Τῌ ΚΕ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ

ΙΟΥΛΙΟΥ

 

 

Μνήμη τῆς Κοιμήσεως τῆς Ἁγίας Ἄννης, Μητρὸς τῆς Ὑπεραγίας Θεοτόκου.

 

ΕΙΣ ΤΟΝ ΕΣΠΕΡΙΝΟΝ

 

Εἰς τό, Κύριε ἐκέκραξα, ἱστῶμεν Στίχους ς' καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια τὰ ἑπόμενα.

Ἦχος α'

Τῶν οὐρανίων ταγμάτων ΤΟ ΑΚΟΥΤΕ

Μνήμην τελοῦντες Δικαίων, τῶν Προπατόρων Χριστοῦ, Ἰωακεὶμ καὶ Ἄννης, τῶν φαιδρῶν καὶ ἁγίων, δοξάζομεν ἀπαύστως, ᾠδαῖς μυστικαῖς, τὸν οἰκτίρμονα Κύριον, τὸν ἀναδείξαντα τούτους εἰς τὴν ἡμῶν, σωτηρίαν ἀκλινεῖς πρεσβευτάς.

 

Ἡ πρώην ἄγονος στεῖρα, ἡ ἐκβλαστήσασα, τὴν ἀπαρχὴν τοῦ γένους, τῆς ἡμῶν σωτηρίας, σήμερον μετέστη πρὸς τὴν ζωήν, τὴν ἐκεῖθεν αἰτοῦσα Χριστόν, τοῦ δωρηθῆναι πταισμάτων τὸν ἱλασμόν, τοῖς ἐν πίστει ἀνυμνοῦσιν αὐτόν.

 

Μνήμην Δικαίων τελοῦντες, σὲ ἀνυμνοῦμεν Χριστέ, τὸν παραδόξως Ἄνναν, ἐκ ζωῆς τῆς προσκαίρου, πρὸς ἄληκτον καὶ θείαν, μεταστήσαντα νῦν, ὡς Μητέρα ὑπάρχουσαν, τῆς σὲ τεκούσης ἀσπόρως ὑπερφυῶς, Θεοτόκου καὶ Παρθένου Μητρός.

τερα προσόμοια

Ἦχος ὁ αὐτὸς

Ὢ τοῦ παραδόξου θαύματος ΤΟ ΑΚΟΥΤΕ

Ἴδε φωταυγὴς πανήγυρις, καὶ φαιδρὰ ἡμέρα, καὶ κοσμοχαρμόσυνος, ἡ κοίμησις ἡ σεπτὴ καὶ ἀξιέπαινος, τῆς Ἄννης τῆς εὐκλεοῦς, ἐξ ἧς ἐτέχθη Ζωὴν ἡ κυήσασα, ἡ ἔμψυχος Κιβωτός, ἡ τὸν ἀχώρητον Λόγον χωρήσασα, ἡ τῆς ἀθυμίας λύσις, καὶ χαρὰς ἡ πρόξενος, ἡ παρέχουσα πᾶσι, τοῖς πιστοῖς τὸ μέγα ἔλεος.

 

Ὢ τοῦ παραδόξου θαύματος! ἡ ζωῆς τὴν πηγήν, θαυμαστῶς κυήσασα, τὴν μόνην ἐν γυναιξίν, εὐλογημένην Ἁγνήν, μεθίσταται ἐκ ζωῆς, τῆς ἐπικήρου πρὸς τὴν ἀτελεύτητον, ἡ Ἄννα ἡ εὐκλεής, γῆθεν ἀρθεῖσα πρὸς τὰ οὐράνια, συνευφραινομένη δήμοις, τῶν Ἀγγέλων σήμερον, ἧσπερ νῦν τὴν ἁγίαν, ἑορτάζομεν πανήγυριν.

 

Σήμερον φαιδρὰν πανήγυριν, τῶν πιστῶν χορεῖαι, τῇ σεπτῇ κοιμήσει σου, τελοῦμεν πανευλαβῶς, ἐν θείῳ Πνεύματι· ἐφέστηκε γὰρ ἡμῖν, τῶν ἰαμάτων ἀστράπτουσα χάριτας, καὶ φλέγουσα πονηρά, ἐν ἀερίων πνευμάτων συστήματα, καὶ φωταγωγοῦσα φρένας, τῶν πιστῶς ὑμνούντων σου, ἀξιάγαστε, Ἄννα, τὴν σεβάσμιον μετάστασιν.

Δόξα... Καὶ νῦν... Ἦχος πλ. δ'

Ἀνατολίου

Οἱ ἐξ ἀκάρπων λαγόνων, ῥάβδον ἁγίαν τὴν Θεοτόκον βλαστήσαντες, ἐξ ἧς ἡ σωτηρία τῷ κόσμῳ ἀνέτειλε, Χριστὸς ὁ Θεός, τὸ ζεῦγος τὸ ἄμωμον, ἡ ξυνωρὶς ἡ ἁγία, Ἰωακεὶμ καὶ Ἄννα· οὗτοι μεταστάντες πρὸς οὐρανίους σκηνάς, σὺν τῇ αὐτῶν θυγατρί, ὑπεραχράντῳ Παρθένῳ, μετ' Ἀγγέλων χορεύουσιν, ὑπὲρ τοῦ κόσμου πρεσβείαν ποιούμενοι, οὓς καὶ ἡμεῖς συνελθόντες, εὐσεβῶς ὑμνοῦντες λέγομεν· οἱ διὰ τῆς θεόπαιδος καὶ πανάγνου Μαρίας, προπάτορες Χριστοῦ χρηματίσαντες, πρεσβευσατε ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

 

Εἴσοδος. Φῶς ἱλαρόν, τὸ Προκείμενον τῆς ἡμέρας, καὶ τὰ Ἀναγνώσματα.

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα

(Κεφ. 5, 15-23 & 6, 1-3)

Δίκαιοι εἰς τὸν αἰῶνα ζῶσι, καὶ ἐν Κυρίῳ ὁ μισθὸς αὐτῶν, καὶ ἡ φροντὶς αὐτῶν παρὰ Ὑψίστῳ. Διὰ τοῦτο λήψονται τὸ βασίλειον τῆς εὐπρεπείας, καὶ τὸ διάδημα τοῦ κάλλους ἐκ χειρὸς Κυρίου, ὅτι τῇ δεξιᾷ αὐτοῦ σκεπάσει αὐτούς, καὶ τῷ βραχίονι ὑπερασπιεῖ αὐτῶν. Λήψεται πανοπλίαν, τὸν ζῆλον αὐτοῦ, καὶ ὁπλοποιήσει τὴν κτίσιν εἰς ἄμυναν ἐχθρῶν. Ἐνδύσεται θώρακα, δικαιοσύνην, καὶ περιθήσεται κόρυθα, κρίσιν ἀνυπόκριτον. Λήψεται ἀσπίδα ἀκαταμάχητον, ὁσιότητα, ὀξυνεῖ δὲ ἀπότομον ὀργὴν εἰς ῥομφαίαν, συνεκπολεμήσει αὐτῷ ὁ κόσμος ἐπὶ τοὺς παράφρονας. Πορεύσονται εὔστοχοι βολίδες ἀστραπῶν, καὶ ὡς ἀπὸ εὐκύκλου τόξου τῶν νεφῶν, ἐπὶ σκοπὸν ἁλοῦνται, καὶ ἐκ πετροβόλου θυμοῦ πλήρεις ῥιφήσονται χάλαζαι. Ἀγανακτήσει κατ' αὐτῶν ὕδωρ θαλάσσης, ποταμοὶ δὲ συγκλύσουσιν ἀποτόμως. Ἀντιστήσεται αὐτοῖς πνεῦμα δυνάμεως καὶ λαῖλαψ ἐκλικμήσει αὐτούς, καὶ ἐρημώσει πᾶσαν τὴν γῆν ἀνομία, καὶ ἡ κακοπραγία περιτρέψει θρόνους δυναστῶν. Ἀκούσατε οὖν βασιλεῖς καὶ σύνετε, μάθετε δικασταὶ περάτων γῆς. Ἐνωτίσασθε οἱ κρατοῦντες πλήθους, καὶ γεγαυρωμένοι ἐπὶ ὄχλοις ἐθνῶν. Ὅτι ἐδόθη παρὰ Κυρίου ἡ κράτησις ὑμῖν, καὶ ἡ δυναστεία παρὰ Ὑψίστου.

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα

(Κεφ. 3, 1-9)

Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ, καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι, καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν, καὶ ἡ ἀφ' ἡμῶν πορεία σύντριμμα, οἱ δὲ εἰσιν ἐν εἰρήνῃ. Καὶ γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης. Καὶ ὀλίγα παιδευθέντες, μεγάλα εὐεργετηθήσονται, ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτούς, καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ. Ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν, αὐτούς, καὶ ὡς ὁλοκαρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι, καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται. Κρινοῦσιν ἔθνη, καὶ κρατήσουσι λαῶν, καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τούς αἰῶνας. Οἱ πεποιθότες ἐπ' αὐτὸν συνήσουσιν ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα

(Κεφ. 4, 7-15)

Δίκαιος, ἐὰν φθάσῃ τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται. Γῆρας γὰρ τίμιον οὐ τὸ πολυχρόνιον, οὐδὲ ἀριθμῷ ἐτῶν μεμέτρηται. Πολιὰ δὲ ἐστι φρόνησις ἀνθρώποις, καὶ ἡλικία γήρως βίος ἀκηλίδωτος. Εὐάρεστος Θεῷ γενόμενος, ἠγαπήθη, καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν, μετετέθη. Ἡρπάγη, μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ, ἢ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ· βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλά, καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει νοῦν ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ, ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ γὰρ ἦν Κυρίῳ ἡ ψυχὴ αὐτοῦ· διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες καὶ μὴ νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.

 

Εἰς τὴν Λιτήν, Ἰδιόμελα.

Ἦχος α'

Τὴν ἀπαρχὴν τῆς ἡμῶν σωτηρίας, φαιδρῶς ἡ γεννήσασα, σήμερον ἐκ γῆς μεθίσταται, Ἄννα ἡ πανσεβάσμιος. Δεῦτε οὖν φιλέορτοι καὶ φιλόχριστοι, τὰ τῶν ᾀσμάτων ἄνθη ἀναλαβόντες, πρὸς αὐτὴν ἀνακράξωμεν· Σῶφρον Ἄννα, μακαρία ἡ κοιλία σου, ἡ τὴν Μητέρα τοῦ Θεοῦ Λόγου βαστάσασα· καὶ οἱ μαστοί σου ὡραῖοι, οἷς αυτὴν ἐθήλασας· καὶ γὰρ αὕτη τεκοῦσα ἀσπόρως τὸν ζωοδότην, σὺν αὐτῷ ἠξίωται βασιλεύειν, καὶ σὲ νῦν μεταστήσας, πρὸς ἄληκτον καὶ θείαν ζωήν, τῇ Μητρὶ αὐτοῦ οἰκεῖν καὶ συναγάλλεσθαι κατηξίωσεν. Ὅθεν δυσωποῦμέν σε, οἱ τελοῦντες τὴν μνήμην σου πιστῶς, σὺν αὐτῇ πρεσβεύειν, τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Ἦχος β'

Δεῦτε φιλοπάρθενοι πάντες, καὶ τῆς ἁγνείας ἐρασταί, δεῦτε ἑορτάσωμεν Ἄννης τὴν σεβάσμιον κοίμησιν· καὶ γὰρ ἔτεκεν ὑπερφυῶς τὴν πηγὴν τῆς ζωῆς, Μαρίαν τήν θεόπαιδα, ἐξ ἧς ἐτέχθη ὁ Λυτρωτής, ὁ φωτίζων, καὶ ἁγιάζων τὰς ψυχὰς ἡμῶν.

Ὁ αὐτὸς

Τὶς ὁ δῆμος τῶν συναθροισθέντων παραγίνεται, ἐν τῷ πανσέπτῳ ναῷ τῶν Προπατόρων εὐλαβῶς; συγχάρητε κραυγάζοντες, μερόπων γένος σήμερον, ὅτι ἡ Ἄννα ἀπὸ γῆς μεθίσταται πρὸς Κύριον, αὐτῷ παρεστῶσα, καὶ ἡμῖν αἰτοῦσα τοῦ δοθῆναι ἱλασμόν, τοῖς πίστει τελοῦσι ταύτης τὴν κοίμησιν.

Ἦχος δ'

Δεῦτε ἅπαντες πιστοί, τὴν τῶν Δικαίων μνήμην φαιδρῶς ἑορτάσωμεν, Ἰωακεὶμ καὶ Ἄννης τῶν Προπατόρων σήμερον, ὅτι ἔτεκον ὑμῖν τὴν Μητέρα τοῦ Σωτῆρος, Μαρίαν τὴν ἀμώμητον. Ὅθεν πρὸς αὐτοὺς ἀνακράξωμεν· Ζεῦγος ἁγιόλεκτον, ξυνωρὶς ἁγία καὶ Θεοτίμητε, τὸν ἐκ τῆς ὀσφύος ὑμῶν ἀνατείλαντα Χριστον τὸν Θεόν, αὐτὸν ἱκετεύσατε, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

Δόξα... Καὶ νῦν... Ἦχος πλ. α'

Ὦ μακαρία δυάς, ὑμεῖς πάντων γεννητόρων ὑπερήρθητε, ὅτι τὴν τῆς κτίσεως πάσης ὑπερέχουσαν ἐβλαστήσατε, ὄντως μακάριος εἶ lωακείμ, τοιαύτης παιδὸς χρηματίσας πατήρ. Μακαρία ἡ μήτρα σου Ἄννα, ὅτι τὴν Μητέρα τῆς ζωῆς ἡμῶν ἐβλάστησας. Μακάριοι οἱ μαστοί, οἷς ἐθήλασας τὴν γαλακτοτροφήσασαν τὸν τρέφοντα πᾶσαν πνοήν, ὃν δυσωπεῖν ἡμᾶς παμμακάριστοι αἰτούμεθα, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

 

Εἰς τὸν Στίχον, Στιχηρα Προσόμοια.

Ἦχος πλ. α'

Χαίροις ἀσκητικῶν ἀληθῶς ΤΟ ΑΚΟΥΤΕ

Χαίροις ἡ νοητὴ χελιδών, ἔαρ τῆς χάριτος ἡμῖν ἡ γνωρίσασα, ἀμέμπτως ἐν σωφροσύνῃ βιωσαμένη καλῶς, καὶ τῆς παρθενίας τὸ κειμήλιον σεμνῶς ὠδινήσασα, Θεοτόκον τὴν ἄμωμον, Ἀμνὰς τιμία, ἡ κυήσασα δάμαλιν, τὸν ἐξαίροντα, ἀμνὸν κόσμου τὰ πταίσματα, Λόγον λόγῳ γεννήσασαν, τὴν μόνην ἀπείρανδρον, Ἄννα προμῆτορ Κυρίου, τοῦ σὲ ἐκ γῆς μεταστήσαντος, ὃν νῦν ἐκδυσώπει, ταῖς ψυχαῖς ὑμῶν δοθῆναι τὸ μέγα ἔλεος.

 

Στίχ. Ἀγαλλιᾶσθε δίκαιοι ἐν Κυρίῳ, τοῖς εὐθέσι πρέπει αἴνεσις.

 

Χαίροις πεποθημένη Θεῷ, ἐκλελεγμένη ἁγιότητος, λάμψεσι, τοῦ νόμου δυὰς τιμία, ἡ τὰς ἐμφάσεις καλῶς, ἐν τῇ θείᾳ χάριτι μεθαρμόσασα, Χριστὸν τὴν τεκοῦσαν, τὸν ἀρχηγὸν τῆς ζωῆς ἡμῶν, αὐτοὶ τεκόντες, Ἰωακεὶμ ὁ θεόληπτος, καὶ ἡ ἔνθεος, Ἄννα ἡ πανσεβάσμιος, λύχνοι οἱ ἀνατείλαντες, λαμπάδα τὴν ἄσκιον, οἱ εὐθηνοῦντες τὴν χάριν, τὴν Θεοτόκον τὴν ἄχραντον, μεθ' ἧς δυσωπεῖτε, ταῖς ψυχαῖς ἡμῶν δοθῆναι τὸ μέγα ἔλεος.

 

Στίχ. Μακάριοι πάντες οἱ φοβούμενοι τὸν Κύριον.

 

Χαίροις εὐλογημένη ἡ γῆ, ἡ τὴν θεόβλαστον τῷ κόσμῳ ἀνθήσασα, ἡ νόμῳ ἀδιαλείπτως, ἐμμελετῶσα Θεοῦ, καὶ τὴν χάριν πᾶσιν ὑπογράψασα, δεσμὰ τῆς στειρώσεως ἡ φυγοῦσα τῷ τόκῳ σου, καὶ τῷ θανάτῳ, τὴν φθορὰν ἀνταμείψασα, καὶ πρὸς ἔνθεον, μεταστᾶσα λαμπρότητα, Ἄννα θεομακάριστε, Προμῆτορ Χριστοῦ τοῦ Θεοῦ, ἡ φωτοφόρον λυχνίαν, τὴν Θεοτόκον κυήσασα, μεθ' ἧς ἐκδυσώπει, ταῖς ψυχαῖς ἡμῶν δοθῆναι τὸ μέγα ἔλεος.

Δόξα... Καὶ νῦν... Ἦχος πλ. δ'

Δεῦτε πᾶσα ἡ κτίσις, ἐν κυμβάλοις ψαλμικοῖς, εὐφημήσωμεν Ἄνναν τὴν θεόφρονα, τὴν τὸ θεῖον ὄρος ἀποκυήσασαν ἐκ λαγόνων αὐτῆς, καὶ πρὸς ὄρη νοητά, καὶ Παραδείσου σκηνώματα, σήμερον μεταβεβηκυῖαν, καὶ πρὸς αὐτὴν βοήσωμεν· Μακαρία ἡ κοιλία σου, ἡ βαστάσασα ἀληθῶς, τὴν τὸ φῶς τοῦ κόσμου ἔνδον ἐν κοιλίᾳ βαστάσασαν, καὶ οἱ μαστοί σου ὡραῖοι, οἱ θηλάσαντες τὴν θηλάσασαν Χριστόν, τὴν τροφὸν τῆς ζωῆς ἡμῶν, ὃν καθικέτευε τοῦ ῥυσθῆναι ἡμᾶς ἀπὸ πάσης θλίψεως, καὶ προσβολῆς τοῦ ἐχθροῦ, καὶ σωθῆναι τὰς ψυχὰς ἡμῶν.

 

Ἀπολυτίκιον Ἦχος δ'

Ταχὺ προκατάλαβε ΤΟ ΑΚΟΥΤΕ

Ζωὴν τὴν κυήσασαν, ἐκυοφόρησας, ἁγνὴν Θεομήτορα, θεόφρον Ἄννα· διὸ πρὸς λῆξιν οὐράνιον, ἔνθα εὐφραινομένων, κατοικία ἐν δόξῃ, χαίρουσα νῦν μετέστης, τοῖς τιμῶσί σε πόθῳ, πταισμάτων αἰτουμένη, ἱλασμὸν ἀειμακάριστε.

 

Καὶ Ἀπόλυσις

 

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

 

Μετὰ τὴν α' Στιχολογίαν

Κάθισμα Ἦχος γ'

Τὴν ὡραιότητα ΤΟ ΑΚΟΥΤΕ

Ἡ εὐκλεέστατος καὶ ἀξιέπαινος, Ἄννα ἡ ἔνθεος, καὶ πανσεβάσμιος, γῆθεν ἀρθεῖσα ἐκ ζωῆς, προσκαίρου διαιωνίζει, εἰς ζωὴν ἀθάνατον, μέτ' Ἀγγέλων χορεύουσα, σὺν τῇ θυγατρὶ αὐτῆς, καὶ ἀχράντῳ Μητρὶ τοῦ Θεοῦ, πρεσβεύουσα ἀπαύστως σωθῆναι, τοὺς πίστει ταύτην μακαρίζοντας.

 

Δόξα... Καὶ νῦν... Τὸ αὐτὸ

 

Μετὰ τὴν β' Στιχολογίαν

Κάθισμα Ἦχος α'

Τὸν τάφον σου Σωτὴρ ΤΟ ΑΚΟΥΤΕ

Τὰς νόμου ἐντολάς, θεαρέστως τηροῦσα, μητέρας Ἰσραήλ, ὑπερῆρας ἁπάσας, τὴν μόνην ἀειπάρθενον, Θεοτόκον κυήσασα, ἁγιόλεκτε, Ἄννα Προμῆτορ Κυρίου, μεταστᾶσα δέ, ἐκ γῆς πρὸς θεῖον νυμφῶνα, Δικαίων ὑπέρκεισαι.

 

Δόξα... Καὶ νῦν... Τὸ αὐτὸ

 

Ὁ Ν' καὶ Οἱ Κανόνες

 

Κανὼν τῆς Θεοτόκου

 

Ἦχος πλ. δ' ᾨδὴ α'

Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ

Ὑγρὰν διοδεύσας ὡσεὶ ξηράν, καὶ τὴν αἰγυπτίαν μοχθηρίαν διαφυγών, ὁ Ἰσραηλίτης ἀνεβόα· τῷ Λυτρωτῇ καὶ Θεῷ ἡμῶν ᾄσωμεν.

 

Πολλοῖς συνεχόμενος πειρασμοῖς, πρὸς σὲ καταφεύγω, σωτηρίαν ἐπιζητῶν· Ὦ Μῆτερ τοῦ Λόγου καὶ Παρθένε, τῶν δυσχερῶν καὶ δεινῶν με διάσωσον.

 

Παθῶν με ταράττουσι προσβολαί, πολλῆς ἀθυμίας, ἐμπιπλῶσαί μου τὴν ψυχήν, εἰρήνευσον, Κόρη, τῇ γαλήνῃ, τῇ τοῦ Υἱοῦ καὶ Θεοῦ σου, Πανάμωμε.

Δόξα...

Σωτῆρα τεκοῦσάν σε καὶ Θεόν, δυσωπῶ, Παρθένε, λυτρωθῆναί με τῶν δεινῶν· σοὶ γὰρ νῦν προσφεύγων ἀνατείνω, καὶ τὴν ψυχὴν καὶ τὴν διάνοιαν.

Καὶ νῦν...

Νοσοῦντα τὸ σῶμα καὶ τὴν ψυχήν, ἐπισκοπῆς θείας, καὶ προνοίας τῆς παρὰ σοῦ, ἀξίωσον, μόνη Θεομῆτορ, ὡς ἀγαθὴ ἀγαθοῦ τε λοχεύτρια.

 

Κανὼν τῆς Ἁγίας

 

ᾨδὴ α' Ἦχος δ'

Ἀνοίξω τὸ στόμα μου ΤΟ ΑΚΟΥΤΕ

Πταισμάτων συγχώρησιν, καὶ τῶν κακῶν ἀπολύτρωσιν, καὶ βίου διόρθωσιν, καὶ θείαν ἔλλαμψιν, νῦν μοι αἴτησαι, τὴν σὴν φωσφόρον μνήμην, γεραίροντι σήμερον, Ἄννα πανεύφημε.

 

Ζωὴν τὴν κυήσασαν, θεοπρεπῶς ἀπεκύησας· διὸ πρὸς ἀείζωον, ζωὴν μεθέστηκας, ἀπολαύουσα, χαρᾶς ἀνεκλαλήτου, φωτὸς ἀνεσπέρου τε, Ἄννα θεόκλητε.

 

Ἡ χάρις ἡ ἔνθεος, πρὸς τὴν χαρὰν μεταβέβηκεν, ἀσπόρως ἣν ἔτεκε, θυγάτηρ ταύτης ἁγνή, καὶ παρίσταται, πολλῇ σὺν παρρησίᾳ, Κυρίῳ πρεσβεύουσα, σωθῆναι πάντας ἡμᾶς.

Θεοτοκίον

Ἐκ σοῦ ἡμῖν ἔλαμψε, δικαιοσύνης ὁ Ἥλιος, καὶ πᾶσαν κατηύγασε, θεογνωσίᾳ τὴν γῆν, καὶ διέλυσεν, ἀχλὺν τῆς ἀθεΐας, Ἁγνὴ παναμώμητε, καὶ παμμακάριστε.

Καταβασία ΤΟ ΑΚΟΥΤΕ

Ἀνοίξω τὸ στομα μου, καὶ πληρωθήσεται Πνεύματος, καὶ λόγον ἐρεύξομαι, τῇ Βασιλίδι Μητρί, καὶ ὀφθήσομαι, φαιδρῶς πανηγυρίζων, καὶ ᾄσω γηθόμενος, ταύτης τὰ θαύματα.

 

Τῆς Θεοτόκου

 

ᾨδὴ γ' Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ

Οὐρανίας ἁψῖδος, ὀροφουργὲ Κύριε, καὶ τῆς Ἐκκλησίας δομῆτορ, σὺ με στερέωσον, ἐν τῇ ἀγάπῃ τῇ σῇ, τῶν ἐφετῶν ἡ ἀκρότης, τῶν πιστῶν τὸ στήριγμα, μόνε φιλάνθρωπε.

 

Προστασίαν καὶ σκέπην, ζωῆς ἐμῆς τίθημι, Σέ, Θεογεννῆτορ, Παρθένε, σὺ με κυβέρνησον, πρὸς τὸν λιμένα σου, τῶν ἀγαθῶν ἡ αἰτία, τῶν πιστῶν τὸ στήριγμα, μόνη πανύμνητε.

 

Ἱκετεύω, Παρθένε, τὸν ψυχικὸν τάραχον, καὶ τῆς ἀθυμίας τὴν ζάλην, διασκεδάσαι μου· σὺ γάρ, Θεόνυμφε, τὸν ἀρχηγὸν τῆς γαλήνης, τὸν Χριστὸν ἐκύησας, μόνη πανάχραντε.

Δόξα...

Εὐεργέτην τεκοῦσα, τὸν τῶν καλῶν αἴτιον, τῆς εὐεργεσίας τὸν πλοῦτον, πᾶσιν ἀνάβλυσον· πάντα γὰρ δύνασαι, ὡς δυνατὸν ἐν ἰσχύϊ, τὸν Χριστὸν κυήσασα, Θεομακάριστε.

Καὶ νῦν....

Χαλεπαῖς ἀρρωστίαις, καὶ νοσεροῖς πάθεσιν, ἐξεταζομένῳ, Παρθένε, σὺ μοι βοήθησον· τῶν ἰαμάτων γάρ, ἀνελλιπῆ σε γινώσκω, θησαυρόν, Πανάμωμε, τὸν ἀδαπάνητον.

 

Τῆς Ἁγίας

 

ᾨδὴ γ'

Οὐκ ἐν σοφίᾳ ΤΟ ΑΚΟΥΤΕ

Τὴν συλλαβοῦσαν, τὸν συνέχοντα πάντα συνέλαβες, καὶ ἐκύησας Χριστόν, τὴν ὑπὲρ λόγον κυήσασαν· διό σου τὴν κοίμησιν, Ἄννα γεραίρομεν.

 

Μέτ' ἐγκωμίων, ἐκτελεῖται ἡ ἔνδοξος μνήμη σου· ὅτι ἔτεκες ἡμῖν, τὴν ἐγκωμίων ἐπέκεινα, ἁγνὴν Θεομήτορα, Ἄννα θεόκλητε.

 

Ἥλιος ὥσπερ τῇ σελήνῃ τῇ Ἄννῃ ἑνούμενος, ὁ κλεινὸς Ἰωακείμ, τῆς παρθενίας ἀκτῖνα γεννᾷ, δι' ἧς τῆς Θεότητος, αὐγὴ ἐπέλαμψε.

Θεοτοκίον

Σὲ προστασίαν, ἀσφαλῆ Θεομῆτορ κεκτήμεθα, τὰς ἐλπίδας ἐπὶ σοί, ἀνατιθέντες σῳζόμεθα, πρὸς σὲ καταφεύγοντες, περιφρουρούμεθα.

Καταβασία ΤΟ ΑΚΟΥΤΕ

Τος σος μνολόγους, Θεοτόκε, ζσα καὶ ἄφθονος πηγή, θίασον συγκροτήσαντας πνευματικόν, στερέωσον· καὶ ἐν τῇ θείᾳ δόξῃ σου, στεφάνων δόξης ἀξίωσον.

 

Κάθισμα Ἦχος πλ. δ'

Τὴν Σοφίαν καὶ Λόγον ΤΟ ΑΚΟΥΤΕ

Τῆς μητρὸς τοῦ Δεσπότου καὶ Ποιητοῦ, μήτηρ γέγονας Ἄννα πανευκλεής, αὐτοῦ τὰ προστάγματα, ἀνενδότως φυλάττουσα· διὰ τοῦτο θανοῦσα, ζωὴν πρὸς ἀθάνατον, μετετέθης ὄντως, καὶ φῶς πρὸς ἀνέσπερον· ὅθεν τὴν φωσφόρον, καὶ ἁγίαν σου μνήμην, τελοῦντες ἐν πνεύματι, φωτιζόμεθα πάντοτε, καὶ συμφώνως βοῶμέν σοι· Πρέσβευε Χριστῷ τῷ Θεῷ τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην σου.

 

Δόξα... Καὶ νῦν... Τὸ αὐτὸ

 

Τῆς Θεοτόκου

 

ᾨδὴ δ' ΤΟ ΑΚΟΥΤΕ

Εἰσακήκοα, Κύριε, τῆς οἰκονομίας σου τὸ μυστήριον, κατενόησα τὰ ἔργα σου, καὶ ἐδόξασά σου τὴν Θεότητα.

 

Τῶν παθῶν μου τὸν τάραχον, ἡ τὸν κυβερνήτην τεκοῦσα Κύριον, καὶ τὸν κλύδωνα κατεύνασον, τῶν ἐμῶν πταισμάτων, Θεονύμφευτε.

 

Εὐσπλαγχνίας τὴν ἄβυσσον, ἐπικαλουμένῳ τῆς σῆς παράσχου μοι, ἡ τὸν εὔσπλαγχνον κυήσασα, καὶ Σωτῆρα πάντων, τῶν ὑμνούντων σε.

Δόξα...

Ἀπολαύοντες, Πάναγνε, τῶν σῶν δωρημάτων εὐχαριστήριον, ἀναμέλπομεν ἐφύμνιον, οἱ γινώσκοντές σε Θεομήτορα.

Καὶ νῦν...

Οἱ ἐλπίδα καὶ στήριγμα, καὶ τῆς σωτηρίας τεῖχος ἀκράδαντον, κεκτημένοι σε, Πανύμνητε, δυσχερείας πάσης, ἐκλυτρούμεθα.

 

Τῆς Ἁγίας

 

ᾨδὴ δ'

Ὁ καθήμενος ἐν δόξῃ ΤΟ ΑΚΟΥΤΕ

Τὰ ἐν νόμῳ γεγραμμένα, μελετῶσα ἐτέλεσας, καὶ τοῦ νομοθέτου, μήτηρ τῆς μητρὸς ἐχρημάτισας· διὸ νῦν πᾶσα ἡ κτίσις ἐποφείλει σοι, ἐκτελοῦσά σου, χαρμονικῶς τὸ μνημόσυνον.

 

Μακαρία ἡ κοιλία ἀληθῶς ἡ βαστάσασα, τὴν τὸ φῶς τοῦ κόσμου, ἔνδον ἐν κοιλίᾳ βαστάσασαν, καὶ οἱ μαστοί σου ὡραῖοι, ὡς θηλάσαντες, τὴν θηλάσασαν, Ἄννα Χριστόν τὴν τροφὴν ἡμῶν.

 

Ὡς βιώσασα ἀμέμπτως, τὴν ἀμέμπτως κυήσασαν, Θεοτόκον Κόρην, Λόγον τοῦ Πατρὸς ἀπεκύησας, καὶ πρὸς αὐτὸν μετὰ δόξης προσεχώρησας, θεουμένη, σεπταῖς μετοχαῖς ἀληθέστατα.

Θεοτοκίον

Τῆς παρθένου ἡ κοιλία, θημωνία ὡς ἅλωνος, ἀληθῶς ἐδείχθη, στάχυν ἀγεώργητον ἔχουσα, δι' οὗ ἐκτρέφεται πᾶσα κτίσις, κράζουσα· Παντοδύναμε, Δόξα Χριστὲ τῇ δυνάμει σου.

Καταβασία ΤΟ ΑΚΟΥΤΕ

Τὴν ἀνεξιχνίαστον θείαν βουλήν, τῆς ἐκ τῆς Παρθένου σαρκώσεως, σοῦ τοῦ Ὑψίστου, ὁ Προφήτης, Ἀββακούμ, κατανοῶν ἐκραύγαζε· Δόξα τῇ δυνάμει σου Κύριε.

 

Τῆς Θεοτόκου

 

ᾨδὴ ε' ΤΟ ΑΚΟΥΤΕ

Φώτισον ἡμᾶς, τοῖς προστάγμασί σου, Κύριε, καὶ τῷ βραχίονί σου τῷ ὑψηλῷ, τὴν σὴν εἰρήνην, παράσχου ἡμῖν, φιλάνθρωπε.

 

Ἐμπλησον, Ἁγνή, εὐφροσύνης τὴν καρδίαν μου, τὴν σὴν ἀκήρατον διδοῦσα χαράν, τῆς εὐφροσύνης, ἡ γεννήσασα τὸν αἴτιον.

 

Λύτρωσαι ἡμᾶς, ἐκ κινδύνων, Θεοτόκε Ἁγνή, ἡ αἰωνίαν τεκοῦσα λύτρωσιν, καὶ τὴν εἰρήνην, τὴν πάντα νοῦν ὑπερέχουσαν.

Δόξα...

Λῦσον τὴν ἀχλύν, τῶν πταισμάτων μου, Θεόνυμφε, τῷ φωτισμῷ τῆς σῆς λαμπρότητος, ἡ φῶς τεκοῦσα, τὸ θεῖον καὶ προαιώνιον.

Καὶ νῦν...

Ἴασαι Ἁγνή, τῶν παθῶν μου τὴν ἀσθένειαν, ἐπισκοπῆς σου ἀξιώσασα, καὶ τὴν ὑγείαν, τῇ πρεσβείᾳ σου παράσχου μοι.

 

Τῆς Ἁγίας

 

ᾨδὴ ε'

Ἀσεβεῖς οὐκ ὄψονται ΤΟ ΑΚΟΥΤΕ

Οὐρανὸν ἐκύησας, ἐν γῇ ὡς ἀληθῶς, τὴν τεκοῦσαν τὸν οὐρανοῦ, ποιητὴν τὸν σήμερον, σὲ μεταθέμενον, πρὸς τὰ ἐπουράνια, μετὰ δόξης Ἄννα Ἔνδοξε.

 

Ταῖς ἀλοις τάξεσιν, ἀΰλω τῷ νοΐ, συγχορεύεις περιχαρῶς, πληρουμένη λάμψεως, τῆς πλουτοδότιδος, ἀλλ' ἡμῶν μνημόνευε, τῶν ἐν πίστει μεμνημένων σου.

 

Ἱεσσαὶ βλαστήσασαν, ἐκ ῥίζης ἐμφανῶς, εὐθαλῆ ῥάβδον τὴν Ἁγνήν, ἐκβλαστάνεις ἔνδοξε, τὴν ἐκβλαστήσασαν, ἄνθος τὸ ἀμάραντον, Ἰησοῦν τὸν Λυτρωτὴν ἡμῶν.

Θεοτοκίον

Ἐπὶ σὲ κατέφυγον, τὴν μόνην κραταιάν, τῶν πιστῶν σκέπην, ἐπὶ σοὶ τὴν ἐλπίδα τίθημι, τῆς σωτηρίας μου, Παναγία Δέσποινα, Θεοτόκε μὴ παρίδῃς με.

Καταβασία ΤΟ ΑΚΟΥΤΕ

Ἐξέστη τὰ σύμπαντα, ἐπὶ τῇ θείᾳ δόξῃ σου· σὺ γὰρ ἀπειρόγαμε Παρθένε, ἔσχες ἐν μήτρᾳ, τὸν ἐπὶ πάντων Θεόν, καὶ τέτοκας ἄχρονον Υἱόν, πᾶσι τοῖς ὑμνοῦσί σε, σωτηρίαν βραβεύοντα.

 

Τῆς Θεοτόκου

 

ᾨδὴ ς' ΤΟ ΑΚΟΥΤΕ

Τὴν δέησιν ἐκχεῶ πρὸς Κύριον, καὶ αὐτῷ ἀπαγγελῶ μου τὰς θλίψεις, ὅτι κακῶν ἡ ψυχή μου ἐπλήσθη, καὶ ἡ ζωή μου τῷ ᾍδῃ προσήγγισε, καὶ δέομαι ὡς Ἰωνᾶς· Ἐκ φθορᾶς, ὁ Θεὸς με ἀνάγαγε.

 

Θανάτου καὶ τῆς φθορᾶς ὡς ἔσωσεν, ἑαυτὸν ἐκδεδωκὼς τῷ θανάτῳ, τὴν τῇ φθορᾷ καὶ θανάτῳ μου φύσιν, κατασχεθεῖσαν, Παρθένε, δυσώπησον, τὸν Κύριόν σου καὶ Υἱόν, τῆς ἐχθρῶν κακουργίας με ῥύσασθαι.

 

Προστάτιν σε τῆς ζωῆς ἐπίσταμαι, καὶ φρουρὰν ἀσφαλεστάτην, Παρθένε, τῶν πειρασμῶν διαλύουσαν ὄχλον, καὶ ἐπηρείας δαιμόνων ἐλαύνουσαν, καὶ δέομαι διαπαντός, ἐκ φθορᾶς τῶν παθῶν μου ῥυσθῆναί με.

Δόξα...

Ὡς τεῖχος καταφυγῆς κεκτήμεθα, καὶ ψυχῶν σε παντελῆ σωτηρίαν, καὶ πλατυσμὸν ἐν ταῖς θλίψεσι, Κόρη, καὶ τῷ φωτί σου ἀεὶ ἀγαλλόμεθα. Ὦ Δέσποινα, καὶ νῦν ἡμᾶς, τῶν παθῶν καὶ κινδύνων διάσωσον.

Καὶ νῦν...

Ἐν κλίνῃ νῦν ἀσθενῶν κατάκειμαι, καὶ οὐκ ἔστιν ἴασις τῇ σαρκί μου, ἀλλ' ἡ Θεὸν καὶ Σωτῆρα τοῦ κόσμου, καὶ τὸν λυτῆρα τῶν νόσων κυήσασα, σοῦ δέομαι τῆς ἀγαθῆς, ἐκ φθορᾶς νοσημάτων ἀνάστησον.

 

Τῆς Ἁγίας

 

ᾨδὴ ς'

Θύσω σοι, μετὰ φωνῆς ΤΟ ΑΚΟΥΤΕ

Κυρίου, Ἰησοῦ τοῦ Θεοῦ οἱ προπάτορες, Ἰωακείμ τε καί, Ἄννα, οἱ δικαιοσύνῃ κεκοσμημένοι, ἐπαξίως, ἐν ᾠδαῖς εὐφημείσθωσαν σήμερον.

 

Ἁπάντων, ἐγκωμίων ἡ Ἄννα ὑπέρκειται, ὅτι παντὸς ἐγκωμίου, τὴν ὑπερκειμένην ἐκύησε· διὰ τοῦτο, ἐν χορῷ τῶν Ἁγίων αὐλίζεται.

 

Φωσφόρος, καὶ λαμπρότητος πλήρης ἡ μνήμη σου, μαρμαρυγὰς τοῖς ἐν κόσμῳ, τὰς σωτηριώδεις ἐκπέμπουσα, σῶφρον Ἄννα, χαρισμάτων παντοίων ἀνάπλεως.

Θεοτοκίον

Ἐξ, Ἄννης, ἡ τοῦ κόσμου ἐτέχθης Βασίλισσα, τὸν τοῦ παντὸς Βασιλέα, καὶ τεκοῦσα καὶ παρθενεύουσα, μετὰ τόκον, Χερουβὶμ ἀνωτέρα Πανάμωμε.

Καταβασία ΤΟ ΑΚΟΥΤΕ

Τὴν θείαν ταύτην καὶ πάντιμον, τελοῦντες ἑορτὴν οἱ θεόφρονες, τῆς Θεομήτορος, δεῦτε τὰς χεῖρας κροτήσωμεν, τὸν ἐξ αὐτῆς τεχθέντα Θεὸν δοξάζοντες.

 

Κοντάκιον Ἦχος β'

Τὰ ἄνω ζητῶν ΤΟ ΑΚΟΥΤΕ

Προγόνων Χριστοῦ, τὴν μνήμην ἑορτάζομεν, τὴν τούτων πιστῶς, αἰτούμενοι βοήθειαν, τοῦ ῥυσθῆναι ἅπαντας, ἀπὸ πάσης θλίψεως, τοὺς κραυγάζοντας· ὁ Θεὸς γενοῦ μεθ' ἡμῶν, ὁ τούτους δοξάσας ὡς ηὐδόκησας.

Ὁ Οἶκος

Προφητικῶς συνέλθωμεν πάντες, τοῦ ἀξίως ὑμνῆσαι τῆς προγόνου Χριστοῦ τὴν παναγίαν μετάστασιν· Σήμερον γὰρ ἐκ τῆς προσκαίρου μεταστᾶσα ζωῆς, ἐν τοῖς ἐπουρανίοις μετὰ χαρᾶς τὴν πορείαν ποιουμένη ἀγάλλεται, καὶ ὡς οὖσα Μήτηρ τῆς ὄντως ἀληθοῦς Θεοτόκου, κραυγάζει πιστῶς· Μεγαλύνει ἡ ψυχή μου τὸν Κύριον, ὅτι ἔτεκον τὴν τούτου Μητέρα ἐν τῇ γῇ. Γένοιτο οὖν μεθ' ἡμῶν, ὁ τούτους δοξάσας ὡς ηὐδόκησε.

 

Σ υ ν α ξ ά ρ ι ο ν

Τῇ ΚΕ' τοῦ αὐτοῦ μηνός, Μνήμη τῆς Κοιμήσεως τῆς Ἁγίας Ἄννης, μητρὸς τῆς Ὑπεραγίας Θεοτόκου.

Στίχοι

 

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων 165 Πατέρων, τῶν ἐν τῇ πέμπτῃ Οἰκουμενικῇ Συνόδῳ συνελθόντων καὶ τὰ Ὠριγένους δόγματα καθελόντων.

Στίχοι

 

Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

 

Τῆς Θεοτόκου

 

ᾨδὴ ζ' ΤΟ ΑΚΟΥΤΕ

Οἱ ἐκ τῆς ἰουδαίας, καταντήσαντες Παῖδες ἐν Βαβυλῶνι ποτέ, τῇ πίστει τῆς Τριάδος, τὴν φλόγα τῆς καμίνου, κατεπάτησαν ψάλλοντες· Ὁ τῶν Πατέρων ἡμῶν Θεός, εὐλογητὸς εἶ.

 

Τὴν ἡμῶν σωτηρίαν, ὡς ἠθέλησας Σῶτερ, οἰκονομήσασθαι, ἐν μήτρᾳ τῆς Παρθένου, κατῴκησας τῷ κόσμῳ, ἣν προστάτιν ἀνέδειξας· Ὁ τῶν Πατέρων ἡμῶν Θεός, εὐλογητός εἶ.

 

Θελητὴν τοῦ ἐλέους, ὃν ἐγέννησας, Μῆτερ ἁγνὴ δυσώπησον, ῥυσθῆναι τῶν πταισμάτων, ψυχῆς τε μολυσμάτων, τοὺς ἐν πίστει κραυγάζοντας· Ὁ τῶν Πατέρων ἡμῶν Θεός, εὐλογητὸς εἶ.

Δόξα...

Θησαυρὸν σωτηρίας, καὶ πηγὴν ἀφθαρσίας, τὴν σὲ κυήσασαν, καὶ πύργον ἀσφαλείας, καὶ θύραν μετανοίας, τοῖς κραυγάζουσιν ἔδειξας· Ὁ τῶν Πατέρων ἡμῶν Θεός, εὐλογητὸς εἶ.

Καὶ νῦν...

Σωμάτων μαλακίας, καὶ ψυχῶν ἀρρωστίας, Θεογεννήτρια, τῶν πόθῳ προσιόντων, τῇ σκέπῃ σου τῇ θείᾳ, θεραπεύειν ἀξίωσον, ἡ τὸν Σωτῆρα Χριστόν, ἡμῖν ἀποτεκοῦσα.

 

Τῆς Ἁγίας

 

ᾨδὴ ζ'

Ὁ διασώσας ἐν πυρὶ ΤΟ ΑΚΟΥΤΕ

Ὡς τῆς ζωῆς τῆς ἀληθοῦς, Ἄννα τὴν μητέρα τεκοῦσα, πρὸς τὴν ζωὴν τὴν ἀληθῆ, μετετέθης πιστῶς ἀνακράζουσα· Ὑπερύμνητε Κύριε, ὁ Θεὸς ὁ τῶν Πατέρων εὐλογητός εἶ.

 

Ἡ τῆς μητρὸς τοῦ Λυτρωτοῦ, μήτηρ χρηματίσασα Ἄννα, ἀπὸ τῆς γῆς πρὸς οὐρανόν, ἀρεταῖς κοσμουμένη ἀνέδραμες, ἐν αἰνέσει κραυγάζουσα· ὁ Θεὸς ὁ τῶν Πατέρων εὐλογητὸς εἶ.

 

Πρὸς ἀτελεύτητον ζωήν, πρὸς εὐρυχωρότατον πλάτος, τοῦ Παραδείσου τῆς τρυφῆς, πρὸς ἀνέσπερον φῶς ἐξεδήμησας, θεοφόρε κραυγάζουσα· ὁ Θεὸς ὁ τῶν Πατέρων εὐλογητός εἶ.

Θεοτοκίον

Ὡραϊσμένη καλλοναῖς, ταῖς τῶν ἀρετῶν τὸν ὡραῖον, ὑπὲρ υἱοὺς τῶν γηγενῶν, ἀπεκύησας Λόγον Πανάμωμε, τὸν τερπναῖς ὡραιότησι, τοὺς αὐτὸν ὑμνολογοῦντας κατακοσμοῦντα.

Καταβασία ΤΟ ΑΚΟΥΤΕ

Οὐκ ἐλάτρευσαν τῇ κτίσει οἱ θεόφρονες, παρὰ τὸν Κτίσαντα, ἀλλὰ πυρὸς ἀπειλήν· ἀνδρείως πατήσαντες, χαίροντες ἔψαλλον· Ὑπερύμνητε, ὁ τῶν Πατέρων Κύριος, καὶ Θεὸς εὐλογητὸς εἶ.

 

Τῆς Θεοτόκου

 

ᾨδὴ η' ΤΟ ΑΚΟΥΤΕ

Τὸν Βασιλέα τῶν οὐρανῶν, ὃν ὑμνοῦσι στρατιαὶ τῶν Ἀγγέλων, ὑμνεῖτε, καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας.

 

Τοὺς βοηθείας τῆς παρὰ σοῦ δεομένους, μὴ παρίδῃς Παρθένε, ὑμνοῦντας, καὶ ὑπερυψοῦντάς σε, Κόρη, εἰς αἰῶνας.

 

Τῶν ἰαμάτων τὸ δαψιλές, ἐπιχέεις τοῖς πιστῶς ὑμνοῦσί σε Παρθένε, καὶ ὑπερυψοῦσι τὸν ἄφραστόν σου τόκον.

Δόξα...

Τὰς ἀσθενείας μου τῆς ψυχῆς ἰατρεύεις, καὶ σαρκὸς τὰς ὀδύνας, Παρθένε, ἵνα σε δοξάζω τὴν Κεχαριτωμένην.

Καὶ νῦν...

Τῶν πειρασμῶν σὺ τὰς προσβολὰς ἐκδιώκεις, καὶ παθῶν τὰς ἐφόδους Παρθένε· ὅθεν σε ὑμνοῦμεν εἰς πάντας τοὺς αἰῶνας.

 

Τῆς Ἁγίας

 

ᾨδὴ η'

Παῖδας εὐαγεῖς ἐν τῇ καμίνῳ ΤΟ ΑΚΟΥΤΕ

Ἡ μήτηρ τῆς μόνης Θεοτόκου, ἡ στεῖρα τὸ πρίν, νῦν δὲ προμήτωρ Χριστοῦ, ὥσπερ τῆς στειρώσεως, οὕτω τῆς νεκρώσεως, ἐκδυσαμένη ἔνδυμα, ἐν χώρᾳ ζώντων βοᾷ· τὸν Κύριον ὑμνεῖτε τὰ ἔργα, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

 

Χριστὸς σοι τὰς πύλας ἐκπετάσας, τὰς ἄνω περιχαρῶς καθυπεδέξατο, πύλην ὅτι ἔτεκες, ἣν αὐτὸς διώδευσε, καὶ κεκλεισμένην ἔδειξε, μετὰ τὴν πάροδον, θεόφρον ἀξιάγαστε Ἄννα· ὅθεν σε τιμῶμεν, εἰς πάντας τοὺς αἰῶνας.

 

Ἁγίως τὸν βίον ἐκτελοῦσα, Ἁγίας ἀειπαρθένου Μήτηρ γέγονας, ἥτις τὸν πανάγιον, Λόγον ἀπεκύησεν, ἁγιασμὸν καὶ λύτρωσιν ἡμῖν παρέχοντα, θεόφρον ἀξιάγαστε Ἄννα· ὅθεν σε τιμῶμεν, εἰς πάντας τοὺς αἰῶνας.

Θεοτοκίον

Πολλοῖς συνεχόμενον κινδύνοις, καὶ σάλῳ τῆς ἁμαρτίας κινδυνεύοντα, ὅρμον πρὸς ἀκύμαντον, αὔραις ταῖς τοῦ Πνεύματος, Θεογεννῆτορ Δέσποινα, νῦν καθοδήγησον· λιμὴν Χριστιανῶν γὰρ ὑπάρχεις· ὅθεν σε ὑμνοῦμεν, εἰς πάντας τοὺς αἰῶνας.

Καταβασία ΤΟ ΑΚΟΥΤΕ

Παῖδας εὐαγεῖς ἐν τῇ καμίνῳ, ὁ τόκος τῆς Θεοτόκου διεσώσατο, τότε μὲν τυπούμενος, νῦν δὲ ἐνεργούμενος, τὴν οἰκουμένην ἅπασαν, ἀγείρει ψάλλουσαν· Τὸν Κύριον ὑμνεῖτε τὰ ἔργα, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

 

Τῆς Θεοτόκου

 

ᾨδὴ θ' ΤΟ ΑΚΟΥΤΕ

Κυρίως Θεοτόκον, σὲ ὁμολογοῦμεν, οἱ διὰ σοῦ σεσωσμένοι, Παρθένε ἁγνή, σὺν Ἀσωμάτων χορείαις, σὲ μεγαλύνοντες.

 

Ῥοήν μου τῶν δακρύων, μὴ ἀποποιήσῃς, ἡ τὸν παντὸς ἐκ προσώπου πᾶν δάκρυον, ἀφῃρηκότα Παρθένε, Χριστὸν κυήσασα.

 

Χαρᾶς μου τὴν καρδίαν, πλήρωσον, Παρθένε, ἡ τῆς χαρᾶς δεξαμένη τὸ πλήρωμα, τῆς ἁμαρτίας τὴν λύπην, ἐξαφανίσασα.

 

Λιμὴν καὶ προστασία, τῶν σοὶ προσφευγόντων, γενοῦ Παρθένε, καὶ τεῖχος ἀκράδαντον, καταφυγή τε καὶ σκέπη, καὶ ἀγαλλίαμα.

Δόξα...

Φωτός σου ταῖς ἀκτῖσι, λάμπρυνον, Παρθένε, τὸ ζοφερὸν τῆς ἁγνοίας διώκουσα, τοὺς εὐσεβῶς Θεοτόκον, σὲ καταγγέλλοντας.

Καὶ νῦν...

Κακώσεως ἐν τόπῳ, τῷ τῆς ἀσθενείας, ταπεινωθέντα, Παρθένε, θεράπευσον, ἐξ ἀρρωστίας εἰς ῥῶσιν, μετασκευάζουσα.

 

Τῆς Ἁγίας

 

ᾨδὴ θ'

Εὔα μὲν τῷ τῆς παρακοῆς ΤΟ ΑΚΟΥΤΕ

Εὔα μὲν τῷ τῆς παρακοῆς νοσήματι, τὴν κατάραν εἰσῳκίσατο, σὺ δὲ στειρώσεως κατάρας, λυθεῖσα εὐλογίαν τὴν τέξασαν, ἐκύησας ἁγνὴν Θεομήτορα· ᾗ συγχορεύεις ἀξιάγαστε.

 

Ἐκ γῆς τῆς γαστρός σου ἀληθῶς γεγέννηται, γῆ ἁγία ἀγεώργητος, στάχυν βλαστήσασα ἀσπόρως, τοῦ κόσμου τὸν τροφέα καὶ Κύριον, τὸν σὲ πρὸς τὴν τρυφὴν τὴν ἀδάπανον, Ἄννα πανσόφως μεταστήσαντα.

 

Ἐδέξατο ἄλυπος ζωὴ καὶ ἄφθαρτος, μετὰ τέλος σὲ Πανεύφημε, ξύλου ζωῆς νυνὶ μετέχεις, Δικαίων συνευφραίνῃ συστήματι, καὶ θείων Ἀσωμάτων στρατεύμασιν· ὅθεν σε πάντες μακαρίζομεν.

 

Ἡ μνήμη σου σήμερον ἡμῖν ἀνέτειλε, τοῦ ἡλίου τηλαυγέστερον, φέγγει πλουσίων χαρισμάτων, ἡμᾶς καταφαιδρύνουσα Πάνσεμνε, καὶ ζόφον παθημάτων ἐξαίρουσα, ἥν ἐκτελοῦντας ἡμᾶς φύλαττε.

Θεοτοκίον

Μαρία κυρία τοῦ παντός, παντοίοις με δουλωθέντα πλημμελήμασι, σὺ ἐλευθέρωσον· αὐτὴ γάρ, τὸν ἐλευθερωτὴν πάντων τέτοκας, δουλείας τὸν ἡμᾶς λυτρωσάμενον, τῆς ἁμαρτίας θείῳ νεύματι.

Καταβασία ΤΟ ΑΚΟΥΤΕ

Ἅπας γηγενής, σκιρτάτω τῷ πνεύματι λαμπαδουχούμενος, πανηγυριζέτω δέ, ἀΰλων Νόων φύσις γεραίρουσα, τὴν ἱερὰν πανήγυριν, τῆς Θεομήτορος, καὶ βοάτω· Χαίροις παμμακάριστε, Θεοτόκε Ἁγνὴ ἀειπάρθενε.

 

Ἐξαποστειλάριον

Τοῖς Μαθηταῖς ΤΟ ΑΚΟΥΤΕ

Χρεωστικῶς ὑμνήσωμεν, τὴν θεόκλητον Ἄνναν· τὴν Θεοτόκον αὕτη γάρ, τὴν Παρθένον Μαρίαν, κυήσασα παρ' ἐλπίδα, ἀγχιστεὺς κατὰ σάρκα, Χριστοῦ τοῦ Λυτρωτοῦ ἡμῶν, ἀνεδείχθη τοῦ ταύτην, θεοπρεπῶς, προσλαβόντος σήμερον ἐν ὑψίστοις, ὑπὲρ ἡμῶν πρεσβεύουσα, καὶ εἰρήνης τοῦ κόσμου.

 

Εἰς τοὺς Αἴνους, ἱστῶμεν Στίχους δ' καὶ ψάλλομεν Στιχηρὰ προσόμοια γ', δευτεροῦντες τὸ α'.

Ἦχος α'

Τῶν οὐρανίων ταγμάτων ΤΟ ΑΚΟΥΤΕ

Μνήμην τελοῦντες αἰσίαν, σὲ ἀνυμνοῦμεν Χριστέ, τὸν παραδόξως Ἄνναν, ἐκ ζωῆς τῆς προσκαίρου πρὸς τὴν ἄληκτον δόξαν, μεταστήσαντα νῦν, ὡς μητέρα ὑπάρχουσαν, τῆς σὲ τεκούσης ἀσπόρως ὑπερφυῶς, Θεοτόκου καὶ Παρθένου Μητρός. (Δίς)

 

Μνήμην ἁγίαν τελοῦντες, τῶν Προπατόρων Χριστοῦ, Ἰωακεὶμ καὶ Ἄννης, τῶν σεπτῶν καὶ ἀμέμπτων, δοξάζομεν ἀπαύστως, τὸν λυτρωτήν, καὶ οἰκτίρμονα Κύριον, τόν μεταστήσαντα τούτους πρὸς τὴν ζωήν, τὴν ἀγήρω καὶ ἀνώλεθρον.

 

Πρὸς τὰς ἀΰλους χορείας, καὶ τῶν Δικαίων σκηνάς, ἔνθα Ἀγγέλων τάξεις, ἔνθα δῆμος Ἁγίων, χαρὰ ἑορταζόντων ἄγεται νῦν, τῶν Δικαίων τὰ πνεύματα, Ἰωακεὶμ καὶ τῆς Ἄννης, οὓς εὐσεβῶς, εὐφημοῦντες μακαρίσωμεν.

Δόξα... Καὶ νῦν... Ἦχος β'

Δεῦτε φιλοπάρθενοι πάντες, καὶ τῆς ἁγνείας ἐρασταί, δεῦτε ἑορτάσωμεν, Ἄννης τὴν σεβάσμιον κοίμησιν· καὶ γὰρ ἔτεκεν ὑπερφυῶς τὴν πηγὴν τῆς ζωῆς, Μαρίαν τὴν θεόπαιδα, ἐξ ἧς ἐτέχθη ὁ Λυτρωτής, ὁ φωτίζων καὶ ἁγιάζων τὰς ψυχὰς ἡμῶν.

 

Δοξολογία μεγάλη, καὶ Ἀπόλυσις.

 

Εἰς τὴν Λειτουργίαν, Τὰ Τυπικά, καὶ ἐκ τοῦ Κανόνος τῆς Ἁγίας ᾨδὴ γ' καὶ ς'.

 

Ὁ Ἀπόστολος, Πρὸς Γαλάτας

Ἀδελφοί, Ἀβραὰμ δύο Υἱοὺς ἔσχεν...

 

Εὐαγγέλιον κατὰ Λουκᾶν

Εἶπεν ὁ Κύριος. οὐδεὶς λύχνον ἅψας...

Ζήτει Σαββάτω ς'

 

Κοινωνικὸν

Ἀγαλλιᾶσθε δίκαιοι ἐν Κυρίῳ, τοῖς εὐθέσι πρέπει αἴνεσις. Ἀλληλούϊα.