Τῌ ΚΔ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ

ΙΑΝΟΥΑΡΙΟΥ

 

Μνήμη τῆς Ὁσίας Μητρὸς ἡμῶν Ξένης.

 

ΕΙΣ ΤΟΝ ΕΣΠΕΡΙΝΟΝ

 

Εἰς τό, Κύριε ἐκέκραξα, ἱστῶμεν Στίχους ς' καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια.

Ἦχος α'

Τῶν οὐρανίων ταγμάτων ΤΟ ΑΚΟΥΤΕ

Μεταναστεύουσα πρῴην, τῇ διαθέσει Σεμνή, καὶ βεβαιοῦσα ἔργῳ, τὸ κριθὲν σοι ἐννοίᾳ, ἐξῆλθες τῆς ματαίας τῶν ἡδονῶν, μακαρία λειότητος, καὶ ἀρετῶν τῇ τραχεία εὐθυδρομεῖς, ἀναβάσει ξενιτεύουσα.

 

Ἐν τῷ λιμένι τοῦ θείου, προσορμισθεῖσα ἰσθμοῦ, διαπερᾷς κυμάτων, τῶν τοῦ κόσμου τὸν σάλον, ψυχῆς δέ σου τὸ πλοῖον, ὅλον σεμνή, ἀδιάκλυστον φέρουσα, ἐξ ἡδονῶν τὰς πικρίας τῶν μυστικῶν, ἀγωγίμων μένεις ἔμπλεως.

 

Θεοπρεπεῖ τῇ μιμήσει, σὺ ξενιτεύσασα, τοῦ δι’ ἡμᾶς ἐξ ἄνω, πρὸς ἡμᾶς κατελθόντος, ὑψῶσαι τοὺς πεσόντας, μένεις σοφή, συγγενέσι μὲν ἄγνωστος, ἀλλ’ εὐσεβέσι γνωστή, ὡς πρὸς τὸν Θεόν, Ξένη Πάντοτε πρεσβεύουσα.

Δόξα... Καὶ νῦν... Θεοτοκίον

Δεδοξασμένη ὑπάρχεις, ἐν γενεαῖς γενεῶν, Παρθενομῆτορ Κόρη, Θεοτόκε Μαρία, τοῦ κόσμου προστασία, τεκοῦσα σαρκί, τὸν Υἱὸν τοῦ ἀνάρχου Πατρός, καὶ συναΐδιον Πνεύματι ἀληθῶς· ὃν ἱκέτευε σωθῆναι ἡμᾶς.

Ἢ Σταυροθεοτοκίον

Ἀναρτηθέντα ὡς εἶδεν, ἐπὶ Σταυροῦ τὸν Υἱόν, ἡ ἄμωμος Παρθένος, θρηνῳδοῦσα ἐβόα· Γλυκύτατόν μου τέκνον, τὶ τὸ καινόν, καὶ παράδοξον θέαμα; πῶς ὁ κατέχων τὰ πάντα ἐν τῇ δρακί, ἐπὶ ξύλου προσηλώθης σαρκὶ;

 

Ἀπολυτίκιον Ἦχος πλ. δ' ΤΟ ΑΚΟΥΤΕ

Ἐν σοὶ Μῆτερ ἀκριβῶς διεσώθη τὸ κατ’ εἰκόνα· λαβοῦσα γὰρ τὸν σταυρόν, ἠκολούθησας τῷ Χριστῷ· καὶ πράττουσα ἐδίδασκες, ὑπερορᾶν μὲν σαρκός, παρέρχεται γάρ, ἐπιμελεῖσθαι δὲ ψυχῆς, πράγματος ἀθανάτου· διὸ καὶ μετὰ Ἀγγέλων συναγάλλεται, Ὁσία Ξένη τὸ Πνεῦμά σου.

 

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

 

    Μετὰ τὴν συνήθη Στιχολογίαν, οἱ δύω Κανόνες τῆς Ὀκτωήχου καὶ τῆς Ἀγίας εἷς.

 

ᾨδὴ α' Ἦχος πλ. δ' ΤΟ ΑΚΟΥΤΕ

«ᾌσμα ἀναπέμψωμεν λαοί, τῷ θαυμαστῷ Θεῷ ἡμῶν, τῷ ἀπαλλάξαντι τὸν Ἰσραὴλ ἐκ δουλείας, ᾠδὴν ἐπινίκιον, ᾄδοντες καὶ βοῶντες· ᾌσωμέν σοι τῷ μόνῳ Δεσπότη».

 

Ξένον ὄντα πάσης ἀρετῆς, καὶ μακρυνθέντα πράξεσιν, ἀπὸ Θεοῦ ἀτόποις, οἰκείωσόν με τούτῳ, εὐχαῖς εὐπροσδέκτοις σου, Ξένη σεμνὴ Ὁσία, σοῦ τὸν ξένον βίον εὐφημοῦντα.

 

Πῦρ σε ἀναφλέξαν νοητόν, ὡς ὕλην εὐκατάπρηστον, τὴν κοσμικὴν ἀπάτην, καὶ σαρκικὸν μνηστῆρα, ἀρνήσασθαι ἔπεισε, γνώμῃ ἀνδρειοτάτῃ, καὶ Κυρίῳ ἀγνῶς μνηστευθῆναι.

 

Ξένην ἐννοήσασα ζωήν, ἐν οὐρανοῖς τὴν μένουσαν, καὶ μὴ παρεχομένην τὴν κλῆσιν ὡς τὴν πρᾶξιν, ἠμείψω καὶ ἔδραμες, ἔλαφος ὡς διψῶσα, ἀθανάτου κατ’ ἴχνος μνηστῆρος.

Θεοτοκίον

Ὕμνοις τὴν πανάχραντον πιστοί, Μαρίαν εὐφημήσωμεν, τὴν Θεομήτορα, τὴν κεχαριτωμένην, τὴν σκέπην τὴν ἔνθεον, τὸν εὔδιον λιμένα, τὴν τῶν πάντων πιστῶν σωτηρίαν.

 

ᾨδὴ γ' ΤΟ ΑΚΟΥΤΕ

«Ὁ στερεώσας λόγῳ τοὺς οὐρανούς, καὶ τὴν γῆν ἑδράσας ἐπὶ ὑδάτων πολλῶν, στερέωσόν με πρὸς ὕμνον, καὶ δοξολογίαν σου Κύριε».

 

Κατακρατήσας ἔρως ὁ θεϊκός, τῆς ἁγνῆς ψυχῆς σου, λήθην λαμβάνειν σε, τῶν τῆς ἀσκήσεως πόνων ἔπεισε, Σεμνὴ καὶ τῆς φύσεως.

 

Τοῦ ἀθανάτου μνηστῆρος καλλοναῖς, ἡδομένη κάλλη σαρκὸς ἐμάρανας, καὶ ὤφθης, ὡραιοτάτη, θεῖον πρὸς νυμφῶνα σκηνώσασα.

 

Κεχρυσωμένας πτέρυγας ἀρετῶν κτησαμένη ὕψος πρὸς οὐράνιον, ἐπέτασας Μακαρία, ὡς περιστερὰ ἀδιάφθορος.

Θεοτοκίον

Ἡ φωτεινὴ νεφέλη τοῦ νοητοῦ, καὶ φαιδροῦ Ἡλίου τοῦ ἀνατείλαντος, ἐκ τῆς γαστρός σου Παρθένε, φώτισον τὰς ψυχὰς τῶν ὑμνούντων σε.

Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ

«Ὁ στερεώσας λόγῳ τοὺς οὐρανούς, καὶ τὴν γῆν ἑδράσας ἐπὶ ὑδάτων πολλῶν, στερέωσόν με πρὸς ὕμνον, καὶ δοξολογίαν σου Κύριε».

 

Κάθισμα Ἦχος πλ. δ'

Τὴν Σοφίαν καὶ Λόγον ΤΟ ΑΚΟΥΤΕ

Τὸν δι’ οἶκτον ὀφθέντα ἐπὶ τῆς γῆς, ἀγαπήσασα Λόγον Θεοῦ Πατρός, αὐτῷ ἠκολούθησας, ὡς νυμφίῳ Πανόλβιε, καὶ φθαρτὸν νυμφίον, προθύμως κατέλιπες, καὶ ἐνεγκαμένην, καὶ πλοῦτον ἐπίκηρον· ὅθεν ἐπὶ ξένης, φερωνύμως βιοῦσα, τὰ πάθη ἐνέκρωσας, καὶ τῶν ζώντων ἀπείληφας, κληρουχίαν θεόπνευστε. Πρέσβευε Χριστῷ τῶ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθω, τὴν Ἁγίαν μνήμην σου.

Θεοτοκίον, ὅμοιον

Πειρασμοῖς πολυτρόποις περιπεσών, ἐξ ἐχθρῶν ἀοράτων καὶ ὁρατῶν, τῷ σάλῳ συνέχομαι, τῶν ἀμέτρων πταισμάτων μου, καὶ ὡς θερμῇ ἀντιλήψει, καὶ σκέπῃ μου ἄχραντε, τῷ λιμένι προστρέχω, τῆς σῆς ἀγαθότητος· ὅθεν Παναγία, τὸν ἐκ σοῦ σαρκωθέντα, ἀσπόρως ἱκέτευε, ὑπὲρ πάντων τῶν δούλων σου, τῶν ἀπαύστως ὑμνούντων σε, Θεοτόκε πανάχραντε, πρεσβεύουσα αὐτῷ ἐκτενῶς, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς προσκυνοῦσιν ἀξίως, τὸν Πανάγιον τόκον σου.

Ἢ Σταυροθεοτοκίον

Τὸν Ἀμνὸν καὶ Ποιμένα καὶ Λυτρωτήν, ἡ Ἀμνὰς θωροῦσα, ἐν τῷ Σταυρῷ, ὠλόλυζε δακρύουσα, καὶ πικρῶς ἐκβοῶσα· ὁ μὲν κόσμος ἀγάλλεται, δεχόμενος τὴν λύτρωσιν, τὰ δὲ σπλάγχνα μου φλέγονται, ὁρώσης σου τὴν σταύρωσιν, ἣν περ ὑπομένεις, διὰ σπλάγχνα ἐλέους, Μακρόθυμε Κύριε, τοῦ ἐλέους ἡ ἄβυσσος, καὶ πηγὴ ἀγαθότητος, σπλαγχνίσθητι καὶ δώρησαι οὖν, τῶν πταισμάτων ἄφεσιν τοὶς δούλοις σου, τοῖς ἀνυμνοῦσί σου πίστει, τὰ θεῖα παθήματα.

 

ᾨδὴ δ' ΤΟ ΑΚΟΥΤΕ

«Ἐξ ὄρους κατασκίου, Λόγε ὁ Προφήτης, τῆς μόνης Θεοτόκου, μέλλοντος σαρκοῦσθαι, θεοπτικῶς κατενόησε καὶ ἐν φόβῳ, ἐδοξολόγει σου τὴν δύναμιν».

 

Προῖκα τῷ Χριστῷ προσῆξας τὴν ἁγνείαν, νέκρωσιν μελῶν, καὶ πόνους ἐγκρατείας, καὶ ἀντεδέξω οὐράνιον βασιλείαν, καὶ αἰωνίζουσαν ἀπόλαυσιν.

 

Βρέχουσα στρωμνήν, τοῖς δάκρυσιν Ὁσία, καὶ μετὰ σποδοῦ, ἐσθίουσα τὸν ἄρτον, τῆς παρακλήσεως ἔτυχες τῆς ἀγήρω, καὶ Παραδείσου ἀπολαύσεως.

 

Τύπον σεαυτήν, καλῶν παρεχομένη, εἵλκυσας πολλάς, ψυχὰς εἰς σωτηρίαν, ἀπορραγείσας τοῦ κόσμου τῆς προσπαθείας, Ξένη θεόφρον ἀξιάγαστε.

Θεοτοκίον

Χαίροις παρ’ ἡμῶν, Ἁγία Θεοτόκε, χαῖρε ἡ χαράν, κυήσασα τῷ κόσμῳ, χαῖρε ἡ μόνη ἀντίληψις τῶν ἀνθρώπων, εὐλογημένη Θεοτόκε ἁγνή.

 

ᾨδὴ ε' ΤΟ ΑΚΟΥΤΕ

«Τὸν ζόφον τῆς ψυχῆς μου διασκέδασον, φωτοδότα Χριστὲ ὁ Θεός, τὸ ἀρχέγονον σκότος διώξας τῆς ἀβύσσου, καὶ δώρησαί μοι τὸ φῶς τῶν προσταγμάτων σου Λόγε, ἵνα ὀρθρίζων δοξάζω σε».

 

Ὡς δάμαλις ποθοῦσα, τοῦ ποιμένος τὸ θεῖον κάλλος ἐκραύγαζες. Ποῦ νῦν ποιμαίνεις Νυμφίε; ποῦ κοιτάζῃ εἰπὲ μοι; ἐπιποθῶ σου ἰδεῖν, τὴν ὑπερβάλλουσαν θέαν, καὶ φλέγομαι πάντοθεν.

 

Ἐράσμιον τὸ κάλλος, τὸ ἐμὸν βοᾷ ὁ Νυμφίος, ζητοῦσα Σεμνή, ταῖς ἀρεταῖς λαμπρυνθεῖσα, εἰς οὐρανοὺς με σκόπει· ἐκεῖ ποιμαίνω ἐγώ, καὶ τὰ ἐμὰ προσκαλοῦμαι, ἑκάστοτε θρέμματα.

 

Τρυγὼν ὡραιοτάτη, χελιδὼν λαμπροτάτη, καὶ νοητὴ ἀηδών, τῶν ἰξευτῶν διαδρᾶσα, τῶν νοητῶν παγίδας, ἐδείχθης Ξένη σεμνή, καὶ ἐναπόθετον κάλλος, Χριστοῦ ἀξιάγαστε.

Θεοτοκίον

Ἀμήτορα τῶν ἄνω, ἐπ’ ἐσχάτων τοῖς κάτω τίκτεις ἀπάτορα, οὐσιωθέντα Παρθένε, τὸ ἡμέτερον ὅλον, δι’ εὐσπλαγχνίαν πολλήν, ὃν ἐκδυσώπει σωθῆναι, φθορᾶς τούς ὑμνοῦντάς σε.

 

ᾨδὴ ς' ΤΟ ΑΚΟΥΤΕ

«Ἱλάσθητί μοι Σωτήρ· πολλαὶ γὰρ αἱ ἀνομίαι μου· καὶ ἐκ βυθοῦ τῶν κακῶν, ἀνάγαγε δέομαι· πρὸς σὲ γὰρ ἐβόησα· καὶ ἐπάκουσόν μου, ὁ Θεὸς τῆς σωτηρίας μου».

 

Τὴν ξένην σου βιοτήν, καὶ ὑπὲρ ἄνθρωπον ἄσκησιν, δοξάζων ὁ διὰ σέ, ξενιτεύσας ἔνδοξε, σημείοις καὶ τέρασι, παραδόξοις, ὄντως, σὲ Ὁσία κατεκόσμησε.

 

Τὸν ξενωθέντα μακράν, τῶν ἐντολῶν τοῦ Θεοῦ ἡμῶν, οἰκείωσόν με ταῖς σαῖς, Ὁσία δεήσεσι, καὶ ξένον με ποίησον, τῆς δεινῆς γεέννης, καὶ παθῶν συνεχόντων με.

 

Τῷ κύκλῳ τῶν ἀρετῶν, καταστεφθεῖσα ἀνέδραμες, πρὸς ὃν ἐπόθεις Χριστόν, κύκλου δι’ ἀστέρων σε, ὑπὲρ νοῦν μηνύοντος, τοῖς ἐγγὺς καὶ πόρρω, ξενοτρόπως Ξένη ἔνδοξε.

Θεοτοκίον

Ὁ νώτοις χερουβικοῖς ἀπεριγράπτως καθήμενος, περιγραπτὸς ἐν τῇ σῇ, κοιλίᾳ ἐνῴκησε, σαρκὶ οὐ θεότητι, καὶ ἐκ σοῦ προῆλθε, διασῴζων τὸ ἀνθρώπινον.

Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ

«Ἱλάσθητί μοι Σωτήρ· πολλαὶ γὰρ αἱ ἀνομίαι μου, καὶ ἐκ βυθοῦ τῶν κακῶν, ἀνάγαγε δέομαι· πρὸς σὲ γὰρ ἐβόησα, καὶ ἐπάκουσόν μου, ὁ Θεὸς τῆς σωτηρίας μου».

 

Κοντάκιον Ἦχος β'

Τοῖς τῶν αἱμάτων σου ΤΟ ΑΚΟΥΤΕ

Τὸ σὸν ξενότροπον Ξένη μνημόσυνον, ἐπιτελοῦντες οἱ πόθῳ τιμῶντές σε, ὑμνοῦμεν Χριστὸν τὸν ἐν ἅπασι, σοὶ παρέχοντα ἰσχὺν τῶν ἰάσεων· ὃν πάντοτε δυσώπει, ὑπὲρ πάντων ἡμῶν.

Ὁ Οἶκος

Ἵλεων Ξένη, τὸν ξενοτρόπως ἐκ Παρθένου τεχθέντα, ἐκδυσώπει Χριστὸν ἡμῖν γενέσθαι Ἀοίδιμε, τοῖς κατὰ χρέος σοι προσφοιτῶσιν ἐκ ψυχῆς καὶ καρδίας καθαρωτάτης, καὶ εὐσεβῶς τὴν σὴν μνήμην ὑμνῆσαι σπουδάζουσιν, ἣν πᾶσαι τῶν οὐρανῶν αἱ Δυνάμεις ἀξίως ἐτίμησαν, ὡς φωτοφόρον καὶ ἄμωμον καὶ ἁγίαν πανήγυριν, Ἔνδοξε, πρεσβεύουσα ἀπαύστως ὑπὲρ πάντων ἡμῶν.

 

Συναξάριον

Τῇ ΚΔ' τοῦ αὐτοῦ μηνός, Μνήμη τῆς Ἁγίας Μητρὸς ἡμῶν Ξένης καὶ τῶν δύω αὐτῆς θεραπαινίδων.

Στίχοι

Ἀποξενοῦται τοῦδε τοῦ βίου Ξένη,

Οὗ ζώσα καὶ πρίν, ὡς ἀληθῶς ἦν ξένη.

Θνῄσκουσιν ἄμφω τῆς Ξένης αἱ δουλίδες,

Οὐ τῶν ἐκείνης ἀρετῶν οὖσαι ξέναι.

Εἰκάδι οὐρανοῦ εἰς ξενίην Ξένη ἦλθε Τετάρτη.

 

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Μαρτύρων Παύλου Παυσιρίου καὶ Θεοδοτίωνος, τῶν αὐταδέλφων.

Στίχοι

Παυσίριον καὶ Παῦλον ἄμφω συγγόνους,

Ποτάμιος ῥοῦς καὶ συνάθλους δεικνύει.

Ἰδοὺ τράχηλος ἐλθέτω δὴ τὸ ξίφος,

Θεὸν ποθῶν ἔκραζε Θεοδοτίων.

 

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος Βαβύλα, τοῦ ἐν Σικελίᾳ, καὶ Τιμοθέου καὶ Ἀγαπίου τῶν μαθητῶν αὐτοῦ.

 

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Μακεδονίου.

Στίχοι

Μονῶν ἀπείρων πατρικῆς σῆς οἰκίας,

Μακεδόνιος Χριστὲ λαμβάνει μίαν.

 

Τῇ αὐτῇ ἡμέρᾳ, ἡ ἀνακομιδὴ τῶν λειψάνων τοῦ ἁγίου Ὁσιομάρτυρος Ἀναστασίου τοῦ Πέρσου.

 

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Ἑρμογένους καὶ Μηνᾶ, καὶ τοῦ Ὁσίου Πατρὸς ἡμῶν Φίλωνος, Ἐπισκόπου γενομένου τοῦ Καλπασίου· καὶ Μνήμη τοῦ Ὁσίου Πατρός ἡμῶν Φιλίππου Πρεσβυτέρου, καὶ τοῦ Ἁγίου Μάρτυρος Βαρσίμου, καὶ τῶν δύω αὐτοῦ ἀδελφῶν.

Στίχοι

Τοὺς τρεῖς Ἀδελφοὺς θεῖος εἷς συσχὼν πόθος,

Θεῖον ποθεῖν ἔπειθεν ἐκ ξίφους τέλος.

 

Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Ἑλλάδιος ὁ Κομενταρήσιος ξίφει τελειοῦται.

Στίχοι

Ὑπὸ ξίφος θεὶς Ἑλλάδιος αὐχένα,

Ἑλληνικῆς ἔπαρσιν σχυνε πλάνης.

 

Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ὅσιος Ζωσιμᾶς ἐν εἰρήνῃ τελειοῦται.

Στίχοι

Τὶς τοὺς μακρούς σου Ζωσιμᾶ φράσει πόνους;

Καὶ τὶς θανόντος τῶν πόνων σου τὰ στέφη;

 

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Προφήτου, Προδρόμου καὶ Βαπτιστοῦ Ἰωάννου, πλησίον τοῦ τάφου.

 

Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

 

ᾨδὴ ζ' ΤΟ ΑΚΟΥΤΕ

«Ὁ τοὺς Παῖδας δροσίσας ἐν καμίνῳ, καὶ παρθένον φυλάξας μετὰ τόκον, τὴν σὲ τεκοῦσαν, εὐλογητὸς εἶ Κύριε, ὁ Θεὸς ὁ τῶν Πατέρων ἡμῶν».

 

Τοῖς σπαργάνοις ἡ Ῥώμη ἐκκαυχᾶται, ἡ δὲ Μύλασσα πλέον τοῖς λειψάνοις, ἐξ ὧν πηγάζεις θαύματα, τοῖς πιστοῖς Θεονύμφευτε.

 

Ποταμὸς ἀνεδείχθης ἰαμάτων, παθημάτων θαλάσσας κατακλύζων, τῶν μελῳδούντων ᾄσμασι, τὸν Θεὸν τῶν Πατέρων ἡμῶν.

 

Κατεκοίμισας πάθη ψυχοφθόρα, ἐν πολλαῖς ἀγρυπνίαις Μακαρία, καὶ τὸν δικαίοις ὕπνον ὕπνωσας, ὑπὲρ τοῦ κόσμου πρεσβεύουσα.

Θεοτοκίον

Τὸν ἐκ σοῦ σαρκωθέντα ὑπὲρ λόγον, δυσωποῦσα μὴ παύσῃ Θεοτόκε, ἐκ τῶν παγίδων ῥύσασθαι, τοῦ ἐχθροῦ τὰς ψυχὰς ἡμῶν.

 

ᾨδὴ η' ΤΟ ΑΚΟΥΤΕ

«Ὁ στεγάζων ἐν ὕδασι, τὰ ὑπερῷα αὐτοῦ· ὁ τιθεὶς θαλάσσῃ ὅριον ψάμμον, καὶ συνέχων τὸ πᾶν, σὲ ὑμνεῖ ἥλιος, σὲ δοξάζει σελήνη, σοὶ προσφέρει ὕμνον πᾶσα κτίσις, τῷ Δημιουργῷ, καὶ Κτίστῃ εἰς τοὺς αἰῶνας».

 

Ἁρμοσθεῖσα γέγραπται, ἑνὶ ἀνδρὶ τῶ Χριστῷ, τῷ ὡραίῳ κάλλει πᾶσαν ἰδέαν, ἀρετῶν εὐσεβῶς, ἤσκησας Ἔνδοξε, καὶ πρὸς θάλαμον θεῖον, εἰσῳκίσθης προῖκα δεξαμένη, χάριν ἰαμάτων, εἰς πάντας τοὺς αἰῶνας.

 

Ἡ ψυχή μου ὀπίσω σου, προσεκολλήθη Χριστέ, ἀνεβόας πόθῳ, ὡς γῆ διψῶσα· σὲ τὸ ὕδωρ τὸ ζῶν, ἐκζητῶ Κύριε· σοὶ τοὺς ὄμβρους προσφέρω τῶν δακρύων· σῆς ἀγάπης ῥεῖθρα, πότισόν με Σῶτερ, εἰς πάντας τοὺς αἰῶνας.

 

Ὡραιώθης ποθήσασα, τὸ ὄντως ὂν ἐφετόν, ἐδοξάσθης Κόρη δεδοξασμένῳ κολληθεῖσα Χριστῷ· σὺ χορὸν ἅγιον, προσηγάγω Παρθένων, τῷ Σωτῆρι σὲ μιμησαμένων, μεθ’ ὧν εἰς τὰς ἄνω, χορεύεις κατοικίας.

Θεοτοκίον

Μονὴν σε ἐξελέξατο, καὶ καλλονὴν Ἰακώβ, τοῦ Πατρὸς ὁ Λόγος, καὶ σοῦ ἐν μέσῳ κατεσκήνωσε· καὶ ὡς ηὐδόκησεν, ὑπὲρ πάντας ὡραῖος, τοὺς ἀνθρώπους Πάναγνε προῆλθε, τὴν ἀμαυρωθεῖσαν, ἡμῶν καθᾶραι φύσιν.

Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ

«Ὁ στεγάζων ἐν ὕδασι, τὰ ὑπερῷα αὐτοῦ· ὁ τιθεὶς θαλάσσῃ ὅριον ψάμμον, καὶ συνέχων τὸ πᾶν· σὲ ὑμνεῖ ἥλιος, σὲ δοξάζει σελήνη, σοὶ προσφέρει ὕμνον πᾶσα κτίσις, τῷ Δημιουργῷ, καὶ Κτίστῃ εἰς τοὺς αἰῶνας».

 

ᾨδὴ θ' ΤΟ ΑΚΟΥΤΕ

«Εὐλογητὸς Κύριος, ὁ Θεὸς τοῦ Ἰσραήλ, ὁ ἐγείρας κέρας σωτηρίας ἡμῖν, ἐν οἴκῳ Δαυῒδ τοῦ παιδὸς αὐτοῦ· ἐν οἷς ἐπεσκέψατο ἡμᾶς, Ἀνατολὴ ἐξ ὕψους, καὶ κατεύθυνεν ἡμᾶς, εἰς ὁδὸν εἰρήνης».

 

Δι’ ἀσθενείας Ἔνδοξε, τὸν ἀνίσχυρον ἐχθρόν, ἐτροπώσω ξένην μετελθοῦσα ζωήν, καὶ πάθη σαρκὸς θανατώσασα· καὶ νῦν οὐρανοὺς περιπολεῖς, ἔνθα τὸ σὸν ὑπῆρχεν, ἀληθῶς πολίτευμα, ὡς Ἁγνὴ Παρθένος.

 

Εὐλογητὸς Κύριος, ὁ λιμένα γαληνόν, ἰαμάτων δείξας τὴν σεπτήν σου σορόν, τοῖς ἀεὶ κινδυνεύουσι πελάγει, καὶ ζάλῃ τῶν παθῶν, Μοναζουσῶν τὸ κλέος, καὶ Παρθένων καύχημα, θεοφόρε Ξένη.

 

Τῶν ἐφετῶν τὸ ἀκρότατον, καθαρώτερον ὁρᾷς, θεουμένη λάμψεσι ταῖς θείαις Ἁγνή· Ὁρᾷς δὲ ἃ βλέπουσιν Ἄγγελοι· χορεύεις σὺν πᾶσιν ἐκλεκτοῖς ἁμαρτημάτων λύσιν, αἰτουμένη πάντοτε, τοῖς σὲ εὐφημοῦσιν.

 

Ὡς παρθενίας τέμενος, ὡς ἁγνὴν περιστεράν, ὡς τρυγόνα ἄμωμον, ὡς νύμφην Χριστοῦ, ὡραίαν καλὴν σε καὶ ἄμεμπτον, ὡς ἄγαλμα θείων ἀρετῶν, ὡς κῆπον κεκλεισμένον, οἱ πιστοὶ γεραίρομεν, θεοφόρε Ξένη.

Θεοτοκίον

Ῥήμασι σοῖς ἑπόμενοι, γενεαὶ τῶν γενεῶν, Μαρία σε μακαρίζομεν ἀεί· Θεὸν γὰρ τὸν ὄντως μακάριον, ἐκύησας ἄχραντε Ἁγνή, τὸν πάντας μακαρίους, τοὺς αὐτῷ δουλεύοντας ἀψευδῶς ποιοῦντα.

Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ

«Εὐλογητὸς Κύριος, ὁ Θεὸς τοῦ Ἰσραήλ, ὁ ἐγείρας κέρας σωτηρίας ἡμῖν, ἐν οἴκῳ Δαυῒδ τοῦ παιδὸς αὐτοῦ· ἐν οἷς ἐπεσκέψατο ἡμᾶς, Ἀνατολὴ ἐξ ὕψους, καὶ κατεύθυνεν ἡμᾶς, εἰς ὁδὸν εἰρήνης».

 

Ἐξαποστειλάριον

Γυναῖκες ἀκουτίσθητε ΤΟ ΑΚΟΥΤΕ

Ξενίαν τὴν οὐράνιον, ποθοῦσα Ξένη πάνσεμνε, ξένην σαυτὴν θεοφόρε, πατρίδος πλούτου καὶ γένους, φιλευσεβῶς πεποίηκας· τὸν σταυρόν σου δὲ ἄρασα, Χριστῷ προθύμως ἔδραμες, τῷ ξενοτρόπως ἐλθόντι, σῶσαι βροτοὺς ἐκ Παρθένου.

Θεοτοκίον, ὅμοιον

Ὡράθης ὑπερέχουσα, τῶν Ποιημάτων Δέσποινα, σαρκὶ τεκοῦσα Παρθένε, Θεὸν τῶν ὅλων καὶ Κτίστην, οὗ τῷ Σταυρῷ ῥωννύμεναι, γυναῖκες αἱ θεόφρονες, νεανικῶς ἠρίστευσαν, μεθ' ὧν σε πάντες ὑμνοῦμεν, εὐλογημένη Μαρία.

 

Εἰς τὸν Στίχον, Στιχηρὰ τῆς Ὀκτωήχου.

 

Ἡ λοιπὴ Ἀκολουθία τοῦ Ὄρθρου, ὡς σύνηθες, καὶ Ἀπόλυσις.