζω τῷ Θεῷ τετμημένην.

 

Ὁ ἅγιος Θεόφιλος ὁ Διάκονος λιθοβοληθεὶς τελειοῦται.

Στίχοι

Ἀπόγραφε βληθέντα συχνοῖς τοῖς λίθοις,

Καὶ Θεόφιλον συλλόγῳ Θεοῦ φίλων.

 

Ὁ Ἅγιος Μυγδόνιος βόθρῳ ἐγχωσθείς, τελειοῦται.

Στίχοι

Κἂν χωννύηται Μυγδόνιος ἐν βόθρῳ

Ἐγνωσμένος τοῖς πᾶσι Μάρτυς τυγχάνει.

 

Ὁ Ἅγιος Γλυκέριος, ὁ Πρεσβύτερος, πυρὶ τελειοῦται.

Στίχοι

Ὁ Γλυκέριος, εἰς τὸ πῦρ βεβλημένος,

Ἔφη, Γλυκὺς μοι τῆς τελευτῆς ὁ τρόπος.

 

Τῇ αὐτῇ ἡμέρᾳ, ἡ Ἁγία Δόμνα, ξίφει τμηθεῖσα, τῷ πυρὶ τελειοῦται.

Στίχοι

Ἕκτην συνάπτω ταῖς φρονίμοις Παρθένοις,

Τὴν ψευδόμωρον Δόμναν ἐκτετμημένην.

 

Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον, καὶ σῶσον ἡμᾶς. Ἀμήν.

 

ᾨδὴ ζ' ΤΟ ΑΚΟΥΤΕ

«Τοὺς ἐν καμίνῳ Παῖδάς σου Σωτήρ, οὐχ ἥψατο, οὐδὲ παρηνώχλησε τὸ πῦρ· τότε οἱ τρεῖς ὡς ἐξ ἑνὸς στόματος, ὕμνουν καὶ εὐλόγουν λέγοντες· Εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν».

 

Ἀποσκοποῦντες μόνα τὰ ἐκεῖ, Μακάριοι μένοντα, δυνάμει θεϊκῇ, ὥσπερ οἱ τρεῖς ἐν Βαβυλῶνι θεῖοι Παῖδες, τοῦ πυρὸς ἀνώτεροι, ὤφθητε θείῳ φωτὶ καταλαμπόμενοι.

 

Ῥῆμα Τυράννου ἄλογον Σοφοί, φαυλίσαντες, σὺν ἱερωτάταις γυναιξί, καὶ κομιδῇ ὡς ἀληθῶς, θείοις νηπίοις, προσφοραὶ ὁλόκληροι, τῷ Βασιλεῖ τοῦ παντὸς προσανηνέχθητε.

 

Τὸν φωτισμὸν τῆς γνώσεως Χριστοῦ, προσφέροντες ἔνδον ἐν ψυχῇ πανευλαβῶς, τὸ σκοτεινὸν τῆς ἀθεΐας νέφος ὄντως, Ἀθληταὶ διήλθετε, καὶ εἰς αἰώνιον φῶς μετεβιβάσθητε.

Θεοτοκίον

Ὑψηλοτέρα ὤφθης οὐρανῶν κυήσασα, πάντων τὸν Δεσπότην καὶ Θεόν, ὃν ἐκτενῶς, καθικετεύουσα μὴ παύσῃ, Παναγία ἄχραντε σῶσαι, τοὺς πίστει θερμῇ δοξολογοῦντάς σε.

 

ᾨδὴ η' ΤΟ ΑΚΟΥΤΕ

«Τὸν τοὺς ὑμνολόγους ἐν καμίνῳ διασώσαντα Παῖδας, καὶ τὴν βροντόφλογον κάμινον, μεταβαλόντα εἰς δρόσον, Χριστὸν τὸν Θεὸν ὑμνεῖτε, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας».

 

Ῥέουσιν ἐνθέου εὐωδίας, ἰαμάτων τὰ μύρα, Μαρτύρων τὰ λείψανα, καὶ παθῶν δυσωδίαν ξηραίνουσι, τῶν πίστει ἀνυμνολογούντων, Χριστὸν εἰς τοὺς αἰῶνας.

 

Ὤφθητε ὡς ῥόδα Ἀθλοφόροι, ὡραιότατα μέσον, περιχεόμενοι τοῦ πυρός, καὶ προθύμως ἐκράζετε· Ὑμνεῖτε καὶ ὑπερυψοῦτε, Χριστὸν εἰς τοὺς αἰῶνας.

 

Νεανίσκοι ἅμα καὶ Παρθένοι, καὶ πρεσβῦται καὶ νέοι, Ἅγια Νήπια, γυναικῶν τε πληθὺς ἀναρίθμητος, τῆς ἄνω ἔτυχον χορείας, ὁμοῦ ἐνηθληκότες.

Θεοτοκίον

Ἰεζεκιὴλ σε πύλην βλέπει, κεκλεισμένην Παρθένε, δι' ἧς διώδευσεν, Ἰησοῦς, ὁ σκηνώσας ἐν μήτρᾳ σου, καὶ σάρκα ἐκ τῶν σῶν αἱμάτων, φορέσας ἀσυγχύτως.

Ὁ Εἱρμὸς

«Τὸν τοὺς ὑμνολόγους ἐν καμίνῳ διασώσαντα Παῖδας, καὶ τὴν βροντόφλογον κάμινον, μεταβαλόντα εἰς δρόσον, Χριστὸν τὸν Θεὸν ὑμνεῖτε, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας».

 

ᾨδὴ θ' ΤΟ ΑΚΟΥΤΕ

«Τὴν φωτοφόρον νεφέλην, ἐν ᾗ ὁ πάντων Δεσπότης, ὡς ὑετὸς ἐξ οὐρανοῦ, ἐπὶ πόκον κατῆλθε, καὶ ἐσαρκώθη δι' ἡμᾶς, γενόμενος ἄνθρωπος ὁ ἄναρχος, μεγαλύνομεν πάντες, ὡς Μητέρα, τοῦ Θεοῦ ἡμῶν ἁγνήν».

 

Ὡς ἐθελόθυτοι ἄρνες, ὡλοκαυτώθητε ἅμα, καὶ ὡς θυσία καθαρά, τῷ τυθέντι Δεσπότῃ, ὑπὲρ ἡμῶν τῶν γηγενῶν, καλλίνικοι Μάρτυρες, προσήχθητε, καὶ στεφάνους τῆς νίκης, ἐπαξίως, ἐκομίσασθε ὁμοῦ.

 

Σὺν τοῖς Ἁγίοις Προφήταις, σὺν τοῖς σεπτοῖς Ἀποστόλοις, σὺν τοῖς χοροῖς τῶν ἐκλεκτῶν, καὶ ἁγίοις Ἀγγέλοις, πληθὺς Μαρτύρων εὐκλεῶν, Κυρίου δεήθητε, τοῦ σώζεσθαι, πειρασμῶν καὶ κινδύνων, τοὺς ἐν πίστει, μακαρίζοντας ὑμᾶς.

 

Ἡλιακῶν λαμπηδόνων, ἡ ἱερὰ ὑμῶν μνήμη, πλέον ἐκλάμπει Ἀθληταί, τῶν δαιμόνων τὸ σκότος, ἀποδιώκουσα ἀεί, καὶ πάντας φωτίζουσα, Πανεύφημοι, τοὺς ἐν πίστει καὶ πόθῳ, κατὰ χρέος, μακαρίζοντας ὑμᾶς.

Θεοτοκίον

Φῶς ἡ τεκοῦσα τὸ θεῖον, τὸ ἐκ Πατρὸς ἀναλάμψαν, τὴν σκοτισθεῖσάν μου ψυχήν, ταῖς ἀπάταις τοῦ βίου, καὶ γεγονυῖαν τῶν ἐχθρῶν, Πανάμωμε παίγνιον, οἰκτείρησον, καὶ φωτὶ μετανοίας, σωτηρίου, καταξίωσον Ἁγνή.

Ὁ Εἱρμὸς

«Τὴν φωτοφόρον νεφέλην, ἐν ᾗ ὁ πάντων Δεσπότης, ὡς ὑετὸς ἐξ οὐρανοῦ, ἐπὶ πόκον κατῆλθε, καὶ ἐσαρκώθη δι' ἡμᾶς, γενόμενος ἄνθρωπος ὁ ἄναρχος, μεγαλύνομεν πάντες, ὡς Μητέρα, τοῦ Θεοῦ ἡμῶν ἁγνήν».

 

Ἐξαποστειλάριον τῶν Ἁγίων

Γυναῖκες ἀκουτίσθητε ΤΟ ΑΚΟΥΤΕ

Πληθὺς Μαρτύρων πάντιμε, καὶ φάλαγξ θεοσύλλεκτε, τῶν Δυσμυρίων ἁγίων, τὸν ἐκ Παρθένου τεχθέντα, Θεὸν ἐκδυσωπήσατε, ῥυσθῆναι πάσης θλίψεως, τοὺς νῦν ὑμᾶς γεραίροντας, καὶ τὴν λαμπρὰν ἐκτελοῦντας, καὶ πάμφωτον ὑμῶν μνήμην.

Τῆς Ἑορτῆς

Εἰκόνος ἧς μετέλαβον, θεουργικῶς τῆς κρείττονος, ἐξώσθην οἴμοι ὁ τλήμων! δι' ἀκρασίας τῆς πάλαι, σὺ δὲ Χριστὲ ὡς εὔσπλαγχνος, ἀρρήτως κοινωνήσας μοι, τοῦ χείρονος μετείληφας, καινοποιήσας Σωτὴρ με, Παρθενικῶν ἐξ αἱμάτων.

 

Εἰς τοὺς Αἴνους, Στιχηρὰ Προσόμοια.

Ἦχος δ'

Ὡς γενναῖον ἐν Μάρτυσιν ΤΟ ΑΚΟΥΤΕ

Τῆς οἰκείας χρηστότητος, ὁ Δεσπότης βουλόμενος, τοῖς ἀνθρώποις τὸν πλοῦτόν σου ὁ φιλάνθρωπος, καθυποδεῖξαι τὸ φύραμα, τὸ τούτων ἀνέλαβες, καὶ ἐτέχθης ἐν σαρκί· καὶ τὸ Σπήλαιον ᾤκησας, ἵνα ἅπαντας, οὐρανίους ποιήσῃς ἀνυψώσας, τοὺς αἰνοῦντας καὶ ὑμνοῦντας, τὴν σὴν ἀνέκφραστον Γέννησιν. (Δίς)

 

Τῇ δυνάμει νευρούμενοι, καὶ στερρῶς κρατυνόμενοι, καὶ ἐνισχυόμενοι τοῦ Παντάνακτος, ἐν ἀσθενείᾳ τῆς φύσεως, ἀήττητοι Μάρτυρες, τὸν ἀρχέκακον ἐχθρόν, κραταιῶς ἐνικήσατε, καὶ πρεσβεύετε, δωρηθῆναι τῷ κόσμῳ τὴν εἰρήνην, καὶ πιστοῖς τὴν σωτηρίαν, ὡς ἀντιλήπτορες μέγιστοι.

 

Ἐν τοῖς λόγοις Φιλόθεος, καὶ ἐν ἔργοις Δωρόθεος, καὶ θεῖος Μαρδόνιος, καὶ Γοργόνιος, σὺν τῷ Σεκούνδῳ καὶ Πέτρῳ τε, καὶ Ἴνδῃ ἠρίστευσαν, καὶ ἐχθροῦ παρεμβολάς, ἐτροπώσαντο χαίροντες, καὶ πρεσβεύουσιν, ἐκ παντοίων κινδύνων λυτρωθῆναι, τοὺς ἐν πίστει ἐκτελοῦντας, τὴν σεπτὴν αὐτῶν πανήγυριν.

Δόξα... Καὶ νῦν ... Ἦχος πλ. α'

Ἀκατάληπτον τὸ τελούμενον, ἐν Βηθλεὲμ σήμερον μυστήριον! ὁ ἀόρατος ὁρᾶται, ὁ ἄσαρκος σαρκοῦται, ὁ Λόγος παχύνεται, καὶ ὁ Ὢν γίνεται ὃ οὐκ ἦν. Παρθένος τίκτει ἐν Σπηλαίῳ βρέφος νέον, τὸν Πλάστην τῆς φύσεως· φάτνη ἐκτυποῦται, εἰς θρόνον ἐπουράνιον, κτήνη ἀπεικάζει, χερουβικὴν παράστασιν, Ποιμένες θαυμάζουσι· Μάγοι δῶρα προσφέρουσιν. Ἄγγελοι ἀνυμνοῦντες λέγουσι· Δόξα ἐν ὑψίστοις Θεῷ, καὶ ἐπὶ γῆς εἰρήνη· ἐν ἀνθρώποις γὰρ εὐδόκησεν ἀναλλοιώτως ὁ Ἐμμανουήλ.

 

Εἰς τὸν Στίχον, Στιχηρὰ Προσόμοια τῆς Ἑορτῆς.

Ἦχος πλ. β' Αἱ Ἀγγελικαὶ ΤΟ ΑΚΟΥΤΕ

Ἄγει ἑορτήν, ἐν χαρᾷ πᾶσα ἡ Κτίσις, καὶ οἱ οὐρανοί, σὺν ἡμῖν ἀγαλλιῶνται· ἐν φάτνῃ γὰρ ὁ Κτίστης, ἐκ Παρθένου τικτόμενος, καὶ ἐν Βηθλεὲμ τῆς Ἰουδαίας, βρέφος νῦν ὡράθη παραδόξως, πρὸς ὃν εἴπωμεν· Εὐλογημένος ὁ τεχθείς, Θεὸς ἡμῶν δόξα σοι.

 

Στίχ. Εἶπεν ὁ Κύριος τῷ Κυρίῳ μου· Κάθου ἐκ δεξιῶν μου, ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου.

 

Νέον δι' ἡμᾶς, Ἰησοῦ ὤφθης παιδίον, ὁ ἐκ τοῦ Πατρὸς πρὸ αἰώνων ἀνατείλας, παλαιωθέντας πάλαι, παραβάσει βουλόμενος, πάντας καινουργῆσαι τοὺς ἀνθρώπους· διὸ σοι πάντες εὐχαρίστως, ἀεὶ κράζομεν· Εὐλογημένος ὁ τεχθείς, Θεὸς ἡμῶν δόξα σοι.

 

Στίχ. Ἐκ γαστρὸς πρὸ Ἑωσφόρου ἐγέννησά σε, ὤμοσε Κύριος, καὶ οὐ μεταμεληθήσεται. Σὺ Ἱερεὺς εἰς τὸν αἰῶνα, κατὰ τὴν τάξιν Μελχισεδέκ.

 

Ὕμνησαν Χριστόν, ἐκ Παρθένου προελθόντα, ὄρη καὶ βουνοί, καὶ κοιλάδες καὶ πεδία, ἀστὴρ δὲ τοῦτον Μάγοις, οὐρανόθεν ὑπέδειξε, κείμενον ὡς βρέφος ἐν σπηλαίῳ, σάρκα δουλικὴν ἠμφιεσμένον, πρὸς ὃν κράζομεν· Εὐλογημένος ὁ τεχθείς, Θεὸς ἡμῶν δόξα σοι.

Δόξα... Ὅμοιον

Τίς σου ἡ πολλή, καὶ ἀνείκαστος πτωχεία, δι' ἧς ὁ Ἀδάμ, κατεπλούτησε τὰ θεῖα; ἐβόα ἡ Παρθένος, ἐν ἀγκάλαις κατέχουσα, τὸν Ἐμμανουὴλ Θεὸν καὶ Κτίστην, σάρκα ἐξ αὐτῆς ἀνειληφότα, πρὸς ὃν κράζομεν· Εὐλογημένος ὁ τεχθείς, Θεὸς ἡμῶν δόξα σοι.

Καὶ νῦν ... ὅμοιον

Παιδίον ὁ προών, Βασιλεὺς ὁ τῶν αἰώνων, ἐτέχθη ἑκών, καὶ Υἱὸς ἡμῶν ἐδόθη. Ἀκούσατε τὰ Ἔθνη, Ἰσραὴλ ἐνωτίσθητι, γνῶτε καὶ ἡττᾶσθε· μεθ' ἡμῶν γάρ, ὃς λεπτυνεῖ καὶ ἐκλικμήσει, ἐκ γῆς ἅπασαν, καὶ βασιλείαν καὶ ἀρχήν, αὐτῷ μὴ ὑπείκουσαν.

 

Ἡ λοιπή, Ἀκολουθία τοῦ Ὄρθρου, ὡς σύνηθες, καὶ Ἀπόλυσις.