Τῌ ΚΔ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ

ΦΕΒΡΟΥΑΡΙΟΥ

 

Μνήμη τῆς εὑρέσεως τῆς τιμίας κεφαλῆς τοῦ Ἁγίου Προφήτου, Προδρόμου καὶ Βαπτιστοῦ Ἰωάννου.

 

ΕΙΣ ΤΟΝ ΕΣΠΕΡΙΝΟΝ

 

Εἰς τό, Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους ι' καὶ ψάλλομεν τό, Ἰδιόμελον τῆς ἡμέρας δίς, καὶ τὸ Μαρτυρικὸν καὶ τὰ Προσόμοια τοῦ Τριωδίου, εἶτα τὰ παρόντα γ' προσόμοια τοῦ Προδρόμου, δευτεροῦντες τὸ α'.

Ἦχος πλ. α' Χαίροις ἀσκητικῶν ΤΟ ΑΚΟΥΤΕ

Χαίροις ἡ Ἱερὰ Κεφαλή, καὶ φωτοφόρος καὶ Ἀγγέλοις αἰδέσιμος, ἡ ξίφει τμηθεῖσα πάλαι, καὶ τμητικοῖς ἐλεγμοῖς, ἀσελγείας αἶσχος διακόψασα, πηγὴ ἡ τοῖς θαύμασι, τοὺς πιστοὺς καταρδεύουσα, ἡ τοῦ Σωτῆρος, τὴν σωτήριον ἔλευσιν, καταγγείλασα, καὶ τὴν πτῆσιν τοῦ Πνεύματος, πάλαι κατανοήσασα, πρὸς τοῦτον σκηνώσασαν, τῆς Παλαιᾶς τε καὶ Νέας, ἡ μεσιτεύσασα χάριτος, Χριστὸν ἐκδυσώπει, ταῖς ψυχαῖς ἡμῶν δοθῆναι τὸ μέγα ἔλεος.

 

Στάμνῳ ἐγκεκρυμμένη ποτέ, ἡ τοῦ Προδρόμου κεφαλὴ πεφανέρωται, λαγόνων ἀναδοθεῖσα, ἐκ τῶν τῆς γῆς ἐμφανῶς, καὶ θαυμάτων ῥεῖθρα ἀναβλύζουσα· καὶ γὰρ ἐν τοῖς ὕδασι, κεφαλὴν ἐναπέλουσε, τοῦ ὑπερῷα, νῦν στεγάζοντος ὕδασι, καὶ ὀμβρίζοντος τοῖς βροτοῖς θείαν ἄφεσιν. Ταύτην οὖν μακαρίσωμεν, τὴν ὄντως ἀοίδιμον, καὶ ἐν τῇ ταύτης εὑρέσει, περιχαρῶς ἑορτάσωμεν, Χριστὸν δυσωπούσης, τοῦ δωρήσασθαι τῷ κόσμῳ τὸ μέγα ἔλεος.

 

Κάρα ἡ τὸν ἀμνὸν τοῦ Θεοῦ, ἀνακηρύξασα σαρκὶ φανερούμενον, καὶ πᾶσι τῆς μετανοίας, τὰς σωτηρίους ὁδούς, θείαις ὑποθήκαις βεβαιώσασα, ἡ πρὶν τοῦ Ἡρῴδου, παρανομίαν ἐλέγξασα, καὶ διὰ τοῦτο, ἐκτμηθεῖσα τοῦ σώματος, τὴν χρόνιον, ὑποστᾶσα κατάκρυψιν, ὥσπερ φωτοφανὴς ἡμῖν, ἀνέτειλεν ἥλιος. Μετανοεῖτε βοῶσα, καὶ τῷ Κυρίῳ προστίθεσθε, ψυχῆς κατανύξει, τῷ παρέχοντι τῷ κόσμῳ τὸ μέγα ἔλεος.

Δόξα... Ἦχος πλ. β'

Θησαυρὸς ἐνθέων δωρεῶν, ἡ θεοφρούρητος κάρα σου Πρόδρομε, ἐκ τῶν τῆς γῆς λαγόνων ἀνέτειλεν, ἣν ἡμεῖς πιστῶς ἀρυσάμενοι, καὶ προσκυνοῦντες ἔνδοξε, πλουτοῦμεν διὰ σοῦ Χριστοῦ Βαπτιστά, θαυμάτων τὰ παράδοξα, καὶ τῶν πταισμάτων τὴν συγχώρησιν.

Καὶ νῦν... Θεοτοκίον

Μεταβολὴ τῶν θλιβομένων, ἀπαλλαγὴ τῶν ἀσθενούντων, ὑπάρχουσα Θεοτόκε Παρθένε, σῷζε πόλιν καὶ λαόν, τῶν πολεμουμένων ἡ εἰρήνη, τῶν χειμαζομένων ἡ γαλήνη, ἡ μόνη προστασία τῶν πιστῶν.

Σταυροθεοτοκίον

Τριήμερος ἀνέστης ΤΟ ΑΚΟΥΤΕ

Ἐν ξύλῳ τὴν ζωὴν ἡμῶν, ὁρῶσα ἡ πανάμωμος Θεοτόκος, κρεμαμένην μητρικῶς, ὠδύρετο βοῶσα· Υἱέ μου καὶ Θεέ μου, σῶσον τοὺς πόθῳ ἀνυμνοῦντάς σε.

 

Τὰ ἀναγνώσματα τοῦ Τριωδίου

 

Εἰς τὸν Στίχον, τὸ Ἰδιόμελον τῆς ἡμέρας δίς, καὶ τὸ Μαρτυρικόν. Εἶτα. 

Δόξα... Ἦχος β'

Ἡ τῶν θείων ἐννοιῶν πανσεβάσμιος θήκη, καὶ τῆς ἀρρήτου οὐσίας τρανῶς ἡ προβλέψασα, τὸ μυστήριον Κάρα σου, ὡς ἐκ λαγόνων μητρικῶν, ἐκ τῶν ταμείων τῆς γῆς, σήμερον ἀνατέταλκεν, Ἰωάννη πανεύφημε, καὶ εὐωδίασε πᾶσαν τὴν ὑφήλιον, ἁγιασμοῦ προχέουσα μύρον, καὶ νοητῶς κηρύττουσα μετανοίας ὁδόν, καὶ τῷ Σωτήρι τῶν ὅλων πρεσβεύουσα, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Καὶ νῦν... Θεοτοκίον

Χαῖρε ἡ ἐλπὶς ἡμῶν, Θεοτόκε ἄχραντε, χαῖρε ἡ δι' Ἀγγέλου δεξαμένη τὸ χαῖρε, χαῖρε ἡ τεκοῦσα Πατρὸς τὸ ἀπαύγασμα, εὐλογημένη χαῖρε σεμνή, Παναγία Παρθένε μόνη πανύμνητε, σὲ δοξάζει πᾶσα κτίσις τὴν Μητέρα τοῦ φωτός.

Ἢ Σταυροθεοτοκίον

Ὅτε ἐκ τοῦ ξύλου σε νεκρὸν ΤΟ ΑΚΟΥΤΕ

Βότρυν τὸν παμπέπειρον Ἁγνή, ὃν ἀγεωργήτως ἐν μήτρᾳ ἐκυοφόρησας, ξύλῳ ὡς ἑώρακας, τοῦτον κρεμάμενον, θρηνῳδοῦσα ὠλόλυζες, καὶ ἔκραζες· Τέκνον, γλεῦκος ἐναπόσταξον, δι' οὗ ἡ μέθη ἀρθῇ, πᾶσα τῶν παθῶν εὐεργέτα, δι' ἐμοῦ τῆς σὲ τετοκυίας, σοῦ τὴν εὐσπλαγχνίαν ἐνδεικνύμενος.

 

Ἀπολυτίκιον Ἦχος δ'

Ταχὺ προκατάλαβε ΤΟ ΑΚΟΥΤΕ

Ἐκ γῆς ἀνατείλασα ἡ τοῦ Προδρόμου κεφαλή, ἀκτῖνας ἀφίησι τῆς ἀφθαρσίας, πιστοῖς τῶν ἰάσεων, ἄνωθεν συναθροίζει, τὴν πληθὺν τῶν Ἀγγέλων, κάτωθεν συγκαλεῖται, τῶν ἀνθρώπων τὸ γένος, ὁμόφωνον ἀναπέμψαι, δόξαν Χριστῷ τῷ Θεῷ.

 

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

 

Μετὰ τὴν α' Στιχολογίαν

Κάθισμα Ἦχος δ'

Ταχὺ προκατάλαβε ΤΟ ΑΚΟΥΤΕ

Ὡς θεῖον θησαύρισμα, ἐγκεκρυμμένον τῇ γῇ, Χριστὸς ἀπεκάλυψε τὴν κεφαλήν σου ἡμῖν, Προφῆτα καὶ Πρόδρομε. Πάντες οὖν συνελθόντες, ἐν τῇ ταύτης εὑρέσει, ᾄσμασι θεηγόροις, τὸν Σωτῆρα ὑμνοῦμεν, τὸν σῴζοντα ἡμᾶς ἐκ φθορᾶς ταῖς ἱκεσίαις σου.

Δόξα... Καὶ νῦν... Θεοτοκίον

Ταχὺ προκατάλαβε, πρὶν δουλωθῆναι ἡμᾶς, ἐχθροῖς βλασφημοῦσί σε, καὶ ἀπειλοῦσιν ἡμῖν, Χριστὲ ὁ Θεὸς ἡμῶν, ἄνελε τῷ Σταυρῷ σου, τοὺς ἡμᾶς πολεμοῦντας, γνώτωσαν πῶς ἰσχύει, Ὀρθοδόξων ἡ πίστις, πρεσβείαις τῆς Θεοτόκου μόνε Φιλάνθρωπε.

 

Μετὰ τὴν β' Στιχολογίαν

Κάθισμα Ἦχος δ'

Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ ΤΟ ΑΚΟΥΤΕ

Ἀναδοθεῖσα ὡς χρυσὸς ἐκ μετάλλων, ἡ ἱερά σου κεφαλὴ παραδόξως, ἐκ τῶν ἀδύτων γῆς ἐπλούτισε, Χριστοῦ Βαπτιστά, πάντας τοὺς προστρέχοντας, ἐν τῇ ταύτης εὑρέσει, ὕμνοις μεγαλύνοντας, τὸν Σωτῆρα καὶ Κτίστην, τούτοις διδόντα μάκαρ διὰ σοῦ, λύσιν πταισμάτων, καὶ πλούσιον ἔλεος.

Δόξα... Καὶ νῦν... Θεοτοκίον

Οὐ σιωπήσομεν ποτὲ Θεοτόκε, τοῦ εὐχαρίστως ἀνυμνεῖν ἐκ καρδίας, τὰ σὰ ἐλέη Δέσποινα οἱ δοῦλοί σου, κράζοντες καὶ λέγοντες· Παναγία Παρθένε, πρόφθασον καὶ λύτρωσαι, ἐξ ἐχθρῶν ἀοράτων, καὶ ἀναγκῶν καὶ πάσης ἀπειλῆς· σὺ γὰρ ὑπάρχεις, ἡμῶν ἡ ἀντίληψις.

 

Μετὰ τὸν Πολυέλεον

Κάθισμα Ἦχος δ'

Ἐπεφάνης σήμερον ΤΟ ΑΚΟΥΤΕ

Ὁ Ἡρῴδης Πρόδρομε, παρανομήσας, τὴν τιμίαν κάραν σου, ξίφει ἀπέτεμε δεινῶς, ὡς ἔκφρων οἴστρῳ ὁ δείλαιος, ἣν περ ἐκ πόθου, Πιστοὶ ἀσπαζόμεθα.

Δόξα... Καὶ νῦν... Θεοτοκίον

Μωϋσῆς ἑώρακε, πυρφόρον βάτον, σὲ τὸ πῦρ βαστάσασαν, τὸ τὰς ψυχὰς φωταγωγοῦν, καὶ μὴ φλεχθεῖσαν Πανάμωμε, δρόσου δὲ μᾶλλον, πλησθεῖσαν τῆς χάριτος.

 

Τὸ α' Ἀντίφωνον τοῦ δ' Ἤχου.

Ἀντίφωνον Α'

Ἐκ νεότητός μου πολλὰ πολεμεῖ με πάθη, ἀλλ' αὐτὸς ἀντιλαβοῦ, καὶ σῶσον Σωτήρ μου.

Οἱ μισοῦντες Σιών, αἰσχύνθητε ἀπὸ τοῦ Κυρίου· ὡς χόρτος γάρ, πυρὶ ἔσεσθε ἀπεξηραμμένοι.

Δόξα...

Ἁγίῳ Πνεύματι, πᾶσα ψυχὴ ζωοῦται, καὶ καθάρσει ὑψοῦται λαμπρύνεται, τῇ τριαδικῇ Μονάδι ἱεροκρυφίως.

Καὶ νῦν...

Ἁγίῳ Πνεύματι, ἀναβλύζει τὰ τῆς χάριτος ῥεῖθρα, ἀρδεύοντα, ἅπασαν τὴν κτίσιν πρὸς ζωογονίαν.

 

Προκείμενον Ἦχος δ'

Ἐκεῖ ἐξανατελῶ κέρας τῷ Δαυΐδ, ἡτοίμασα λύχνον τῷ Χριστῷ μου.

Στίχ. Μνήσθητι, Κύριε τοῦ Δαυΐδ, καὶ πάσης τῆς πραότητος αὐτοῦ.

 

Τό, Πᾶσα πνοὴ

 

Εὐαγγέλιον, Κατὰ Λουκᾶν

Τῷ καιρῷ ἐκείνῳ, ἤκουσεν Ἡρῴδης...

 

Ὁ Ν'

 

Δόξα... ταῖς τοῦ σοῦ Προδρόμου...

Καὶ νῦν... ταῖς τῆς Θεοτόκου...

 

Στίχ. Ἐλέησόν με ὁ Θεός...

 

Καὶ τὸ Ἰδιόμελον

Ἦχος πλ. β'

Ἡ τῶν θείων ἐννοιῶν πανσεβάσμιος θήκη, καὶ τῆς ἀρρήτου οὐσίας τρανῶς ἡ προβλέψασα, τὸ μυστήριον Κάρα σου, ὡς ἐκ λαγόνων μητρικῶν, ἐκ τῶν ταμείων τῆς γῆς, σήμερον ἀνατέταλκεν, Ἰωάννη πανεύφημε, καὶ εὐωδίασε πᾶσαν τὴν ὑφήλιον, ἁγιασμοῦ προχέουσα μύρον, καὶ νοητῶς κηρύττουσα μετανοίας ὁδόν, καὶ τῷ Σωτῆρι τῶν ὅλων πρεσβεύουσα, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

 

Εἶτα ὁ Κανὼν τοῦ Προδρόμου μετὰ τῶν εἱρμῶν εἰς ς' καὶ τὰ Τριώδια τῆς ἡμέρας ὡς καθ ἑκάστην.

 

Ὁ Κανὼν τοῦ Προδρόμου

 

ᾨδὴ α' Ἦχος πλ. β'

Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ

«Ὡς ἐν ἠπείρῳ πεζεύσας ὁ Ἰσραήλ, ἐν ἀβύσσῳ ἴχνεσι, τὸν διώκτην Φαραώ, καθορῶν ποντούμενον Θεῷ, ἐπινίκιον ᾠδήν, ἐβόα ᾄσωμεν».

 

Δεῦτε εὐφήμῳ τῇ γλώττῃ καὶ πανσθενεῖ, κροτουμένῃ Πνεύματι, ἐκ χειλέων εὐαγῶν, τὴν τοῦ Λόγου Πρόδρομον φωνήν, ἐν ᾠδαῖς πνευματικαῖς, πιστοὶ δοξάσωμεν.

 

Εἰρηνικῇ καταστάσει γαληνιᾷ, καὶ ἀπείροις πλήθεσιν, Ἐκκλησία ἡ Χριστοῦ, εὐσταθῶς ποιμαίνεται τῶν σοί, τὴν ἐτήσιον ᾠδήν, βοώντων Πρόδρομε.

 

Τὴν πρὸς Θεοῦ δεδομένην ὡς θησαυρον, ἡμῖν ἀναφαίρετον, θεοφόρον κορυφήν, τοῦ Προδρόμου ἅπαντες ᾠδαῖς, ἐπαξίως πανδημεῖ, πιστοὶ τιμήσωμεν.

Θεοτοκίον

Τὸν σεαυτῆς δεξαμένη Δημιουργόν, ὡς αὐτὸς ἠθέλησεν, ἐξ ἀσπόρου σου γαστρός, ὑπὲρ νοῦν σαρκούμενον Ἁγνή, τῶν κτισμάτων ἀληθῶς, ἐδείχθης Δέσποινα.

 

ᾨδὴ γ' Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ

«Οὐκ ἔστιν Ἅγιος ὡς σύ, Κύριε ὁ Θεός μου, ὁ ὑψώσας τὸ κέρας, τῶν πιστῶν σου ἀγαθέ, καὶ στερεώσας ἡμᾶς, ἐν τῇ πέτρᾳ, τῆς ὁμολογίας σου».

 

Γαστὴρ στειρεύουσα βλαστόν, σὲ προσήνεγκε θεῖον, τῆς ἐθνῶν Ἐκκλησίας, εὐκλεῆ Νυμφαγωγόν, Χριστῷ τῷ ὄντως Θεῷ, καὶ Νυμφίῳ, ταύτην μνηστευόμενον.

 

Τὴν σὴν θεόφθογγον φωνήν, Πρόδρομε Ἰωάννη, οὐδὲ ξίφει ἐπέσχεν, ἡ ἀθλία μοιχαλίς· τὴν θείαν γάρ σου ἡμῖν, ἐμφανίζεις, κάραν τὴν ὑπόγαιον.

 

Πανηγυρίζουσα φαιδρῶς, ἡ ποθοῦσά σε πόλις, εὐωχεῖται ὡς ὄλβον, εὑραμένη μυστικόν, καὶ κρήνην ἀνελλιπῆ, ἰαμάτων Πρόδρομε τὴν κάραν σου.

Θεοτοκίον

Τοῦ θείου τόκου σου Ἁγνή, πᾶσαν φύσεως τάξιν, ὑπερβαίνει τὸ θαῦμα· Θεὸν γὰρ ὑπερφυῶς, συνέλαβες ἐν γαστρί, καὶ τεκοῦσα, μένεις ἀειπάρθενος.

 

Κάθισμα Ἦχος δ'

Τὸ προσταχθὲν μυστικῶς ΤΟ ΑΚΟΥΤΕ

Ὡς ἐν ταμείῳ θησαυρὸς ἐναπόθετος, ἡ τοῦ Προδρόμου κεφαλὴ ἐφυλάττετο, ἐν ὑδρίᾳ κρυβεῖσα, ἡ φωνὴ τοῦ Λόγου, ὡς σῖτος καταχωσθεῖσα εἰς βάθος γῆς, ἀνῆκε καρποφοροῦσα θείαν ζωήν. Ταύτης πάντες τιμήσωμεν, τὴν εὕρεσιν, τὸν Χριστόν, δοξάζοντες τὸν δόντα αὐτῇ, χάριν βρύειν ἰάματα.

Δόξα... ὅμοιον

Τοῦ βαπτιστοῦ ἡ κεφαλὴ κατεκρύπτετο, ὡς μαργαρίτης ὑπὸ γῆν ἐν τῇ ὑδρίᾳ, καὶ ὡς λύχνος θεόφωτος ἀγλαϊζομένη, ἐκλάμπει θαυματουργοῦσα κόσμῳ παντί, ὡς ὄρθρος ἐξανατέλλων πανευπρεπής, τοῦ Ἡλίου ὁ Πρόδρομος, καὶ ἀνεσπέρῳ φωτί, μηνύων πάλιν ἡμῖν, ἴδε κραυγάζει ὁ Ἀμνὸς τοῦ Θεοῦ.

Καὶ νῦν... Θεοτοκίον

Τὸ προσταχθὲν μυστικῶς λαβὼν ἐν γνώσει, ἐν τῇ σκηνῇ τοῦ Ἰωσὴφ σπουδῇ ἐπέστη, ὁ Ἀσώματος λέγων τῇ ἀπειρογάμῳ ὁ κλίνας τῇ καταβάσει τοὺς οὐρανούς, χωρεῖται ἀναλλοιώτως ὅλως ἐν σοί, ὃν καὶ βλέπων ἐν μήτρᾳ σου, λαβόντα δούλου μορφήν, ἐξίσταμαι κραυγάζειν σοι· Χαῖρε Νύμφη ἀνύμφευτε.

 

ᾨδὴ δ' Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ

«Χριστός μου δύναμις, Θεὸς καὶ Κύριος, ἡ σεπτὴ Ἐκκλησία θεοπρεπῶς, μέλπει ἀνακράζουσα, ἐκ διανοίας καθαρᾶς, ἐν Κυρίῳ ἑορτάζουσα».

 

Τῆς πάλαι γέγονας, σφραγὶς πανόλβιε, ἐμφανῶς Διαθήκης καὶ Προφητῶν, πέρας ἐχρημάτισας, καὶ νυμφοστόλος δὲ σεπτός, τῆς καινῆς ἐδείχθης Πρόδρομε.

 

Τριχίνοις ῥάκεσι, συνήθως Πρόδρομε, τὴν τιμίαν ἠνέσχου καὶ εὐκλεῆ, Κάραν σου καλύπτεσθαι, βασιλικῆς ἁλουργίδος, ὡς ἐσθῆτι ἀγαλλόμενος.

 

Τῇ αἴγλῃ Πρόδρομε, τοῦ θείου Πνεύματος, τὴν τιμῶσάν σε πόλιν διηνεκῶς, πρέσβευε φαιδρύνεσθαι, καὶ ἐν τῇ σῇ σοφὲ μνήμῃ, σὺν Ἀγγέλοις ἐπαγάλλεσθαι.

Θεοτοκίον

Νεκρὸν με ἔδειξε, φυτοῦ ἀπόγευσις, τῆς ζωῆς δὲ τὸ ξύλον ἐκ σοῦ φανέν, Πάναγνε ἀνέστησε, καὶ Παραδείσου τῆς τρυφῆς, κληρονόμον με κατέστησε.

 

ᾨδὴ ε' Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ

«Τῷ θείῳ φέγγει σου ἀγαθέ, τὰς τῶν ὀρθριζόντων σοι ψυχάς, πόθῳ καταύγασον δέομαι, σὲ εἰδέναι Λόγε Θεοῦ, τὸν ὄντως Θεόν, ἐκ ζόφου τῶν πταισμάτων ἀνακαλούμενον».

 

Οὐκ ἔφυς κάλαμος Βαπτιστά, ταῖς πειραστικαῖς τοῦ δυσμενοῦς, αὔραις ἀεὶ ῥιπιζόμενος, πύργος δὲ τοῦ θείου λαοῦ ἀκράδαντος· δυνάμει Ἠλιοὺ γὰρ ὤφθης καὶ πνεύματι.

 

Ὁ τὴν Θεότητα ἀθετῶν, καὶ κατασμικρύνων τὴν δόξαν, τοῦ ὑπὸ σοῦ βαπτισθέντος Χριστοῦ, τήν τε θείαν χάριν σοῦ νοσφιζόμενος, ἐνδίκως περιβόλων θείων ἀπείργεται.

 

Ἀφθόνου ἤνοιξας σὺ πηγῆς, πύλην τοῖς ὑμνοῦσί σε ἡμῖν, πόθῳ ἀοίδιμε Πρόδρομε, χάριτος τῆς θείας βλυζούσης νάματα, καὶ ῥεῖθρα ἰαμάτων πάντας εὐφραίνοντα.

Θεοτοκίον

Φοροῦσα κάλλος τὸ νοητόν, τῆς ὡραιοτάτης σου ψυχῆς, νύμφη Θεοῦ ἐχρημάτισας, κατεσφραγισμένη τῇ παρθενίᾳ Σεμνή, καὶ φέγγει τῆς ἁγνείας, κόσμον φαιδρύνουσα.

 

ᾨδὴ ς' Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ

«Τοῦ βίου τὴν θάλασσαν, ὑψουμένην καθορῶν, τῶν πειρασμῶν τῷ κλύδωνι, τῷ εὐδίῳ λιμένι σου προσδραμών, βοῶ σοι· Ἀνάγαγε, ἐκ φθορᾶς τὴν ζωήν μου Πολυέλεε».

 

Προφήτην σε ἔφησεν ἡ ἀλήθεια Χριστός, καὶ Προφητῶν ὑπέρτερον, Βαπτιστά τε καὶ Πρόδρομε τῆς ζωῆς· αὐτὸν γὰρ ἑώρακας, ὂν Προφῆται καὶ νόμος προκατήγγειλαν.

 

Οὐκ ἔφερε κρύπτεσθαι, τῶν θαυμάτων ἡ πηγή, ὁ θησαυρὸς τῆς χάριτος, ἡ ἀοίδιμος Κάρα σου Βαπτιστά, Προφῆτα καὶ Πρόδρομε, ἀλλ' ὀφθεῖσα προχέει ἰαμάτων πηγάς.

 

Πανόλβιον καύχημα, καὶ ἀγλάϊσμα φαιδρόν, καὶ θυρεὸν σωτήριον, ἡ φιλόχριστος αὕτη καὶ εὐκλεής, προβάλλεται πόλις σου, τὴν σεπτήν σου καὶ θείαν Κάραν Πρόδρομε.

Θεοτοκίον

Ὁ μέγας προέγραψεν, ἐν Προφήταις Μωϋσῆς, σὲ κιβωτὸν καὶ τράπεζαν, καὶ λυχνίαν καὶ στάμνον συμβολικῶς, σημαίνων τὴν σάρκωσιν τὴν ἐκ σοῦ τοῦ Ὑψίστου Μητροπάρθενε.

 

Κοντάκιον Ἦχος β'

Τὰ ἄνω ζητῶν ΤΟ ΑΚΟΥΤΕ

Προφῆτα Θεοῦ, καὶ Πρόδρομε τῆς χάριτος, τὴν Κάραν τὴν σήν, ὡς ῥόδον ἱερώτατον, ἐκ τῆς γῆς εὑράμενοι, τὰς ἰάσεις πάντοτε λαμβάνομεν· καὶ γὰρ πάλιν ὡς πρότερον, ἐν κόσμῳ κηρύττεις τὴν μετάνοιαν.

Ὁ Οἶκος

Ἐκ τοῦ Κυρίου τὴν μαρτυρίαν εἰληφὼς Ἰωάννη, ὑπὲρ πάντας βροτοὺς ὑπέρτερος ἐχρημάτισας· ὅθεν ἐπαίνους τῶν ἐγκωμίων προσενέγκαι σοι δέδοικα, ἀλλὰ πόθῳ ἐκβιασθείς, τῇ ᾠδῇ ἐγχειρῆσαι τετόλμηκα· διὸ μὴ ἀπαξιώσῃς συνεργὸς μοι γενέσθαι Πανεύφημε, ἵνα ἰσχύσω στεφανῶσαί σου κορυφὴν τὴν ἁγίαν τρισόλβιε· καὶ γὰρ σὺ ἐν κόσμῳ κηρύττεις τὴν μετάνοιαν.

 

Σ υ ν α ξ ά ρ ι ο ν

Τῇ ΚΔ' τοῦ αὐτοῦ μηνός, Μνήμη τῆς εὑρέσεως τῆς τιμίας κεφαλῆς τοῦ Ἁγίου Προφήτου, Προδρόμου καὶ Βαπτιστοῦ Ἰωάννου.

Στίχοι

Ἐκ γῆς προφαίνει Πρόδρομος σεπτὴν Κάραν,

Καρποὺς παραινῶν ἀξίους ποιεῖν πάλιν.

Ὁ Βαπτίσας πρὶν ὑδάτων πηγαῖς ὄχλους,

Γῆθεν φανεὶς βάπτιζε πηγαῖς θαυμάτων.

Εἰκοστὴν Προδρόμοιο φάνη Κάρη ἀμφὶ τετάρτην.

 

Ταῖς τοῦ σοῦ Προδρόμου πρεσβείαις, ὁ Θεὸς ἐλέησον ἡμᾶς. Ἀμήν.

 

ᾨδὴ ζ' Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ

«Δροσοβόλον μὲν τὴν κάμινον εἰργάσατο, Ἄγγελος τοῖς Ὁσίοις Παισί· τοὺς Χαλδαίους δὲ καταφλέγον πρόσταγμα Θεοῦ, τὸν τύραννον ἔπεισε βοᾶν· Εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν».

 

Τῆς Παρθένου ὁ βλαστὸς σε ὑπὲρ ἅπαντας, ἔφη ἐν γεννητοῖς γυναικῶν· ὡς γὰρ ἄσαρκος καὶ ἰσάγγελος ἐπὶ τῆς γῆς, αὐτῷ πεπολίτευσαι βοῶν· Εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.

 

Ἐν νηδὺϊ τῆς Παρθένου τὸν σκηνώσαντα, ἔγνως στειρωτικῆς ἐκ γαστρός, καὶ χρησάμενος, τῇ μητρῴᾳ Πρόδρομε φωνῇ, σκιρτῶν ἀνεκραύγαζες αὐτῷ· Εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.

 

Μεμακάρισται τῷ ὄντι ἐν ταῖς πόλεσιν, αὕτη νῦν παναοίδιμε, κτησαμένη σε, πολιοῦχον, Πρόδρομε Χριστοῦ· διὸ ἑορτάζουσα βοᾷ· Εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.

Θεοτοκίον

Διὰ σοῦ Μῆτερ Παρθένε φῶς ἀνέτειλε, πάσῃ τῇ οἰκουμένῃ φαιδρόν· τὸν γὰρ Κτίστην, σὺ τῶν ἁπάντων τέτοκας Θεόν, ὃν αἴτησαι Πάναγνε ἡμῖν, καταπεμφθῆναι τοῖς πιστοῖς τὸ μέγα ἔλεος.

 

ᾨδὴ η' Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ

«Ἐκ φλογὸς τοῖς Ὁσίοις δρόσον ἐπήγασας, καὶ Δικαίου θυσίαν ὕδατι ἔφλεξας· ἅπαντα γὰρ δρὰς Χριστέ, μόνῳ τῷ βούλεσθαι· Σὲ ὑπερυψοῦμεν, εἰς πάντας τοὺς αἰῶνας».

 

Ἀπεστάλη βοῶντος φωνὴ ὁ Πρόδρομος, ταῖς ἐρήμοις καρδίαις, τὴν τοῦ Υἱοῦ τοῦ Θεοῦ, πίστιν εὐσεβῆ, ἐγκεντρίζων τοῦ ὄντως Θεοῦ, ὃν ὑπερυψοῦμεν, εἰς πάντας τούς αἰῶνας.

 

Ἑτοιμάσατε φάσκει καὶ νῦν ὁ Πρόδρομος, τοῦ Κυρίου τὴν τρίβον, δι' ἁγιότητος· οὗτος γὰρ ἐλθών, σὺν Πατρὶ καὶ τῷ Πνεύματι, ταῖς ἡμῶν καρδίαις, οἰκήσει εἰς αἰῶνας.

 

Τῇ φωνῇ ἀκοὴν μὲν τῇ τοῦ Γεννήτορος, ὀφθαλμοὺς δὲ τῇ θέᾳ, τοῦ θείου Πνεύματος, ὅλος δὲ ἁφῇ, Ἰωάννης ὁ Πρόδρομος, σὲ χειροθετήσας, Χριστὲ θεοφορεῖται.

Θεοτοκίον

Χρυσαυγὴς σε λυχνία προδιετύπωσε, δεξαμένην ἀφράστως, φῶς τὸ ἀπρόσιτον, γνώσει τῇ αὐτοῦ, καταυγάζον τὰ σύμπαντα· ὅθεν σε ὑμνοῦμεν, Ἁγνὴ εἰς τοὺς αἰῶνας.

 

ᾨδὴ θ' Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ

«Θεὸν ἀνθρώποις ἰδεῖν ἀδύνατον, ὃν οὐ τολμᾷ Ἀγγέλων ἀτενίσαι τὰ τάγματα· διὰ σοῦ δὲ Πάναγνε ὡράθη βροτοῖς, Λόγος σεσαρκωμένος, ὃν μεγαλύνοντες, σὺν ταῖς οὐρανίαις Στρατιαῖς σε μακαρίζομεν».

 

Σαφῶς τῆς πλήρους δεκάδος Πρόδρομε, τῶν ἐντολῶν σὺ φύλαξ ἐξ ἰσχύος γενόμενος, καταλλήλως πρὸς Χριστοῦ τετίμησαι, χαρισμάτων δεκάδι· ὅθεν τοῦ Λόγου σε μύστην τε καὶ φίλον νῦν εἰδότες, σὲ μακαρίζομεν.

 

Χριστοῦ προφήτης τε καὶ Ἀπόστολος, Ἄγγελός τε καὶ Πρόδρομος τῆς θείας σαρκώσεως, Βαπτιστὴς καὶ Ἱερεὺς καὶ Μάρτυς πιστός, κήρυξ τε τοῖς ἐν ᾍδου, σὺ ἐχρημάτισας, καὶ τοῖς παρθενεύουσι κανών, καὶ τῆς ἐρήμου βλαστός.

 

Ψυχῆς τὸ ἄπιστον δειγματίζεται, ἱερουργοῦ χειρὸς νενεκρωμένης τῷ θαύματι, βλαστησάσης αὖθις διὰ τῆς πίστεως· σῆς γὰρ ἐκφανθείσης Κάρας Μακάριε, ἡ καταποθεῖσα παλάμη ἀνακαινίζεται.

Θεοτοκίον

Παθῶν ἰάματα ἀρυσώμεθα, τῷ εὐκλεεῖ τεμένει τοῦ Προδρόμου προστρέχοντες· ἐν αὐτῷ γὰρ πάρεισιν Ἀγγέλων χοροί, πνεύματά τε δικαίων, πάντων ἡ Δέσποινα, σύν τῷ Βαπτιστῇ, Ἰωάννῃ ἰάσεις νέμουσα.

 

Ἐξαποστειλάριον

Τοῖς Μαθηταῖς συνέλθωμεν ΤΟ ΑΚΟΥΤΕ

Λαμπροφανὴς ἀνέτειλεν, ἡ τιμία σου Κάρα, ἐκ τῶν ἀδύτων κόλπων γῆς, Πρόδρομε Ἰωάννη, λύχνε φωτὸς τοῦ αὔλου, ἧς τὴν εὕρεσιν πόθῳ, τελοῦντες δυσωποῦμέν σε, τῶν δεινῶν εὑρεῖν λύσιν, καὶ τὸν καιρόν, εὐμαρῶς ἀνύσαι τῆς ἐγκρατείας, πρεσβείαις σου πανεύφημε, Βαπτιστὰ τοῦ Σωτῆρος.

Θεοτοκίον

Ψυχαγωγεῖται Πάναγνε, τῶν πιστῶν ἡ θεόφρων, ὁμήγυρις λατρεύουσα, καὶ πιστῶς ἀνυμνοῦσα, σὲ Θεοτόκον κυρίως, ταῖς πρεσβείαις σου· ὅθεν, τῶν νηστειῶν τὸν δίαυλον, δὸς ἡμῖν ἐκτελέσαι, θεοπρεπῶς, καὶ Σταυρὸν τὸν τίμιον προσκυνῆσαι, καὶ πάθη τὰ σωτήρια, τοῦ Υἱοῦ καὶ Θεοῦ σου.

 

Εἰς τοὺς Αἴνους, ἱστῶμεν Στίχους δ' καὶ ψάλλομεν τρία Στιχηρὰ Προσόμοια, δευτεροῦντες τὸ πρῶτον.

Ἦχος δ'

Ἔδωκας σημείωσιν ΤΟ ΑΚΟΥΤΕ

Ἤνοιξε προπύλαια, τῆς ἐγκρατείας ἡ πάνσεμνος, κεφαλή σου Πανεύφημε, καὶ τρυφὴν προέθηκεν, ἡδυτάτην πᾶσι, θείων χαρισμάτων, ὧν περ μετέχοντες πιστῶς, τὸ τῆς νηστείας τραχὺ γλυκαίνομεν, καὶ πίστει εὐφημοῦμέν σε, καὶ ἐκβοῶμεν Χριστῷ τῷ Θεῷ, Ἰησοῦ παντοδύναμε, ὁ Σωτὴρ τῶν ψυχῶν ἡμῶν. (Δίς)

 

Μύρα ὥσπερ νάματα, ἡ κεφαλὴ ἀποστάζουσα, τοῦ Προδρόμου ἀέναα, καὶ τραπέζῃ σήμερον, ἀποτεθειμένη, μυστικῇ καὶ θείᾳ, εὐωδιάζει νοητῶς, καὶ ἀηδίαν ἐλαύνει θλίψεων, καὶ εὐφροσύνης ἅπαντας, πληροῖ τοὺς πόθῳ κραυγάζοντας· Ἰησοῦ παντοδύναμε, ὁ Σωτὴρ τῶν ψυχῶν ἡμῶν.

 

Ἔτεμεν ἡ Κάρα σου, καθάπερ ξίφος τομώτατον, κεφαλὰς ἀνομούντων ἐχθρῶν, καὶ νάματα ἔβλυσεν, εὐνομοῦσι πᾶσι, τῶν θείων χαρίτων· καὶ διὰ τοῦτό σε πιστῶς, ἀνευφημοῦμεν φίλον καὶ Πρόδρομον, Ἰωάννη τοῦ Κτίσαντος, καὶ ἐκβοῶμεν αὐτῷ ἐκτενῶς· Ἰησοῦ παντοδύναμε, ὁ Σωτὴρ τῶν ψυχῶν ἡμῶν.

Δόξα... Ἦχος πλ. β'

Τὴν πανσεβάσμιον Κάραν, τοῦ Βαπτιστοῦ σου Κύριε, φανερωθεῖσαν σήμερον ἐκ γῆς, μετὰ φωνῆς αἰνέσεως, ἀρυσάμενοι πιστῶς, εἰς πρεσβείαν φιλάνθρωπε, οἱ ἑπταικότες δοῦλοί σου, προσάγοντες αἰτούμεθα, δι' αὐτῆς ἐπιτυχεῖν ἐν ἡμέρᾳ κρίσεως, παρὰ σοῦ τὸν ἱλασμὸν καὶ τὸ μέγα ἔλεος.

Καὶ νῦν... Θεοτοκίον

Τριήμερος ἀνέστης Χριστὲ ΤΟ ΑΚΟΥΤΕ

Φιλάγαθε Θεὲ καὶ Σωτήρ, τοὺς δούλους σου περίσῳζε, ἀπὸ πάσης, περιστάσεως δεινῆς, πρεσβείαις τοῦ Προδρόμου, καὶ πάντων τῶν Ἁγίων, καὶ τῆς Μητρός σου ταῖς ἐντεύξεσιν.

 

Εἰς τὸν Στίχον, τὸ Ἰδιόμελον τῆς ἡμέρας δίς, καὶ τὸ Μαρτυρικόν. Εἶτα.

Δόξα... Ἦχος πλ. β'

Ἡ πρώην ἐπὶ πίνακι, τὸ τοῦ Ἡρῴδου ἄθεσμον μῦσος ἐλέγξασα, τὴν δὲ μετάνοιαν πᾶσι κηρύξασα πιστοῖς, τιμία κεφαλὴ τοῦ Βαπτιστοῦ σου Κύριε, ἐκ τῶν ταμείων τῆς γῆς ἀναφανεῖσα, πρόκειται τοῖς πιστῶς προσιοῦσιν αὐτῇ, καὶ ἁπτομένοις ἐν φόβῳ, καὶ προσκυνοῦσι πόθῳ ψυχῆς, βραβευομένη λύσιν πταισμάτων, καὶ αἰτημάτων παρέχει τὰ σωτήρια, καὶ τὸ μέγα ἔλεος.

Καὶ νῦν... Θεοτοκίον

Θεοτόκε, σὺ εἶ ἡ ἄμπελος ἡ ἀληθινή, ἡ βλαστήσασα τὸν καρπὸν τῆς ζωῆς. Σὲ ἱκετεύομεν, πρέσβευε, Δέσποινα, μετὰ τῶν Ἀποστόλων, καὶ πάντων τῶν Ἁγίων, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

 

Τό, Ἀγαθὸν τὸ ἐξομολογεῖσθαι τῷ Κυρίῳ.

 

Ποιοῦμεν δὲ μετανοίας μεγάλας τρεῖς.

 

Συνάπτομεν δὲ καὶ τὴν πρώτην ὥραν, καὶ τὰς λοιπὰς ἐφεξῆς, λέγοντες ἐν αὐταῖς Ἀπολυτίκιον καὶ Κοντάκιον τοῦ Προδρόμου.

 

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

 

Μετὰ τὴν Στιχολογίαν τῶν, Πρὸς Κύριον, εἰς τό, Κύριε ἐκέκραξα, ἱστῶμεν Στίχους ι' καὶ ψάλλομεν τὸ Ἰδιόμελον τῆς ἡμέρας δίς, καὶ τὸ Μαρτυρικόν, καὶ τὰ Προσόμοια τοῦ Τριωδίου, εἶτα τοῦ Ἁγίου τὰ παρόντα γ'.

Ἦχος β'

Ὅτε ἐκ τοῦ ξύλου σε νεκρὸν ΤΟ ΑΚΟΥΤΕ

Δεῦτε τὴν τιμίαν κεφαλήν, τὴν ἀποτμηθεῖσαν τῷ ξίφει, τοῦ Βαπτιστοῦ οἱ πιστοί, σήμερον τιμήσωμεν, ἐν τῇ εὑρέσει αὐτῆς, ὑπαντῶντες ἐν ᾄσμασι, τιμῶντες ἐκ πόθου, χάριτας προχέουσαν, τῶν ἰαμάτων ἡμῖν, ἣν περ, ὁ ληρώδης Ἡρῴδης, πάλαι προαπέτεμεν οἴστρῳ, τῇ Ἡρῳδιάδι συμπλεκόμενος. (Δίς)

 

 Ὥς περ ἐκ μετάλλων ὁ χρυσός, οὕτως ἐκ τῆς γῆς τοῦ Προδρόμου, ἡ κεφαλὴ δᾳδουχεῖ, στάμνῳ διαλάμπουσα, καὶ φθεγγομένη τρανῶς, τοῦ Ἡρῴδου ἐλέγχουσα, μοιχείαν καὶ φόνον, αἴγλῃ τε φωτίζουσα, τὰς διανοίας ἡμῶν, ἣν περ, ἀσπαζόμενοι πίστει, σήμερον τιμήσωμεν ὕμνοις, ὡς ὑπὲρ ἡμῶν Θεῷ πρεσβεύουσαν.

 

Πάλαι ὥσπερ θεῖος θησαυρός, στάμνῳ κεκρυμμένη ἡ Κάρα, τοῦ Βαπτιστοῦ ἐν τῇ γῇ, σήμερον τοῖς πέρασιν, ἀποκαλύπτεται, ὥσπερ πλοῦτος προχέουσα, πηγὰς ἰαμάτων, νόσους θεραπεύουσα, ψυχὰς φωτίζουσα· ὅθεν θυμηδίας ἁπάσης, χάριν ἀπολαύοντες ὕμνοις, ταύτην εὐλαβῶς ἐγκωμιάσωμεν.

Δόξα... Ἦχος β'

Ἡ τῶν θείων ἐννοιῶν πανσεβάσμιος θήκη, καὶ τῆς ἀρρήτου οὐσίας, τρανῶς ἡ προβλέψασα, τὸ μυστήριον Κάρα σου, ὡς ἐκ λαγόνων μητρικῶν, ἐκ τῶν ταμείων τῆς γῆς, σήμερον ἀνατέταλκεν, Ἰωάννη πανεύφημε, καὶ εὐωδίασε πᾶσαν τὴν ὑφήλιον, ἁγιασμοῦ προχέουσα μύρον, καὶ νοητῶς κηρύττουσα μετανοίας ὁδόν, καὶ τῷ Σωτῆρι τῶν ὅλων πρεσβεύουσα, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Καὶ νῦν... Θεοτοκίον

Ὅτε ἐκ τοῦ ξύλου σε ΤΟ ΑΚΟΥΤΕ

Φόβος πολυτρόπων πειρασμῶν, καὶ τῶν ἀναγκῶν καταιγίδες, νῦν με χειμάζουσι, καὶ βυθὸς καλύπτει με, τῆς ἀπογνώσεως, ὁ χειμὼν τῶν πταισμάτων μου, δεινῶς με ταράττει, πρόφθασον καὶ λύτρωσαι κλυδωνιζόμενον, μόνη τῶν πιστῶν ἡ γαλήνη, καὶ πρὸς τὸν λιμένα τῆς ἄνω, θείας κληρουχίας με εἰσάγαγε.

Ἢ Σταυροθεοτοκίον

Πόνους ὑπομείνασα πολλούς, ἐν τῇ τοῦ Υἱοῦ καὶ Θεοῦ σου, σταυρώσει Ἄχραντε, ἔστενες δακρύουσα, καὶ ὀλολύζουσα· Οἴμοι τέκνον γλυκύτατον! ἀδίκως πῶς πάσχεις; πῶς τῷ ξύλῳ κρέμασαι, ὁ πᾶσαν γὴν ἐκπληρῶν; ὅθεν, Παναγία Παρθένε, σὲ παρακαλοῦμεν ἐν πίστει, ἵλεων ἡμῖν τοῦτον ἀπέργασαι.

 

Εἴσοδος μετὰ τοῦ Εὐαγγελίου, τό, Φῶς ἱλαρόν, τὸ Προκείμενον, καὶ τὰ Ἀναγνώσματα τῆς ἡμέρας, τό, Κατευθυνθήτω, καὶ εὐθὺς τὸ Προκείμενον τοῦ Ἀποστόλου, τό, Ἀλληλούϊα, καὶ τὸ Εὐαγγέλιον, καὶ καθεξῆς ἡ θεία Λειτουργία τῶν Προηγιασμένων.

 

Εἰσερχόμενοι δὲ εἰς τὴν τράπεζαν, καταλύομεν ἔλαιον καὶ οἶνον, ἄνευ τῆς πρώτης ἑβδομάδος.