Τῌ Α' ΤΟΥ ΜΗΝΟΣ

ΦΕΒΡΟΥΑΡΙΟΥ

 

Τὰ προεόρτια τῆς Ὑπαπαντῆς τοῦ Κυρίου καὶ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ, καὶ μνήμη τοῦ Ἁγίου Μάρτυρος Τρύφωνος.

 

ΕΙΣ ΤΟΝ ΕΣΠΕΡΙΝΟΝ

 

Εἰς τό, Κύριε ἐκέκραξα, ἱστῶμεν Στίχους ς' καὶ ψάλλομεν τὰ ἐφεξῆς Προσόμοια, Στιχηρά.

Τῶν προεορτίων   Ἦχος δ'

Ὡς γενναῖον ἐν Μάρτυσιν ΤΟ ΑΚΟΥΤΕ

Ἡ σεπτὴ εὐτρεπίζεται, Ἐκκλησία εἰσδέξασθαι, ἐν αὐτῇ τὸν Κύριον, ὥσπερ νήπιον, ἐπιδημοῦντα καὶ χάρισι, νοητῶς φαιδρύνοντα, τὸ πιστότατον αὐτῆς, καὶ φιλόθεον σύστημα, ᾦ καὶ κέκραγε. Σὺ εἶ δόξα καὶ κλέος καὶ ὁ κόσμος, τοῦ πληρώματός μου Λόγε, ὁ νηπιάσας σαρκὶ δι' ἐμέ.

 

Ἡ παστὰς ἡ πολύφωτος, καὶ σκηνὴ ἡ ὑπέρτιμος, καὶ ναὸς ὁ Ἅγιος καὶ εὐρύχωρος, ἔνδον θαλάμων εἰσάγουσα, τοῦ Ναοῦ τὸν Κύριον, προμνηστεύεται αὐτόν, τῇ σεπτῇ Ἐκκλησίᾳ αὐτοῦ, ἱκετεύουσα, ἐκ φθορᾶς καὶ κινδύνων λυτρωθῆναι, τοὺς κυρίως Θεοτόκον, ταύτην ἀπαύστως δοξάζοντας.

 

Συμεὼν ἱερώτατε, τὴν ἐλπίδα ἣν κέκτησαι, τὸν Χριστὸν θεάσασθαι, δεῦρο πρόσελθε, ἐν τῷ ναῷ ὑπόδεξαι, ἀγκάλαις καὶ βόησον. Νῦν ἀπόλυσον Σωτήρ, ἐκ τῆς γῆς με τὸν δοῦλόν σου, καὶ συγκάλεσον, τὴν Προφήτιδα Ἄνναν τοῦ δοξάσαι, μετὰ σοῦ τὸν Εὐεργέτην, σαρκὶ φρικτῶς νηπιάζοντα.

Τοῦ Μάρτυρος  Ἦχος α'

Πανεύφημοι Μάρτυρες ΤΟ ΑΚΟΥΤΕ

Τρύφων παναοίδιμε τρυφῆς, ἀκηράτου μέτοχος, ἐν οὐρανοῖς ἐχρημάτισας, διαφανέστατα, γενικοὺς ἀγῶνας, διαθλήσας ἔνδοξε, καὶ μάρτυς ἀληθείας γενόμενος, Χριστόν ἱκέτευε, δωρηθῆναι ταῖς ψυχαῖς ἡμῶν, τὴν εἰρήνην, καὶ τὸ μέγα ἔλεος.

 

Τρύφων παναοίδιμε φωτός, ἀοιδίου λάμψεσι, φωτοειδὴς ὅλος γέγονας, καταστρεψάμενος, τὴν ζοφώδη πλάνην, καὶ τοὺς κοσμοκράτορας, τοῦ σκότους καθελὼν θείᾳ χάριτι· διὸ ἱκέτευε, δωρηθῆναι ταῖς ψυχαῖς ἡμῶν, τὴν εἰρήνην, καὶ τὸ μέγα ἔλεος.

 

Τρύφων παμμακάριστε χαρᾶς, καὶ ἀγαλλιάσεως, ἀγγελικῆς κατηξίωσαι, ἀπαρνησάμενος, τὰ τερπνὰ τοῦ βίου, καὶ ψυχῆς στερρότητι, τὰ πάντα παρ' οὐδὲν ἡγησάμενος, καὶ καρτερώτατα, διανύσας τὸ Μαρτύριον, νῦν πρεσβεύεις, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Δόξα... Ἦχος β'  Κυπριανοῦ

Ὑπερφρονήσας τῶν τῇδε γεηρῶν, Παμμάκαρ Τρύφων σεβάσμιε, πρὸς τὸ σκάμμα ἀνδρείως ἔσπευσας, καὶ τῇ πάλῃ δι' αἵματος, σὺ ἐντέχνως Μάρτυς τὸν ὑπερήφανον καθελών, ἐκομίσω τῆς νίκης στέφος, Χριστὸν τὸν Θεὸν ἡμῶν, ἐκλιπαρὼν δι' ἡμᾶς μὴ ἐλλίπης Ἀθλοφόρε, εἰς τὸ σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Καὶ νῦν... Προεόρτιον, ὁ αὐτὸς

Σήμερον Συμεὼν ἐν ταῖς ἀγκάλαις, τὸν Κύριον τῆς δόξης ὑποδέχεται, ὃν ὑπὸ τὸν γνόφον πρώην ὁ Μωϋσῆς ἐθεάσατο, ἐν τῷ ὄρει τῷ Σινᾶ, πλάκας δόντα αὐτῷ. Οὗτός ἐστιν, ὁ ἐν τοῖς Προφήταις λαλῶν, καὶ τοῦ νόμου Ποιητής· οὗτός ἐστιν ὃν ὁ Δαυῒδ καταγγέλλει, ὁ τοῖς πᾶσι φοβερός, ὁ ἔχων τὸ μέγα καὶ πλούσιον ἔλεος.

 

Εἰς τὸν Στίχον, Στιχηρὰ Προσόμοια Προεόρτια.

Ἦχος πλ. β'  Τὴν Ἀνάστασίν σου ΤΟ ΑΚΟΥΤΕ

Σέλας τὸ τρισήλιον ἐμφανῶς, λάμψαν ἐκ Παρθένου καινοπρεπῶς, ἀστραπαῖς τῆς ὑπερφώτου Θεότητος, ἐφαίδρυνε τὴν σύμπασαν ἀρρήτως.

 

Στίχ. Νῦν ἀπολύεις τὸν δοῦλόν σου Δέσποτα, κατὰ τὸ ῥῆμά σου ἐν εἰρήνῃ Κύριε, ὅτι εἶδον οἱ ὀφθαλμοί μου, τὸ σωτήριόν σου,

 

Τὴν ἐκ παραβάσεως τοῦ Ἀδάμ, πτῶσιν ἐνυπάρξασαν τοῖς  βροτοῖς, Χριστὸς ἐπανορθώσων ἐπέφανεν, ἀτρέπτως νηπιάσας ἐκ Παρθένου.

 

Στίχ. Φῶς εἰς ἀποκάλυψιν ἐθνῶν, καὶ δόξαν λαοῦ σου Ἰσραήλ.

 

Νόμον τὸν ἐν Γράμματι ἐκπληρῶν, ὁ τοῦ νόμου Κύριος καὶ δοτήρ, ἐν ναῷ τῷ νομικῷ νῦν προσάγεται, ὑπὸ Μητρὸς Παρθένου βρέφος θεῖον.

Δόξα... Καὶ νῦν... Ἦχος β'

Τὸν ἱερὸν ἡ ἱερὰ Παρθένος προσεκόμισεν, ἐν ἱερῷ τῷ ἱερεῖ, ἁπλώσας δὲ ἀγκάλας ὁ Συμεών, ἐδέξατο τοῦτον ἀγαλλόμενος, καὶ ἐβόησε· Νῦν ἀπολύεις τὸν δοῦλόν σου Δέσποτα, κατὰ τὸ ῥῆμά σου ἐν εἰρήνῃ Κύριε.

 

Ἀπολυτίκιον τοῦ Μάρτυρος

Ἦχος δ'

Ὁ Μάρτυς σου Κύριε ἐν τῇ ἀθλήσει αὐτοῦ, τὸ στέφος ἐκομίσατο τῆς ἀφθαρσίας, ἐκ σοῦ τοῦ Θεοῦ ἡμῶν· ἔχων γὰρ τὴν ἰσχύν σου, τοὺς τυράννους καθεῖλεν, ἔθραυσε καὶ δαιμόνων, τὰ ἀνίσχυρα θράση. Αὐτοῦ ταῖς ἱκεσίαις Χριστὲ ὁ Θεός, σῶσον τὰς ψυχὰς ἡμῶν.

Καὶ Προεόρτιον

Ἦχος α'  Χορὸς Ἀγγελικὸς ΤΟ ΑΚΟΥΤΕ

Οὐράνιος χορός, οὐρανίων ἁψίδων, προκύψας ἐπὶ γῆς, καὶ φερόμενον βλέπων, ὡς βρέφος ὑπομάζιον, πρὸς ναὸν τὸν πρωτότοκον, πάσης κτίσεως, ὑπὸ Μητρὸς ἀπειράνδρου, προεόρτιον, νῦν σὺν ἡμῖν μελῳδοῦσι, φρικτῶς ἐξιστάμενοι.

 

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

 

Μετὰ τὴν α' Στιχολογίαν

Κάθισμα  Ἦχος α'

Χορός, Ἀγγελικὸς ΤΟ ΑΚΟΥΤΕ

Ὁ ὢν σὺν τῷ Πατρί, ἐπὶ θρόνου ἁγίου, ἐλθὼν ἐπὶ τῆς γῆς, ἐκ Παρθένου ἐτέχθη, καὶ βρέφος ἐγένετο, χρόνοις ὢν ἀπερίγραπτος, ὃν δεξάμενος, ὁ Συμεὼν ἐν ἀγκάλαις, χαίρων ἔλεγε· Νῦν ἀπολύεις οἰκτίρμον, εὐφράνας τὸν δοῦλόν σου.

 

Δόξα... Καὶ νῦν... τὸ αὐτὸ

 

Μετὰ τὴν β' Στιχολογίαν

Κάθισμα  Ἦχος δ'

Ταχὺ προκατάλαβε ΤΟ ΑΚΟΥΤΕ

Σαρκὶ νηπιάσαντα ἐξ ἀπειράνδρου Μητρός, χερσὶ γηραλέαις σου, ἀγκαλισθεὶς Συμεών, Χριστὸν τὸν Θεὸν ἡμῶν, ἔλαβες τῆς ἐξόδου, τὴν ἀπόφασιν δόξῃ, εἴληφας τῶν θαυμάτων, τὴν ἀέναον χάριν· διὸ σε ἀξιοχρέως πάντες δοξάζομεν.

 

Δόξα... Καὶ νῦν... τὸ αὐτὸ

 

Εἶτα ψάλλονται οἱ Κανόνες, ὁ μέν, Προεόρτιος μετὰ τῶν Εἱρμῶν εἰς η' ὁ δὲ τοῦ Μάρτυρος εἰς δ'.

 

Κανὼν Προεόρτιος

 

ᾨδὴ  α'  Ἦχος δ'  Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ

«ᾌσομαὶ σοὶ Κύριε ὁ Θεός μου, ὅτι ὡδήγησας λαόν, ἐν μέσῳ τῆς θαλάσσης, ἐκάλυψας δὲ ἅρματα Φαραὼ καὶ τὴν δύναμιν».

 

ᾌσομαί σοι Κύριε ὁ Θεός μου, τῷ νηπιάσαντι σαρκί, καὶ νόμῳ ὑπακούσαντι, καὶ σώσαντι τὸν ἄνθρωπον, δι' ὃν γέγονας ἄνθρωπος.

 

Ἀγκάλαις δεξάμενος ὁ Πρεσβύτης, τὸν ζωοδότην καὶ Θεόν, τῆς ζωῆς ἀπελύετο βοῶν· Νῦν ἀπολύεις με· κατεῖδον γὰρ σε σήμερον.

 

Τοῖς νόμοις τῆς φύσεως ὑπακούεις, καὶ τοῦ Γράμματος θεσμοῖς, κατὰ νόμον ὑπείκεις Χριστέ, ὁ πρὶν ὑπαγορεύσας μοι τὸν νόμον, ἐν τῷ ὄρει Σινᾷ.

Θεοτοκίον

ᾌσομαί σοι Κύριε ὁ Θεός μου, ὅτι ἐτέχθης ἐκ Μητρός, Παρθένου ἁγίας, καὶ ταύτην ἀνέδειξας, ἐλπίδα τῶν ψυχῶν ἡμῶν.

 

Ὁ Κανὼν τοῦ Μάρτυρος, φέρων Ἀκροστιχίδα.

 

Τρυφῆς μεθέξειν ἀξίωσὸν με Τρύφων. Θεοφάνους.

 

ᾨδὴ  α'  Ἦχος πλ. δ' ΤΟ ΑΚΟΥΤΕ

«Ὑγρὰν διοδεύσας ὡσεὶ ξηράν, καὶ τὴν Αἰγυπτίαν μοχθηρίαν διαφυγών, ὁ Ἰσραηλίτης ἀνεβόα· τῷ Λυτρωτῇ καὶ Θεῷ ἡμῶν ᾄσωμεν».

 

Τῆς ὄντως ἐνθέου ἐν οὐρανοῖς, τρυφῆς ἀπολαύων, ὡς ἀήττητος Ἀθλητής, ταῖς σαῖς ἱκεσίαις τὴν ψυχήν μου, τῆς τῶν παθῶν ῥῦσαι συγχύσεως.

 

Ῥημάτων τῶν θείων ἐνηχηθείς, ἐτέλεσας ταῦτα, Παναοίδιμε πρακτικῶς, τὴν ἁγιωσύνην ἀγαπήσας, καὶ σωφροσύνην ἀσπασαμενος.

 

Ὑπῆρξας τῷ ὄντι ποιμαντικός, ποιμαίνων ψυχῆς σου, ἐν σοφίᾳ τοὺς λογισμούς, ψυχὰς ἐπιστρέφων πλανωμένας, καὶ τῷ Θεῷ προσάγων Ἔνδοξε.

Θεοτοκίον

Φωτίζεις με φέγγει τῷ νοητῷ, ἀπαύγασμα δόξης, ἡ τεκοῦσα τὸ πατρικόν, πανάμωμε Κόρη, καὶ τὸν ζόφον, τῆς ἁμαρτίας διασκέδασον.

 

Προεόρτιος

 

ᾨδὴ  γ'  Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ

«Ἐν Κυρίῳ Θεῷ μου, ἐστερεώθη ἡ καρδία μου· διὸ οἱ ἀσθενοῦντες περιεζώσαντο δύναμιν».

 

Ἀνοιγέσθω ὁ ναός· ὁ τοῦ Θεοῦ γὰρ νῦν ἐπέστη ναός, ναοὺς ἡμᾶς ποιῆσαι, τοῦ ἁγίου αὐτοῦ Πνεύματος.

 

Νῦν παρῆλθεν ἡ σκιά, καὶ ἀντεισήχθη ἡ ἀλήθεια, τῆς χάριτος ἐλθούσης, νῦν ὑποδέχου τὸν Χριστὸν Συμεών.

 

Χήρα, Ἄννα σώφρων, ἡ μεμονωμένη καὶ γνωστὴ τῷ Θεῷ, νῦν ἀνθομολογείτω, τῷ νηπιάσαντι σαρκὶ δι' ἡμᾶς.

Θεοτοκίον

Τὴν Θεομήτορα Παρθένον, ὀρθοδόξως ἀνυμνήσωμεν· πρεσβεύει γὰρ ἀπαύστως, ὑπὲρ ἡμῶν πρὸς τὸν Κύριον.

 

Τοῦ Μάρτυρος

 

Σὺ εἶ τὸ στερέωμα ΤΟ ΑΚΟΥΤΕ

Ἤμβλυνας τὴν δύναμιν, τὴν ὑπερήφανον ἔνδοξε, Μάρτυς Χριστοῦ, τὴν ἐκ τοῦ Ὑψίστου ἐνδυσάμενος δύναμιν.

 

Σάρκα περικείμενος, ὀφρὺν τὴν ἄσαρκον ἔσβεσας, τοῦ δυσμενοῦς, καὶ σεσαρκωμένον, Θεὸν Λόγον ἐκήρυξας.

 

Μόνη φυγαδεύονται, τῇ παρουσίᾳ σου πνεύματα, τὰ πονηρά, πνεύματος Ἁγίου διωκόμενα χάριτι.

Θεοτοκίον

Ἔχων σε βοήθειαν, οὐκ αἰσχυνθήσομαι Πάναγνε, Μήτηρ Θεοῦ· ἔχων σε προστάτιν τῆς ζωῆς μου, σωθήσομαι.

Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ

«Σὺ εἶ τὸ στερέωμα, τῶν προστρεχόντων σοι Κύριε, σὺ εἶ τὸ φῶς, τῶν ἐσκοτισμένων, καὶ ὑμνεῖ σε τὸ πνεῦμά μου».

 

Κάθισμα τοῦ Μάρτυρος

Ἦχος δ'  Ταχὺ προκατάλαβε ΤΟ ΑΚΟΥΤΕ

Τῶν πόνων μακάριε, κατατρυφῶν τῆς σαρκός, τὴν θείαν καὶ ἄπονον, ἐν Παραδείσῳ τρυφήν, ἀξίως ἀπείληφας, στέφος ἀθανασίας, ἐκ Θεοῦ δεδεγμένος· ὅθεν ἰαμάτων, ποταμοὺς ἀναβλύζεις, τοῖς  πόθῳ καταφεύγουσι, Μάρτυς τῇ σκέπῃ σου.

Δόξα... Καὶ νῦν... Προεόρτιον

Ἦχος α'  Τοῦ λίθου σφραγισθέντος ΤΟ ΑΚΟΥΤΕ

Θησαυρὲ τῶν αἰώνων, ἡ ζωὴ τῶν ἁπάντων, δι' ἐμὲ νηπιάσας, ὑπὸ νόμον ἐγένου, ὁ πάλαι χαράξας ἐν πλαξί, τὸν νόμον ἐν τῷ ὄρει Σινᾷ, ἵνα πάντας ἀπαλλάξῃς, ἐκ τῆς τοῦ νόμου πάλαι δουλείας. Δόξα τῇ εὐσπλαγχνίᾳ σου Σωτήρ, δόξα τῇ βασιλείᾳ σου, δόξα τῇ οἰκονομίᾳ σου μόνε φιλάνθρωπε.

 

Προεόρτιος

 

ᾨδὴ  δ'  Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ

«Τοὺς οὐρανοὺς ἡ ἀρετή σου κατεκάλυψε, καὶ ἡ γῆ ἐπληρώθη τῆς σῆς δόξης Χριστέ· διὸ ἀπαύστως κράζομεν. Δόξα τῇ δυνάμει σου Κύριε».

 

Αἱ τάξεις τῶν Ἀγγέλων ἐξεπλάγησαν, ἐν ταῖς ἀγκάλαις τοῦ Πρεσβύτου θεασάμεναι, τὸν σὺν Πατρὶ καὶ Πνεύματι ὑμνούμενον, ὡς Υἱὸν καὶ Θεὸν ἡμῶν.

 

Τὸ ἡμῶν ἀτελὲς οἰκειούμενος, ὁ παντέλειος Θεός, τῇ κατὰ νόμον προσαγωγῇ, τὸ τέλειον τῆς χάριτος ἡμῖν ἐδωρήσατο.

 

Ὡς βρέφος ἐν ἀγκάλαις δεχόμενος, καὶ Θεὸν τῷ πνεύματι θεώμενος, ὁ Συμεὼν σωτήριον τοῦ κόσμου, τὸν Χριστὸν ἀνεκήρυττε.

 

Μωσέως τιμιώτερος γέγονας, τοῦ δεξαμένου νόμον ἐν τῷ ὄρει Σινᾷ, ὅτι Χριστὸν τὸν Κύριον ἀγκάλαις σου Πρεσβύτα ἐβάστασας.

Θεοτοκίον

Ἡ Ἄννα προφητεύουσα τὸ μέλλον, τὸν ἐκ τῆς μήτρας σου Θεὸν προανηγόρευσε· διὸ ἀπαύστως πρέσβευε, σωθῆναι Θεομῆτορ τοὺς δούλους σου.

 

Τοῦ Μάρτυρος

 

Εἰσακήκοα Κύριε ΤΟ ΑΚΟΥΤΕ

Θεωμένους κατέπληξας, Μάκαρ τοὺς τυράννους τῇ καρτερίᾳ σου· τὰς βασάνους γὰρ ὑπέμεινας, ὡς ἐν ἀλλοτρίῳ πάσχων σώματι.

 

Ἐνετρύφας Μακάριε, τοῖς  τῶν ἀλγηδόνων πόνοις νυττόμενος, νῦν τρυφᾷς δὲ καθαρώτερον, ἀϊδίου δόξης ἐμφορούμενος.

 

Ξεομένου τοῦ σώματος ταῖς τῶν σιδηρῶν ὀνύχων ὀξύτησιν, ἐνευροῦτό σου θεσπέσιε, τῆς ψυχῆς ὁ τόνος θείᾳ χάριτι.

Θεοτοκίον

Ἐπὶ σὲ τὴν ἐλπίδα μου, πᾶσαν ἀνατίθημι Μητροπάρθενε, τὴν ψυχήν μου διαφύλαξον, ἡ Θεὸν τεκοῦσα τὸν Σωτῆρά σου.

 

Προεόρτιος

 

ᾨδὴ ε'  Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ

«Ὁ ἀνατείλας τὸ φῶς, καὶ φωτίσας τὸν ὄρθρον, καὶ δείξας τὴν ἡμέραν, δόξα σοι Ἰησοῦ, Υἱὲ τοῦ Θεοῦ, φιλάνθρωπε δόξα σοι».

 

Ἐν τῇ τοῦ νόμου σκιᾷ, τὸν τῆς χάριτος λόγον, τρανῶς ἐχρηματίσθη, Συμεὼν ὁ δίκαιος, σωματικῶς τὸν Χριστὸν δεξάμενος.

 

Οὗτος εἰς πτῶσιν φησί, καὶ ἀνάστασιν κεῖται, εἰς πτῶσιν τῶν ἀπίστων, καὶ πιστῶν ἀνάστασιν, ὁ Συμεών, ἄρτι προεφήτευσε.

Θεοτοκίον

Θεοκυῆτορ Ἁγνή, τὸν Υἱόν σου δυσώπει, λυτρώσασθαι κινδύνων, καὶ πάσης περιστάσεως, τοὺς σὲ δοξάζοντας, Θεοτόκε ἄχραντε.

 

Τοῦ Μάρτυρος

 

Ὀρθρίζοντες βοῶμέν σοι ΤΟ ΑΚΟΥΤΕ

Ἰνδάλματα τῆς πλάνης κατήργησας, Ἀθλοφόρε· εἰκόνι λατρεύειν γάρ, Θεοῦ τοῦ ὄντως ἠγάπησας.

 

Νενίκηκας γενναίως τὸ φρόνημα, τοῦ τυράννου τὸ ἄθεον πάνσοφε, Χριστοῦ τῇ πίστει νευρούμενος.

Θεοτοκίον

Ἀνέκφραστος ἡ σύλληψις γέγονε, σοῦ Παρθένε ὁ τόκος ἀπόρρητος, διαμεμένηκεν ἄχραντε.

 

Προεόρτιος

 

ᾨδὴ  ς'  Ὁ Εἰρμὸς ΤΟ ΑΚΟΥΤΕ

«Ὡς Ἰωνᾶν τὸν προφήτην, ἐλυτρώσω τοῦ κήτους, Χριστὲ ὁ Θεός, κἀμὲ τοῦ βυθοῦ πταισμάτων, ἀνάγαγε καὶ σῶσόν με, μόνε φιλάνθρωπε».

 

Ἐχρηματίσθη Πρεσβύτης, μὴ θανεῖν, πρὶν ἰδεῖν τὸν Δεσπότην Χριστόν, ἀγκάλαις δὲ σήμερον φέρει, καὶ τοῦτον προσδεικνύει, παντὶ τῷ λαῷ Ἰσραήλ.

 

Τὸν ποιητὴν τῶν αἰώνων, ὁ Πρεσβύτης ὡς βρέφος δεξάμενος, Θεὸν προαιώνιον ἔγνω, καὶ φῶς ἐθνῶν, καὶ δόξαν, τοῦ Ἰσραήλ τόν Χριστόν.

 

Νῦν Συμεων προφητεύει, νῦν ἡ Ἄννα ἀνθομολογεῖ τῷ Θεῷ, ὁ μὲν τῇ Μητρὶ καὶ Παρθένῳ, ἡ δὲ τὸ ἐκ Παρθένου ἀναδειχθέντι σαρκί.

Θεοτοκίον

Ὦ μακαρία κοιλία, πόθεν ταύτην τὴν δόξαν ἐβλάστησας; Θεὸς τὸ τεχθὲν ὦ Παρθένε, καὶ φῶς ἐθνῶν, καὶ δόξα καὶ ἀπολύτρωσις,

 

Τοῦ Μάρτυρος

 

Ἱλάσθητί μοι Σωτὴρ ΤΟ ΑΚΟΥΤΕ

Ξηράνας τὰς μυσαρὰς σπονδάς, καὶ κνίσσης μιάσματα, μανίας εἰδωλικάς, σοῖς αἵμασιν ἔνδοξε, κατήρδευσας ἅπαντα, τὰ τῆς Ἐκκλησίας, εὐγενῆ Τρύφων βλαστήματα.

 

Ἰχῶρες μαρτυρικοί, ὡς μύρον εὐωδιάζουσι, τὸ αἷμα τῶν Ἀθλητῶν, πηγάζει ἰάματα, ἡ κόνις τοῦ σώματος, ψυχὰς ἁγιάζει, τῶν πιστῶς θεραπευόντων αὐτούς.

Θεοτοκίον

Ὡς ἔμψυχος κιβωτός, ἐδέξω Λόγον τὸν ἄναρχον, ὡς ἅγιον ἱερόν, τὸν Κτίστην ἐχώρησας, ὡς θρόνος πυρίμορφος, φέρεις τὸν Δεσπότην, Θεομῆτορ πάσης κτίσεως.

Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ

«Ἱλάσθητί μοι Σωτήρ· πολλαὶ γὰρ αἱ ἀνομίαι μου, καὶ ἐκ βυθοῦ τῶν κακῶν, ἀνάγαγε δέομαι· πρὸς σὲ γὰρ ἐβόησα, καὶ ἐπάκουσόν μου, ὁ Θεὸς τῆς σωτηρίας μου».

 

Κοντάκιον  Ἦχος πλ. δ'

Ὡς ἀπαρχὰς ΤΟ ΑΚΟΥΤΕ  ή  Ἦχος δ' ΤΟ ΑΚΟΥΤΕ

Τριαδικῇ στερρότητι, πολυθεΐαν ἔλυσας ἐκ τῶν περάτων Ἀοίδιμε, τίμιος ἐν Κυρίῳ γενόμενος, καὶ νικήσας τυράννους ἐν Χριστῷ, τῷ Σωτῆρι τὸ στέφος εἴληφας τῆς μαρτυρίας σου, καὶ χαρίσματα θείων ἰάσεων, ὡς ἀήττητος.

Ὁ Οἶκος

Ἱερὰν πανδαισίαν προτίθεται φιλεόρτων τὸ σύστημα σήμερον, Προεόρτια σύμβολα φέρουσαν, τοῦ Κυρίου τεσσαρακονθήμερον τὴν ἐκ Παρθένου φρικτὴν γέννησιν, καὶ Πρεσβύτου σεπτοῦ ἐναγκάλισιν, καὶ σεπτοῦ Ἀθλοφόρου μνημόσυνα· δι' αὐτὸν γὰρ τὸν Χριστόν, τελειοῦται νικητικῶς, ὡς ἀήττητος.

 

Συναξάριον

Τῇ Α' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ἁγίου Τρύφωνος.

Στίχοι

·        Σὺ δὲ Τρύφων τὶ; τὸ ξίφος θνῄσκω φθάσας.

·        Καιρὸς δὲ τίς σου τοῦ τέλους; Νουμηνία.

·        Ἐν Φεβρουαρίοιο Τρύφων πρὸ τομῆς θάνε πρώτῃ.

 

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ ὁσίου Πατρὸς ἡμῶν Πέτρου τοῦ ἐν Γαλατίᾳ.

 

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ ὁσίου Πατρὸς ἡμῶν Βενδιμιανοῦ.

Στίχοι

·        Βενδιμιανὸς δένδρον ἀρετῆς μέγα,

·        Φυτευθὲν εἰς γῆν, καὶ μεταχθὲν εἰς πόλον.

 

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ ὁσίου Πατρὸς ἡμῶν καὶ ὁμολογητοῦ Βασιλείου, Ἀρχιεπισκόπου Θεσσαλονίκης ὁρμωμένου ἐξ Ἀθηνῶν.

 

Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ὅσιος Τιμόθεος ἐν εἰρήνῃ τελειοῦται.

Στίχοι

·        Τιμόθεος μετέσχε τιμῆς τῆς ἄνω,

·        Μὴ τι προκρίνας τῆς Θεοῦ τιμῆς κάτω.

 

Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Μάρτυς Θεΐων, μετὰ δύο παίδων, ξίφει τελειοῦται.

Στίχοι

·        Θνῄσκουσι παισὶν εὐπροθύμως ἐκ ξίφους.

·        Ὅλη Θείων εἵπετο προθυμίᾳ.

 

Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Μάρτυς Καρίων, τὴν γλῶτταν ἐκτμηθείς, τελειοῦται.

Στίχοι

·        Φωνῆς στερήσει γλωττότμητος Καρίων,

·        Γλωσσῶν πλάνων ἔπαυσεν ὑθλοφωνίαν.

 

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς Ἁγίας Μάρτυρος Περπετούας, καὶ τῶν σὺν αὐτῇ Σαύρου, Ῥευκάτου, Σατορλίνου, Σεκούνδου καὶ Φηλικιτάτης.

Στίχοι

·        Τὴν τῶν σφαγέντων Περπετούα πεντάδα,

·        Ἤμειψε, συσφαγεῖσα πρὸς τὴν ἑξάδα.

 

Ὁ Ἅγιος Νεομάρτυς Ἀναστάσιος ὁ ἐκ Ναυπλίου, καὶ ἐν Ναυπλίῳ μαρτυρήσας κατὰ τὸ 1654, εἰς λεπτὰ τμηθεὶς τελειοῦται.

 

Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεὸς ἐλέησον ἡμᾶς. Ἀμήν.

 

Προεόρτιος

 

ᾨδὴ  ζ'  Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ

«Ὁ τῶν Πατέρων Θεός, μὴ καταισχύνῃς ἡμᾶς, ἀλλὰ δώρησαι ἡμῖν, ἐν παρρησίᾳ βοᾶν σοι· Εὐλογητὸς εἶ ὁ Θεός».

 

Ὁ ἐνοικήσας Θεός, ἐν γαστρὶ τῆς Παρθένου, ἐν ἀγκάλαις Συμεών, ὥσπερ ἐν θρόνῳ πυρίνῳ, σήμερον ἐνθρονίζεται.

 

Σὺ τὸ γεῶδες ἡμῶν, προσλαβόμενος Λόγε, ἐνηπίασας σαρκί, καὶ νομικῶν καθαρσιῶν, μετέσχες ὥσπερ νήπιον.

 

Ἡ σώφρων Ἄννα ἡμῖν, προφητεύει τὸ μέλλον, καὶ προλέγει μυστικῶς, τὴν τῶν ἐθνῶν προσδοκίαν, καὶ Ἰσραὴλ τὴν λύτρωσιν.

Θεοτοκίον

Χαῖρε ἡ ἄσπορος γῆ, ἡ τὸν Λόγον ἐκ μήτρας, δίχα σπέρματος ἀνδρός, σεσαρκωμένον τεκοῦσα, ἡ σκέπη τῶν ψυχῶν ἡμῶν.

 

Τοῦ Μάρτυρος

 

Οἱ ἐκ τῆς lουδαίας ΤΟ ΑΚΟΥΤΕ

Στεφηφόρος χορεύεις, τοῖς  χοροῖς τῶν Μαρτύρων συνευφραινόμενος· τὴν πλάνην γὰρ νικήσας, ἐν λόγῳ ἀληθείας, ἀναμέλπεις γηθόμενος, ὁ τῶν Πατέρων ἡμῶν, Θεός εὐλογητὸς εἶ.

 

Ὁ Δεσπότης τῶν ὅλων, τῶν αὐτοῦ παθημάτων, στέφει τὸν Μάρτυρα, καὶ τοῦτον ἐναυλίζει, σκηναῖς ἐπουρανίοις, κεκραγότα καὶ λέγοντα· Ὁ τῶν Πατέρων ἡμῶν, Θεός εὐλογητὸς εἶ.

Θεοτοκίον

Νέον φέρουσα βρέφος, τὸν πρὸ πάντων αἰώνων Θεὸν Πανάμωμε, ἐκ σοῦ σωματωθέντα, μὴ παύσῃ δυσωποῦσα, τοῦ σωθῆναι τοὺς ψάλλοντας· Ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητός εἶ.

 

Προεόρτιος

 

ᾨδὴ  η'  Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ

«Τὸν Βασιλέα Χριστόν, ὃν ὡμολόγησαν οἱ αἰχμάλωτοι Παῖδες, ἐν τῇ καμίνῳ λέγοντες μεγάλῃ τῇ φωνῇ· Πάντα τὰ ἔργα ὑμνεῖτε ὡς Κύριον».

 

Τὸν δι' ἡμᾶς καθ᾿ ἡμᾶς, βρέφος γενόμενον, ὑπὸ νόμον ἀχθέντα, ἵνα τοῦ νόμου πάντας ἀπαλλάξῃ τοῦ γραπτοῦ, πάντα τὰ ἔργα ὑμνεῖτε ὡς Κύριον.

 

Ἰδὼν σε φῶς ὡς νοερόν, Συμεὼν ὁ πρεσβύτης, ἀγκάλαις ὑπεδέξατο βοῶν· Νῦν ἀπολύεις με Λόγε, πρὸς τὴν ἐν τῷ πνεύματι, ζωὴν ἐκ τῆς προσκαίρου.

 

Τὸν πρὸ αἰώνων Θεόν, τὸν εὐδοκήσαντα δι' ἡμᾶς νηπιάσαι, καὶ ἐν χερσὶ δεχθῆναι τοῦ πρεσβύτου Συμεών, πάντα τὰ ἔργα ὑμνεῖτε ὡς Κύριον.

Θεοτοκίον

Τὸν Βασιλέα Χριστόν, ὃν ἡμῖν ἔτεκεν ἡ Παρθένος Μαρία, καὶ μετὰ τόκον ἔμεινε Παρθένος ἁγνή, πάντα τὰ ἔργα ὑμνεῖτε ὡς Κύριον.

 

Τοῦ Μάρτυρος

 

Ἑπταπλασίως κάμινον ΤΟ ΑΚΟΥΤΕ

Μέχρι τομῆς καὶ καύσεως, μέχρις αἵματος χύσεως, μέχρι καὶ θανάτου, τελευταῖον ἤθλησας, ἀντικαθιστάμενος, πρὸς ἁμαρτίαν Μάρτυς Χριστοῦ, νῦν δὲ τῆς ζωῆς, τῆς ἐν Χριστῷ κρυπτομένης, λαβόμενος κραυγάζεις· Ἱερεῖς εὐλογεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

 

Ἐπὶ τῆς γῆς ἠγώνισαι, δυσσεβέσι μαχόμενος, πρὸς ἀπατηλήν, καὶ θεομάχον πλάνησιν, πικρῶς ἀναγκάζουσιν, ἐν οὐρανοῖς δὲ Τρύφων τρυφᾷς, στεφανηφορῶν, καὶ σύν Ἀγγέλοις κραυγάζων· Οἱ Παῖδες εὐλογεῖτε, ἱερεῖς ἀνυμνεῖτε, λαὸς ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας.

 

Τυραννικὴν διήλεγξας, ἀθεότητα Πάνσοφε, καὶ δαιμονικὴν θεομαχίαν ἔσβεσας, ῥοαῖς τῶν αἱμάτων σου, τὸν ἐν Τριάδι ἕνα Θεόν, ἀξιοπρεπῶς καὶ καθαρῶς ἀναγγέλλων, καὶ σέβων καὶ κραυγάζων· Ἱερεῖς εὐλογεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

Θεοτοκίον

Ῥήμασι σοῖς ἑπόμενοι, μακαρίζομεν Πάναγνε, σὲ τὴν μακαρίαν, τὴν σαρκὶ γεννήσασαν, τὸν ὄντως μακάριον, τὸν φῶς οἰκοῦντα ἄδυτον, καὶ φωταγωγὸν καὶ φωτοδότην Δεσπότην, ὃν Παῖδες εὐλογοῦσιν, Ἱερεῖς ἀνυμνοῦσι, λαοὶ ὑπερυψοῦσιν, εἰς πάντας τοὺς αἰῶνας.

Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ

«Ἑπλαπλασίως κάμινον, τῶν Χαλδαίων ὁ τύραννος, τοῖς  θεοσεβέσιν, ἐμμανῶς ἐξέκαυσε, δυνάμει δὲ κρείττονι, περισωθέντας τούτους ἰδών· Τὸν Δημιουργὸν καὶ Λυτρωτήν, ἀνεβόα· οἱ Παῖδες εὐλογεῖτε, Ἱερεῖς ἀνυμνεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας».

 

Προεόρτιος

 

ᾨδὴ  θ'  Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ

«Μεγαλύνομεν πάντες, τὴν φιλανθρωπίαν σου, Κύριε Σωτὴρ ἡμῶν, ἡ δόξα τῶν δούλων σου, καὶ στέφανος τῶν πιστῶν, ὁ μεγαλύνας τὴν μνήμην τῆς τεκούσης σε».

 

Ὁ πλαξὶν ἐγχαράξας, τὸν τοῦ γράμματος νόμον, χερσὶν ἀγκαλίζεται, Πρεσβύτου ὡς νήπιον, καὶ ἁγιάγραφον ἡμῖν, ὑπαγορεύει νόμον τὸ Εὐαγγέλιον.

 

Σήμερον ἐν τῷ ναῷ, Συμεὼν ὁ πρεσβύτης, ἀγκάλαις ἐδέξατο, Χριστὸν τὸν Θεὸν ἡμῶν, καὶ ἐβόησε λέγων· Νῦν ἀπολύεις τὸν δοῦλόν σου Δέσποτα.

 

Τῶν Ἀγγέλων αἱ τάξεις, ἐν σαρκὶ κατιδοῦσαι, τὸν Κτίστην τὸν ἴδιον, ὡς βρέφος γενόμενον, ἀγκάλαις τοῦ Πρεσβύτου, τοῦτον ἐν φόβῳ ὑμνοῦσαι ἐδόξαζον.

 

Συμεὼν Θεοδόχε, τοῦ Κυρίου αὐτόπτα, καὶ νόμου καὶ χάριτος, ἀρχὴ καὶ συμπέρασμα, μνείαν ποιοῦ καὶ ἡμῶν, τῶν τιμώντων τὴν σεπτήν σου μετάστασιν.

Θεοτοκίον

Χαῖρε πάνσεμνε Ἁγνή, παρθενίας καύχημα, καὶ τοῦ κόσμου ἡ χαρά, Μαρία Μήτηρ καὶ δούλη, τοῦ Σωτῆρος Χριστοῦ, αὐτὸν δυσώπει ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

 

Τοῦ Μάρτυρος

 

Σὲ τὴν ἀπειρόγαμον ΤΟ ΑΚΟΥΤΕ

Ὑπὲρ τὰ ὁρώμενα, αἱ τῶν Μαρτύρων προσδοκίαι, πλήρης ἀθανάτου λήξεως, καθορᾶται ἡ τούτων ἐλπίς, πλήρης θυμηδίας καὶ χαρᾶς, καὶ φαιδρότητος ἀνεκφράστου· ὅθεν ἀξίως μακαρίζονται.

 

Φῶς ἐγένου δεύτερον, φωτὶ τῷ πρώτῳ προσπελάσας, αἴγλῃ τοῦ αὐτοῦ πυρσούμενος, καὶ μορφούμενος Τρύφων σοφέ, καὶ ταῖς αὐτοῦ χορηγουμέναις, ἐλλάμψεσι διαλάμπων· ὅθεν σε πάντες μακαρίζομεν.

 

Ὤφθης ἀκατάπληκτος, ἐν τοῖς ἀγῶσιν Ἀθλοφόρε, ὤφθης ἀληθῶς ἐπώνυμος, τῆς ἐνθέου καὶ θείας τρυφῆς, ἧς νῦν ἀπολαύων, καὶ τρανῶς ἐνηδόμενος, σωτηρίαν τοῖς σὲ τιμῶσιν ἡμῖν αἴτησαι.

Θεοτοκίον

Νέκρωσον τὸ φρόνημα, Θεογεννῆτορ τῆς σαρκός μου, ζώωσον ψυχῆς τὴν νέκρωσιν, ἐνεργείᾳ τῆς ὄντως ζωῆς, τῆς ἐκ σοῦ τεχθείσης κατὰ σάρκα, δι' ἄφατον εὐσπλαγχνίαν, καὶ σωτηρίαν τῶν ὑμνούντων σε.

Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ

«Σὲ τὴν ἀπειρόγαμον, Θεοῦ Μητέρα τοῦ Ὑψίστου, σὲ τὴν ὑπὲρ νοῦν κυήσασαν, διὰ λόγου τὸν ὄντως Θεόν, τὴν ὑψηλοτέραν τῶν ἀχράντων Δυνάμεων, ἀσιγήτοις δοξολογίαις μεγαλύνομεν».

 

Ἐξαποστειλάριον τοῦ Μάρτυρος

Ἐν πνεύματι τῷ ἱερῷ  ΤΟ ΑΚΟΥΤΕ

Τρυφῆς κατεμφορούμενος, παραδόξου καὶ θείας, Ἀγγέλοις ὁμοδίαιτος, ἐχρημάτισας Μάκαρ, καὶ χῆνας νέμων ἐν νάπαις, πρὸς Θεοῦ ἀπείληφας, τὴν χάριν τῶν ἰαμάτων, Τρύφων Μεγαλομάρτυς, θεραπεύειν τῶν βροτῶν, τὰς ἀσθενείας καὶ νόσους.

Προεόρτιον, ὅμοιον

Τὸν παῖδα προσκομίσασα, ἡ πανάμωμος Κόρη, ἐν Ἱερῷ τετέλεκε, τὰ τοῦ νόμου, καὶ τοῦτον, ἀγκάλαις ὡς ἐδέξατο, Συμεὼν ὁ δίκαιος, ἀντέφησε τῇ Παρθένῳ. Οὗτος κεῖται εἰς πτῶσιν, καὶ ἀνάστασιν πολλῶν, καὶ εἰς σημεῖον ἐν κόσμῳ.

 

Εἰς τὸν Στίχον τῶν Αἴνων, Στιχηρὰ Προσόμοια Προεόρτια.

Ἦχος β'  Οἶκος τοῦ Ἐφραθᾶ  ΤΟ ΑΚΟΥΤΕ

Ῥύπου δίχα Χριστός, γεννᾶται ἐκ Παρθένου, ὡς ἐκ Πατρὸς ἀρρεύστως, Υἱὸς πρὸ Ἑωσφόρου, ὁ τὸν Ἀδὰμ λυτρούμενος.

 

Στίχ. Νῦν ἀπολύεις τὸν δοῦλόν σου Δέσποτα, κατὰ τὸ ῥῆμά σου ἐν εἰρήνῃ Κύριε, ὅτι εἶδον οἱ ὀφθαλμοί μου, τὸ σωτήριόν σου,

 

Πύλαι τῶν οὐρανῶν, ἀνοίχθητε· Χριστὸς γάρ, ἐν τῷ ναῷ ὡς βρέφος, ὑπὸ Μητρὸς Παρθένου, Θεῷ Πατρὶ προσάγεται.

 

Στίχ. Φῶς εἰς ἀποκάλυψιν ἐθνῶν, καὶ δόξαν λαοῦ σου Ἰσραήλ.

 

Δέχου ὦ Συμεών, τὸν Κύριον τῆς δόξης, καθὼς ἐχρηματίσθης, ἐκ Πνεύματος Ἁγίου· ἰδοὺ γὰρ παραγέγονε.

Δόξα... Καὶ νῦν... Ἦχος β'

Ὁ κτίστης οὐρανοῦ καὶ γῆς, ἐν ἀγκάλαις ἐβαστάζετο, ὑπὸ Ἁγίου Συμεών, τοῦ πρεσβύτου σήμερον· αὐτὸς γὰρ ἐν Πνεύματι Ἁγίῳ ἔλεγε· Νῦν ἠλευθέρωμαι, εἶδον γάρ τὸν Σωτῆρά μου.

 

λοιπή, Ἀκολουθα τοῦ Ὄρθρου, ὡς σνηθες, καὶ Ἀπλυσις.