Τῌ ΛΑ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ

ΙΟΥΛΙΟΥ

 

Μνήμη τοῦ Ἁγίου καὶ δικαίου Εὐδοκίμου, καὶ Προεόρτια τῆς προελεύσεως τοῦ Τιμίου Σταυροῦ.

 

ΕΙΣ ΤΟΝ ΕΣΠΕΡΙΝΟΝ

 

Εἰς τό, Κύριε ἐκέκραξα, ἱστῶμεν Στίχους ς' καὶ ψάλλομεν Στιχηρὰ προσόμοια τοῦ Σταυροῦ γ'.

Ἦχος α'

Τῶν οὐρανίων ταγμάτων ΤΟ ΑΚΟΥΤΕ

Σύμπασα φύσις ἀνθρώπων νῦν προεόρταζε, χαρμονικῶς καὶ σκίρτα· τοῦ Σταυροῦ γὰρ τὸ ξύλον, μέλλει προτεθῆναι πᾶσι πιστοῖς, ἰατρεῖον ἀδάπανον, καὶ νοσημάτων λυτήριον καὶ παθῶν, καὶ παντοίων περιστάσεων.

 

Δεῦτε κατίδωμεν ξένον πιστοὶ τεράστιον, πῶς τοῦ Σταυροῦ τὸ ξύλον, καταπαύει φλογώσεις, κοιμίζει ἀλγηδόνας, πάθους παντός, ἀπαλλάττει τοὺς κάμνοντας. Προεορτάσωμεν τοίνυν, καὶ τῇ αὐτοῦ, προελεύσει νῦν σκιρτήσωμεν.

 

Ζῶντες ὁμοῦ καὶ θανόντες προευτρεπίσθητε· τῆς γὰρ ζωῆς τὸ ξύλον, τὸ τὸν ᾍδην νεκρῶσαν, ὁ φύλαξ τῶν ἀνθρώπων, ἡ τῶν νεκρῶν ἐξανάστασις ἔρχεται, πᾶσι τήν ἄφθονον χάριν νῦν παρασχεῖν, τοῖς αἰτοῦσι μετὰ πίστεως.

Καὶ τοῦ Ἁγίου γ' Ὅμοια

Μακαριώτατον τέλος εὗρες Εὐδόκιμε, εὐδοκιμήσας θείαις, ἀρεταῖς φερωνύμως, καὶ κόσμου ταῖς ἀπάταις μὴ συγχωσθείς, ἀλλὰ λάμψας φαιδρότερον, τῶν τοῦ ἡλίου ἀκτίνων καὶ τῶν πιστῶν, καταυγάσας τὰ συστήματα.

 

Ἡ ἐλεήμων καρδία καὶ εὐσυμπάθητος, ὁ τῆς ἀγάπης λύχνος, ὀρφανῶν ὁ προστάτης, γυμνῶν καὶ πενομένων ὁ σκεπαστής, σωφροσύνης τὸ ἄγαλμα, τῶν ἐντολῶν τοῦ Κυρίου ὁ πληρωτής, εὐφημείσθω νῦν Εὐδόκιμος.

 

Τῇ καθαρᾷ σου καρδίᾳ Θεὸν ἐζήτησας, καὶ τὰ τοῦ κόσμου πάντα, ἑβδελύξω ἡδέα, Εὐδόκιμε θεόφρον· ὅθεν πιστῶς, καὶ τῶν κόπων ἀντάμειψιν, παρὰ Θεοῦ ἐκομίσω παναληθῶς, ὡς ἐν τέλει πεφανέρωται.

Δόξα... Τοῦ Ἁγίου Ἦχος β'

Παντὸς Δικαίου μνήμη μέτ' ἐγκωμίων γίνεται, μεθ' ὧν καὶ ἡ σή, θεράπον Χριστοῦ Εὐδόκιμε· ὅπλον γὰρ ἔσχες Σταυρόν, καὶ κράτος ἀήττητον, Τριάδος ὁμοουσίου πίστιν· διὰ τοῦτο μετ' Ἀγγέλων, συναναπαύῃ ἀείμνηστε.

Καὶ νῦν... Τοῦ Σταυροῦ

Ὁ αὐτὸς

Σύ μου σκέπη κραταιὰ ὑπάρχεις, ὁ τριμερὴς Σταυρὸς τοῦ Χριστοῦ, ἁγίασόν με τῇ δυνάμει σου, ἵνα πίστει καὶ πόθῳ προσκυνῶ καὶ δοξάζω σε.

 

Εἰς τὸν Στίχον, Στιχηρὰ τῆς Ὀκτωήχου.

Δόξα... Καὶ νῦν... Τοῦ Σταυροῦ

Ἦχος πλ. β'

Σταυρὲ τοῦ Χριστοῦ, Χριστιανῶν ἡ ἐλπίς, πεπλανημένων ὁδηγέ, χειμαζομένων λιμήν, ἐν πολέμοις νῖκος, οἰκουμένης ἀσφάλεια, νοσούντων ἰατρέ, νεκρῶν ἡ ἀνάστασις, ἐλέησον ἡμᾶς.

 

Ἀπολυτίκιον Ἦχος δ'

Ταχὺ προκατάλαβε ΤΟ ΑΚΟΥΤΕ

Ἐκ γῆς ὁ καλέσας σε, πρὸς αἰωνίους μονάς, τηρεῖ καὶ μετὰ θάνατον ἀδιαλώβητον, τὸ σῶμά σου, Ἅγιε· σὺ γὰρ ἐν σωφροσύνῃ, καὶ σεμνῇ πολιτείᾳ, μάκαρ ἐπολιτεύσω, μὴ μολύνας τὴν σάρκα· διὸ ἐν παρρησίᾳ Χριστῷ, πρέσβευε σωθῆναι ἡμᾶς.

Δόξα... Καὶ νῦν...

Σῶσον Κύριε τὸν λαόν σου, καὶ εὐλόγησον τὴν κληρονομίαν σου, νίκας τοῖς βασιλεύσι σου κατὰ βαρβάρων δωρούμενος, καὶ τὸ σὸν φυλάττων, διὰ τοῦ Σταυροῦ σου πολίτευμα.

 

Καὶ Ἀπόλυσις

 

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

 

Ἡ συνήθης Στιχολογία, καὶ οἱ Κανόνες τῆς Ὀκτωήχου, καὶ τῶν Ἁγίων ὁ παρών, οὗ ἡ Ἀκροστιχίς.

 

Ὑμνῶ μάκαρ σοῦ τοὺς πανευσεβεὶς τρόπους. Ὁ Ἰωσήφ.

 

ᾨδὴ α' Ἦχος β'

Ἐν βυθῷ κατέστρωσε ΤΟ ΑΚΟΥΤΕ

Ὑψηλον τὸν βίον ἐσχηκώς, καὶ ταῖς ἀναβάσεσι, ταῖς θεϊκαῖς ὁλολαμπὴς γενόμενος, φωτισμὸν μοι αἴτησαι, εὐφημοῦντί σου, τὰ σεπτὰ προτερήματα, οἷς εὐδοκιμήσας, ἔτυχες ὧν ἤλπισας Εὐδόκιμε.

 

Μυριπνόους στέργων διδαχάς, καὶ ταῖς ἀναπτύξεσι, τῶν ἱερῶν, Γραφῶν ἐνασχολούμενος, ἡδονῶν ἐξέκλινας, Παμμακάριστε, τὸ δυσῶδες καὶ ἄτιμον, καὶ εὐωδιάσθης, θείαις ἀρεταῖς καλλωπιζόμενος.

 

Νυσταγμὸν βλεφάρων ἐκ ψυχῆς, Μάκαρ ἀπεδίωξας, ἐπαγρυπνῶν καὶ Θεῷ συγγινόμενος, ταῖς παννύχοις στάσεσι, μὴ καμπτόμενος ταῖς ἀνάγκαις τῆς φύσεως· ὅθεν πρός ἡμέραν, ὄντως τὴν ἀνέσπερον κατήντησας.

Θεοτοκίον

Ὡς παστάδα ἔμψυχον Θεοῦ, καὶ θυμιατήριον, τοῦ νοητοῦ καὶ φωτοφόρου ἄνθρακος, τὴν ἀειμακάριστον, ἀνυμνήσωμεν, Θεοτόκον κραυγάζοντες· Χαῖρε ἡ αἰτία, τῆς σωτηριώδους ἀναπλάσεως.

 

ᾨδὴ γ'

Ἐν πέτρᾳ με τῆς πίστεως ΤΟ ΑΚΟΥΤΕ

Ῥημάτων ζωηρύτων πηγαῖς προσέχων, ἐξέπιες τὸ νᾶμα τῆς σωτηρίας, ἐμέσας τὴν κατάπικρον ἁμαρτίαν, καὶ ψάλλων ἔλεγες, Θεῷ Εὐδόκιμε· Ὡς οὐκ ἔστιν, Ἅγιος πλήν σου Κύριε.

 

Συμπάθειαν ἐκτήσω χριστομιμήτως, διένειμας τὸν πλοῦτον τοῖς δεομένοις, οὐράνιον τὸν ὄλβον σοι προξενοῦντα, οὗπερ καὶ ἔτυχες, βοῶν Εὐδόκιμε· Ὡς οὐκ ἔστιν Ἅγιος πλήν σου Κύριε.

 

Οἰκειωθεὶς τῷ Κτίστῃ ἀγάπῃ θείᾳ, ἐδέξω τὴν οὐράνιον κληρουχίαν, τοῦ ξύλου τῆς ζωῆς δὲ Μάκαρ μετέχεις, θέσει θεούμενος, καὶ μέλπων ἔνδοξε· Ὡς οὐκ ἔστιν Ἅγιος πλήν σου Κύριε.

Θεοτοκίον

Ὑπάρχουσα Ἀγγέλων τιμιωτέρα, τὸν Κτίστην τῶν Ἀγγέλων τῇ σῇ νηδύϊ, ἐβάστασας καὶ τέτοκας Θεομῆτορ, βροτῶν εἰς λύτρωσιν, τῶν μελῳδούντων σοι· ὡς οὐκ ἔστιν ἄχραντος πλήν σου Δέσποινα.

Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ

«Ἐν πέτρᾳ με της πίστεως στερεώσας, ἐπλάτυνας τὸ στόμα μου ἐπ' ἐχθρούς μου· εὐφράνθη γὰρ τὸ πνεῦμά μου ἐν τῷ ψάλλειν· Οὐκ ἔστιν Ἅγιος, ὡς ὁ Θεὸς ἡμῶν, καὶ οὐκ ἔστι δίκαιος πλήν σου Κύριε».

 

Κάθισμα Ἦχος δ'

Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ ΤΟ ΑΚΟΥΤΕ

Εὐδοκιμήσας ἀγαθαῖς ἐργασίαις, ἐδοκιμάσθης ὡς χρυσὸς ἐν καμίνῳ, τοῖς πειρασμοῖς Εὐδόκιμε ἀοίδιμε· ὅθεν μετὰ θάνατον, ἀναβλύζεις πλουσίως, θαύματα ὡς νάματα, καὶ νοσήματα παύεις, ὑπὲρ ἡμῶν ἀεὶ ἐκδυσωπῶν, ὅπως πταισμάτων συγχώρησιν λάβωμεν.

Δόξα... Καὶ νῦν... Θεοτοκίον

Ὁ ἐπὶ θρόνου Χερουβὶμ καθεζόμενος, καὶ ἐν τοῖς κόλποις τοῦ Πατρὸς αὐλιζόμενος, ὡς ἐπὶ θρόνου κάθηται ἁγίου αὐτοῦ, Δέσποινα ἐν κόλποις σου σαρκικῶς, ὁ Θεός γάρ· ὄντως ἐβασίλευσεν, ἐπὶ πάντα τὰ ἔθνη, καὶ συνετῶς νῦν ψάλλομεν αὐτῷ, ὃν ἐκδυσώπει σωθῆναι τοὺς δούλους σου.

 

ᾨδὴ δ'

Ἐλήλυθας ἐκ Παρθένου ΤΟ ΑΚΟΥΤΕ

Τὰ δόγματα τῶν Πατέρων φυλάττων ἀλώβητα, ὀρθόδοξον φρόνημα, σὺ ἐκ νεότητος ἔσχηκας, βίον ἀκηλίδωτον, καὶ εὐσυμπάθητον γνώμην Ἀξιάγαστε.

 

Οὐ σύγχυσις κοσμικὴ οὐκ ἀρχῆς ἐπικράτεια, οὐ δόξα ἐπίκηρος, σοῦ τὸν πρὸς Κύριον ἔρωτα, ἤμβλυνεν Εὐδόκιμε, ἀλλ' εὐδοκίμησας ὄντως θείαις πράξεσιν.

 

Ὑψούμενος ταῖς ἐνθέοις μελέταις ἑκάστοτε, ἐχθρὸν ἐταπείνωσας, καὶ ἰαμάτων ἐνέργειαν, εἴληφας Εὐδόκιμε, κρίσει δικαίᾳ τοῦ πάντα διευθύνοντος.

 

Σταλάζουσα γλυκασμὸν ἡ σορός, τῶν λειψάνων σου, πλουσίων ἰάσεων, πάθη καθαίρει Εὐδόκιμε, πίστει τῶν τιμώντων σε, καὶ καταφλέγει δαιμόνων πάσας φάλαγγας.

Θεοτοκίον

Πανύμνητε στρατηγίαις τὸν ἄνω ὑμνούμενον, Θεὸν ἀπεκύησας, ἄνθρωπον ὄντως γενόμενον, ὃν ὑπὲρ τῶν δούλων σου, ἐκδυσωποῦσα μὴ παύσῃ ἀειπάρθενε.

 

ᾨδὴ ε'

Ὁ φωτισμὸς ΤΟ ΑΚΟΥΤΕ

Αἴγλῃ σεπτῇ, τῆς ἁγνείας θεόφρον λελαμπρυσμένος, νόμῳ, τε τῷ ταύτης συμπεφραγμένος, νύκτα τοῦ βίου ἀπροσκόπτως διέβης, θεωρίαις θείαις πτερούμενος, Μάκαρ καὶ πρὸς θείαν, ζωὴν κατεσκήνωσας.

 

Νῦν ἐπὶ σοί, θαῦμα μέγα ὁρᾶται, καὶ θάμβους πλῆρες, πῶς μετὰ κηδείαν ὄντως χρονίαν, διατηρεῖται ἀδιάλυτον Μακαρ, σοῦ τὸ σῶμα ἐν τάφῳ κείμενον, κρίμασιν οἷς οἶδε, Θεὸς ὁ δοξάζων σε.

 

Εὖγε τῆς σῆς, πρὸς Θεὸν παρρησίας, εὖγε τοῦ πόθου, οὗπερ ἐκ καρδίας πρὸς τοῦτον ἔσχες, εὐδοκιμήσας φερωνύμως, καὶ λάμψας παραδόξως θείαις λαμπρότησι, καὶ καταφαιδρύνας, πιστῶν τὰ συστήματα.

Θεοτοκίον

Ὑπὲρ ἡμῶν, τὸν ἐκ σοῦ σαρκωθέντα Παρθενομῆτορ, πάντοτε δυσώπει τῶν σὲ ὑμνούντων, τοῦ λυτρωθῆναι ἐκ παθῶν, καὶ κινδύνων, ψυχοφθόρων κακῶν καὶ θλίψεων, καὶ αἰωνιζούσης, φλογὸς καὶ κολάσεως.

 

ᾨδὴ ς'

Ἐν ἀβύσσῳ πταισμάτων ΤΟ ΑΚΟΥΤΕ

Σταλαγμοὺς γλυκυτάτους ἐστάλαξαν, Μάκαρ οἱ ἱδρῶτές σου, καὶ ἀγαλλίασιν, καὶ ἰαμάτων ἔλλαμψιν, εἰς Χριστοῦ τοῦ Θεοῦ ἡμῶν αἴνεσιν.

 

Ἐν αὐλαῖς τοῦ Θεοῦ ἀνεβλάστησας, ἄμπελος πολύφορος, εὐκληματήσασα, καὶ ἀρετῶν τοὺς βότρυας, γεωργῷ τῶν ψυχῶν ἐθησαύρισας.

 

Βασιλείαν Θεοῦ ἐπεπόθησας, καὶ κατὰ παθῶν βασιλεύσας Ἀοίδιμε, κατ' εὐδοκίαν κρείττονα, τῆς χαρᾶς τῶν Δικαίων ἐπέτυχες.

Θεοτοκίον

Ἐκλεκτὴ τῷ Θεῷ ἐχρημάτισας, ὡς ὡραιοτάτη χωρίον εὐρύχωρον, τούτου Παρθένε γέγονας, καὶ παστὰς καὶ λυχνία καὶ τράπεζα.

Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ

«Ἐν ἀβύσσῳ πταισμάτων κυκλούμενος, τὴν ἀνεξιχνίαστον τῆς εὐσπλαγχνίας σου, ἐπικαλοῦμαι ἄβυσσον· Ἐκ φθορᾶς ὁ Θεὸς με ἀνάγαγε».

 

Σ υ ν α ξ ά ρ ι ο ν

Τῇ ΛΑ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ἁγίου καὶ Δικαίου Εὐδοκίμου.

Στίχοι

Τὸν θεῖον Εὐδόκιμον, ᾧ βίος γέλως,

Τὸ θεῖον εὐδόκησεν ἐκστῆναι βίου.

Δέχνυται Εὐδόκιμον πρώτῃ τάφος ἐν τριακοστῇ.

 

Ὁ ἅγιος Ἰωσὴφ ὁ ἀπὸ Ἀριμαθαίας, ὁ κηδευτὴς τοῦ Δεσπότου Χριστοῦ, ἐν εἰρήνῃ τελειοῦται.

 

Οἱ ἅγιοι δώδεκα μάρτυρες οἱ Ῥωμαῖοι ξίφει τελειοῦνται.

 

Τῇ αὐτῇ ἡμέρᾳ, ἡ ἀνάμνησις τῶν Ἐγκαινίων τοῦ σεβασμίου οἴκου τῆς ὑπεραγίας Δεσποίνης ἡμῶν Θεοτόκου τοῦ ἐν Βλαχέρναις, ἔνθα ἀπόκειται ἡ Ἁγία Σορός.

 

Καὶ προεόρτια τοῦ τιμίου καὶ ζωοποιοῦ Σταυροῦ, ἤτοι ἡ ἐξέλευσις αὐτοῦ ἐκ τοῦ βασιλικοῦ Παλατίου εἰς τὴν πόλιν.

Στίχοι

Οἴκου προελθών, Σταυρὸς τῶν Βασιλέων,

Οἴκοις ἑορτὰς προξενεῖ τοῖς ἐν πόλει.

 

Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

 

ᾨδὴ ζ'

Ἀντίθεον πρόσταγμα ΤΟ ΑΚΟΥΤΕ

Ἰσχύϊ ῥωννύμενος, τοῦ Ζωοδότου, σαρκὸς κατεκράτησας, ὀρέξεων Πανόλβιε, καὶ νοῦν ἀνεπτέρωσας πρὸς τὰ οὐράνια, μέλπων συντονώτατα, ὁ ὢν εὐλογημένος καὶ ὑπερένδοξος.

 

Σαυτὸν ἐξευγένισας, εὐγενεστάτους, τοὺς τρόπους κτησάμενος, νοὸς ἀκεραιότητι, μελέτῃ σχολάζων δέ, τῶν θεοπνεύστων Γραφῶν, ὅλην σου τὴν ἔφεσιν Θεῷ, τῷ παντεπόπτῃ Μάκαρ ἀνέτεινας.

 

Τὰ ἄνω βασίλεια, τὴν ἄνω πόλιν, Θεοῦ τὸν Παράδεισον, Δικαίων τὴν ἀπόλαυσιν, τρυφὴν τὴν ἀνόθευτον, ὄλβον τὸν ἄσυλον, φέγγος τὸ ἀνέσπερον εὑρεῖν, κατηξιώθης Μάκαρ Εὐδόκιμε.

 

Ῥεόντων τὸ ἄστατον κατανοήσας, ψυχῆς τὰ κινήματα, Θεὸν πρὸς μόνον ἴθυνας, ἐξ οὗ ἐλλαμπόμενος θείαις λαμπρότησι, βίου τὰ προσκόμματα Σοφέ, ἀνεμποδίστως ὄντως παρέδραμες.

Θεοτοκίον

Ὂν ἔτεκες Δέσποινα ἀεὶ δυσώπει, δουλείας ῥυσθῆναί με, παθῶν, καὶ κατακρίσεως, καὶ τῆς συνεχούσης με δεινῆς πωρώσεως, καὶ τῆς τῶν θλιβόντων με ἀεί, ἐπικρατείας θεοχαρίτωτε.

 

ᾨδὴ η'

Τὸν ἐν καμίνῳ τοῦ πυρὸς ΤΟ ΑΚΟΥΤΕ

Πῦρ ἐννοῶν τὸ φοβερόν, πρὸ τοῦ θρόνου τοῦ Θεοῦ μέλλον ἐκχεῖσθαι, κατανύξει καρδίας, θερμοὺς ἐκχέεις κρουνούς, δακρύων ἐναποτεφροῦντάς σοι, τῶν παθῶν καμίνους, Εὐδόκιμε θεόφρον.

 

Ὅλον μετέθηκας σαυτοῦ, πρὸς τὸν Κύριον Σοφὲ ψυχῆς τὸν πόθον, καὶ αὐτῷ ἐκολλήθης ἀναβοῶν ψαλμικῶς· Χριστέ μου, ἰλύος με λύτρωσαι, τῶν θανατηφόρων παθῶν εἰς τοὺς αἰῶνας.

 

Ὑπομονῇ καρτερικός, καὶ καρδίᾳ ταπεινός, σὺ καθωράθης, συμπαθὴς δεομένοις, ἦθος προσφέρων χρηστόν, καὶ τρόπους ἐναρέτους Πάντιμε, οἷς εὐδοκιμήσας, θαυμάτων βρύεις χάριν.

 

Σύνεσιν ἔχων θεϊκήν, πληρωτὴς Δεσποτικῶν ὤφθης λογίων, δεξιὰς στέργων τρίβους, τὰς εὐωνύμους σαφῶς, ἐκκλίνας ὡς ἔννους καὶ φρόνιμος, ὑπερευλογῶν τὸν Χριστόν εἰς τοὺς αἰῶνας.

Θεοτοκίον

Ὁ τοῦ Ἀδὰμ Δημιουργός, ἐξ αἱμάτων σου ἁγνῶν δημιουργεῖται, καὶ γαλακτοτροφεῖται ὁ διατρέφων πνοήν, Παρθένε Θεοτόκε ἅπασαν· ὅθεν ὡς Θεοῦ σε δοξάζομεν Μητέρα.

Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ

«Τὸν ἐν καμίνῳ τοῦ πυρὸς τῶν Ἑβραίων τοῖς Παισὶ συγκαταβάντα, καὶ τὴν φλόγα εἰς δρόσον μεταβαλόντα Θεόν, ὑμνεῖτε τὰ ἔργα ὡς Κύριον, καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας».

 

ᾨδὴ θ'

Ἀνάρχου Γεννήτορος ΤΟ ΑΚΟΥΤΕ

Ἰδεῖν ἐφιέμενος, τὴν δόξαν τοῦ Θεοῦ ἡμῶν, ἀρετῶν εὐμορφίᾳ σαυτὸν ἐκάλλυνας, καὶ λαμπαδηφόρος εἰσῆλθες εἰς φωτεινούς, νυμφῶνας Ἀγγέλων, συνὼν τῷ Δεσπότῃ σου, ἀπολαύων τῆς θεώσεως.

 

Ὡς ὄρθρος ὡς ἥλιος, ἀνέτειλεν ἡ μνήμη σου, τὰς ἐν ζόφῳ καρδίας καταφωτίζουσα· σὺ γὰρ καὶ φωτὸς καὶ ἡμέρας, ὡς ἀληθῶς υἱὸς ἐγνωρίσθης, θεόφρον Εὐδόκιμε· διὰ τοῦτό σε γεραίρομεν.

 

Σοφίᾳ κοσμούμενος, καὶ γνώσει λαμπρυνόμενος, ταπεινώσει καρδίας ὡραϊζόμενος, ὕψει πολιτείας ἐμπρέπων, πρὸς νοητάς, ἐπέβης ἐπαύλεις, μεθ' ὧν ἡμῶν μνήσθητι, τῶν τιμώντων σε Εὐδόκιμε.

 

Ἡμέραν ἑορτιον, καὶ ὠφελείας πρόξενον, τὴν σεπτήν σου τελοῦμεν ἐκ γῆς μετάστασιν· σὺ γὰρ τοῦ Κυρίου θεράπων, καὶ τῶν αὐτοῦ, ἐντολῶν ἐργάτης, ὤφθης ἀνεπαίσχυντος, ἀξιάγαστε Εὐδόκιμε.

Θεοτοκίον

Φωτὸς ἐνδιαίτημα, τοῦ πάντας καταυγάσαντος, καὶ σκηνὴ καθωράθης θεοχαρίτωτε· γέφυρα καὶ κλῖμαξ πρὸς ὕψος τοὺς γηγενεῖς, ἀνάγουσα Κόρη· διὸ σε γεραίρομεν, καὶ πιστῶς σε μακαρίζομεν.

Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ

«Ἀνάρχου Γεννήτορος, Υἱὸς Θεὸς καὶ Κύριος, σαρκωθεὶς ἐκ Παρθένου ἡμῖν ἐπέφανε, τὰ ἐσκοτισμένα φωτίσαι, συναγαγεῖν τὰ ἐσκορπισμένα· διὸ τὴν πανύμνητον, Θεοτόκον μεγαλύνομεν».

 

Ἐξαποστειλάριον τοῦ Ἁγίου

Ὁ οὐρανὸν τοῖς ἄστροις ΤΟ ΑΚΟΥΤΕ

Καὶ ζῶν Εὐδόκιμος ὤφθης, κατὰ παθῶν παντοδαπῶν, καὶ νῦν εἰσέτι ὑπάρχεις, πηγὴ θαυμάτων τηλαυγής, ἐξ ἧς καθαίρονται πάθη, ψυχῶν ὁμοῦ καὶ σωμάτων.

Τοῦ Σταυροῦ

Γυναῖκες ἀκουτίσθητε ΤΟ ΑΚΟΥΤΕ

Σταυρὸς προεορτάζεται, καὶ κόσμος ἁγιάζεται, τάξεις Ἀγγέλων ὑμνοῦσι, τὸν δι' ἡμᾶς σταυρωθέντα, καὶ συμπανηγυρίζουσιν, ἡμῖν καὶ συναγάλλονται, δαυϊτικῶς κραυγάζοντες· Εἰργάσατο σωτηρίαν, ἐν μέσῳ γῆς ὁ Δεσπότης.

 

Καὶ ἡ λοιπὴ Ἀκολουθία τοῦ Ὄρθρου, κατὰ τὴν τάξιν, καὶ Ἀπόλυσις.