Τῌ Λ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ

ΙΑΝΟΥΑΡΙΟΥ

 

Μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος Ἱππολύτου, Πάπα Ῥώμης.

 

Ἡ Ἀκολουθία τούτου ψάλλεται ἐν τοῖς Ἀποδείπνοις. Εἰς δὲ τὸν Ἑσπερινὸν καὶ τὸν Ὄρθρον ψάλλομεν τὴν Ἀκολουθίαν τῶν Ἁγίων τριῶν Ἱεραρχῶν, Βασιλείου τοῦ Μεγάλου, Γρηγορίου τοῦ Θεολόγου καὶ Ἰωάννου τοῦ Χρυσοστόμου. Εἰς τὸ Ἀπόδειπνον ἡ Ἀκολουθία τοῦ Ἁγίου Ἱππολύτου.

 

Ὁ Κανών, Ἰωάννου Μοναχοῦ.

 

ᾨδὴ α' Ἦχος δ' ΤΟ ΑΚΟΥΤΕ

«Ἅρματα Φαραώ, καὶ τὴν δύναμιν αὐτοῦ, ἔρριψεν εἰς θάλασσαν, ὁ κραταιὸς ἐν πολέμοις, ᾄσωμεν αὐτῷ ᾄσμα καινόν, ὅτι ἐνδόξως δεδόξασται».

 

Δεῦτε μαρτυρικαῖς, εὐφημήσωμεν ᾠδαῖς, τὸν ἱερομάρτυρα, θεοφεγγεῖ καθορῶντες, χάριτι φαιδρῶς ἐκλάμποντα, Χριστὸν δοξάζοντες πάντοτε.

 

Σὺ Ποίμνην λογικήν, πρὸς Χριστοῦ ἐγχειρισθείς, τοῦτον ἐκμιμούμενος, προκινδυνεύων ἀρίστως Πάτερ, τὴν ψυχὴν προτέθεικας, καὶ διπλῷ στεφάνῳ κεκόσμησαι.

 

Τῷ ἱερατικῷ, ἐκ προστάγματος Θεοῦ, τῆς ἀγαλλιάσεως, προκεχρισμένος ἐλαίῳ, τῷ μαρτυρικῷ Ἱππόλυτε, ἐπεσφραγίσθης δι᾿ αἵματος.

Θεοτοκίον

Ἄφλεκτον Μωϋσῆς, ἐν τῷ ὄρει Σινᾷ, βάτον ἐθεάσατο, σὲ ζωγραφοῦσαν Παρθένε, αἴγλῃ μὴ φλεχθεῖσαν θείου πυρός∙ καὶ γὰρ Θεὸν ἐκύησας.

 

ᾨδὴ γ' ΤΟ ΑΚΟΥΤΕ

«Τόξον δυνατῶν ἠσθένησε, καὶ οἱ ἀσθενοῦντες, περιεζώσαντο δύναμιν· διὰ τοῦτο ἐστερεώθη, ἐν Κυρίῳ ἡ καρδία μου».

 

Ἄρνας λογικοὺς ἐποίμανας, καὶ ὥσπερ ἀρνίον, τῶν σῶν προβάτων προτέθυσαι, τὸν ἁπάντων Ἀρχιποίμενα, καὶ Θεοῦ ἀμνὸν μιμούμενος.

 

Γάλα λογικὸν Ἱππόλυτε, τοὺς ποιμαινομένους, θεοπνεύστως ἐπότισας, τὸ Χριστοῦ δὲ τῆς μαρτυρίας, χαίρων πέπωκας ποτήριον.

 

Στίφους ἀθλητῶν ἡγούμενος ὑπὲρ εὐσεβείας, ὑπέδυς τὸ μαρτύριον, ἕνα δοξάζων Θεὸν Πατέρα, σὺν Υἱῷ καὶ θείῳ Πνεύματι.

Θεοτοκίον

Χαίροις Μήτηρ ἀπειρόγαμε, ἡ τὸν Θεὸν Λόγον, ἐν γαστρί σου χωρήσασα, καὶ τεκοῦσα σεσαρκωμένον, ὡς Θεὸν ὁμοῦ καὶ ἄνθρωπον.

 

Κάθισμα Ἦχος α'

Φωστὴρ ἀειλαμπής, ἀνεδείχθης τῷ κόσμῳ, φωτίζων ἀστραπαῖς, τῶν ἐνθέων σου λόγων, ἡμῶν τὴν διάνοιαν, Ἱεράρχα Ἱππόλυτε. Ὅθεν ἅπαντες, τὴν ἱεράν σου καὶ θείαν, μνήμην σήμερον, χαρμονικῶς ἐκτελοῦμεν, καὶ πίστει γεραίρομεν.

 

ᾨδὴ δ' ΤΟ ΑΚΟΥΤΕ

«Τῆς σῆς ἐπὶ γῆς παρουσίας Χριστὲ ὁ Θεός, προμηνύων ὁ προφήτης τὴν ἔλευσιν, μετὰ χαρὰς ἐκραύγαζε∙ Δόξα τῇ δυνάμει σου Κύριε».

 

Τῶν ἀρετῶν σου ὡς πολύπλοκος ἡ θεία σειρά∙ ὡς Ποιμὴν γὰρ καὶ Μάρτυς Ἱππόλυτε, παρὰ Θεοῦ τετίμησαι, σφόδρα ἐν αὐτῷ εὐφραινόμενος.

 

Τὴν προσφορὰν τοῦ Ἄβελ ὑπερβέβηκας· λογικοὺς γὰρ προσενήνοχας ἄρνας Θεῷ, καὶ τοῦ οἰκείου αἵματος, χαίρων τῷ Δεσπότῃ ἀπέσπεισας.

 

Αἱρετιζόντων τὴν παλίμφημον κακόνοιαν, διὰ τοῦ Πνεύματος τρεψάμενος Μακάριε, Ἱερομάρτυς ἄριστος, πόθῳ τοῦ Δεσπότου γεγένησαι.

Θεοτοκίον

Ὡς εἶδον οἱ Ἄγγελοι Παρθένε Ἁγνή, ἐκ τῆς γαστρός σου προελθόντα τὸν Υἱὸν τοῦ Θεοῦ, ἐν εὐφροσύνῃ ἔλεγον∙ Δόξα τῇ κυήσει σου Δέσποινα.

 

ᾨδὴ ε' ΤΟ ΑΚΟΥΤΕ

«Σὺ Κύριέ μου φῶς, εἰς τὸν κόσμον ἐλήλυθας, φῶς ἅγιον ἐπιστρέφον, ἐκ ζοφώδους ἀγνοίας, τοὺς πίστει ἀνυμνοῦντάς σε».

 

Σὺ Μάρτυς ἀληθῶς, ἱερεῦσι γεγένησαι, καὶ Μάρτυσιν ἱεράρχης, καὶ διτταῖς ἀπαστράπτεις, ταῖς χάρισιν Ἱππόλυτε.

 

Λίθοι μὲν διαυγεῖς, ἐν χρυσῷ διαπρέπουσιν Ἱππόλυτε, τῷ δὲ φέγγει, τῆς σῆς ἱεραρχίας, ἡ αἴγλη τῆς ἀθλήσεως.

 

Μύθους ἑλληνικούς, εὐσεβῶς σὺ διήλεγξας, ὦ ἄριστε τῶν Μαρτύρων, καὶ παράνομον πλάνην, Ἑβραίων θείᾳ χάριτι.

Θεοτοκίον

Σὲ ὅπλον ἀρραγές, κατ᾿ ἐχθρῶν προβαλλόμεθα∙ σὲ ἄγκυραν καὶ ἐλπίδα, τῆς ἡμῶν σωτηρίας, Θεόνυμφε κεκτήμεθα.

 

ᾨδὴ ε' ΤΟ ΑΚΟΥΤΕ

«Θύσω σοι, μετὰ φωνῆς αἰνέσεως Κύριε, ἡ Ἐκκλησία βοᾷ σοι, ἐκ δαιμόνων λύθρου κεκαθαρμένη, τῷ δι᾿ οἶκτον, ἐκ τῆς πλευρᾶς σου ῥεύσαντι αἵματι».

 

Τέθυκας, τῷ Σωτῆρι θυσίαν αἰνέσεως, ἐν Ἐκκλησίᾳ Ὁσίων, ὡς Θεοῦ μεσίτης τε καὶ ἀνθρώπων, καὶ προθύμως, τὴν ψυχήν σου προσῆξας δι᾿ αἵματος.

 

Εἴληφας, χαρισμάτων πληθὺν διὰ Πνεύματος Ἱερομάρτυς θεόθεν, ἐν ἀνοίξει θείων χειλέων σου, καὶ προσάγεις, εὐχαρίστως σαυτὸν θανατούμενος.

 

Ὡς θεῖον, τῶν ἀθλητῶν σου Χριστὲ τὸ σύστημα, τῶν ἐν ἐλπίδι κειμένων, ὡς παρόντων ἤδη κατατρυφώντων, καὶ ἡδίῳ, τῆς ζωῆς ἡγουμένων τὸν θάνατον.

Θεοτοκίον

Ὦ θαῦμα, τῶν ἁπάντων θαυμάτων καινότερον! ὅτι Παρθένος ἐν μήτρᾳ, τὸν τὰ σύμπαντα περιέποντα, ἀπειράνδρως, συλλαβοῦσα οὐκ ἐστενοχώρησε.

 

ᾨδὴ ζ' ΤΟ ΑΚΟΥΤΕ

«Ὁ διασώσας ἐν πυρί, τοὺς Ἀβραμιαίους σου Παίδας, καὶ τοὺς Χαλδαίους ἀνελών, οἷς ἀδίκως δικαίους ἐνήδρευσαν, ὑπερύμνητε Κύριε, ὁ Θεὸς ὁ τῶν Πατέρων, εὐλογητός εἶ».

 

Μαρτυρικαῖς μαρμαρυγαῖς, ἱερατικαῖς τε φωτίζεις Ἱερομάρτυς πεφηνώς, τοὺς βοῶντας Χριστῷ ἐν τῇ μνήμη σου∙ Ὑπερύμνητε Κύριε, ὁ Θεὸς ὁ τῶν Πατέρων, εὐλογητός εἶ.

 

Τὸν προγνωσθέντα τηλαυγῶς, ἆθλον ἱερώτατον Πάτερ, τοῦ μαρτυρίου καθορῶν, ἐφεστῶτά σοι χαίρων ἐκραύγαζες. Ὑπερύμνητε Κύριε, ὁ Θεὸς ὁ τῶν Πατέρων, εὐλογητός εἶ.

 

Ὁ τὰς αἰκίας ἐνεγκών, ὑπὸ τῆς ἐμπύρου ἀγάπης, τοῦ μαρτυρίου καρτερῶς, παρρησίᾳ ἐβόα Ἱππόλυτος. Ὑπερύμνητε Κύριε, ὁ Θεὸς ὁ τῶν Πατέρων, εὐλογητὸς εἶ.

Θεοτοκίον

Τὴν ἀλοχεύτως ἐν γαστρί, καὶ ὑπερφυῶς δεξαμένην, τὸν ἀναλλοίωτον Θεόν, εὐσπλαγχνίᾳ βροτοῖς ἐνδημήσαντα, ὑπερύμνητον Δέσποιναν, ἐπαξίως εὐφημοῦμεν ὡς Θεοτόκον.

 

ᾨδὴ η' ΤΟ ΑΚΟΥΤΕ

«Τὸν ἐν μορφῇ Ἀγγέλου ὁραθέντα, ἐν καμίνῳ πυρὸς τοῖς ὑμνολόγοις, Χριστὸν τὸν Θεὸν ὑμνεῖτε Παῖδες, Ἱερεῖς εὐλογεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας».

 

Ὡς λιπαρὰ καὶ πίων ἡ θυσία! ὁ καλὸς γὰρ Ποιμήν, προβάτου δίκην προσάγεται, Χριστῷ κραυγάζων. Ἱερεῖς εὐλογεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

 

Μαρτυρικῷ στεφάνῳ ἐξαστράπτων, τῇ Ἐκκλησίᾳ σου Χριστέ, ὁ Ἱεράρχης ἀνέτειλεν· Ὑμνεῖτε παῖδες, γεγηθὼς ἀνακράζων, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

 

Τῇ τοῦ ἀπειλουμένου ἀποφάσει, ὁ τοῦ Χριστοῦ ἀθλητής, θανάτου χαίρων Ἱππόλυτος, ἐβόα∙ Παῖδες, τὸν Χριστὸν εὐλογεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

Θεοτοκίον

Τὴν ἀπορρήτως καὶ ἀσπόρως συλλαβοῦσαν, καὶ τεκοῦσαν τὴν χαράν, τῇ οἰκουμένῃ Χριστὸν τὸν Θεόν, ὑμνεῖτε παῖδες, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

 

ᾨδὴ θ' ΤΟ ΑΚΟΥΤΕ

«Ὁ τόκος σου ἄφθορος ἐδείχθη, Θεὸς ἐκ λαγόνων σου προῆλθε, σαρκοφόρος, ὃς ὤφθη ἐπὶ γῆς, καὶ τοῖς ἀνθρώποις συνανεστράφη∙ σὲ Θεοτόκε, διὸ πάντες μεγαλύνομεν».

 

Ὡς πανευκλεὴς ἱερομάρτυς, διττῷ κατελάμπρυνας τῷ φέγγει, τὴν Χριστοῦ Ἐκκλησίαν, καὶ εὐφραίνεις τὰς καρδίας τῶν σὲ ὑμνούντων∙ ὅθεν σε πάντες, ἐπαξίως μακαρίζομεν.

 

Πηγὴν ἀναβλύσας διδαγμάτων, Παμμάκαρ Χριστοῦ τῇ Ἐκκλησίᾳ, μαρτυρικῶν ἐξ αἱμάτων, τοὺς κρουνοὺς ποταμηδὸν τῷ Θεῷ προσφέρεις∙ ὅθεν σε πάντες, ἐπαξίως μακαρίζομεν.

 

Ἐδίδαξας ἕνα θεηγόρε, Θεὸν προσκυνεῖσθαι ἐν Τριάδι, Δημιουργὸν ἁπάντων, ὁρατῶν τε ποιημάτων καὶ ἀοράτων, μαρτυρικῷ τε, ἐκοσμήθης διαδήματι.

Θεοτοκίον

Ἀστράπτων σοι Ἄγγελος ἐπέστη, καὶ μαργαρυγαῖς τῆς παρθενίας, σφοδρῶς σου ἀντεστράφη, ἑαυτοῦ ὡς τῆς οἰκείας ἐπιλελῆσθαι δόξης∙ τὸ Χαῖρε, διὸ φόβῳ σοι ἐφθέγξατο.

 

Στιχηρὰ Προσόμοια

 

Ἦχος α'

Τῶν οὐρανίων ταγμάτων ΤΟ ΑΚΟΥΤΕ

Ἱερωσύνης τὴν χάριν, Πάτερ δεξάμενος, θείαις διδασκαλίαις, κατεφώτισας πάντας Ἱππόλυτε θεόφρον, καὶ ἱεραῖς, συγγραφαῖς διεσάφησας, τῶν Προφητῶν θείους λόγους τρανῶν ἡμῖν, τὰ ἐκεῖσε ἐμφερόμενα.

 

Ὁμολογίας ἐνθέου, στέφει κοσμούμενος, καὶ τῶν αἱμάτων λύθρῳ, τὴν τῆς Ἱερωσύνης, στολὴν καταποικίλας, ὅλως λαμπρός, καὶ ὡραῖος παρέστηκας, τῷ Βασιλεῖ καὶ Δεσπότῃ καὶ ποιητῇ, παμμακάριστε Ἱππόλυτε.

Δόξα...

Ὡς παρρησίαν Παμμάκαρ, πρὸς τὸν Σωτῆρα Χριστόν, νῦν κεκτημένος πάντας, διάσῳζε κινδύνων, τοὺς πίστει, σε τιμῶντας, καὶ πειρασμῶν, καὶ δεινῶν περιστάσεων, καὶ ἐκ παθῶν καὶ πταισμάτων καὶ ἀναγκῶν, εὐπροσδέκτοις ἱκεσίαις σου.

Καὶ νῦν... Θεοτοκίον

Ῥάβδῳ τῆς σῆς προστασίας, Θεοκυῆτορ Ἁγνή, τὰ θηριώδη πάθη, τῆς ἀθλίας ψυχῆς μου, ἀπέλασον ἐντεῦθεν, εἰρηνικῶς, πρὸς ζωὴν με ἰθύνουσα, καὶ τῇ ἁγίᾳ σε Ποίμνῃ τῶν ἐκλεκτῶν, σοῦ προβάτων συναρίθμησον.

 

Τῌ Λ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ

ΙΑΝΟΥΑΡΙΟΥ

 

Μνήμη τῶν ἐν Ἁγίοις Πατέρων ἡμῶν καὶ Οἰκουμενικῶν Διδασκάλων Βασιλείου τοῦ Μεγάλου, Γρηγορίου τοῦ Θεολόγου καὶ Ἰωάννου τοῦ Χρυσοστόμου.

 

ΕΝ Τῼ ΜΙΚΡῼ ΕΣΠΕΡΙΝῼ

 

Ἱστῶμεν Στίχους δ' καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια.

Ἦχος δ'

Ὡς γενναῖον ἐν Μάρτυσιν ΤΟ ΑΚΟΥΤΕ

Ἐν τῷ ὕψει Βασίλειε, τῆς Χριστοῦ ἀγαπήσεως, ἀναβὰς κατώπτευσας τὰ ἀπόρρητα, αὐτοῦ καὶ θεῖα μυστήρια, ἅπερ ἀνεκάλυψας, καὶ ἐτράνωσας λαοῖς, εὐσεβείας ὡς κήρυξ σοφός∙ διὸ πρέσβευε, ἐκ φθορᾶς καὶ κινδύνων λυτρωθῆναι, τοὺς πιστῶς ἐφεπομένους, τοῖς σοῖς διδάγμασιν Ὅσιε.

 

Τοὺς συνδέσμους διέλυσας, τῶν αἱρέσεων Ὅσιε, τῇ σοφίᾳ λόγων καὶ τῶν δογμάτων σου, καὶ εἰς ὁμόνοιαν ἤθροισας, ὀρθοδόξου Πίστεως, τοὺς εὐγνώμονας Χριστόν, εὐφημοῦντας Γρηγόριε, ὃν ἱκέτευε, ἐκ φθορᾶς καὶ κινδύνων λυτρωθῆναι, τοὺς πιστῶς προσδεχομένους, τὰ σὰ θεόφθογγα δόγματα.

 

Ἀρραγῆ σε θεμέλιον, ὁ Χριστὸς ὑπεστήριξε, τῇ αὐτοῦ Ἐκκλησίᾳ Πάτερ Ὅσιε, τηροῦντα ταύτην ἀσάλευτον, καὶ ἀκαταμάχητον, τῶν ἐχθρῶν ταῖς προσβολαῖς, θεορρῆμον Χρυσόστομε, καὶ πρεσβεύοντα, ἐκ παθῶν ψυχοφθόρων λυτρωθῆναι, τοὺς διψῶντας τῶν σῶν λόγων, καὶ νοημάτων τὸ πέλαγος.

 

Τῆς Τριάδος ἐκλόγια, ἀκηράτου λειμῶνός τε, ἄνθη τὰ μυρίπνοα καὶ τερπνότατα, τοῦ νοητοῦ, ὡς ὑπάρχοντας, ἀκτῖνας Ἠλίου τε, καὶ φωτίσαντας τὴν γῆν, ταῖς αὐτῶν θείαις λάμψεσιν, εὐφημήσωμεν, Ἰωάννην τὸν μέγαν σὺν τῷ θείῳ, Θεολόγῳ Γρηγορίῳ, καὶ τὸν ὑψίνουν Βασίλειον.

Δόξα... Ἦχος πλ. β'

Ἄνθρωποι τοῦ Θεοῦ, καὶ πιστοὶ ἱκέται, λειτουργοὶ Κυρίου, ἄνδρες ἐπιθυμιῶν, σκεύη ἐκλογῆς, στῦλοι καὶ στηρίγματα τῆς Ἐκκλησίας, βασιλείας κληρονόμοι, μὴ παρασιωπᾶτε, τοῦ βοᾶν ὑπὲρ ἡμῶν πρὸς Κύριον.

Καὶ νῦν... Θεοτοκίον Ἦχος πλ. β'

Θεοτόκε, σὺ εἶ ἡ ἄμπελος ἡ ἀληθινή, ἡ βλαστήσασα τὸν καρπὸν τῆς ζωῆς. Σὲ ἱκετεύομεν, πρέσβευε, Δέσποινα, μετὰ τῶν Ἀποστόλων, καὶ πάντων τῶν Ἁγίων, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

 

Εἰς τὸν Στίχον, Στιχηρὰ Προσόμοια.

Ἦχος πλ. β'

Τριήμερος ἀνέστης Χριστὲ ΤΟ ΑΚΟΥΤΕ

Ἡ χάρις ὑπερίσχυσεν, ἡ πίστις ἐπεκράτησεν, ἐπληρώθη, πάντα γνώσεως Θεοῦ, διὰ τῶν Ἀποστόλων, διὰ τῶν Διδασκάλων, καὶ σωτηρίαν ἐπλουτήσαμεν.

 

Στίχ. Καυχήσονται Ὅσιοι ἐν δόξῃ, καὶ ἀγαλλιάσονται ἐπὶ τῶν κοιτῶν αὐτῶν.

 

Οὐράνια μυστήρια, ἀνθρώπινα μαθήματα, χαρισμάτων συνδρομὴ παντοδαπῶν, μετὰ κατορθωμάτων, νικώντων πάντα λόγον, τοὺς τρεῖς Ἁγίους ἐθαυμάστωσεν.

 

Στίχ. Οἱ Ἱερεῖς σου Κύριε ἐνδύσονται, δικαιοσύνην καὶ οἱ ὅσιοί σου ἀγαλλιάσονται.

 

Βασίλειος ὁ ἔνθεος νοῦς, Γρηγόριος ἡ θεία φωνή, Ἰωάννης ὁ παγκόσμιος λαμπτήρ, οἱ τρεῖς τῆς ἀνωτάτω, θεράποντες Τριάδος, καὶ λειτουργοὶ συνδοξαζέσθωσαν.

Δόξα... Ἦχος πλ. β'

Εὖ δοῦλοι ἀγαθοὶ καὶ πιστοί, εὖ ἐργάται τοῦ ἀμπελῶνος Χριστοῦ, οἱ καὶ τὸ βάρος τῆς ἡμέρας βαστάσαντες, καὶ τὸ δεδομένον τάλαντον αὐξήσαντες, καὶ τοῖς μεθ᾿ ὑμᾶς ἐλθοῦσι μὴ φθονήσαντες· διὸ ἤνοικται πύλη βασιλείας ὑμῖν. Εἰσελθόντες οὖν εἰς τὴν χαρὰν τοῦ ποιήσαντος, πρεσβεύσατε ὑπὲρ ἡμῶν, Ἅγιοι Διδάσκαλοι.

Καὶ νῦν... Θεοτοκίον

Οὐδεὶς προστρέχων ἐπὶ σοί, κατῃσχυμμένος ἀπὸ σοῦ ἐκπορεύεται, ἁγνὴ Παρθένε Θεοτόκε∙ ἀλλ᾿, αἰτεῖται τὴν χάριν, καὶ λαμβάνει τὸ δώρημα, πρὸς τὸ συμφέρον τῆς αἰτήσεως.

 

Ἀπολυτίκιον Ἦχος δ'

Ὡς τῶν Ἀποστόλων ὁμότροποι, καὶ τῆς οἰκουμένης Διδάσκαλοι, τῷ Δεσπότῃ τῶν ὅλων πρεσβεύσατε, εἰρήνην τῇ οἰκουμένῃ δωρήσασθαι, καὶ ταῖς ψυχαῖς ἡμῶν τὸ μέγα ἔλεος.

 

Καὶ Ἀπόλυσις

 

ΕΝ Τῼ ΜΕΓΑΛῼ ΕΣΠΕΡΙΝῼ

 

Μετὰ τὸν Προοιμιακὸν Ψαλμόν, ψάλλομεν τὴν α' στάσιν τοῦ, Μακάριος ἀνήρ. Εἰς δὲ τό, Κύριε ἐκέκραξα, ἱστῶμεν Στίχους ς' καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια.

Ἦχος δ'

Ὡς γενναῖον ἐν Μάρτυσι ΤΟ ΑΚΟΥΤΕ

Τὰ τῆς χάριτος ὄργανα, τὰς κιθάρας τοῦ Πνεύματος, τὰς εὐσήμους σάλπιγγας τοῦ κηρύγματος, τὰς φοβερὸν καὶ ἐξάκουστον, ἐξ ὕψους ἠχούσας βροντάς, καὶ τὴν δόξαν τοῦ Θεοῦ, γνωριζούσας τοῖς πέρασι, τοὺς τρεῖς Κήρυκας, τῆς μεγάλης Τριάδος, Ἰωάννην καὶ Βασίλειον ἀξίως, σὺν Γρηγορίῳ τιμήσωμεν. (Δίς)

 

Τῆς Τριάδος οἱ πρόμαχοι, εὐσεβείας οἱ πρόβολοι, οἱ μετὰ τοὺς δώδεκα τρεῖς Ἀπόστολοι, οἱ ἐξ Ἐδὲμ ἀναβλύζοντες, τὸ ζῶν ὕδωρ ποταμοί, καὶ τὸ πρόσωπον τῆς γῆς, ζωηρύτως ποτίζοντες, θείοις ῥεύμασι, τὰ μεγάλα στοιχεῖα, τὰ τὴν πίστιν, ὥσπερ κτίσιν συνιστῶντα, ἀξιοχρέως τιμάσθωσαν. (Δίς)

 

Οὐκ εἰσὶ λαλιαί φησιν, οὐδὲ λόγοι λεγόμενοι, ὧν οὐχὶ ἀκούονται αἱ φωναὶ αὐτῶν∙ εἰς πᾶσαν γῆν γὰρ καὶ θάλασσαν, ὁ φθόγγος ἐξέδραμε, τῶν ἐνθέων καὶ σοφῶν, Διδασκάλων τῆς κτίσεως∙ ὅθεν ἄριστα, τοῖς αὐτῶν θείοις νόμοις συγκροτεῖται, καὶ συνέχεται πρὸς μίαν, ὀρθοδοξίαν τὰ πέρατα.

 

Τὰ τοῦ Πνεύματος ὄργανα, ἀληθείας τὰς σάλπιγγας, τοὺς τοῦ Λόγου Ῥήτορας εὐφημήσωμεν, φωναῖς ᾀσμάτων τοῖς δόγμασιν, αὐτῶν οἱ ἑπόμενοι, ἱκετεύοντες αὐτούς, παρρησίαν ὡς ἔχοντας, πρὸς τὸν Κύριον, τοῦ αἰτῆσαι εἰρήνην σταθηρὰν μέν, εἰς ἀεὶ τῇ οἰκουμένῃ, ἡμῖν δὲ πᾶσι συγχώρησιν.

Δόξα... Ἦχος πλ. β'

Τὰς μυστικὰς σήμερον τοῦ Πνεύματος σάλπιγγας, τοὺς θεοφόρους Πατέρας ἀνευφημήσωμεν∙ τοὺς μελῳδήσαντας ἐν μέσῳ τῆς Ἐκκλησίας, μέλος ἐναρμόνιον θεολογίας, Τριάδα μίαν ἀπαράλλακτον, οὐσίαν τε καὶ Θεότητα, τοὺς καθαιρέτας Ἀρείου, καὶ Ὀρθοδόξων προμάχους, τοὺς πρεσβεύοντας πάντοτε Κυρίῳ, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

Καὶ νῦν... Θεοτοκίον

Τὶς μὴ μακαρίσει σε Παναγία Παρθένε; τὶς μὴ ἀνυμνήσει σου τὸν ἀλόχευτον τόκον· ὁ γὰρ ἀχρόνως ἐκ Πατρὸς ἐκλάμψας Υἱὸς μονογενής, ὁ αὐτὸς ἐκ σοῦ τῆς ἁγνῆς προῆλθεν, ἀφράστως σαρκωθείς, φύσει Θεὸς ὑπάρχων, καὶ φύσει γενόμενος ἄνθρωπος δι᾿ ἡμᾶς, οὐκ εἰς δυάδα προσώπων τεμνόμενος, ἀλλ᾿ ἐν δυάδι φύσεων, ἀσυγχύτως γνωριζόμενος. Αὐτὸν ἱκέτευε, σεμνὴ Παμμακάριστε, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

 

Εἴσοδος, τὸ Προκείμενον τῆς ἡμέρας καὶ τὰ Ἀναγνώσματα.

 

Δευτερονομίου τὸ Ἀνάγνωσμα

(Κεφ.1, 8-11, 15-17)

Εἶπε Μωσῆς πρὸς τοὺς υἱοὺς Ἰσραήλ. Ἴδετε παραδέδωκα ἐνώπιον ὑμῶν τὴν γῆν, εἰσελθόντες κληρονομήσατε τὴν γῆν, ἣν ὤμοσε Κύριος τοῖς πατράσιν ἡμῶν, τῷ Ἀβραάμ καὶ τῷ Ἰσαὰκ καὶ τῷ Ἰακώβ, δοῦναι αὐτοῖς αὐτήν, καὶ τῷ σπέρματι αὐτῶν μέτ᾿ αὐτούς. Καὶ εἶπον πρὸς ὑμᾶς ἐν τῷ καιρῷ ἐκείνῳ λέγων∙ Οὐ δυνήσομαι μόνος φέρειν ὑμᾶς. Κύριος ὁ Θεὸς ἡμῶν ἐπλήθυνεν ὑμᾶς∙ καὶ ἰδοὺ ἐστε σήμερον ὡς τὰ ἄστρα τοῦ οὐρανοῦ τῷ πλήθει. Κύριος ὁ Θεὸς τῶν Πατέρων ἡμῶν προσθείη ὑμῖν, ὡς ἐστέ, χιλιοπλασίως· καὶ εὐλογήσαι ἡμᾶς, καθότι ἐλάλησεν ὑμῖν. Καὶ ἔλαβον ἐξ ὑμῶν ἄνδρας σοφούς, καὶ ἐπιστήμονας, καὶ συνετούς, καὶ κατέστησα αὐτοὺς ἡγεῖσθαι ἐφ᾿ ὑμῶν∙ χιλιάρχους, καὶ ἑκατοντάρχους, καὶ πεντηκοντάρχους, καὶ δεκάρχους, καὶ γραμματοεισαγωγεῖς τοῖς κριταῖς ἡμῶν. Καὶ ἐνετειλάμην τοῖς κριταῖς ὑμῶν ἐν τῷ καιρῷ ἐκείνῳ, λέγων∙ Διακούετε ἀνὰ μέσον τῶν ἀδελφῶν ὑμῶν, καὶ κρίνετε δικαίως ἀνὰ μέσον ἀνδρός, καὶ ἀνὰ μέσον τοῦ ἀδελφοῦ αὐτοῦ, καὶ ἀνὰ μέσον τοῦ προσηλύτου αὐτοῦ. Οὐκ ἐπιγνώσεσθε πρόσωπον ἐν κρίσει∙ κατὰ τὸν μικρὸν καὶ κατὰ τὸν μέγαν κρινεῖς, οὐ μὴ ὑποστείλῃ πρόσωπον ἀνθρώπου, ὅτι ἡ κρίσις τοῦ Θεοῦ ἐστιν.

Δευτερονομίου τὸ Ἀνάγνωσμα

(Κεφ. 10, 14-18, 20-21)

Εἶπε Μωσῆς πρὸς τοὺς υἱοὺς Ἰσραήλ∙ ἰδοὺ Κυρίου τοῦ Θεοῦ σου ὁ οὐρανός, καὶ ὁ οὐρανὸς τοῦ οὐρανοῦ, ἡ γῆ, καὶ πάντα ὅσα ἐστὶν ἐν αὐτοῖς. Πλὴν τοὺς Πατέρας ἡμῶν προείλετο Κύριος ἀγαπᾶν αὐτούς, καὶ ἐξελέξατο τὸ σπέρμα αὐτῶν μετ᾿ αὐτούς, ὑμᾶς παρὰ πάντα τὰ ἔθνη, κατὰ τὴν ἡμέραν ταύτην. Καὶ περιτεμεῖσθε τὴν σκληροκαρδίαν ὑμῶν, καὶ τὸν τράχηλον ὑμῶν οὐ σκληρυνεῖτε ἔτι· ὁ γὰρ Κύριος ὁ Θεὸς ἡμῶν, οὗτος Θεὸς τῶν Θεῶν, καὶ Κύριος τῶν Κυρίων∙ ὁ Θεὸς ὁ μέγας καὶ ἰσχυρὸς καὶ φοβερός, ὅστις οὐ θαυμάζει πρόσωπον, οὐ δ᾿ οὐ μὴ λάβῃ δῶρον∙ ποιῶν κρίσιν προσηλύτῳ, καὶ ὀρφανῷ, καὶ χήρᾳ, καὶ ἀγαπᾷ τὸν προσήλυτον, δοῦναι αὐτῷ ἄρτον καὶ ἱμάτιον. Κύριον τὸν Θεόν σου φοβηθήσῃ, καὶ αὐτῷ μόνῳ λατρεύσεις, καὶ πρὸς αὐτὸν κοληθήσῃ, καὶ ἐπὶ τῷ ὀνόματι αὐτοῦ ὀμῇ. Αὐτὸς καύχημά σου, καὶ αὐτὸς Θεὸς σου ὅστις ἐποίησέ σοι τὰ μεγάλα καὶ ἔνδοξα ταῦτα, ἃ εἶδον οἱ ὀφθαλμοί σου.

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα

(Κεφ. 3, 1- 9)

Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ, καὶ οὐ μὴ ἄψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι, καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν, καὶ ἡ ἀφ᾿ ἡμῶν πορεία σύντριμμα∙ οἱ δὲ εἰσιν ἐν εἰρήνῃ. Καὶ γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης. Καὶ ὀλίγα παιδευθέντες, μεγάλα εὐεργετηθήσονται, ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτούς, καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ. Ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτούς, καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι, καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται. Κρινοῦσιν Ἔθνη, καὶ κρατήσουσι λαῶν, καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τούς αἰῶνας. Οἱ πεποιθότες ἐπ᾿ αὐτῷ, συνήσουσιν ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ, προσμενοῦσιν αὐτῷ, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς Ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.

 

Εἰς τὴν Λιτήν, Στιχηρὰ Ἰδιόμελα Νείλου τοῦ Ξανθοπούλου.

Ἦχος β'

Δεῦτε τῆς οὐρανίου Τριάδος οἱ λατρευταί, τὴν ἐπίγειον τριάδα, τῶν θείων Ἱεραρχῶν εὐφημήσωμεν, τὸν Γρηγόριον, τῆς θεολογίας τὸν ἐπώνυμον· τὸν Βασίλειον, τῆς βασιλείας τὸν φερώνυμον∙ καὶ Ἰωάννην, τὸν ὄντως χαριτώνυμον∙ τοὺς σοφίας βυθούς, τοῦ Πνεύματος τὰ ῥεῖθρα τὰ ὠκεάνεια∙ τὰς πηγὰς τὰς ἀεὶ βλυζούσας, τὸ ὕδωρ τὸ ζῶν τὸ ἁλλόμενον∙ τοὺς διαυγεῖς μαργαρίτας∙ τοὺς ἐπιγείους φωστῆρας∙ τῆς Ἐκκλησίας τοὺς οἴακας∙ τὰ ἀγλαόκαρπα δένδρα∙ τοὺς οἰκονόμους τῆς χάριτος∙ Χριστοῦ μου τὸ στόμα, καὶ τῆς Τριάδος τοὺς ὑπερμάχους, τοὺς ἐξ αὐτῆς ἀμέσως ἐλλαμπομένους, καὶ πρεσβεύοντας ἀπαύστως, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Ὁ αὐτὸς

Τοὺς ἀναφθέντας ἄνθρακας, ἐκ τοῦ ἀστέκτου πυρός, οἱ δι᾿ αὐτῶν φωτισθέντες, πιστῶς ἀνευφημήσωμεν. Οὗτοι γὰρ τῇ πρὸς αὐτὸ ἑνώσει ἐκπυρωθέντες, φωστῆρες τοῦ κόσμου ἐγένοντο, ζωτικὴ τοῖς πτωχοῖς χρηματίζοντες δύναμις, Πατέρα καὶ Υἱόν, καὶ Πνεῦμα Ἅγιον, εὐσεβῶς ἀνακηρύττοντες∙ οἷς καὶ ἡμεῖς προσείπωμεν∙ Χαίροις τριάδος, Τριὰς ἡ θεόσοφος.

Ἦχος πλ. β'

Τοῦ Δαυΐδ τὴν σφενδόνην τὴν τρίπλοκον, τοῦ Σολομῶντος σπαρτίον τὸ κόκκινον, τὸ τοῦ Λόγου φραγγέλιον τρίπλοκον, τοὺς σοφοὺς Ἱεράρχας, Βασίλειον τὸν μέγαν, Γρηγόριον τὸν θεῖον καὶ Ἰωάννην τὸν Χρυσόστομον, πιστῶς ἀνευφημήσωμεν∙ τὸν νοητὸν γὰρ Γολιάθ, τῷ ἀκρογωνιαίῳ λίθῳ καταβαλόντες, τὴν Πίστιν πρὸς ὁμόνοιαν ἤγαγον, τῷ ἐρυθραίῳ τοῦ Χριστοῦ περιτειχίσαντες αἵματι∙ καὶ τοὺς θεοκαπήλους αἱρεσιάρχας, τῶν περιβόλων τῆς θείας τοῦ Χριστοῦ Ποίμνης, μακρὰν ἀπελάσαντες διὰ τῶν λόγων, καὶ ἔτι τὴν πίστιν στηρίζουσι, καὶ πρεσβεύουσι Κυρίῳ, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

Ἦχος πλ. δ'

Ἐπεφάνη ἡ χάρις τοῦ Θεοῦ πᾶσιν ἀνθρώποις, παιδεύουσα ἡμᾶς διὰ τῶν Διδασκάλων, τὰ ἤθη κοσμηθέντας, τοὺς τρόπους βελτιωθέντας, θεογνωσίας αἴγλῃ, τὸν νοῦν περιλαμφθῆναι∙ διὸ κράξωμεν∙ Τριὰς ἁγία, Κυρία τοῦ παντός, ταῖς τῶν τριῶν σου Ποιμένων προσευχαῖς, τὸ σὸν ποίμνιον τοῦτο, ἐν εἰρήνῃ συντήρησον, ἀσφαλῶς καὶ ἀλύπως, καὶ σῶσον ὡς φιλάνθρωπος.

Ἦχος πλ. β'

Τριὰς Ἁγία καὶ προσκυνητή, δόξα τῇ σοφῇ προνοίᾳ σου∙ ὅτι τρισσοὺς μεγάλους φωστῆρας, τοῖς ἀνθρώποις ἐξ ἀνθρώπων ἐχαρίσω, τῷ φωτὶ λαμπαδουχοῦντας, τῆς σῆς ἐπιγνώσεως, καὶ τῇ αἴγλῃ φρυκτωροῦντας, τῶν σωτηρίων σου καὶ σεπτῶν θελημάτων, δι' ὧν ἡ οἰκουμένη, φῶς γνώσεως πλουτοῦσα, τὴν σὴν δόξαν αὐγάζεται, καὶ πρός τὴν βασιλείαν σου τὴν μακαρίαν σπεύδει, τούτων ἡμᾶς ταῖς θείαις ὑπακούειν πείθουσα διδασκαλίαις∙ καὶ αὐτὴ τῶν εὐχῶν τῶν ὑπὲρ ἡμῶν ἐπάκουσον, ὡς Θεὸς πανοικτίρμων, καὶ τὰς ψυχὰς ἡμῶν σῶσον φιλάνθρωπε.

Δόξα... Ἦχος πλ. β'

Τοὺς Ἱεράρχας τοῦ Χριστοῦ, καὶ τῶν Πατέρων κλέος, τῆς Πίστεως τοὺς πύργους, καὶ τῶν Πιστῶν Διδασκάλους καὶ φύλακας, συνελθόντες ὦ φιλέορτοι, ᾀσματικοῖς ἐγκωμίοις, ὑμνήσωμεν λέγοντες. Χαίροις τῆς Ἐκκλησίας φωστήρ, Βασίλειε σοφέ, καὶ στῦλε ἀπερίτρεπτε∙ Χαίροις, ὁ νοῦς ὁ οὐράνιος, Ἀρχιερεῦ μέγιστε, Θεολόγε Γρηγόριε∙ Χαίροις, ὦ Χρυσολόγε πάγχρυσε Ἰωάννη, ὁ τῆς μετανοίας διαπρύσιος κήρυξ. Ἀλλ' ὦ Πατέρες τρισόλβιοι, μὴ παύσησθε ἀεὶ πρεσβεύειν Χριστῷ, ὑπὲρ τῶν πίστει καὶ πόθῳ τελούντων ὑμῶν, τὴν πανίερον, καὶ θείαν πανήγυριν.

Καὶ νῦν... Θεοτοκίον

Ὁ αὐτὸς

Τὴν τῶν παρθένων καλλονήν, καὶ χαρμονὴν τῶν Νόων, τὴν μόνην Θεοτόκον, καὶ τῶν Πιστῶν ἀρραγὲς περιτείχισμα, συνελθόντες ὧ φιλέορτοι, ᾀσματικοῖς ἐγκωμίοις, ὑμνήσωμεν λέγοντες∙ Χαίροις, Παρθενομῆτορ Ἁγνή, Λυχνία χρυσαυγής, καὶ πύλη ἐπουράνιε∙ Χαίροις σκηνὴ ἁγιάσματος, ἡ τὸν Θεὸν χωρήσασα ἐν μήτρᾳ σου Πανάχραντε∙ Χαίροις τῶν οὐρανίων Ταγμάτων ὑπερτέρα, ἁπάντων ἀσυγκρίτως. Διὸ Μητράναδρε Δέσποινα, μὴ λίπῃς φρουροῦσα τοὺς δούλους σου, τοὺς ἀνυμνοῦντάς σε πίστει καὶ πόθῳ ἀεί, καὶ τὸν τόκον σου προσκυνοῦντας τὸν ἄσπορον.

 

Εἰς τὸν Στίχον, Στιχηρὰ Προσόμοια.

Νείλου τοῦ Ξανθοπούλου

Ἦχος πλ. α' Χαίροις ἀσκητικῶν ΤΟ ΑΚΟΥΤΕ

Χαίροις Ἱεραρχῶν ἡ Τριάς, τῆς Ἐκκλησίας τὰ μεγάλα προπύργια, οἱ στῦλοι τῆς εὐσεβείας, ὁ τῶν πιστῶν ἑδρασμός, τῶν αἱρετιζόντων ἡ κατάπτωσις∙ Χριστοῦ οἱ ποιμάναντες, τὸν λαὸν θείοις δόγμασι, καὶ ταῖς ποικίλαις, ἀρεταῖς οἱ ἐκθρέψαντες∙ οἱ τῆς χάριτος, διαπρύσιοι κήρυκες, νόμους οἱ προεκθέμενοι, Χριστοῦ τῷ πληρώματι∙ οἱ ὁδηγοὶ πρὸς τὰ ἄνω, τοῦ Παραδείσου αἱ εἴσοδοι∙ Χριστὸν καταπέμψαι, ταῖς ψυχαῖς ἡμῶν αἰτεῖτε, τὸ μέγα ἔλεος.

 

Στίχ. Καυχήσονται Ὅσιοι ἐν δόξῃ, καὶ ἀγαλλιάσονται ἐπὶ τῶν κοιτῶν αὐτῶν.

 

Χαίροις Ἱεραρχῶν ἡ Τριάς, οὐρανοβάμονες ἐπίγειοι Ἄγγελοι, τοῦ κόσμου ἡ σωτηρία∙ ἡ τῶν ἀνθρώπων χαρά, καὶ τῆς οἰκουμένης οἱ διδάσκαλοι∙ τοῦ Λόγου οἱ πρόμαχοι∙ ἰατροὶ ἐπιστήμονες, τῶν νοσημάτων, τῆς ψυχῆς καὶ τοῦ σώματος∙ οἱ ἀείροοι, ποταμοὶ οἱ τοῦ Πνεύματος, λόγοις οἱ καταρδεύσαντες, τῆς γῆς ἄπαν πρόσωπον∙ οἱ Θεολόγοι, αἱ Βάσεις, οἱ χρυσολόγοι οἱ ἔνθεοι, Χριστὸν καταπέμψαι, ταῖς ψυχαῖς ἡμῶν αἰτεῖτε, τὸ μέγα ἔλεος.

 

Στίχ. Οἱ Ἱερεῖς σου Κύριε ἐνδύσονται, δικαιοσύνην καὶ οἱ ὅσιοί σου ἀγαλλιάσονται.

 

Χαίροις Ἱεραρχῶν ἡ Τριάς, τοῦ ἐπιγείου στερεώματος Ἥλιος∙ ἀκτῖνες καὶ δᾳδουχίαι, ἐκ τρισηλίου αὐγῆς, τῶν ἐσκοτισμένων ἡ ἀνάβλεψις∙ τὰ ἄνθη τὰ εὔοσμα, Παραδείσου τὰ κάλλιστα, ὁ Θεολόγος ὁ σοφός τε Βασίλειος, ὁ Χρυσόστομος, τὰ πυξία τοῦ Πνεύματος. Πλάκες αἱ θεοχάρακτοι∙ μαζοὶ οἱ ἐκβλύζοντες, τῆς σωτηρίας τὸ γάλα, τὸ τῆς σοφίας ἀγλάϊσμα, Χριστὸν δυσωπεῖτε, ταῖς ψυχαῖς ἡμῶν δοθῆναι, τὸ μέγα ἔλεος.

Δόξα... Ἦχος πλ. α'

Σαλπίσωμεν ἐν σάλπιγγι ᾀσμάτων∙ χορεύσωμεν ἑόρτια, καὶ σκιρτήσωμεν ἀγαλλόμενοι, ἐν τῇ πανδήμῳ πανηγύρει τῶν Διδασκάλων ἡμῶν, Βασιλεῖς καὶ Ἄρχοντες συντρεχέτωσαν, καὶ τοὺς Ἱεράρχας κροτείτωσαν ἐν ὕμνοις, ὡς δογμάτων βλύσαντας, ποταμοὺς ὑπερμεγέθεις, τρεῖς καλλιρρόους ἀειζώους τοῦ Πνεύματος∙ ποιμένες καὶ Διδάσκαλοι, τοὺς τῆς σεπτῆς Τριάδος, τρισσοὺς Ἱερομύστας, συνελθόντες εὐφημήσωμεν∙ οἱ φιλόσοφοι τοὺς σοφούς, οἱ Ἱερεῖς τοὺς ποιμένας, οἱ ἁμαρτωλοὶ τοὺς προστάτας, οἱ πένητες τοὺς πλουτιστάς, οἱ ἐν θλίψεσι τοὺς παραμυθοῦντας, τοὺς συνοδίτας οἱ ὁδοιπόροι, οἱ ἐν θαλάσσῃ τοὺς κυβερνήτας, οἱ πάντες τοὺς πανταχοῦ θερμῶς προφθάνοντας, θείους Ἀρχιεράρχας, ἐγκωμιάζοντες οὕτως εἴπωμεν∙ Πανάγιοι Διδάσκαλοι, σπεύσατε ἐξελεῖν τοὺς πιστούς, ἐκ τῶν τοῦ βίου σκανδάλων, καὶ ῥῦσαι κολάσεων, τῶν αἰωνίων ἡμᾶς.

Καὶ νῦν... Θεοτοκίον, ὅμοιον

Γερμανοῦ Πατριάρχου

Σαλπίσωμεν ἐν σάλπιγγι ᾀσμάτων· προκύψασα γὰρ ἄνωθεν, ἡ παντάνασσα Μητροπάρθενος, ταῖς εὐλογίαις καταστέφει τοὺς εὐφημοῦντας αὐτήν, Βασιλεῖς καὶ Ἄρχοντες συντρεχέτωσαν, καὶ τὴν Βασιλίδα κροτείτωσαν ἐν ὕμνοις, Βασιλέα τέξασαν, τοὺς θανάτῳ κρατουμένους πρίν, ἀπολῦσαι φιλανθρώπως εὐδοκήσαντα, Ποιμένες καὶ Διδάσκαλοι, τὴν τοῦ καλοῦ Ποιμένος ὑπέραγνον Μητέρα, συνελθόντες εὐφημήσωμεν, τὴν λυχνίαν τὴν χρυσαυγῆ, τὴν φωτοφόρον νεφέλην, τὴν τῶν Χερουβὶμ ὑπερτέραν, τὴν ἔμψυχόν τε κιβωτόν, τὸν πυρίμορφον τοῦ Δεσπότου θρόνον, τὴν μανναδόχον χρυσέαν στάμνον, τὴν ζωηφόρον τοῦ Λόγου πλάκα∙ ἁπάντων Χριστιανῶν τὸ καταφύγιον, ᾄσμασι θεηγόροις, ἐγκωμιάζοντες, οὕτως εἴπωμεν∙ Παλάτιον τοῦ Λόγου, ἀξίωσον τοὺς ταπεινοὺς ἡμᾶς, τῆς οὐρανῶν βασιλείας· οὐδὲν γὰρ ἀδύνατον τῇ μεσιτείᾳ σου.

 

Ἀπολυτίκιον Ἦχος α' ΤΟ ΑΚΟΥΤΕ

Τοὺς τρεῖς μεγίστους φωστῆρας τῆς τρισηλίου Θεότητος, τοὺς τὴν οἰκουμένην ἀκτῖσι δογμάτων θείων πυρσεύσαντας∙ τοὺς μελιρρύτους ποταμοὺς τῆς σοφίας, τούς τὴν κτίσιν πᾶσαν θεογνωσίας νάμασι καταρδεύσαντας∙ Βασίλειον τὸν μέγαν, καὶ τὸν Θεολόγον Γρηγόριον, σὺν τῷ κλεινῷ Ἰωάννῃ, τῷ τὴν γλώτταν χρυσορρήμονι∙ πάντες οἱ τῶν λόγων αὐτῶν ἐρασταί, συνελθόντες ὕμνοις τιμήσωμεν∙ αὐτοὶ γὰρ τῇ Τριάδι, ὑπὲρ ὑμῶν ἀεὶ πρεσβεύουσιν.

Ἕτερον Ἦχος δ'

Ὡς τῶν Ἀποστόλων ὁμότροποι, καὶ τῆς οἰκουμένης Διδάσκαλοι, τῷ Δεσπότῃ τῶν ὅλων πρεσβεύσατε, εἰρήνην τῇ οἰκουμένῃ δωρήσασθαι, καὶ ταῖς ψυχαῖς ἡμῶν τὸ μέγα ἔλεος.

 

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

 

Μετὰ τὴν α' Στιχολογίαν

Κάθισμα Ἦχος δ'

Ταχὺ προκατάλαβε ΤΟ ΑΚΟΥΤΕ

Φωστῆρες ὑπέρλαμπροι, τῆς Ἐκκλησίας Χριστοῦ, τὸν κόσμον ἐφωτίσατε, ταῖς διδαχαῖς ὑμῶν, Πατέρες θεόσοφοι, τήξαντες τὰς αἱρέσεις, πάντων τῶν κακοδόξων, σβέσαντες τὰς φλογώδεις, τῶν βλασφήμων συγχύσεις· διὸ ὡς Ἱεράρχαι Χριστοῦ, πρεσβεύσατε σωθῆναι ἡμᾶς.

 

Δόξα... τὸ αὐτὸ

 

Καὶ νῦν... Θεοτοκίον

Παρθένε πανύμνητε, Μήτηρ Χριστοῦ τοῦ Θεοῦ, Μαρία Θεόνυμφε, καὶ ἀπειρόγαμε, Πιστῶν ἡ ἀντίληψις, ῥῦσαι παντὸς κινδύνου, καὶ παντοίας ἀνάγκης, Δέσποινα Θεοτόκε, τοὺς ἐν πίστει καὶ πόθῳ, τῇ σκέπῃ σου προσφεύγοντας, μόνη Θεόνυμφε.

 

Μετὰ τὴν β' Στιχολογίαν

Κάθισμα Ἦχος δ'

Κατεπλάγη Ἰωσὴφ ΤΟ ΑΚΟΥΤΕ

Ἐν λειμῶνι τῶν Γραφῶν, καθάπερ μέλισσαι Σοφοί, προσιπτάμενοι ὑμεῖς, περιεδρέψασθε καλῶς, καὶ τῶν ἀνθέων τὰ ἄριστα καὶ τὸ μέλι, πᾶσι τοῖς πιστοῖς τῶν διδαγμάτων ὑμῶν, προτίθεσθε ὁμοῦ, εἰς πανδαισίαν αὐτῶν, καὶ διὰ τοῦτο ἅπας γλυκαινόμενος, μετ᾿ εὐφροσύνης κραυγάζει∙ Πάρεστε πάλιν, καὶ μετὰ πότμον, τοῖς ὑμᾶς εὐφημοῦσι Μακάριοι.

 

Δόξα... τὸ αὐτὸ

 

Καὶ νῦν... Θεοτοκίον

Τρικυμίας τῶν παθῶν, ὁ ἀσυνείδητος ἐγώ, χειμαζόμενος Ἁγνή, ἐπικαλοῦμαί σε θερμῶς. Μὴ μὲ παρίδῃς τὸν δείλαιον ἀπολέσθαι, ἄβυσσον ἐλέους ἡ τέξασα· πλὴν σου γὰρ ἄλλην ἐλπίδα οὐ κέκτημαι. Μὴ οὖν ἐχθροῖς ἐπίχαρμα καὶ γέλως, ὁ πεποιθὼς σοι ὀφθήσομαι· καὶ γὰρ ἰσχύεις, ὅσα καὶ βούλει, ὡς Μήτηρ οὖσα τοῦ πάντων Θεοῦ.

 

Μετὰ τὸν Πολυέλεον

Κάθισμα Ἦχος δ'

Ἐπεφάνης σήμερον ΤΟ ΑΚΟΥΤΕ

Οἱ σοφοὶ Διδάσκαλοι, τῆς οἰκουμένης, οἱ Θεὸν δοξάσαντες, ἔργοις καὶ λόγοις ἐπὶ τῆς γῆς, μεγαλυνέσθωσαν σήμερον, ὡς σωτηρίας ἡμῖν ὄντες πρόξενοι.

Δόξα... ὅμοιον

Ἑορτάζει σήμερον ἡ Ἐκκλησία, τὴν σεπτὴν πανήγυριν, τῶν Διδασκάλων τῶν τριῶν· καὶ γὰρ αὐτοὶ ἐστερέωσαν, τὴν Ἐκκλησίαν αὐτῶν θείοις δόγμασιν.

Καὶ νῦν... Θεοτοκίον

Προστασία ἄμαχε, τῶν θλιβομένων, καὶ θερμὴ ἀντίληψις, τῶν πεποιθότων ἐπὶ σέ, ἐκ τῶν κινδύνων με λύτρωσαι· σὺ γὰρ ὑπάρχεις, ἡ πάντων βοήθεια.

 

Τὸ α' Ἀντίφωνον τοῦ δ' Ἤχου.

Ἀντίφωνον Α'

Ἐκ νεότητός μου πολλὰ πολεμεῖ με πάθη, ἀλλ᾿ αὐτὸς ἀντιλαβοῦ, καὶ σῶσον Σωτήρ μου.

Οἱ μισοῦντες Σιών, αἰσχύνθητε ἀπὸ τοῦ Κυρίου· ὡς χόρτος γάρ, πυρὶ ἔσεσθε ἀπεξηραμμένοι.

Δόξα...

Ἁγίῳ Πνεύματι, πᾶσα ψυχὴ ζωοῦται, καὶ καθάρσει ὑψοῦται λαμπρύνεται, τῇ τριαδικῇ Μονάδι ἱεροκρυφίως.

Καὶ νῦν...

Ἁγίῳ Πνεύματι, ἀναβλύζει τὰ τῆς χάριτος ῥεῖθρα, ἀρδεύοντα, ἅπασαν τὴν κτίσιν πρὸς ζωογονίαν.

 

Προκείμενον Ἦχος δ'

Οἱ Ἱερεῖς σου Κύριε ἐνδύσονται, δικαιοσύνην καὶ οἱ ὅσιοί σου ἀγαλλιάσονται.

Στίχ. Τὸ στόμα μου λαλήσει σοφίαν, καὶ ἡ μελέτη τῆς καρδίας μου σύνεσιν.

 

Τό, Πᾶσα πνοή. Εὐαγγέλιον Ὁ Ν'

 

Δόξα... Ταῖς τῶν Διδασκάλων...

Καὶ νῦν... Ταῖς τῆς Θεοτόκου...

 

Εἶτα Στίχος. Ἐλέησόν με ὁ Θεός...

 

Καὶ τὸ Στιχηρὸν Ἰδιόμελον

Ἦχος πλ. β'

Ἐξεχύθη ἡ χάρις ἐν χείλεσιν ὑμῶν, Ὅσιοι Πατέρες, καὶ γεγόνατε Ποιμένες τῆς τοῦ Χριστοῦ Ἐκκλησίας, διδάσκοντες τὰ λογικὰ πρόβατα, πιστεύειν εἰς Τριάδα ὁμοούσιον, ἐν μιᾷ θεότητι.

 

Οἱ Κανόνες, ὁ τῆς Θεοτόκου μετὰ τῶν Εἱρμῶν εἰς ς' καὶ οἱ τῶν Ἁγίων εἰς η'.

 

Κανὼν τῆς Θεοτόκου, Ποίημα Ἰωάννου Εὐχαΐτων, οὗ ἡ ἀκροστιχίς, ἄνευ τὺν Εἱρμῶν.

 

Τοὺς προστρέχοντας εἰς σὲ σῷζε, Παρθένε.

 

ᾨδὴ α' Ἦχος β'

Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ

«Δεῦτε λαοί, ᾄσωμεν ᾄσμα Χριστῷ τῷ Θεῷ, τῷ διελόντι θάλασσαν, καὶ ὁδηγήσαντι τὸν λαὸν ὃν ἀνῆκε, δουλείας Αἰγυπτίων, ὅτι δεδόξασται».

 

Τὸν εὐσεβῶς, σὲ Θεοτόκον κυρίως ἁγνήν, ὁμολογοῦντα Ἄχραντε, ψυχῆς καὶ σώματος, χαλεπῶν ἐκ κινδύνων, καὶ νόσων καὶ πταισμάτων, σὺ με διάσωσον.

 

Ὅλην ἐν σοί, τῶν χαρισμάτων τὴν ἄβυσσον, ἀποκειμένην ἔγνωμεν· διὸ προσφεύγοντες, Θεοτόκε προθύμως, τῇ σκέπῃ σου τῇ θεία, διασῳζόμεθα.

 

Ὑπὲρ ἡμῶν, τῶν σὲ ὑμνούντων δυσώπησον, τὸν σαρκωθέντα Πάναγνε, ἐκ τῶν ἀχράντων σου, καὶ τιμίων αἱμάτων, ῥυσθῆναι ἐκ πταισμάτων, καὶ νοσημάτων πικρῶν.

 

Σὲ οἱ πιστοί, καύχημα πάντες κεκτήμεθα, καταφυγὴν καὶ στήριγμα, καὶ ἀγαλλίαμα, καὶ ψυχῶν σωτηρίαν, ἐλπίδα τε καὶ τεῖχος, θεοχαρίτωτε.

 

Κανὼν τῶν Ἁγίων. Ποίημα τοῦ αὐτοῦ Ἰωάννου οὗ ἡ ἀκροστιχίς.

 

Τρισήλιον Φῶς τρεῖς ἀνῆψεν ἡλίους.

 

ᾨδὴ α'

Ἦχος καὶ Εἱρμὸς ὁ αὐτὸς

Τὶς ἀμοιβὴ; τὶς ἀνταπόδοσις πρέπουσα, τοῖς ἡμετέροις ἄνθρωποι, προσενεχθήσεται, παρ' ἡμῶν εὐεργέταις; δι' ὧν πρὸς τὸ εὖ εἶναι, χειραγωγούμεθα.

 

Ῥητορικαί, γλῶσσαι καὶ τέχναι καὶ μέθοδοι, καὶ πᾶσα λόγων δύναμις, νῦν εἰς ὑπόθεσιν, συγκινείσθωσαν μίαν, καὶ τοὺς τετιμηκότας, ἀντιτιμάτωσαν.

 

Ἴδιον μέν, οὐδὲν ἠνέσχοντο κτήσασθαι, ἐν γῇ οἱ οὐρανόφρονες, φύλακες δ' ὤφθησαν, τοῦ κοινοῦ καὶ προστάται∙ κοινῶν οὖν καὶ τῶν ὕμνων, καταξιούσθωσαν.

Θεοτοκίον

Σὲ τὴν κοινήν, φιλοτιμίαν Πανάμωμε, τῆς ἡμετέρας φύσεως, πάντες δοξάζομεν, χεῖλος ἓν γεγονότες, καὶ μίαν συμφωνίαν, ἀποτελέσαντες.

 

Ἕτερος Κανὼν τῶν Ἁγίων

 

Ποίημα τοῦ αὐτοῦ

 

ᾨδὴ α' Ἦχος πλ. δ' ΤΟ ΑΚΟΥΤΕ

«Ἁρματηλάτην Φαραὼ ἐβύθισε, τερατουργοῦσα ποτέ, Μωσαϊκὴ ῥάβδος, σταυροτύπως πλήξασα, καὶ διελοῦσα θάλασσαν∙ Ἰσραὴλ δὲ φυγάδα, πεζὸν ὁδίτην διέσωσεν, ᾄσμα τῷ Θεῷ ἀναμέλποντα».

 

Οὐκ ἀνθρωπίνης τὸ παρὸν ἐγχείρημα, σπουδῆς κατόρθωμα, ἀλλ᾿ ἡ τοῦ σοῦ θρόνου, πάρεδρος Φιλάνθρωπε, σοφία συνεργείτω μοι, λόγου χάριν διδοῦσα, δι᾿ ἧς δοξάσαι δυνήσομαι, οὓς αὐτὴ καλῶς προεδόξασεν.

 

Ὥσπερ κρατὴρ ὑπερερρύη Δέσποτα, ἡ ἀγαθότης σου, καὶ ὁ πολὺς πλοῦτος, τῆς φιλανθρωπίας σου, ὑπερχυθεὶς διώδευσεν, ὡς καὶ ἄλλους Ἀγγέλους, μετὰ σαρκὸς ὑποστήσασθαι, τοὺς νῦν προκειμένους εἰς ἔπαινον.

 

Ἐξ οὐρανοῦ τοῖς Οὐρανίοις ἔπρεπε, καὶ τὰ ἐγκώμια∙ Ἀγγελικὸς ὕμνος, τοῖς θείοις ἁρμόδιος· θεοὶ γὰρ κατὰ μέθεξιν, οἱ τὸν φύσει καὶ μόνον, ἀληθινὸν Θεὸν ἔχοντες, ζῶντα ἐν αὐτοῖς καὶ φθεγγόμενον.

 

Μνήμην Δικαίων ὁ θεόφρων σύλλογος, μετ᾿ ἐγκωμίων τελεῖ, οἷς ἡ Θεοῦ Μήτηρ, ὡς αὐτῶν κεφάλαιον, εἰκότως συνδοξάζεται, τελευταίαν καὶ πρώτην, καὶ μέσην τάξιν ἐπέχουσα, καὶ τῆς εὐφημίας μετέχουσα.

Καταβασία ΤΟ ΑΚΟΥΤΕ

«Χέρσον ἀβυσσοτόκον πέδον ἥλιος, ἐπεπόλευσέ ποτε∙ ὡσεὶ τεῖχος γὰρ ἐπάγη, ἑκατέρωθεν ὕδωρ, λαῷ πεζοποντοποροῦντι, καὶ θεαρέστως μέλποντι∙ ᾌσωμεν τῷ Κυρίῳ· ἐνδόξως γὰρ δεδόξασται».

 

Τῆς Θεοτόκου

 

ᾨδὴ γ´ Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ

«Στερέωσον ἡμᾶς ἐν σοὶ Κύριε, ὁ ξύλῳ νεκρώσας τὴν ἁμαρτίαν, καὶ τὸν φόβον σου ἐμφύτευσον, εἰς τὰς καρδίας ἡμῶν τῶν ὑμνούντων σε».

 

Πρεσβείαις σου Ἁγνὴ Θεὸν ὃν ἔτεκες, παράσχου εὐΐλατον σοῖς ἱκέταις, τοῖς προστρέχουσι τῇ σκέπῃ σου, καὶ πιστῶς προσκυνοῦσί σου τὴν κύησιν.

 

Ῥημάτων τῆς ἐμῆς ψυχῆς ἐπάκουσον, Παρθένε, δεινῶς ἐκταραττομένης, ἣν εἰρήνευσον Πανύμνητε, ἀεὶ ταύτην κινδύνων διασῴζουσα.

 

Ὅλην μου τὴν ζωὴν διακυβέρνησον, Παρθένε ἐλπίς μου καὶ προστασία, πειρασμῶν καὶ περιστάσεων, λυτρουμένη δεινῶν με ἀειπάρθενε.

 

Σοφίαν τοῦ Θεοῦ τὴν ἐνυπόστατον, ἀγκάλαις ὡς φέρουσα Θεοτόκε, ἐξ ἀγνοίας καὶ πλανήσεως, λυτρωθῆναι τοὺς ὑμνοῦντάς σε ἱκέτευε.

 

Τῶν Ἁγίων

 

Ἐν πέτρᾳ με τῆς πίστεως ΤΟ ΑΚΟΥΤΕ

Ἡ σάλπιγξ ἡ μεγάλη τῆς Ἐκκλησίας, ὁ λύχνος ὁ φωτίζων τὴν οἰκουμένην, ὁ κήρυξ ὁ τῷ φθόγγῳ περιλαμβάνων, πάντα τὰ πέρατα, ὁ μεγαλώνυμος, συγκροτεῖ τὴν σύναξιν ταύτην Βασίλειος.

 

Λαμπρὸς ἀπὸ τοῦ βίου καὶ τῶν πραγμάτων, λαμπρὸς ἀπὸ τοῦ λόγου καὶ τῶν δογμάτων, ἐν πᾶσιν ὑπερλάμπων πάντας ὡς ἄλλοις, ἀστέρας ἥλιος, ὁ πολυΰμνητος, Θεολόγος σήμερον μακαρίζεται.

 

Ἰδοὺ τὸ φῶς τοῦ κόσμου, τῷ κόσμῳ φαίνει· ἰδοὺ τῆς γῆς τὸ ἅλας, τὴν γῆν ἡδύνει∙ ἰδοὺ τὸ ζωῆς ξύλον ἀθανασίας, καρποὺς προβάλλεται, ὁ χρυσοῦς Ἅγιος, οἱ θανεῖν μὴ θέλοντες, δεῦτε τρυφήσατε.

Θεοτοκίον

Ὁ πάντα ἐκ μὴ ὄντων ὄντα ποιήσας, καὶ φύσιν δοὺς ἑκάστῳ τῶν γενομένων, αὐτὸς καὶ τὰς δοθείσας φύσεις ἀμείβειν, οἶδεν ὡς βούλεται∙ ὅθεν ἀκούεται, καὶ Παρθένος τίκτουσα∙ τὶς οὐ θαυμάσεται;

 

Ἕτερος τῶν Ἁγίων

 

Ὁ στερεώσας ΤΟ ΑΚΟΥΤΕ

Οἱ τῶν ἠθῶν διορθωταί, καὶ τῶν ψυχῶν οἰκονόμοι, οἱ σωτῆρες οἱ κοινοὶ τῶν ἁπάντων, οἱ καὶ πράξεων ἡμῖν, καὶ λόγων τύπους δείξαντες, οἱ παιδευταὶ τοῦ βίου, λαμπροὶ λαμπρῶς εὐφημείσθωσαν.

 

Πνεῦμα ἐνέπλησε Θεοῦ, Βασίλειον ἐπιστήμης∙ τῶν πυρίνων δὲ γλωσσῶν ἔσχε μίαν, ὁ Γρηγόριος καὶ πῦρ, ὑψηγορίας ἔπνευσε∙ τὸ τοῦ Χριστοῦ δὲ στόμα, ἐν Ἰωάννῃ ἐλάλησε.

 

Τοῦ νῦν αἰῶνος τὴν σαφῶς, καταργουμένην σοφίαν, ἡ μωρία τοῦ κηρύγματος ἔχει, ὑποκύπτουσαν, αὐτῇ καὶ δουλικῶς λατρεύουσαν∙ κήρυκας γὰρ ἡ χάρις, σοφοὺς προβάλλεται ῥήτορας.

Θεοτοκίον

Ὁ ἐν τῇ μήτρα τῆς ἁγνῆς, κατασκηνώσας Παρθένου, τὰς ψυχὰς τῶν θεοφόρων Ἁγίων, οἰκητήρια ποιεῖ, καὶ τοῖς ἐκείνων στόμασι, τὰ κατὰ τὴν Μητέρα, διερμηνεύει μυστήρια.

Καταβασία ΤΟ ΑΚΟΥΤΕ

«Τὸ στερέωμα, τῶν ἐπὶ σοὶ πεποιθότων, στερέωσον Κύριε τὴν Ἐκκλησίαν, ἣν ἐκτήσω, τῷ τιμίῳ σου αἵματι».

 

Κάθισμα Ἦχος πλ. δ᾿

Τὴν Σοφίαν καὶ Λόγον ΤΟ ΑΚΟΥΤΕ

Τοὺς μεγάλους φωστῆρας τοὺς φεραυγεῖς, Ἐκκλησίας τοὺς πύργους τοὺς ἀρραγεῖς, συμφώνως αἰνέσωμεν, οἱ τῶν καλῶν ἀπολαύοντες, καὶ τῶν λόγων τούτων, ὁμοῦ καὶ τῆς χάριτος∙ τὸν σοφὸν Χρυσορρήμονα, καὶ τὸν μέγαν Βασίλειον, σὺν τῷ Γρηγορίῳ, τῷ λαμπρῷ θεολόγῳ∙ πρὸς οὓς καὶ βοήσωμεν, ἐκ καρδίας κραυγάζοντες· Ἱεράρχαι τρισμέγιστοι, πρεσβεύσατε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν Ἁγίαν μνήμην ὑμῶν.

Δόξα... ὅμοιον

Τὴν σοφίαν λαβόντες παρὰ Θεοῦ, ὡς, Ἀπόστολοι ἄλλοι τρεῖς τοῦ Χριστοῦ, τῷ λόγῳ τῆς γνώσεως, συνιστᾶτε τὰ δόγματα, ἃ τὸ πρὶν ἐν λόγοις, ἁπλοῖς κατεβάλλοντο, Ἁλιεῖς, ἐν γνώσει, δυνάμει τοῦ Πνεύματος∙ ἔδει γὰρ καὶ οὕτω, τὸ ἁπλοῦν ἡμῶν σέβας, τὴν σύστασιν κτήσασθαι, δι᾿ ὑμῶν Πανσεβάσμιοι· ὅθεν πάντες βοῶμεν ὑμῖν∙ Πρεσβεύσατε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην ὑμῶν.

Καὶ νῦν... Θεοτοκίον

Τὴν ψυχήν μου Παρθένε τὴν ταπεινήν, τὴν ἐν ζάλῃ τοῦ βίου τῶν πειρασμῶν, νῦν ὡς ἀκυβέρνητον, ποντουμένην τῷ κλύδωνι, ἁμαρτιῶν τε φόρτῳ, ὀφθεῖσαν ὑπέραντλον, καὶ εἰς πυθμένα ᾅδου, ἐλθεῖν κινδυνεύουσαν, φθάσον Θεοτόκε, πρεσβειῶν σου ἐλέει, γαλήνην παρέχουσα, καὶ κινδύνων ἐξαίρουσα∙ σὺ λιμὴν γὰρ ἀχείμαστος∙ πρεσβεύουσα τῷ σῷ Υἱῷ καὶ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δοθῆναί μοι· σὲ γὰρ ἔχω ἐλπίδα, ὁ ἀνάξιος δοῦλός σου.

 

Τῆς Θεοτόκου

 

ᾨδὴ δ´ Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ

«Εἰσακήκοα Κύριε, τὴν ἀκοὴν τῆς σῆς οἰκονομίας, καὶ ἐδόξασά σε μόνε φιλάνθρωπε».

 

Τῶν τραυμάτων μου Δέσποινα, τῶν τῆς ψυχῆς, σαρκός τε νοσημάτων, ἡ Θεὸν τεκοῦσα, λύσιν παράσχου μοι.

 

Ῥιπιζόμενον πάθεσι, καὶ λογισμοῖς, καὶ βίου τρικυμίαις, ἐλπίδι Παρθένε, καὶ πίστει βεβαίωσον.

 

Ἐκ περιστάσεως ῥῦσαί με, Μῆτερ Θεοῦ, καὶ ζάλης καὶ κινδύνων, ταῖς σαῖς ἱκεσίαις, μόνη πανύμνητε.

 

Χειμαζόμενον κλύδωνι, βιωτικῶν, ἐξάρπασον Παρθένε, πρὸς τὸν σὸν λιμένα, καθοδηγοῦσά με.

 

Τῶν Ἁγίων

 

Ἐλήλυθας ἐκ Παρθένου ΤΟ ΑΚΟΥΤΕ

Νοήμονες, ἐκ τῆς κάτω σοφίας γενόμενοι, κυβέρνησιν Ἔνδοξοι, παρὰ τῆς θείας ἐκτήσασθε∙ ὅθεν ὡς θεράπαιναν, ταύτην ἐκείνῃ πανσόφως ὑπετάξατε.

 

Φιλόσοφοι, τοὺς σοφοὺς εἰ φιλεῖτε, σοφίσθητε, καὶ λέγειν διδάχθητε, πάντες οἱ λόγους θαυμάζοντες, πράξεως ἀκρίβειαν, καὶ θεωρίας ἐντεῦθεν ἐξασκούμενοι.

Θεοτοκίον

Ὡς ὄψιμος, ὑετὸς ἐπ᾿ ἐσχάτων ὁ πρώΐμος, ὑδάτων αἰώνων τε, Δημιουργὸς εἰς τὴν μήτραν σου, ἔσταξε Πανάμωμε, κατὰ καιρὸν ἀναψύχων τοὺς ἐκλείποντας.

 

Ἕτερος τῶν Ἁγίων

 

Σύ μου ἰσχὺς Κύριε ΤΟ ΑΚΟΥΤΕ

Στῦλος πυρός, λαοῦ πιστοῦ προηγούμενος, καὶ φλογίζων, τοὺς ἐχθροὺς τῆς Πίστεως, τὰς δὲ φυλάς, σῴζων ἀσφαλῶς, τὰς ἐφεπομένας, ὁ Μέγας ὤφθης Βασίλειος, θαρσείτω καὶ νικάτω, ἡ Χριστοῦ Ἐκκλησία, τηλικοῦτον πλουτήσασα πρόμαχον.

 

Γλώσσης τρυφή, καὶ ἀκοῆς πάσης ἥδυσμα, ὁ σὸς λόγος, πέφυκε Γρηγόριε, μάννα ζωῆς, δρόσος γλυκασμοῦ, μέλι τὸ ἐκ πέτρας, Ἀγγέλων ἄρτος οὐράνιος, ἀπλήστως ἐμφορεῖσθαι, τῆς ἡδύτητος πείθων, καὶ πληρῶν ἡδονῆς τοὺς μετέχοντας.

 

Ὁ ποταμός, τῶν χαρισμάτων τοῦ Πνεύματος, ἐπληρώθη, μέχρι καὶ προχύσεως, καὶ τὸ καλόν, πρόσωπον τῆς γῆς, ὡς τρυφῆς χειμάρρους, ἀπὸ χρυσοῦ ἄρδει στόματος, εὐφραίνων καὶ πιαίνων, τοῦ Χριστοῦ πᾶσαν πόλιν τοῖς τῶν θείων κυμάτων ὁρμὴμασι.

Θεοτοκίον

Φύσιν ἁπλήν, ἀνασχομένην συνθέσεως, καὶ φανεῖσαν, κρείττονα συγχύσεως, ἐπὶ τοῦ σοῦ, Δέσποινα Υἱοῦ, οἱ τρεῖς θεοφόροι, δογματισταὶ ὡμολόγησαν, ἐκ δύο θελημάτων, καὶ διπλῆς ἐνεργείας, τὸν διπλοῦν κατὰ φύσιν γνωρίσαντες.

Καταβασία ΤΟ ΑΚΟΥΤΕ

«Ἐκάλυψεν οὐρανούς, ἡ ἀρετή σου Χριστέ· τῆς κιβωτοῦ γὰρ προελθών,τοῦ ἁγιάσματός σου, τῆς ἀφθόρου Μητρός, ἐν τῷ ναῷ τῆς δόξης σου, ὤφθης ὡς βρέφος, ἀγκαλοφορούμενος∙ καὶ ἐπληρώθη τὰ πάντα τῆς σῆς αἰνέσεως».

 

Τῆς Θεοτόκου

 

ᾨδὴ ε´ Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ

«Ὁ τοῦ φωτὸς χορηγός, καὶ τῶν αἰώνων ποιητὴς Κύριος, ἐν τῷ φωτί, τῶν σῶν προσταγμάτων, ὁδήγησον ἡμᾶς· ἐκτός σου γὰρ ἄλλον, Θεὸν οὐ γινώσκομεν».

 

Ὅπλον ἀήττητον, κατὰ ποικίλων πειρασμῶν ἔχοντες, τῶν δυσμενῶν, πάσης ἐπηρείας, λυτρούμεθα ἀεί, οἱ σὲ Θεοτόκον, Ἁγνὴ ἐπιστάμενοι.

 

Νόμου τὸ πλήρωμα, ἡ ἀνωτέρα Χερουβὶμ τέτοκας, τὸν τοῦ Θεοῦ, ἐκ σοῦ σαρκωθέντα, Υἱὸν μονογενῆ, ὃν ὑπὲρ τῶν δούλων, τῶν σῶν ἐξιλέωσαι.

 

Τὸν τοῦ παντὸς Ποιητήν, ἐν ταῖς ἀγκάλαις σου Ἁγνὴ φέρουσα, τοῦτον ἡμῖν, ταῖς σαῖς ἱκεσίαις, εὐΐλατον δίδου, τοῖς νῦν ἐκ καρδίας, πρὸς σὲ καταφεύγουσιν.

 

Ἀπὸ στενώσεως, τῆς κατωδύνου μου ψυχῆς δέησιν, τῶν οἰκτιρμῶν μόνη τῇ τεκούσῃ, τὸν αἴτιον Λόγον, προσφέρω ὁ τάλας, οἰκτείρασα σῶσόν με.

 

Τῶν Ἁγίων

 

Ὁ φωτισμὸς ΤΟ ΑΚΟΥΤΕ

Σὺ τὴν πηγήν, τῶν σαυτοῦ χαρισμάτων, ἐκπιεῖν ὅλην, Φιλάνθρωπε δέδωκας τοῖς Ἁγίοις, ἐλαττωθεῖσαν, οὐδαμῶς τῇ κενώσει, τὸν δὲ κόσμον πάντα μεθύσασαν, τοῖς ἐκ τῆς κοιλίας, αὐτῶν θείοις ῥεύμασι.

 

Τὶ μοι χρυσός, τὶ μοι πλοῦτος καὶ δόξα καὶ δυναστεία; καπνοὶ διαρρέοντες εἰς ἀέρα, πάντα οἰχέσθω, αὔρα πάντα φερέτω∙ ἐμοὶ πλοῦτος εἷς πολυέραστος, ἡ τῶν Διδασκάλων, τριὰς ῥητορεύουσα.

 

Ῥεῖ ποταμός, ἀμβροσίαν καὶ νέκταρ, ῥεῖ τοῖς πεινῶσιν, ἀθάνατος βρῶσις, καὶ τοῖς διψῶσιν, ἄφθαρτος πόσις, ὕδωρ ζῶν εἰς αἰῶνας, καὶ συνέχον ζῶντας τοὺς πίνοντας∙ πάντες πλημμυρούσης, ζωῆς ἐμφορήθητε.

Θεοτοκίον

Ἔσχεν ἰσχύν, καθ᾿ ἡμῶν ἡ κακία, ἀλλ᾿ οὐκ εἰς τέλος∙ ἠσθένησε γὰρ μετὰ τὴν Παρθένον, τὸν ἐν ἰσχὺϊ Δυνατὸν τετοκυῖαν, ὑπελθόντα σαρκὸς ἀσθένειαν, καὶ τόν δυνατὸν ἐν κακίᾳ νεκρώσαντα.

 

Ἕτερος τῶν Ἁγίων

 

Ἴνα τὶ με ἀπώσω ΤΟ ΑΚΟΥΤΕ

Τοὺς τῶν θείων πραγμάτων, καὶ τῶν ἀνθρωπίνων σοφοὺς ἐπιστήμονας, τὰς τῶν ὄντων φύσεις, φιλαλήθως ἡμῖν σαφηνίσαντας, καὶ τὸν τούτων Κτίστην, πᾶσι γνωρίσαντας ὡς θέμις, εὐχαρίστοις φωναῖς ἀμειψώμεθα.

 

Τὸ πικραῖνον καὶ στῦφον, τῶν πρὸς σωτηρίαν φαρμάκων ἐγλύκαναν, ταῖς σοφαῖς τῶν λόγων, ἐπῳδαῖς τε καὶ τέχναις καὶ χάρισι, τῶν ψυχῶν οἱ θεῖοι θεραπευταί, θέλγεσθε πάντες, εὐσεβεῖς καὶ τερπόμενοι σῴζεσθε.

 

Σιωπᾷ λόγος ἅπας, τῶν θεοκηρύκων λαλούντων τὰ ἔνθεα, καὶ κρατεῖ τῆς πάλαι, Διαθήκης ἡ νέα προβάλλουσα, τὰ σεπτὰ πυξία, τῶν ἐν αὐτῇ νομοθετούντων, οἷς ῥυθμίζεται, πᾶς Πιστῶν σύλλογος.

Θεοτοκίον

Τὴν ἀθάνατον φύσιν, ἡ θνητὴ παρέδραμεν εἰς ἁγιότητα∙ καὶ Παρθένος Κόρη, τοὺς ἀσάρκους Ἀγγέλους παρήλασεν, ὡς Θεὸν τεκοῦσα, τὸν Βασιλέα τῶν Ἀγγέλων, ᾧ προσβλέπειν ἐκείνοις ἀδύνατον.

Καταβασία ΤΟ ΑΚΟΥΤΕ

«Ὡς εἶδεν Ἡσαΐας συμβολικῶς, ἐν θρόνῳ ἐπηρμένῳ Θεόν, ὑπ᾿ Ἀγγέλων δόξης δορυφορούμενον, ὦ τάλας! ἐβόα, ἐγώ∙ πρὸ γὰρ εἶδον σωματούμενον Θεόν, φωτὸς ἀνεσπέρου, καὶ εἰρήνης δεσπόζοντα».

 

Τῆς Θεοτόκου

 

ᾨδὴ ς´ Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ

«Ἐν ἀβύσσῳ πταισμάτων κυκλούμενος, τὴν ἀνεξιχνίαστον τῆς εὐσπλαγχνίας σου, ἐπικαλοῦμαι ἄβυσσον. Ἐκ φθορᾶς, ὁ Θεὸς με ἀνάγαγε».

 

Σωτηρίας λιμένα γινώσκων σε, πλέων πολυφρόντιδος βίου τὸ πέλαγος, ἐπικαλοῦμαι Δέσποινα, κυβερνῆτιν ψυχῆς μου γενέσθαι σε.

 

Ἐνεδύθην στολὴν κακουχούμενος, Μῆτερ ἀειπάρθενε, τῆς ἀφροσύνης μου∙ ἀλλ᾿ ἡ Θεὸν κυήσασα, τῆς χαρᾶς τὸν χιτῶνα ἀντίδος μοι.

 

Ἱερᾶς πολιτείας ἐκπέπτωκα, ῥαθυμῶν ὁ δείλαιος∙ ἀλλ᾿ ἐπανάγαγε, εὐλογημένη Πάναγνε, προσταγαῖς τοῦ Υἱοῦ σου ῥυθμίζουσα.

 

Συμπαθείας με θείας ἀξίωσον, ἡ τὸν συμπαθέστατον Λόγον κυήσασα, τὸν τῷ ἰδίῳ αἵματι, ἐκ φθορᾶς τοὺς ἀνθρώπους ῥυσάμενον.

 

Τῶν Ἁγίων

 

Ἄβυσσος ἁμαρτημάτων ΤΟ ΑΚΟΥΤΕ

Ἴδια ἐν τῇ Τριάδι, τριττὰ συνθεολογεῖτε, τὴν ἀγεννησίαν τοῦ Πατρός, τοῦ Λόγου τὴν γέννησιν, καὶ Πνεύματος, τὴν ἐκπόρευσιν μόνου.

 

Σήμερον τῷ οἴκῳ τούτῳ, περιφανὴς σωτηρία· δύο γὰρ καὶ τρεῖς συνηγμένους, Χριστὸς εἰς τὸ ὄνομα, αὐτοῦ τιμῶν, μέσος πάρεστι τούτων.

 

Ἄπειρον τῆς γῆς τὸ βάθος, πρὸς τὸ οὐράνιον ὕψος∙ ἀλλ᾿ ἀπὸ τῆς γῆς τοὺς Ἁγίους, ἐξῆρεν ἐπέκεινα τῶν οὐρανῶν, ὁ οὐράνιος ἔρως.

Θεοτοκίον

Νέαν σε πηγὴν Παρθένε, καὶ ἀφορμὴν μυστηρίων, ἔχοντες οἱ τρεῖς θεηγόροι, καιναῖς ὑποθέσεσι καινοπρεπῆ, προσαρμόζουσι φράσιν.

 

Ἕτερος τῶν Ἁγίων

 

Ἱλάσθητί μοι Σωτὴρ ΤΟ ΑΚΟΥΤΕ

Τριάδα Μοναδικήν, θεολογεῖν ἐδιδάχθημεν∙Μονάδα Τριαδικήν, ὑμνεῖν παρελάβομεν∙ προσκυνεῖν ἐμάθομεν, παρὰ τῶν Πατέρων, μίαν Φύσιν τρισυπόστατον.

 

Ὁ Λόγος ἦν ἐν ἀρχῇ, πρὸς τὸν Πατέρα συνάναρχος∙ τῷ Λόγῳ Πνεῦμα συνῆν, ἀλλ᾿ ἐκ τοῦ Γεννήτορος∙ ἁπλῆ ὁμοούσιος, συμφυὴς Θεότης, ὡς οἱ θεῖοί φασὶ Κήρυκες.

 

Συνάπτω καὶ διαιρῶ, τὰ συναπτῶς διαιρούμενα∙ ἓν ἀμερὲς ἐννοῶ, καὶ τρία φαντάζομαι. Διδασκάλους δέχομαι, τρεῖς θεοφορήτους, οὕτω πείθοντας πιστεύειν με.

Θεοτοκίον

Ἀμήτωρ πρὸ τῆς σαρκός, ἀπάτωρ μετὰ τὴν σάρκωσιν∙ Υἱὸς Πατρὸς καὶ Μητρός, ὁ ταῦτα καλούμενος, ὑπὲρ νοῦν ἀμφότερα∙ τῷ Θεῷ γὰρ πρέπει, τῶν θαυμάτων τὰ παράδοξα.

Καταβασία ΤΟ ΑΚΟΥΤΕ

«Ἐβόησέ σοι, ἰδὼν ὁ Πρέσβυς, τοῖς ὀφθαλμοῖς τὸ σωτήριον, ὃ λαοῖς ἐπέστη∙ Ἐκ Θεοῦ Χριστὲ σὺ Θεός μου».

 

Κοντάκιον Ἦχος β᾿

Τοὺς ἀσφαλεῖς ΤΟ ΑΚΟΥΤΕ

Τοὺς Ἱεροὺς καὶ θεοφθόγγους Κήρυκας, τὴν κορυφὴν τῶν Διδασκάλων Κύριε, προσελάβου εἰς ἀπόλαυσιν τῶν ἀγαθῶν σου καὶ ἀνάπαυσιν· τοὺς πόνους γὰρ ἐκείνων καὶ τὸν κάματον, ἐδέξω ὑπὲρ πᾶσαν ὁλοκάρπωσιν, ὁ μόνος δοξάζων τοὺς Ἁγίους σου.

Ὁ Οἶκος

Τὶς ἱκανὸς τὰ χείλη διᾶραι, καὶ κινῆσαι τὴν γλῶσσαν πρὸς τοὺς πνέοντας πῦρ, δυνάμει Λόγου καὶ Πνεύματος; ὅμως τοσοῦτον εἰπεῖν θαρρήσω, ὅτι πᾶσαν παρῆλθον τὴν ἀνθρωπίνην φύσιν οἱ τρεῖς, τοῖς πολλοῖς καὶ μεγάλοις χαρίσμασι, καὶ ἐν πράξει καὶ θεωρίᾳ, τοὺς κατ᾿ ἄμφω λαμπροὺς ὑπεράραντες∙ διὸ μεγίστων δωρεῶν τούτους ἠξίωσας, ὡς πιστούς σου θεράποντας, ὁ μόνος δοξάζων τούς Ἁγίους σου.

 

Συναξάριον

Τῇ Λ᾿ τοῦ αὐτοῦ μηνός, Μνήμη τῶν ἐν Ἁγίοις Πατέρων ἡμῶν καὶ Οἰκουμενικῶν Διδασκάλων, Βασιλείου τοῦ Μεγάλου, Γρηγορίου τοῦ Θεολόγου καὶ Ἰωάννου τοῦ Χρυσοστόμου.

Στίχοι

Ὁμοῦ δίκαιον τρεῖς σέβειν Ἑωσφόρους,

Φῶς τρισσολαμπὲς πηγάσαντες ἐν βίῳ.

Κοινὸν τὸν ὕμνον προσφέρειν πάντας θέμις,

Τοῖς ἐκχέασι πᾶσι κοινὴν τὴν χάριν.

Ἔαρ χελιδὼν οὐ καθίστησι μία·

Αἱ τρεῖς ἀηδόνες δὲ τῶν ψυχῶν ἔαρ.

Τὴν μὲν νοητὴν ἡ Τριὰς λάμπει κτίσιν,

Τριάς γε μὴν αὕτη δὲ τὴν ὁρωμένην.

Ἀπώλεσαν μὲν οἱ πάλαι Θεοῦ σέβας,

Ἐξ Ἡλίου τε καὶ Σελήνης ἀφρόνως∙

Κὰλλος γὰρ αὐτῶν θαυμάσαντες καὶ τάχος,

Ὥσπερ θεοῖς προσῆγον οὐκ ὀρθῶς σέβας.

Ἐκ τῶν τριῶν τούτων δὲ φωστήρων πάλιν,

Ἡμεῖς ἀνηνέχθημεν εἰς Θεοῦ σέβας,

Κάλλει βίου γάρ, τῇ τε πειθοῖ τῶν λόγων,

Πείθουσι πάντας τὸν μόνον Κτίστην σέβειν.

Κτίσιν συνιστᾷ τὴν δὲ τὴν ὁρωμένην,

Τὸ Πῦρ, Ἀήρ, Ὕδωρ τε, καὶ Γῆς ἡ φύσις.

Οἱ δ᾿ αὖ συνιστῶντές τε κόσμον τὸν μέγαν,

Τὴν πρὸς Θεόν τε Πίστιν, ὡς ἄλλην κτίσιν

Στοιχειακς φέρουσι Τριάδος τύπον.

Μέλει γὰρ αὐτοῖς οὐδενὸς τῶν γηΐνων,

Καὶ γήϊνον νοῦν ἔσχον οὐδὲν ἐν λόγοις.

Ὁ Γρηγόριος γὰρ πῦρ πνέει νοῦς τὸν λόγον,

Πρὸς ὕψος αὖ πείθοντα πάντα ἐκτρέχειν.

Τοῖς λιποθυμήσασι δ᾿ ἐκ παθῶν πάλιν,

Ἀναπνοὴ τις οἱ Βασιλείου λόγοι.

Μιμούμενος δὲ τὴν ῥοὴν τῶν ὑδάτων,

Ὁ καρδίαν τε καὶ στόμα χρυσοῦς μόνος,

Τοὺς ἐκτακέντας ἐκ παθῶν ἀναψύχει.

Οὕτω πρὸς ὕψος τὴν βροτῶν πᾶσαν φύσιν,

Ἐκ τῆς χθονὸς φέρουσι τοῖς τούτων λόγοις.

Λάμψεν ἑνὶ τριακοστῇ χρυσοτρισήλιος αἴγλη.

 

Τῶν τριῶν τούτων πρεσβείαις, Χριστὲ ὁ Θεὸς ἡμῶν καὶ πάντων τῶν ἁγίων, τὰς τῶν αἱρέσεων ἐπαναστάσεις κατάβαλε καὶ ἡμᾶς ἐν ὁμονοίᾳ καὶ εἰρηνικῇ καταστάσει διαφύλαξον καὶ τῆς οὐρανίου σου βασιλείας ἀξίωσον. Ὅτι εὐλογητὸς εἶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

 

Τῇ αὐτῇ ἡμέρα, Ἄθλησις τοῦ Ἱερομάρτυρος Ἱππολύτου Πάπα Ῥώμης καὶ τῶν σὺν αὐτῷ Κενσουρίνου, Σαβαΐνου, Χρυσῆς καὶ τῶν λοιπῶν.

Στίχοι

Τόλμ θάλασσαν Ἱππόλυτος εἰσδύνει,

Οἷα κροαίνων ἵππος ἐν λείῳ πέδῳ.

Τείνων τράχηλον τῷ ξίφει Κενσουρῖνος,

Ἣν οἷα ξυρῶ τοῖς συνάθλοις ἀκόνη.

Σπλάγχνα φλέγουσι Σαβανου λαμπάσι,

Τὰ παμπόνηρα τέκνα τῆς ἀσπλαγχνίας.

Χρυσῆ βυθῷ βληθεῖσα, παστῷ τοῦ πόλου,

Νύμφη πρόσεισι προσφάτως λελουμένη.

Ἱππόλυτον πόντου τριακοστῇ ἔκτανε ῥεῦμα.

 

Τῇ αὐτῇ ἡμέρα, Ἄθλησις τοῦ Ἁγίου Μάρτυρος Θεοφίλου τοῦ Νέου.

Στίχοι

Ὁ Θεόφιλος τὴν φίλην τμᾶται κάραν,

Θεοὺς φιλῆσαι μὴ θελήσας βαρβάρων.

 

Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

 

Τῆς Θεοτόκου

 

ᾨδὴ ζ᾿ Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ

«Εἰκόνος χρυσῆς, ἐν πεδίῳ Δεηρᾷ λατρευομένης, οἱ τρεῖς σου Παῖδες κατεφρόνησαν, ἀθεωτάτου προστάγματος∙ μέσον δὲ πυρὸς ἐμβληθέντες, δροσιζόμενοι ἔψαλλον∙ Εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν».

 

Σταυρῷ προσπαγείς, ὁ ἐκ σοῦ σωματωθεὶς Θεογεννήτρια, Ἀδὰμ διέρρηξε τὸ χειρόγραφον∙ ὃν νῦν δυσώπει Πανάμωμε, ἅπαντας κινδύνων ῥυσθῆναι, τοὺς ἐν πίστει κράζοντας∙ Εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.

 

Ἐλπὶς ἀγαθή, προσδοκία τε Πιστῶν ὑπάρχεις Δέσποινα∙ καὶ νῦν δεόμεθα δωρήσασθαι, σῆς συμπαθείας τὸ πέλαγος, πᾶσι τοῖς εἰς σὲ πεποιθόσι, καὶ τῷ Υἱῷ σου κραυγάζουσιν∙ Εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.

 

Σκοτίᾳ δεινῇ, τῇ τοῦ βίου συσχεθεὶς τὸν συλλυπούμενον, καὶ συναλγοῦντα οὐ κατέλαβον∙ τῇ σῇ Παρθένε λαμπρότητι, λῦσον τὴν ἀχλὺν τῶν πταισμάτων, καὶ καταύγασον ψάλλοντα∙ Εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.

 

Ὡραίαν στολήν, σωτηρίων ἐντολῶν διὰ Βαπτίσματος, ἀμφιασάμενος ἀπημαύρωσα, δι᾿ ἀμελείας ὁ δείλαιος∙ νῦν δὲ σοι προστρέχω Παρθένε, τὸν χιτῶνα αἰτούμενος, τῆς σωφροσύνης διὰ σοῦ, πάλιν ἐνδύσασθαι.

 

Ζωῆς ἐκπεσών, ἀκηράτου μὲν τὸ πρὶν ὁ Ἀδὰμ σέσωσται∙ διὰ τοῦ Τόκου σου νῦν δὲ Πάναγνε, τὸν ἀρρωστίᾳ κρατούμενον σῶσον, ἐπιρρώσασα Κόρη, καὶ ἀξίωσον ψάλλειν σοι∙ Εὐλογημένη ἡ Θεὸν σαρκὶ κυήσασα.

 

Τῶν Ἁγίων

 

Ἀντίθεον πρόσταγμα ΤΟ ΑΚΟΥΤΕ

Ἡττᾶται Μακάριοι καὶ δραπετεύει, ἡ πρὶν ἀνυπόστατος, θρασύτης τῶν αἱρέσεων∙ κηρὸς δὲ τηκόμενος, ἀπὸ προσώπου πυρός, νόθον ἅπαν δόγμα τοῖς ὑμῶν, πυρπνόοις φθόγγοις, προσβάλλον δείκνυται.

 

Ψευδεῖς μὲν ἐξέκλιναν Ἑλλήνων ὕθλους, πειθὼ δὲ τὴν τύραννον, ἀνθρώποις μόνην εἵλκοντο· ὑφ᾿ ἧς τὴν ἀλήθειαν, οἱ τρεῖς τονώσαντες, οὕτως ἅπαν σύστημα Πιστῶν, χειροῦνται λόγοις καὶ καταπείθουσι.

Θεοτοκίον

Ἐν σοὶ πᾶσα πρόρρησις ἐπανεπαύθη, καὶ πέρας ἐδέξατο, ξενίζουσα τοὺς λέγοντας∙ ἐκ σοῦ δὲ λαμπροτέρα καὶ τῶν προρρήσεων, θαύματα πηγάζουσιν, Ἁγνή, σοφούς δηλοῦντα τοὺς ἑρμηνεύοντας.

 

Ἕτερος τῶν Ἁγίων

 

Θεοῦ συγκατάβασιν ΤΟ ΑΚΟΥΤΕ

Σιγῶσαι καὶ κράζουσαι, ὁρώμεναί τε καὶ ἀκουόμεναι, ἀρετῆς καὶ σοφίας, οἱ θεηγόροι στῆλαι γεγόνασιν, ἔργῳ καὶ λόγῳ, βοᾶν προτρεπόμενοι∙ Εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.

 

Θεοῦ φωνὰς ἄνωθεν, ἐπιβροντώσας ἡμῖν ἐξαίσιον, ἀστραπῶν τε βολίδας, τοὺς ὑμῶν φθόγγους Σοφοὶ δεχόμενοι, συμμελῳδοῦμεν ὑμῖν, καὶ συμψάλλομεν· Εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.

 

Ῥιφήσονται χάλαζαι, ἐκ πετροβόλων γλωσσῶν συντρίβουσαι, τὰ σαθρὰ τῶν δογμάτων, εἰ τις εἰς μέσον παρρησιάσηται, τῶν κενολόγων, ὀρθὰ μὴ φθεγγόμενος. Εὐλογητός ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.

Θεοτοκίον

Παρθένον οἰκήσας σε, καὶ μετὰ τόκον Παρθένον ἔλιπεν, ὁ ἀμείβων στοιχεῖα, Θεοκυῆτορ Μαρία πανάχραντε· πρὸς ὃν βοῶμεν, σὺν σοὶ Παναμώμητε∙ Εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.

Καταβασία ΤΟ ΑΚΟΥΤΕ

«Σὲ τὸν ἐν πυρὶ δροσίσαντα, Παῖδας θεολογήσαντας, καὶ Παρθένῳ, ἀκηράτῳ, ἐνοικήσαντα, Θεὸν Λόγον ὑμνοῦμεν, εὐσεβῶς μελῳδοῦντες. Εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν».

 

Τῆς Θεοτόκου

 

ᾨδὴ η´ Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ

«Τὸν ἐν καμίνῳ τοῦ πυρός, τῶν Ἑβραίων τοῖς παισὶ συγκαταβάντα, καὶ τὴν φλόγα εἰς δρόσον μεταβαλόντα Θεόν, ὑμνεῖτε τὰ ἔργα ὡς Κύριον, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας».

 

Ἐξασθενεῖ μου νῦν ὁ νοῦς, εἰς τὰ βάθη ἐμπεσὼν τῆς ἀτιμίας, ὡς ἐντεῦθεν ποικίλοις περιπαρῆναι κακοῖς∙ ἀλλὰ σὺ με Παρθένε θεράπευσον, τῷ τῆς ἀπαθείας φωτὶ περιβαλοῦσα.

 

Πύργον ἰσχύος ἀσφαλῆ, καὶ κρηπῖδα καὶ φρουρὰν καὶ προστασίαν, κεκτημένοι σε πίστει, διασῳζόμεθα νῦν ὑμνοῦντες τὸν Τόκον σου Πάναγνε, καὶ ὑπερυψοῦντες εἰς πάντας τοὺς αἰῶνας.

 

Ἀθανασίας διαυγῆ, ἐπιστάμεθα πηγὴν σε Θεοτόκε, ὡς τεκοῦσαν τὸν Λόγον, τοῦ ἀθανάτου Πατρός, τὸν πάντας θανάτου λυτρούμενον, τοὺς ὑπερυψοῦντας αὐτὸν εἰς τούς αἰῶνας.

 

Ῥεῖθρον ἰάσεων ἡμῖν, ἀενάως τοῖς πιστοῖς Ἁγνὴ πηγάζεις, οὗ τὴν ἄφθονον χάριν, ἀπαρυόμενοι νῦν, ὑμνοῦμεν τὸν Τόκον σου Ἄχραντε, καὶ ὑπερυψοῦμεν εἰς πάντας τοὺς αἰῶνας.

 

Τῶν Ἁγίων

 

Ἰνδάλματος χρυσοῦ ΤΟ ΑΚΟΥΤΕ

Νοοῦμεν εὐσεβῶς, καὶ δοξάζομεν ὁμότιμον μίαν φύσιν, ἀπειροδύναμον Μονάδα τε καὶ Τριάδα, τὴν πάντα ταῦτα, λόγοις κυβερνῶσαν κρείττοσιν∙ οὕτω γὰρ δοξάζειν, οἱ τρεῖς θεοφόροι παρεγγυῶσιν, οἷς συμπροσκυνοῦμεν, αὐτὴν εἰς τοὺς αἰῶνας.

 

Ἡνώθησαν οἱ τρεῖς, θεοκήρυκες ἑνώσαντες τὴν Τριάδα, καὶ τὸ ἀμέριστον πᾶσι τετηρηκότες τῇ θείᾳ φύσει, μίαν παρ᾿ αὐτῆς ἀντέλαβον, ἀμέριστον δόξαν, εἰς ἔπαινον ἕνα συγκαλουμένην, τοὺς ὑπερυψοῦντας, αὐτὴν εἰς τοὺς αἰῶνας.

Θεοτοκίον

Λαβὼν τὸ καθ᾿ ἡμᾶς, ἀντιδούς τε τὸ οἰκεῖον ὁ Εὐεργέτης, ἔδρασε μόνον, οὐκ ἔπαθε δὲ Παρθένε∙ θεοποιεῖ γάρ, ἀλλ᾿ οὐκ εἰς φθορὰν μεθίσταται, μᾶλλον δὲ καὶ πάσχων, ἑκὼν διὰ πάθους τὰ πάθη λύει, ὡς οἱ τρεῖς Πατέρες, ἡμᾶς μυσταγοῦσιν.

 

Ἕτερος τῶν Ἁγίων

 

Ἑπταπλασίως κάμινον ΤΟ ΑΚΟΥΤΕ

Οὓς ὁ Θεὸς συνήνωσεν εἰς ὁμότιμον ἕνωσιν, ἐγκωμιαστής, μὴ χωριζέτω ἄνθρωπος∙ ἀλλ᾿ ἴσους ἡγούμενος, ἐν τοῖς αὐτοῖς χαρίσμασιν, ἴσων καὶ τῶν ὕμνων, μελῳδῶν ἀξιούτω· οἱ Παῖδες εὐλογεῖτε, ἱερεῖς ἀνυμνεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

 

Οἱ δυνατοὶ καὶ ἄμαχοι, τῆς Θεότητος σύμμαχοι, καὶ τῆς ἀληθείας, ἀψευδεῖς συνήγοροι, τὰ βάθη τοῦ Πνεύματος, καλῶς ἀνερευνήσαντες τὰς θεοπρεπεῖς, περὶ Θεοῦ ὑπολήψεις, ἐκεῖθεν συνιστῶσι, καὶ διδάσκουσι ψάλλειν∙ Λαὸς ὑπερυψοῦτε, Χριστὸν εἰς τοὺς αἰῶνας.

 

Ἐξ οὐρανοῦ μὲν μέγιστοι, δύω λύχνοι φωτίζουσιν, ἐκ διαδοχῆς, ἀλλήλων τὴν ὑφήλιον∙ ἐκ γῆς δὲ φανότερον, τὴν σύμπασαν αὐγάζουσι, τρεῖς κατὰ ταὐτό, ὑπερμεγέθεις φωστῆρες, συλλάμποντες ἀλλήλοις, καὶ συμψάλλοντες ἅμα. Λαοὶ ὑπερυψοῦτε, Χριστὸν εἰς τοὺς αἰῶνας.

Θεοτοκίον

Ὑπὲρ ἡμῶν ἡ σάρκωσις, καὶ τὰ πάθη τὰ τίμια∙ δι᾿ ἡμᾶς Θεός, μετὰ νεκρῶν ἐγένετο, θανάτου μὲν ἄγευστος, οἷα παθῶν ἐλεύθερος, τῇ δὲ πρὸς τὴν σάρκα, τὴν θνητήν κοινωνίᾳ, λεγόμενος καὶ πάθους, μετασχεῖν καὶ θανάτου∙ αὐτὸν ὑπερυψοῦμεν, εἰς πάντας τοὺς αἰῶνας.

Καταβασία ΤΟ ΑΚΟΥΤΕ

«Ἀστέκτῳ πυρὶ ἑνωθέντες, οἱ θεοσεβείας προεστῶτες Νεανίαι, τῇ φλογὶ δὲ μὴ λωβηθέντες, θεῖον ὕμνον ἔμελπον∙ Εὐλογεῖτε πάντα τὰ ἔργα τὸν Κύριον, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας».

 

Τῆς Θεοτόκου

 

ᾨδὴ θ´ Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ

«Τὸν ἐκ Θεοῦ Θεὸν Λόγον, τὸν ἀρρήτῳ σοφίᾳ, ἥκοντα καινουργῆσαι τὸν Ἀδάμ, βρώσει φθορᾷ πεπτωκότα δεινῶς, ἐξ Ἁγίας Παρθένου, ἀφράστως σαρκωθέντα δι᾿ ἡμᾶς, οἱ πιστοὶ ὁμοφρόνως, ἐν ὕμνοις μεγαλύνομεν».

 

Θεομακάριστε Κόρη, τὴν ἐλπίδα μου πᾶσαν προθύμως ἀνατίθημι ἐν σοί, σῶσόν με Μήτηρ τῆς ὄντως ζωῆς, καὶ τρυφῆς ἀενάου, πλησθῆναι καθικέτευε Ἁγνή, τὸν ἐν πίστει καὶ πόθῳ, σὲ ὕμνοις μεγαλύνοντα.

 

Ἐπιφανεῖσα Παρθένε, τῆς ψυχῆς μου τὸν ζόφον, φωτός σου ταῖς ἀΰλοις ἀστραπαῖς, αὔγασον πύλη τοῦ θείου φωτός, καὶ πυρὸς αἰωνίου, ῥυσθῆναι καταξίωσον Ἁγνή, τὸν ἐν πίστει καὶ πόθῳ, σὲ ὕμνοις μεγαλύνοντα.

 

Νενοσηκότας ὁρῶσα, καὶ ψυχὴν καὶ τὸ σῶμα, καὶ βεβλημένους πάθεσι δεινοῖς, τῇ εὐσπλαγχνίᾳ σου Δέσποινα, θεραπεύσασα λῦσον τῶν νῦν παρενοχλούντων λυπηρῶν, ἵνα πάντες σὲ ὕμνοις, ἀπαύστως μεγαλύνωμεν.

 

Ἐν τῇ γαστρί σου σκηνώσας, ἐκ γαστρὸς πρὸ αἰώνων, πατὴρ ὅνπερ ἐγέννησεν Υἱόν, τέλειος γέγονεν ἄνθρωπος, καὶ πηγὴν χαρισμάτων, σὲ Θεομῆτορ ἔδειξεν ἡμῖν, τοῖς πιστῶς προσκυνοῦσι τὴν ἄφραστόν σου γέννησιν.

 

Τῶν Ἁγίων

 

Ἀνάρχου Γεννήτορος ΤΟ ΑΚΟΥΤΕ

Μεγάλυνον ψυχή μου, τοὺς ἐν Ἱεράρχαις, Φωστῆρας τρεῖς μεγάλους.

 

Ἰδοὺ τὸ ὑμέτερον, γεώργιον καὶ ποίμνιον, ὑπὲρ οὗ τοὺς μεγίστους πόνους ὑπέστητε, εἰς ἓν συνελθόντες ὁμοῦ τε, τοὺς τρεῖς ὑμᾶς συμπαραλαβόντες, κοινὴν ἔχει αἴνεσιν, τὴν ὑμῶν ἠδίστην ἕνωσιν.

 

Μεγάλυνον ψυχή μου τοὺς τρισσολαμπτῆρας, Χριστοῦ τῆς Ἐκκλησίας.

 

Οὐ δίστομον μάχαιραν, ἡ χάρις ἀλλὰ τρίστομον, κατὰ τῶν πολεμίων αὐτῆς προβάλλεται∙ ἓν οὐρανοχάλκευτον ξίφος, τρισὶν ἀκμαῖς κατεστομωμένον, ἀεὶ προμαχόμενον, τριλαμποῦς μιᾶς θεότητος.

 

Μεγάλυνον ψυχή μου, τοὺς κεκοσμηκότας, Χριστοῦ τὴν Ἐκκλησίαν.

 

Ὑμῶν τὸ πολίτευμα, ἐν οὐρανοῖς ἦν Ἔνδοξοι, καὶ τὴν σάρκα φορούντων, ἔτι τὴν ἄσπιλον∙ οὓς εἰλικρινῶς νῦν οἰκοῦντες, τοὺς ἐπὶ γῆς ἡμᾶς στεφομένους, τὰ ἄνω πρεσβεύετε, καὶ φρονεῖν καὶ πραγματεύεσθαι.

Θεοτοκίον

Μεγάλυνον ψυχή μου, τὴν τιμιωτέραν, καὶ ἐνδοξοτέραν τῶν ἄνω στρατευμάτων.

 

Στενεῖ με τὸ πλάτος σου, τῶν μεγαλείων Δέσποινα, καταπνῖγον τὸν λόγον ὑπὸ πυκνότητος, καὶ μοι παραδόξως συμβαίνει, τὸ ἀπορεῖν ἐκ τῆς εὐπορίας∙ διὸ τὸν τοσοῦτόν σε, μεγαλύναντα δοξάζομεν.

 

Ἕτερος τῶν Ἁγίων

 

Ἐξέστη ἐπὶ τούτῳ ΤΟ ΑΚΟΥΤΕ

Μεγάλυνον ψυχή μου, τοὺς τῆς Παναγίας, Τριάδος τρεῖς Ποιμένας.

 

Ἐπήρθη τῆς Τριάδος ἡ ἀρετή, καὶ τὰ πάντα τῆς δόξης ἐπλήρωσεν, ἄλλην ἡμῖν, αἴγλην ἀναλάμψασα τριλαμπῆ, ὡς ἑαυτῆς ἀπαύγασμα, τοὺς ἐπουρανίους μυσταγωγούς, δι᾿ ὧν ἐπὶ τὴν θείαν, ἐκείνης θεωρίαν, οἱ εὐσεβοῦντες ὁδηγούμεθα.

 

Μεγάλυνον ψυχή μου, τοὺς ἐκ Τρισηλίου, Φωστῆρας τρεῖς μεγάλους.

 

Οὐκ ἔστι δευτερεῖον ἐν τοῖς τρισί· τὰ πρεσβεῖα γὰρ ἕκαστος φέρεται, πρῶτος δοκῶν, καὶ τοὺς ὁμοτίμους ὑπερνικῶν∙ ἐξοικειοῦται μᾶλλον δέ, τὴν ἀλλήλων νίκην περιχαρῶς· οὐ χώρα γὰρ ἐνταῦθα, τῷ φθόνῳ παρρησίας, λυμαινομένῳ τὴν ὁμόνοιαν.

Δόξα...

Μεγάλυνον ψυχή μου, τῆς τρισυποστάτου, καὶ ἀδιαιρέτου Θεότητος τὸ κράτος.

 

Πατέρας ἡ εὐσέβεια τοὺς αὐτῆς, πρωτοτόκους υἱοὺς ἀναδείξασα, τέκνα γεννᾷ, γνήσια καὶ ἄμωμα δι᾿ αὐτῶν, τελειούμενα Πνεύματι, τῷ ζωὴν λαλήσαντι ἐν αὐτοῖς∙ καὶ σῴζειν ἐξαιτεῖται, εἰς τέλος τὴν εἰρήνην, ἣν ἀπ᾿ αὐτῶν ἐκληρονόμησε.

Καὶ νῦν... Θεοτοκίον

Μεγάλυνον ψυχή μου, τὴν τιμιωτέραν, τῶν ἄνω στρατευμάτων.

 

Υἱὸν Θεοῦ τοῦ ζῶντος ἡ τῶν σοφῶν, Διδασκάλων ἀκρότης ἐκήρυξε, τὸν σὸν Υἱόν, ἐξ ἀποκαλύψεως Πατρικῆς, οὐκ ἐκ σαρκὸς καὶ αἵματος, τοῦτο μυηθεῖσα Μῆτερ Θεοῦ∙ διὸ σε καὶ Παρθένον, διδάξασα Μητέρα, καὶ Θεοτόκον ἐμεγάλυνε.

Καταβασία ΤΟ ΑΚΟΥΤΕ

Θεοτόκε ἡ ἐλπίς, πάντων τῶν Χριστιανῶν, σκέπε φρούρει φύλαττε, τοὺς ἐλπίζοντας εἰς σέ.

 

«Ἐν νόμῳ, σκιᾷ καὶ γράμματι, τύπον κατίδωμεν οἱ πιστοί∙ πᾶν ἄρσεν τὸ τὴν μήτραν διανοῖγον, ἅγιον Θεῷ∙ διὸ πρωτότοκον Λόγον, Πατρὸς ἀνάρχου Υἱόν, πρωτοτοκούμενον Μητρί, ἀπειράνδρῳ, μεγαλύνομεν».

 

Ἐξαποστειλάριον

Ὁ οὐρανὸν τοῖς ἄστροις ΤΟ ΑΚΟΥΤΕ

Τὰ τοῦ φωτὸς δοχεῖα, τὰς φεγγοβόλους ἀστραπάς, Βασίλειον νῦν τὸν Μέγαν, Γρηγόριον Θεολόγον, Χρυσόστομον Ἰωάννην, ἀνευφημήσωμεν πάντες.

Ἕτερον, ὅμοιον

Ἡ ἑνιαία θεότης, Πατὴρ Υἱὸς καὶ τὸ Πνεῦμα, ταῖς Βασιλείου πρεσβείαις, Γρηγορίου καὶ Ἰωάννου, καὶ τῆς ἁγνῆς Θεοτόκου, μὴ χωρισθείην σῆς δόξης.

Θεοτοκίον, ὅμοιον

Χρυσοπλοκώτατε πύργε, καὶ δωδεκάτειχε πόλις, ἡλιοστάλακτε θρόνε, καθέδρα τοῦ Βασιλέως, ἀκατανόητον θαῦμα, πῶς γαλουχεῖς τὸν Δεσπότην;

 

Εἰς τοὺς Αἴνους, ἱστῶμεν Στίχους δ᾿ καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια.

Ἦχος β᾿

Ποίοις εὐφημιῶν στέμμασι ΤΟ ΑΚΟΥΤΕ

Ποίοις εὐφημιῶν στέμμασι, στεφανώσωμεν τοὺς Διδασκάλους; Τοὺς διῃρημένους τοῖς σώμασι, καὶ συνημμένους τῷ Πνεύματι, τοὺς τῶν θεοφόρων πρωτοστάτας, Τριάδος, τοὺς ἰσαρίθμους καὶ θεράποντας, φωστῆρας, τῆς οἰκουμένης διαλάμποντας, τῆς Ἐκκλησίας τοὺς στύλους, οὓς στεφάνοις δόξης, ὡς νικήσαντας στεφανοῖ, Χριστός ὁ Θεὸς ἡμῶν, ὁ ἔχων τὸ μέγα ἔλεος.

 

Ποίοις ὑμνῳδιῶν κάλλεσιν, ἀναδήσωμεν τοὺς θεοφόρους; τοὺς οὐρανομύστας καὶ κήρυκας, τῆς ὀρθοδοξίας ὑπάρχοντας∙ τοὺς ἀκραιφνεστάτους θεολόγους, τὸν μέγαν ἱεροφάντορα Βασίλειον, τὸν θεῖον, καὶ θεορρήμονα Γρηγόριον∙ καὶ Ἰωάννην τὸν πάνυ, τὸν χρυσοῦν τὴν γλῶτταν, οὓς ἐδόξασεν ἡ Τριάς, ἀξίως ὁ Κύριος, ὁ ἔχων τὸ μέγα ἔλεος.

 

Ποίοις ἐγκωμιῶν ῥήμασιν, ἐπαινέσωμεν τοὺς Ἱεράρχας; τοὺς ἰσαποστόλους ἐν χάριτι, καὶ ὁμοτίμους χαρίσμασι∙ τοὺς τῆς ἀσεβείας καταλύτας, σωτῆρας, καὶ ὁδηγούς λόγῳ καὶ πράγματι. Ποιμένας, χριστομιμήτους διὰ πίστεως∙ τοὺς ἐπιγείους Ἀγγέλους βροτοὺς οὐρανίους∙ οὓς ἐτίμησεν ὁ Χριστός, τῆς δόξης ὁ Κύριος, ὁ ἔχων τὸ μέγα ἔλεος.

 

Ποίοις εὐφημιῶν στέμμασι, καταστέψωμεν τὸν Χρυσολόγον, ἅμα Βασιλείῳ Γρηγόριον; τὰ σεπτὰ δοχεῖα τοῦ Πνεύματος, τοὺς στερροὺς τῆς πίστεως προμάχους, τούς στύλους τῆς Ἐκκλησίας, Πιστῶν στήριγμα∙ ἁπάντων, ἁμαρτανόντων παραμύθιον∙ πηγὰς βλυζούσας τὸ νᾶμα∙ ἐξ οὗ ἀρυόμενοι, ἡδυνόμεθα ταῖς ψυχαῖς, αἰτοῦντες συγχώρησιν, σφαλμάτων καὶ μέγα ἔλεος.

Δόξα... Ἦχος ὁ αὐτὸς

Πρὸς τό, Σήμερον ὁ Χριστὸς ΤΟ ΑΚΟΥΤΕ

Σήμερον αἱ ψυχαί, τῶν γηγενῶν ὑψοῦνται ἐκ γηΐνων. Σήμερον οὐράνιοι γίνονται, τῶν Ἁγίων ἐν τῇ μνήμῃ· αἱ γὰρ πύλαι τῶν οὐρανῶν ἐπαίρονται, καὶ ἡμῖν τὰ τοῦ Δεσπότου γνωρίζονται. Οἱ λόγοι τοὺς λόγους κηρύττουσι, καὶ αἱ γλῶσσαι τὰ θαύματα μέλπουσιν∙ ἡμεῖς δέ, πρὸς τὸν Σωτῆρα βοῶμεν. Δόξα σοι Χριστῷ τῷ Θεῷ, τοῖς γὰρ Πιστοῖς εἰρήνη, διὰ τούτων ἐγεγόνει.

Καὶ νῦν... Θεοτοκίον, ὅμοιον

Σήμερον ὁ Χριστός, ἐν τῷ Ναῷ προσφέρεται ὡς βρέφος. Σήμερον ὑπὸ Νόμον γίνεται, ὁ Μωσεῖ διδοὺς τὸν Νόμον, τῶν Ἀγγέλων αἱ στρατιαὶ τεθάμβηνται, ἐν ἀγκάλαις γηραιαῖς κατεχόμενον, τὸν συνέχοντα πάντα θεώμεναι∙ Συμεὼν εὐλαβείας πλησθεὶς καὶ χαρᾶς ἐβόα∙ Νῦν ἀπολύεις με Σῶτερ, ἐκ τῆς ἐπικήρου ζωῆς πρὸς τὴν ἀγήρω λῆξιν∙εἶδον γὰρ σε καὶ εὐφράνθην.

 

Δοξολογία μεγάλη, καὶ Ἀπόλυσις.

 

Δίδοται καὶ ἅγιον ἔλαιον τοῖς Ἀδελφοῖς.

 

Εἰς τὴν Λειτουργίαν, Τυπικά, καὶ ἐκ τῶν Κανόνων τῶν Ἁγίων, ᾨδὴ γ´ καὶ ς´.

 

Προκείμενον

Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτῶν καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτῶν.

Στίχ. Οἱ οὐρανοὶ διηγοῦνται δόξαν Θεοῦ ποίησιν δὲ χειρῶν αὐτοῦ ἀναγγέλλει τὸ στερέωμα.

 

Ὁ Ἀπόστολος πρὸς Ἑβραίους

Ἀδελφοί, πείθεσθε τοῖς ἡγουμένοις ὑμῶν...

Ζήτει Δεκεμβρίῳ ς´

 

Ἀλληλούϊα

Στίχ. Ἐξομολογήσονται οἱ οὐρανοὶ τὰ θαύματά σου Κύριε, καὶ τὴν ἀλήθειάν σου ἐν ἐκκλησίᾳ ἁγίων.

 

Εὐαγγέλιον κατὰ Ματθαῖον

Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ μαθηταῖς. Ὑμεῖς ἐστε τὸ φῶς τοῦ κόσμου...

 

Κοινωνικὸν

Εἰς μνημόσυνον αἰώνιον ἔσται Δίκαιος, Ἀλληλούϊα.