Τῌ ΚΕ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ

ΦΕΒΡΟΥΑΡΙΟΥ

 

Μνήμη τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν Ταρασίου, Ἀρχιεπισκόπου Κωνσταντινουπόλεως.

 

ΕΙΣ ΤΟΝ ΕΣΠΕΡΙΝΟΝ

 

Εἰς τό, Κύριε ἐκέκραξα, ψάλλομεν Στιχηρὰ Προσόμοια.

Ἦχος α'

Τῶν οὐρανίων ταγμάτων ΤΟ ΑΚΟΥΤΕ

Ὑπὲρ τὸ ζῆσαι Παμμάκαρ θανεῖν προθέμενος, τὴν τοῦ Χριστοῦ εἰκόνα, προσκυνεῖσθαι προστάττεις, καὶ πάντων τῶν Ἁγίων· ὅθεν λοιπὸν αἱρετιζόντων τὰ στόματα, Δαυϊτικῶς ἐνεφράγη, κατὰ Θεοῦ, τῶν λαλούντων ἀδικίαν πολλήν.

 

Φιλαργυρίας τὴν νόσον ἀποσεισάμενος, τὸν θησαυρὸν τῆς ἄνω, βασιλείας ἐκτήσω, Ὅσιε θεόφρον· ὅθεν πιστῶς, ἡ σορὸς τῶν λειψάνων σου, τοῖς προσιοῦσι παρέχει θεοπρεπῶς, τὰ ἰάματα ἀοίδιμε.

 

Ταῖς ἐντολαῖς τοῦ Κυρίου πολιτευόμενος, ὑπογραμμὸς ἐδείχθης, τῷ ποιμνίῳ σου Πάτερ, Ταράσιε τρισμάκαρ· ὅθεν καὶ νῦν , ταῖς διδαχαῖς σου φρουρούμεθα, ἀλλὰ μὴ παύσῃ πρεσβεύων ὑπὲρ ἡμῶν, τῶν τὴν μνήμην σου τελούντων φαιδρῶς.

 

Τὸν ἀληθῆ Ἱεράρχην, καὶ λειτουργὸν τοῦ Χριστοῦ, ὡς παρ αὐτοῦ λαβόντα, τὴν τοῦ Πνεύματος χάριν, τιμήσωμεν ἀξίως Ταράσιον νῦν , τὸν σοφὸν ἀρχιποίμενα· ὡς παρρησίαν γὰρ ἔχων πρὸς τὸν Θεόν, ἱκετεύει τοῦ σωθῆναι ἡμᾶς.

Δόξα... Καὶ νῦν ... Θεοτοκίον

Ἐπὶ τὴν σὴν εὐσπλαγχνίαν, προστρέχω πάντοτε, ἐπὶ τοὺς σοὺς προσφεύγω, οἰκτιρμοὺς καθ' ἑκάστην, ὑμνῶν καὶ εὐλογῶν σε, καὶ τὴν πολλήν, ἀνοχὴν ἐκπληττόμενος, τοῦ σοῦ Υἱοῦ ἐπὶ πᾶσί μου τοῖς κακοῖς, ἣν ἐνδείκνυται Θεόνυμφε.

Ἢ Σταυροθεοτοκίον

Ἀναρτηθέντα ὡς εἶδεν, ἐπὶ Σταυροῦ τὸν Ἀμνόν, ἡ ἄμωμος Παρθένος, θρηνῳδοῦσα ἐβόα· Γλυκύτατόν μου Τέκνον, τὶ τὸ καινὸν καὶ παράδοξον θέαμα; πῶς ὁ κατέχων τὰ πάντα ἐν τῇ χειρί, ἐπὶ ξύλου προσηλώθης σαρκὶ;

 

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

 

Μετὰ τὴν συνήθη Στιχολογίαν, ἀναγινώσκεται ὁ Κανών, οὗ ἡ ἀκροστιχίς.

 

Χαίρων γεραίρω Ταράσιον τὸν μέγαν.

 

Ἐν δὲ τοῖς Θεοτοκίοις

Γεωργίου

 

ᾨδὴ α' Ἦχος δ' Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ

«Ἀνοίξω τὸ στόμα μου, καὶ πληρωθήσεται Πνεύματος, καὶ λόγον ἐρεύξομαι, τῇ Βασιλίδι Μητρί, καὶ ὀφθήσομαι, φαιδρῶς πανηγυρίζων, καὶ ᾄσω γηθόμενος, ταύτης τὰ θαύματα».

 

Χαρίτων τοῦ Πνεύματος, οἱ ποταμοὶ προχεόμενοι, ἐν τῇ μνήμῃ σήμερον, τοῦ Ἱεράρχου Χριστοῦ, καταρδεύουσι, πιστῶν τὰς διανοίας, καὶ πάθη ἐκπλύνουσι, καὶ μολυσμοὺς τῶν ψυχῶν.

 

Ἄνωθεν δεξάμενος, ἱερωσύνης τὸ ἔνδυμα, ἀρεταῖς ἐφαίδρυνας, τοῦτο Ταράσιε, καὶ ὑπέρλαμπρος, φωστὴρ ἐν ἱερεῦσιν, ἐδείχθης ἐν Πνεύματι, ἱερουργῶν τῷ Χριστῷ.

 

Ἵδρυσας Ταράσιε, ὀρθοδοξίας εἰς ἄσειστον, πέτραν τὴν διάνοιαν, σαλευομένην βροτῶν, καὶ ἐδόνησας, θεμέλια τῆς πλάνης, καὶ τὰς τῶν αἱρέσεων, βάσεις κατέβαλες.

Θεοτοκίον

Γαλήνης ἐπλήρωσε, τῆς νοητῆς Θεονύμφευτε, τὴν κτίσιν ὁ ἀρρήτως, ἐκ σοῦ τεχθεὶς ἐν σαρκί, καὶ κατηύγασε, τὸν κλύδωνα τῆς πλάνης, καὶ εἰς ὅρμον ἴθυνεν ἡμᾶς οὐράνιον.

 

ᾨδὴ γ' Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ

«Τος σος μνολόγους, Θεοτόκε, ζσα καὶ ἄφθονος πηγή, θίασον συγκροτήσαντας πνευματικόν, στερέωσον· καὶ ἐν τῇ θείᾳ δόξῃ σου, στεφάνων δόξης ἀξίωσον».

 

Γραφῆς εἰς βυθὸν τῆς θεοπνεύστου, εἰσδύσας Ταράσιε σοφέ, ἐντεῦθεν τὸν πολύτιμον, μαργαρίτην ἀνείλκυσας, ὃν μεταδοὺς τῇ ποίμνῃ σου, ταύτην ἐνθέως κατεπλούτισας.

 

Ἔσβεσας τοῖς ὄμβροις τῶν δακρύων, τὸ πῦρ ἡδονῶν τῶν σαρκικῶν, καὶ διανήψας Ὅσιε, τὴν ψυχικὴν λαμπάδα σου, ἐλαίῳ καθαρότητος, καὶ εὐποιΐας κοσμησθεῖσαν φαιδρῶς.

 

Ῥάβδῳ τῶν ἐνθέων σου δογμάτων, τοὺς θῆρας σοφὲ τῆς τοῦ Χριστοῦ, ἀπήλασας Μακάριε, ποίμνης ταύτην ἀλώβητον, διατηρῶν Ταράσιε, τὸν Ἀρχιποίμενα δοξάζουσαν.

Θεοτοκίον

Ὡς κλίμακα γῆθέν σε Παρθένε, ὁ Κτίστης προθέμενος βροτοῖς, καὶ κατωτάτων θλίψεων, καὶ ἐκ φθορᾶς πρὸς ἄφθαρτον, ζωὴν ταῖς ἱκεσίαις σου, ἀναβιβάζει τοὺς ὑμνοῦντάς σε.

 

Κάθισμα Ἦχος πλ. δ'

Τὴν Σοφίαν καὶ Λόγον ΤΟ ΑΚΟΥΤΕ

Κατὰ παθῶν βασιλεύσας τῶν τῆς σαρκός, Ἱεράρχης ἐχρίσθης θεοπρεπῶς, καὶ τὴν βασιλεύουσαν, ὀρθοδόξως ἐποίμανας, ἀπελάσας θῆρας, αἱρέσεων θεόπνευστε, τὴν τῶν σεπτῶν εἰκόνων, τρανώσας προσκύνησιν· ὅθεν μετὰ τέλος, ἀτελεύτητον χάριν, ἀξίως κεκλήρωσαι, Ἱεράρχα Ταράσιε. Διὰ τοῦτο βοῶμέν σοι. Πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην σου.

Δόξα... Καὶ νῦν ... Θεοτοκίον

Ὡς Παρθένον καὶ μόνην ἐν γυναιξί, σὲ ἀσπόρως τεκοῦσαν Θεὸν σαρκί, πᾶσαι μακαρίζομεν, γενεαὶ τῶν ἀνθρώπων· τὸ γὰρ πῦρ ἐσκήνωσεν, ἐν σοὶ τῆς Θεότητος, καὶ ὡς βρέφος θηλάζεις, τὸν Κτίστην καὶ Κύριον· ὅθεν τῶν Ἀγγέλων, καὶ ἀνθρώπων τὸ γένος, ἀξίως δοξάζομεν, τὸν Πανάγιον Τόκον σου, καὶ συμφώνως βοῶμέν σοι. Πρέσβευε τῷ σῷ Υἱῷ καὶ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἀνυμνοῦσιν ἀξίως, τὴν δόξαν σου Ἄχραντε.

Ἡ Σταυροθεοτοκίον

Τὸν Ἀμνὸν καὶ Ποιμένα καὶ Λυτρωτήν, ἡ Ἀμνὰς θεωροῦσα ἐν τῷ Σταυρῷ, ὠλόλυζε δακρύουσα, καὶ πικρῶς ἐκβοῶσα· Ὁ μὲν κόσμος ἀγάλλεται, δεχόμενος τὴν λύτρωσιν, τὰ δὲ σπλάγχνα μου φλέγονται, ὁρώσης σου τὴν σταύρωσιν, ἣν περ ὑπομένεις, διὰ σπλάγχνα ἐλέους, Μακρόθυμε Κύριε, τοῦ ἐλέους ἡ ἄβυσσος, καὶ πηγὴ ἀγαθότητος, σπλαχνίσθητι καὶ δώρησαι οὖν, τῶν πταισμάτων ἄφεσιν τοῖς δούλοις σου, τοῖς ἀνυμνοῦσί σου πίστει, τὰ θεῖα παθήματα.

 

ᾨδὴ δ' Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ

«Τὴν ἀνεξιχνίαστον θείαν βουλήν, τῆς ἐκ Παρθένου σαρκώσεως, σοῦ τοῦ Ὑψίστου, ὁ προφήτης Ἀββακούμ, κατανοῶν ἐκραύγαζε· Δόξα τῇ δυνάμει σου Κύριε».

 

Ἄρτον προβαλλόμενος τὸν ψυχικόν, ἔθρεψας πεινῶντας Ταράσιε, λόγοις ἐνθέοις καὶ προτέθεικας σαυτόν, τοῖς δεομένοις τράπεζαν, ἄφθονον τροφὴν ἐπιφέρουσαν.

 

Ἰλὺν ἀποθέμενος Πάτερ σοφέ, τὴν ἐπιπροσθοῦσαν τοῖς ὄμμασι, τῆς διανοίας, ταῖς ἀγρύπνοις προσευχαῖς, τῆς νοητῆς ἐπέτυχες, Θεοῦ θεωρίας Ταράσιε.

 

Ῥώμῃ τῶν δογμάτων σου Πάτερ σοφέ, ὄρη ἐσαλεύθη αἱρέσεων, καὶ ἀσεβείας, κατεβλήθησαν βουνοί, καὶ ἀσαλεύτως ἵδρυνται, οἱ τῆς Ἐκκλησίας θεμέλιοι.

Θεοτοκίον

Ῥώμην περιβέβληται ἡ τῶν βροτῶν, φύσις ἀσθενήσασα πρότερον, τῇ παραβάσει, ἐν τῷ τόκῳ σου Ἁγνή, καὶ τοῦ ἐχθροῦ ἡ τύραννος, δύναμις εἰς τέλος ἠσθένησεν.

 

ᾨδὴ ε' Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ

«Ἐξέστη τὰ σύμπαντα, ἐπὶ τῇ θείᾳ δόξῃ σου· σὺ γὰρ ἀπειρόγαμε Παρθένε, ἔσχες ἐν μήτρᾳ τὸν ἐπὶ πάντων Θεόν, καὶ τέτοκας ἄχρονον Υἱόν, πᾶσι τοῖς ὑμνοῦσί σε, τὴν εἰρήνην βραβεύουσα».

 

Τοῦ λόγου τῇ σύριγγι, τὴν ποίμνην σου Ταράσιε, ἐπὶ τὰς νομὰς τῆς εὐσεβείας, καὶ ἐπὶ ὕδωρ τῆς θείας γνώσεως, καὶ εἰς τὰς ἐπαύλεις τοῦ Χριστοῦ, ἴθυνας ἀλώβητον, ταύτην τηρῶν πρεσβείαις σου.

 

Ἅρματι χρησάμενος, τῶν ἀρετῶν Ταράσιε, δι' αὐτῶν πρὸς ὕψος θεωρίας, ἀνεβιβάσθης καὶ τὰ ἀθέατα, εἶδες διανοίας ὀφθαλμοῖς, κάλλη τοῦ Δεσπότου σου, ὧν νοῒ κατετρύφησας.

 

Ῥεῖθρον τὴν προαίρεσιν, ἐλέου ἀνεξάντλητον, ἔχων Ἱεράρχα δεομένοις, τῆς εὐποιΐας τοὺς ἀενάους κρουνούς, ἔβλυσας· διὸ σε ὁ Χριστός, πρὸς ὕδωρ ἀείζωον, καὶ τρυφὴν κατεσκήνωσε.

Θεοτοκίον

Γένος τὸ ἀνθρώπινον, τὴν πρώην ὡραιότητα, καὶ τὸ εὐπρεπὲς καὶ κατ' εἰκόνα, δι' ἁμαρτίαν ἀπεκδυσάμενον, ταῦτα περιβάλλεται Ἁγνή, διὰ τῆς κυήσεως, τῆς σῆς θεοειδέστερα.

 

ᾨδὴ ς' Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ

«Ἦλθον εἰς τὰ βάθη τῆς θαλάσσης, καὶ κατεπόντισέ με, καταιγὶς πολλῶν ἁμαρτημάτων, ἀλλ' ὡς Θεός, ἐκ βυθοῦ ἀνάγαγε, τὴν ζωήν μου πολυέλεε».

 

Ἀπάρας τὸ κάλυμμα θεόφρον, αἱρετικῶν καρδίαις, τὸ ἐγκείμενον τῆς ἀγνωσίας, τὴν ἀληθῆ, τῶν δογμάτων Ὅσιε, πᾶσι γνῶσιν ἐφανέρωσας.

 

Σὺ πυρφόροις λόγοις Ἱεράρχα, τὰς ἀκανθώδεις φλέξας δυσφημίας τῶν αἱρετιζόντων, τὸν φωτισμόν, τῶν ὀρθῶν δογμάτων σου, ἐν τοῖς πέρασιν ἐφήπλωσας,

 

Ἰσχὺν ἐκ Θεοῦ διεζωσμένος, τῇ νοητῇ μαχαίρᾳ, τῶν δογμάτων σου Ἱερομύστα, τὰς κεφαλάς, τὰς τοῦ ψεύδους ἔτεμες, διαγγέλλων τὴν ἀλήθειαν.

Θεοτοκίον

Ἰδεῖν ὀφθαλμοῖς τῆς διανοίας, τὴν νοητήν σου δόξαν, καταξίωσον Θεογεννῆτορ, τοὺς τὰ σεπτά, προσκυνοῦντας σύμβολα, τῆς ἀφθόρου σου κυήσεως.

 

Κοντάκιον Ἦχος δ'

Ἐπεφάνης σήμερον ΤΟ ΑΚΟΥΤΕ

Ὥσπερ μέγας ἥλιος, ταῖς τῶν δογμάτων, καὶ θαυμάτων λάμψεσι, φωταγωγεῖς διαπαντός, τῆς οἰκουμένης τὸ πλήρωμα, οὐρανομύστα, παμμάκαρ Ταράσιε.

Ὁ Οἶκος

Τὴν σκοτισθεῖσάν μου ψυχὴν τῷ σκότει τῶν πταισμάτων, φωτὶ τοῦ σοῦ ἐλέους καταύγασον Σωτήρ μου, καὶ λογισμὸν ἐπ' ἀγαθοῖς δώρησαί μοι Χριστέ μου, ἐκκαθάρας τὴν ἀχλὺν τῶν φαύλων ἐνθυμήσεων, ἵν' ὅπως κατ' ἀξίαν ἰσχύσω τὸν σὸν Ἱεράρχην ἀνυμνῆσαι, καὶ φθάσαι τὸν βίον, καὶ τὰς πράξεις τὰς λαμπράς, καὶ τὴν ἔνθεον πίστιν, καὶ τὸν ζῆλον, ὃν ὑπὲρ τῆς σῆς ἐκτήσατο, Ἐκκλησίας, ἥτις κατὰ χρέος αὐτὸν εὐφημοῦσα κραυγάζει· Οὐρανομύστα, παμμάκαρ Ταράσιε.

 

Σ υ ν α ξ ά ρ ι ο ν

Τῇ ΚΕ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν Ταρασίου ἀρχιεπισκόπου Κωνσταντινουπόλεως.

Στίχοι

Ἄκλειστος ὅρμος Ταράσιον λαμβάνει,

Κόσμου ταραχῆς, καὶ ζάλης σεσωσμένον.

Εἰκάδι ἐκ ταράχοιο Ταράσιος ἔπτατο πέμπτῃ.

 

Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Ἀλέξανδρος ξίφει τελειοῦται.

Στίχοι

Τὸν Ἀλέξανδρον δίσκος εἶδεν ἡλίου,

Ὑπὲρ Χριστοῦ τμηθέντα, δόξης Ἡλίου.

 

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου ἱερομάρτυρος Ῥηγίνου, ἐπισκόπου Σκοπέλου.

Στίχοι

Ἄσειτος εἶ Ῥηγῖνε τὴν προθυμίαν,

Κἂν δεινὸν ἐνσείσωσι πυκνὰ σοι ξίφη.

 

Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Ἀντώνιος πυρὶ τελειοῦται.

Στίχοι

Ἐνθέντες Ἀντώνιον εἰς πῦρ οἱ πλάνοι,

Ἔψουσιν ὄψον νόστιμον τῷ Κυρίῳ.

 

Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Θεόδωρος, ὁ διὰ Χριστὸν σαλός, ἐν εἰρήνῃ τελειοῦται.

Στίχοι

Ἑκων ἀμείψας, ὡς ὁ Δαυΐδ, τὰς φρένας,

Βίον διέδρας, οὐ τὸν Ἀγχοῦς παμμάκαρ.

 

Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Μάρτυς Μάρκελλος, Ἐπίσκοπος Ἀπαμείας τῆς Κύπρου, ξίφει τελειοῦται.

Στίχοι

Σπένδεις Θεῷ, Μάρκελλε, θερμῷ τῷ πόθῳ,

Θερμοὺς σταλαγμοὺς αἱμάτων ἐξ αὐχένος.

 

Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

 

ᾨδὴ ζ' Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ

«Οὐκ ἐλάτρευσαν τῇ κτίσει οἱ θεόφρονες, παρὰ τὸν κτίσαντα, ἀλλὰ πυρὸς ἀπειλήν, ἀνδρείως πατήσαντες, χαίροντες ἔψαλλον, ὑπερύμνητε, ὁ τῶν Πατέρων Κύριος, καὶ Θεὸς εὐλογητὸς εἶ».

 

Οἱ κρατῆρες τῶν δογμάτων σου πληρούμενοι, οἴνου τῆς χάριτος, πόμα ἡμῖν νοητόν, Πάτερ τὸ τῆς γνώσεως, πᾶσιν ἐκέρασαν, τοῖς κραυγάζουσιν, ὁ τῶν Πατέρων Κύριος, καὶ Θεὸς εὐλογητὸς εἶ.

 

Νέφη ἤλασας τῇ πνεύσει τῶν δογμάτων σου, τὰ τῶν αἱρέσεων, τῆς Ἐκκλησίας Χριστοῦ, καὶ αἴγλῃ Ταράσιε, ὀρθοδοξίας αὐτήν, κατεφαίδρυνας, τῷ Φωτοδότῃ κράζουσαν· ὁ Θεὸς εὐλογητὸς εἶ.

 

Τὴν ἀκένωτον θεόθεν εἰσδεξάμενος, χάριν Ταράσιε, τροφὴν ψυχῶν δαψιλῶς, καὶ σωμάτων ἔβλυσας, τοῖς ἐνδεέσι σοφέ· διὰ τοῦτό σε, ὡς σιτοδότην ἄφθονον, οἱ πιστοὶ ἀνευφημοῦμεν.

Θεοτοκίον

Ὁ ἀχώρητος τῇ φύσει τῆς Θεότητος, καί, ἀπερίγραπτος, Λόγος Θεοῦ γεννηθείς, ἐκ σοῦ σαρκὶ Πάναγνε, καὶ παναμώμητε, προσιτὸς ἐστι, καὶ ἐν εἰκόνι γράφεται, ὡς σαφῶς ἐνανθρωπήσας.

 

ᾨδὴ η' Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ

«Παῖδας εὐαγεῖς ἐν τῇ καμίνῳ, ὁ τόκος τῆς Θεοτόκου διεσώσατο, τότε μὲν τυπούμενος, νῦν δὲ ἐνεργούμενος, τὴν οἰκουμένην ἅπασαν, ἀγείρει ψάλλουσαν· Τὸν Κύριον ὑμνεῖτε τὰ ἔργα, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας».

 

Ὅλον τῆς σαρκός σου τὸ γεῶδες, ἀπέθου ἐγκρατείας πόνοις Ταράσιε, καὶ βίον ἰσάγγελον, ἐπὶ γῆς διήνυσας· διὸ τῶν Ἀσωμάτων σε, χοροὶ ἐδέξαντο, ἀπαύστως ἐκβοῶντα τῷ Κτίστῃ· Σὲ ὑπερυψοῦμεν, εἰς πάντας τοὺς αἰῶνας.

 

Νάμασι Χριστοῦ τὴν Ἐκκλησίαν, δογμάτων Ἱεράρχα ὅλην κατήρδευσας, καὶ τὰ θεῖα σπέρματα, τοῦ Ἁγίου Πνεύματος, ἐν ταύτῃ ἐγεώργησας, καὶ ἐπλεόνασας· διὸ καρποφοροῦσα κραυγάζει· Σὲ ὑπερυψοῦμεν, Χριστὲ εἰς τοὺς αἰῶνας.

 

Μύρῳ νοητῷ τοῦ Παρακλήτου, χρισθεὶς ὡς Ἱερεὺς Πάτερ Ταράσιε, τῆς ἱερουργίας σου, τὴν στολὴν ἐποίκιλας, τῶν ἀρετῶν τοῖς χρώμασι, καὶ ταῖς λαμπρότησι· διὸ καὶ ἱερούργεις κραυγάζων· σὲ ὑπερυψοῦμεν, Χριστὲ εἰς τοὺς αἰῶνας.

Θεοτοκίον

Ὑπὸ τῆς αὐτοῦ φιλανθρωπίας, καὶ μόνης εὐσπλαγχνίας τε καὶ ἀγαθότητος, τοῦ Πατρὸς ὁ σύνθρονος, Λόγος δυσωπούμενος, ἐκ σοῦ σαρκὶ γεγέννηται, θεοχαρίτωτε, ἵνα τὴν γεωθεῖσαν ἀνθρώπων, φύσιν οὐρανώσῃ, ὡς μόνος Εὐεργέτης.

 

ᾨδὴ θ' Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ

«Ἅπας γηγενής, σκιρτάτω τῷ πνεύματι λαμπαδουχούμενος, πανηγυριζέτω δέ, ἀΰλων νόων φύσις γεραίρουσα, τὴν ἱερὰν πανήγυριν τῆς Θεομήτορος, καὶ βοάτω· Χαίροις παμμακάριστε, Θεοτόκε ἁγνὴ ἀειπάρθενε».

 

Ἔμπνους ὡς εἰκών, καὶ στήλη Ταράσιε ζῶσα προκείμενος, ἀρετῶν καὶ πίστεως, βοᾷς ἀπαύστως ἔργοις καὶ λόγοις σοφέ, καὶ πρὸς οἰκείαν μίμησιν, πάντας προτρέπεις πιστούς· διὰ τοῦτο, μνήμῃ ἀθανάτῳ σε, οἱ πρὸς σὲ ἀφορῶντες γεραίρουσι.

 

Γνῶσιν ἀληθῆ, πλουτίσας τὴν ποίμνην σου, Πάτερ Ταράσιε, ἀπειθεῖς ἐγύμνωσας, τῆς ψευδωνύμου γνώσεως Ὅσιε, καὶ ἀποροῦντας ἔδειξας, καὶ πενομένους αὐτούς· διὰ τοῦτο, ἀληθείας κήρυκα, οἱ πιστοὶ σε ἀξίως δοξάζομεν.

 

Ἄρας πρὸς Θεόν, τὰς χεῖρας καὶ ὄμματα, Πάτερ Ταράσιε, νοητοὺς κατέβαλες, καὶ ἀοράτους καὶ πολεμίους ἐχθρούς, καὶ ἐτρωπώσω φάλαγγας, τὰς τῶν αἱρέσεων, καὶ τὴν ποίμνην, τοῦ Χριστοῦ ἀλώβητον, ὀρθοδοξίας εἰς γῆν διεβίβασας.

Θεοτοκίον

Νέφη τῶν παθῶν, Ἁγνὴ καὶ τῶν θλίψεων διασκεδάσασα, αἴγλῃ εὐφροσύνης σου, καὶ θυμηδίας ἡμᾶς κατάλαμψον, καὶ τῆς εἰρήνης αἴτησαι, τὸν φωτοδότην Χριστόν, ἐναυγάσαι, πάντας τοὺς ὑμνοῦντάς σε, καὶ τῇ θείᾳ σου σκέπῃ περίσῳζε.

 

Ἐξαποστειλάριον

Τοῖς Μαθηταῖς ΤΟ ΑΚΟΥΤΕ

Θεουργικαῖς ἐλλάμψεσι, τῶν ἐν σοὶ χαρισμάτων, καταφαιδρύνεις πάνσοφε, τὴν Χριστοῦ Ἐκκλησίαν, Ταράσιε Θεοκήρυξ· τῷ γὰρ κρείττονι Πάτερ, τὸ χεῖρον δουλωσάμενος, θεῖον ἔσοπτρον ὤφθης, τῆς τριφεγγοῦς, καὶ σεπτῆς Θεότητος Ἱεράρχα, ὑφ' ς καταλαμπόμενος, φρυκτωρεῖς, κόσμον ὅλον.

Θεοτοκίον

Γνώμην βουλὴν καὶ σύνεσιν, νοῦν καρδίαν καὶ σῶμα, ψυχὴν καὶ ἅπαν κίνημα, ἐνεργείας ἐνθέου, εἰς σὲ ἐθέμην Παρθένε, σὺ μὲ φρούρει καὶ σκέπε, ἐξ ἀοράτων Δέσποινα, καὶ ἐχθρῶν ὁρωμένων, τὸ πονηρόν, τῶν ἁμαρτιῶν μου λύουσα χρέος· ὡς Θεομήτωρ πάντα γάρ, ὅσα θέλεις ἀνύεις.

 

Καὶ ἡ λοιπὴ Ἀκολουθία τοῦ Ὄρθρου, κατὰ τὴν τάξιν, καὶ Ἀπόλυσις.