Τῌ Ι' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ

ΙΟΥΛΙΟΥ

 

Μνήμη τῶν Ἁγίων τεσσαράκοντα πέντε Μαρτύρων τῶν ἐν Νικοπόλει τῆς Ἀρμενίας.

 

ΕΙΣ ΤΟΝ ΕΣΠΕΡΙΝΟΝ

 

Εἰς τό, Κύριε ἐκέκραξα, ψάλλομεν Στιχηρὰ Προσόμοια.

Πανεύφημοι Μάρτυρες ΤΟ ΑΚΟΥΤΕ

Πανεύφημοι Μάρτυρες ὑμεῖς, λίθοις συντριβόμενοι, Χριστὸν τὴν πέτραν τὴν ἄρρηκτον, οὐκ ἐξηρνήσασθε, ἀλλὰ νικηφόροι, χάριτι γενόμενοι, Ἀγγέλων τοῖς χοροῖς συναγάλλεσθε, μεθ' ὧν πρεσβεύσατε, δωρηθῆναι ταῖς ψυχαῖς ἡμῶν, τὴν εἰρήνην, καὶ τὸ μέγα ἔλεος.

 

Καλλίνικοι μάρτυρες φρουραῖς, ἅμα συγκλειόμενοι, ὡς ἐντολῶν θείων φύλακες, καὶ ἐκτηκόμενοι, δίψει οὐρανόθεν, δρόσον ἐκομίσασθε, ὑμᾶς πνευματικῶς ἀναψύχουσαν· διὸ πρεσβεύσατε, δωρηθῆναι ταῖς ψυχαῖς ἡμῶν, τὴν εἰρήνην, καὶ τὸ μέγα ἔλεος.

 

Ἀήττητοι Μάρτυρες ζωήν, ἀληθῆ ποθήσαντες, καὶ εἰς ἀεὶ διαμένουσαν, θάνατον ἄδικον, παρανόμῳ ψήφῳ, χαίροντες ὑπέστητε, καὶ νῦν μετὰ Μαρτύρων εὐφραίνεσθε, μεθ' ὧν πρεσβεύσατε, δωρηθῆναι ταῖς ψυχαῖς ἡμῶν, τὴν εἰρήνην, καὶ τὸ μέγα ἔλεος.

Δόξα... Καὶ νν... Θεοτοκίον

Συνέχομαι πάντοθεν δεινοῖς, καὶ ποῦ φύγω Δέσποινα, ὁ δυστυχὴς καὶ πανάθλιος; εἰμὴ πρὸς σὲ ἁγνή, καταφεύγω μόνην, τὴν ἐμὴν βοήθειαν, ἐλπὶς ἀπηλπισμένων Θεόνυμφε, καὶ μὴ παρίδῃς με, τὸν ἀνάξιον οἰκέτην σου, θλιβομένων, ἑτοίμη βοήθεια.

Ἢ Σταυροθεοτοκίον

Ῥομφαία διῆλθεν ὦ Υἱέ, ἡ Παρθένος ἔλεγεν, ἐπὶ τοῦ ξύλου ὡς ἔβλεψε, Χριστὸν κρεμάμενον, τὴν ἐμὴν καρδίαν, καὶ σπαράττει Δέσποτα, ὡς πάλαι Συμεὼν μοι προέφησεν. Ἀλλὰ ἀνάστηθι, καὶ συνδόξασον ἀθάνατε, τὴν Μητέρα, καὶ δούλην σου δέομαι.

 

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

 

Ἡ συνήθης Στιχολογία, καὶ οἱ Κανόνες τῆς Ὀκτωήχου, καὶ τῶν Ἁγίων οὗτος, οὗ ἡ Ἀκροστιχίς.

 

Θεοστεφῆ φάλαγγα μέλπω Μαρτύρων.

 

Ἰωάννου Μοναχοῦ.

 

ᾨδὴ α' πλ. α'

Τῷ Σωτῆρι Θεῷ ΤΟ ΑΚΟΥΤΕ

Θεοφρόνως πιστοί, τοὺς στρατιώτας Χριστοῦ, τοὺς ἀθλοφόρους ἀνυμνήσωμεν, ὡς καθαιρέτας τῆς πλάνης, καὶ τροπαιούχους φαιδρούς, Θεῷ ἐπινίκιον, ὕμνον ἀναμέλποντας.

 

Ἐπὶ γῆς ἀθληταί, ἠγωνισμένοι λαμπρῶς, καὶ τὰς βασάνους ὑπομείναντες, ἐν οὐρανοῖς τοὺς στεφάνους ὑπεδέξασθε, συμφώνως ἀναμέλποντες, ὕμνον ἐπινίκιον.

 

Ὁμονοίᾳ ψυχῆς, συνδεδεμένοι πιστῶς, κατὰ τῆς πλάνης ἐχωρήσατε, καὶ νικηταὶ στεφανηφόροι ἀνεδείχθητε, συμφώνως ἀναμέλποντες, ὕμνον ἐπινίκιον.

Θεοτοκίον

Ἄχραντε Μῆτερ Θεοῦ, τὸν σαρκωθέντα ἐκ σοῦ, καὶ ἐκ τῶν κόλπων τοῦ Γεννήτορος, μὴ ἐκφοιτήσαντα Θεόν, ἀπαύστως πρέσβευε, ἐκ πάσης περιστάσεως, σῶσαι οὓς ἔπλασεν.

 

ᾨδὴ γ'

Δυνάμει τοῦ Σταυροῦ σου ΤΟ ΑΚΟΥΤΕ

Συνέσει στρατιῶται Χριστοῦ, κεκοσμημένοι τὸν ἀλάστορα, ἀρχαῖον ὄφιν ἐπνίξατε, ἐν τοῖς ῥείθροις τῶν αἱμάτων ὑμῶν.

 

Τὸ σῶμα παραδόντες πικραῖς, καὶ ἀφορήτοις Ἀξιάγαστοι, βασάνοις θείαν εἰλήφατε, κληρουχίαν διὰ πίστεως.

 

Ἐν λίθων Ἀθλοφόροι βολαῖς, τυράννου γνώμῃ συνθλαττόμενοι, τῆς εὐσεβείας τὴν ἄγκυραν, ἀσφαλῶς διεφυλάξατε.

Θεοτοκίον

Ἱκέτευε ἀπαύστως Ἁγνή, τὸν προελθόντα ἐκ λαγόνων σου, ῥυσθῆναι πλάνης διαβόλου, τοὺς ὑμνοῦντάς σε Μητέρα Θεοῦ.

Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ

«Δυνάμει τοῦ Σταυροῦ σου Χριστέ, στερέωσόν μου τὴν διάνοιαν, εἰς τὸ ὑμνεῖν καὶ δοξάζειν σου, τὰ σωτήρια παθήματα».

 

Κάθισμα δ'

Ὁ ὑψωθεὶς ΤΟ ΑΚΟΥΤΕ

Οἱ στρατιῶται τοῦ Χριστοῦ οἱ γενναῖοι, ἀγωνισάμενοι καλῶς τὸν Βελίαρ, ὁλοτελῶς ἐβύθισαν αἱμάτων ῥοαῖς· λίθοις γὰρ συνθλώμενοι, καὶ τεμνόμενοι ξίφει, πυρὶ ἐκκαιόμενοι, καὶ εἰς ὕδωρ βληθέντες, στεφανηφόροι ὤφθησαν σαφῶς· ὅθεν τιμῶνται καὶ πίστει δοξάζονται.

Θεοτοκίον

Τῶν ἀκαθάρτων λογισμῶν μου τὰ πλήθη, καὶ τῶν ἀτόπων ἐννοιῶν τὰς νιφάδας, τὶς ἐξειπεῖν δυνήσεται Πανάμωμε; τὰς ἐπαναστάσεις δέ, τῶν ἀσάρκων ἐχθρῶν μου, τίς ἐκδιηγήσεται, καὶ τὴν τούτων κακίαν; Ἀλλὰ τῇ σῇ πρεσβείᾳ ἀγαθή, τούτων μοι πάντων, τὴν λύτρωσιν δώρησαι.

Ἢ Σταυροθεοτοκίον

Τὸν ἐξ ἀνάρχου τοῦ Πατρὸς γεννηθέντα, ἡ ἐπ' ἐσχάτων σε σαρκὶ τετοκυῖα, ἐπὶ Σταυροῦ κρεμάμενον ὁρῶσα Χριστέ· Οἴμοι! ποθεινότατε Ἰησοῦ ἀνεβόα· πῶς ὁ δοξαζόμενος, ὡς Θεὸς ὑπ' Ἀγγέλων, ὑπὸ βροτῶν ἀνόμων νῦν Υἱέ, θέλων σταυροῦσαι; Ὑμνῶ σε μακρόθυμε.

 

ᾨδὴ δ'

Εἰσακήκοα τὴν ἀκοὴν ΤΟ ΑΚΟΥΤΕ

Φιλοθέου ἀγάπης, κεκρατημένος τοῖς θεσμοῖς, τὸν ἀντίθεον ἐχθρόν, τῶν Ἀθλοφόρων ὁ χορὸς ἐτροπώσατο, κράτει τοῦ Χριστοῦ κρατυνόμενος.

 

Ἡ θεόκλητος φάλαγξ, τῶν Ἀθλοφόρων τοῦ Χριστοῦ, τὴν ἀντίθεον πληθὺν τῶν ἀσεβῶν, ἀνατρέπει ἀναμέλπουσα· Δόξα τῇ δυνάμει σου Κύριε.

 

Φῶς ἀπρόσιτον ἰδόντες, οἱ Ἀθλοφόροι ἐν φρουρᾷ, τὴν πολύθεον ἀχλύν, εἰδωλικῆς παροινίας διεσκέδασαν, θείᾳ δυναστείᾳ νευρούμενοι.

 

Ἀτενίζοντες τῷ κάλλει τῶν ἀκηράτων ἀγαθῶν, τὴν ἀβέβαιον φοράν, τῶν ἀνθρωπίνων πραγμάτων, ὁ ἀοίδιμος δῆμος τῶν Μαρτύρων ἀπώσατο.

Θεοτοκίον

Ἐπεσκίασεν ἡ τοῦ Ὑψίστου, Κόρη δύναμις ἐν σοί, καὶ παράδεισον εἰργάσατο τρυφῆς, ζωῆς ξύλον ἔχουσαν, μέσον τὸν μεσίτην καὶ Κύριον.

 

ᾨδὴ ε'

Ὀρθρίζοντες βοῶμέν σοι ΤΟ ΑΚΟΥΤΕ

Λογίοις τεθραμμένοι τοῦ Πνεύματος τοῦ Ἁγίου, εἰδώλων οἱ Μάρτυρες, τὴν ἀλογίαν κατήργησαν.

 

Ἀστέρες φαεσφόροι γεγόνατε Ἀθλοφόροι, καὶ ἄνθη τῆς πίστεως, τὴν εὐωδίαν ἐκπέμποντα.

 

Γεώργιον πεφήνατε Ἅγιοι τοῦ Ὑψίστου, δρεπάναις τεμνόμενον, τοῦ Μαρτυρίου πανεύφημοι.

Θεοτοκίον

Μὴ παύσῃ δυσωποῦσα ὃν ἔτεκες Θεοτόκε, σῶσαι τὰς ψυχὰς ἡμῶν, τῶν ἐκτενῶς ἀνυμνούντων σε.

 

ᾨδὴ ς'

Ἐκύκλωσέ με ἄβυσσος ΤΟ ΑΚΟΥΤΕ

Γηθόμενοι οἱ μάρτυρες, ἐβόων· Εἰς χεῖράς σου Δέσποτα, προσδέχου τὰ πνεύματα, ἡμῶν καὶ ἀνάπαυσον· σὲ γὰρ ποθοῦμεν, τὸν μόνον πολυέλεον.

 

Ἀγγέλων συνομόσκηνος, φάλαγξ τῶν σῶν ἐχρημάτισε, Μαρτύρων Φιλάνθρωπε, τὸν δρόμον τελέσασα, καὶ νῦν πρεσβεύει, σωθῆναι τὰς ψυχὰς ἡμῶν.

 

Μαρτύρων ἡ πανεύκλεια, Μαρτύρων χορεία θεόλεκτος, Μαρτύρων εὐπρέπεια, θερμῶς δυσωπήσατε, σωθῆναι πάντας, τοὺς πρὸς ἡμᾶς προσφεύγοντας.

Θεοτοκίον

Συλλήψεως ἀσπόρου σου, τὶς λόγος ὁ φράσαι δυνάμενος, τὸ θαῦμα Πανάμωμε; Θεὸν γὰρ συνέλαβες, δι' εὐσπλαγχνίαν, ἡμῖν ἐπιδημήσαντα.

Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ

«Ἐκύκλωσέ με ἄβυσσος, ταφὴ μοι τὸ κῆτος ἐγένετο· ἐγὼ δὲ ἐβόησα, πρὸς σὲ τὸν φιλάνθρωπον, καὶ ἔσωσέ με, ἡ δεξιά σου Κύριε».

 

Συναξάριον

Τῇ Ι' τοῦ αὐτοῦ μηνός, Μνήμη τῶν Ἁγίων τεσσαράκοντα πέντε Μαρτύρων τῶν ἐν Νικοπόλει τῆς Ἀρμενίας μαρτυρησάντων.

Στίχοι

 

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Μαρτύρων Βιάνορος καὶ Σιλουανοῦ.

 

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Ἀπολλωνίου, τοῦ ἐκ Σάρδεων.

 

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων μυρίων Πατέρων, οὓς διὰ πυρὸς θανάτῳ βιαίῳ παρέδωκε Θεόφιλος ὁ Ἐπίσκοπος Ἀλεξανδρείας, διὰ Ἰσίδωρον τὸν Πρεσβύτερον.

 

Τῇ αὐτῇ ἡμέρᾳ, ἡ σύναξις τοῦ Ἁγίου Ἰωάννου τοῦ θεολόγου ἐν τοῖς Βεάτου (ἐν ἄλλ. Βιάτου ἢ Βιώτου).

 

Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

 

ᾨδὴ ζ'

Ὁ ἐν καμίνῳ πυρὸς ΤΟ ΑΚΟΥΤΕ

Ἐν τῇ καμίνῳ Χριστέ, οἱ Ἀθλοφόροι ἐμελῴδουν· Εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.

 

Λελαμπρυσμένοι φωτί, τῷ τῆς Τριάδος Ἀθλοφόροι, μετ' εὐφροσύνης ὑμῶν, τὰς ψυχὰς παρεδώκατε.

 

Παρεστηκότες Θεῷ, στεφανηφόροι Ἀθλοφόροι, ὑπὲρ ὑμῶν ἐκτενῶς, ἀεὶ πρεσβεύετε.

 

Ὡς ἀληθείας πυρσοί, ὡς εὐσεβείας ὄντες πύργοι, περιφανεῖς, Ἀθληταί, πιστοῖς ἐδείχθητε.

Θεοτοκίον

Ὡς σωτηρίαν ἡμῶν, σὲ Θεοτόκε δυσωποῦμεν· Ἐξευμενίζου ἡμῖν, τὸν σαρκωθέντα ἐκ σοῦ.

 

ᾨδὴ η'

Τὸν ἐκ Πατρὸς πρὸ αἰώνων ΤΟ ΑΚΟΥΤΕ

Μετὰ Μαρτύρων γενέσθω, τὰ αἰτήματα ἡμῶν τῶν πιστῶν, καὶ τῆς αὐτῶν κληρουχίας, κοινωνοὶ ἀξιωθείημεν, τὸν Χριστὸν ὑμνοῦντες, καὶ ὑπερυψοῦντες, εἰς πάντας τοὺς αἰῶνας.

 

Ἀγαλλιάσει καρδίας, ὁ χορὸς τῶν καρτερῶν ἀθλητῶν, παρὰ Χριστοῦ τοὺς στεφάνους, εὐπρεπῶς ἀπολαμβάνουσι, καὶ φαιδρῶς ἀνυμνοῦσι, καὶ ὑπερυψοῦσιν, αὐτὸν εἰς τοὺς αἰῶνας.

 

Ῥείθροις ἰδίων αἱμάτων, φοινιχθέντες Ἀξιάγαστοι, ἐν οὐρανοῖς τῷ Χριστῷ συμβασιλεύετε, εὐσεβῶς ὑμνοῦντες, καὶ ὑπερυψοῦντες αὐτὸν εἰς τοὺς αἰῶνας.

 

Τοὺς καρτεροὺς στρατιώτας, τοὺς λαμπτῆρας τοῦ ἀσβέστου πυρός, τοὺς κοινωνοὺς τῶν φωτίδων (ἴσως φωστήρων), τοὺς ἀστέρας ἀεὶ λάμποντας, εὐσεβῶς ὑμνοῦμεν, Χριστὸν ὑπερυψοῦντες, εἰς πάντας τοὺς αἰῶνας.

Θεοτοκίον

Τῶν Χερουβὶμ ὑπερτέρα, ἀνεδείχθης Θεοτόκε ἁγνή, ἐν τῇ γαστρί σου τὸν τούτοις ἐποχούμενον βαστάσασα, ὃν σὺν Ἀσωμάτοις, βροτοὶ δοξολογοῦμεν, εἰς πάντας τούς αἰῶνας.

Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ

«Τὸν ἐκ Πατρὸς πρὸ αἰώνων, γεννηθέντα Υἱὸν καὶ Θεόν, καὶ ἐπ' ἐσχάτων τῶν χρόνων, σαρκωθέντα ἐκ Παρθένου Μητρός, ἱερεῖς ὑμνεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας».

 

ᾨδὴ θ'

Σὲ τὴν ὑπὲρ νοῦν καὶ λόγον ΤΟ ΑΚΟΥΤΕ

Ὑπὲρ τῆς κοινῆς, σωτηρίας πρεσβεύσατε, παναοίδιμοι Μάρτυρες, Χριστῷ παριστάμενοι, δι' ὃν καὶ τοὺς ἀγῶνας ὑπεμείνατε.

 

Ῥώμῃ κραταιᾷ, τὸ τῆς πλάνης ὀχύρωμα, καθελόντες ἀήττητοι, οἰκίαν οὐράνιον, κατοικεῖν σὺν Ἀγγέλοις ἠξιώθητε.

 

Ὡς ἀειφανεῖς, δεδειγμένοι φωστῆρες ἡμῖν, οἱ καλλίνικοι Μάρτυρες, ἀπαύστως αὐγάζουσι, φωτοβόλοις λάμψεσι τὰς ψυχὰς ἡμῶν.

 

Νόμοις καὶ θεσμοῖς, μαρτυρίου νικήσαντες, τὸν ἀλάστορα τύραννον, στεφάνους ἐδέξασθε, τοὺς τῆς δικαιοσύνης Πανσεβάσμιοι.

Θεοτοκίον

Χαῖρε Θεοτόκε, μήτηρ Χριστοῦ τοῦ Θεοῦ, ὃν ἐκύησας αἴτησαι, πταισμάτων τὴν ἄφεσιν, δωρηθῆναι τοῖς πίστει ἀνυμνοῦσί σε.

Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ

«Σὲ τὴν ὑπὲρ νοῦν, καὶ λόγον μητέρα Θεοῦ, τὴν ἐν χρόνῳ τὸν ἄχρονον, ἀφράστως κυήσασαν, οἱ πιστοὶ ὁμοφρόνως μεγαλύνομεν».

 

Ἐξαποστειλάριον

Ὁ οὐρανὸν τοῖς ἄστροις ΤΟ ΑΚΟΥΤΕ

Πολυχειρίᾳ γνώμης, καὶ ἐν ἀνδρείᾳ τῆς ψυχῆς, οἱ τεσσαράκοντα πέντε, Μάρτυρες πάντας τοὺς ἐχθρούς, συνδιεσπάραξαν Σῶτερ, ὧν ταῖς εὐχαῖς ἡμᾶς σῶσον.

Θεοτοκίον

Σὲ προστασίαν πάντες, ἔχομεν οἱ ἁμαρτωλοί, ὦ Παναγία Παρθένε, σὺ εὐδιάλλακτον ἡμῖν, ἀπέργασαι τὸν Υἱόν σου, τῇ μητρικῇ παρρησίᾳ.

 

Καὶ τὰ λοιπὰ τοῦ Ὄρθρου, ὡς σύνηθες, καὶ Ἀπόλυσις.