Τῌ Ε' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ

ΙΟΥΝΙΟΥ

 

Μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος Δωροθέου, Ἐπισκόπου Τύρου.

 

ΕΙΣ ΤΟΝ ΕΣΠΕΡΙΝΟΝ

 

Εἰς τό, Κύριε ἐκέκραξα, ψάλλομεν Στιχηρὰ Προσόμοια.

Ἦχος πλ. δ'

Οἱ Μάρτυρές σου Κύριε ΤΟ ΑΚΟΥΤΕ

Πυξίον θείου Πνεύματος, θεομακάριστε ἐδείχθης, Πάτερ τὰ θεῖα δόγματα ἐγγεγραμμένα, φέρων ἐν γνώσει θεϊκῇ, ὧν τῇ ἀναπτύξει κατεφώτισας, τοὺς τῇ ἀγνωσίᾳ κινδυνεύοντας· διὸ ταῖς σαῖς πρεσβείαις, αἴτησαι ἡμῖν πᾶσι τὸ μέγα ἔλεος.

 

Αἱμάτων θείοις ῥεύμασι, προσεπιχρώσας σου Ἱερωσύνης, στολὴν Δωρόθεε εἰσῆλθες, χαίρων εἰς τὸν οὐράνιον ναόν, νῦν ἐμφανισθῆναι τῷ Θεῷ ἡμῶν, νέμοντι στεφάνους τῆς ἀθλήσεως, αὐτὸν καθικετεύων, ἅπασι δωρηθῆναι τὸ μέγα ἔλεος.

 

Ὁ βίος σου Ἰσάγγελος, ἡ μαρτυρία δὲ λελαμπρυσμένη, δι' ἧς ἠξίωσαι μετὰ Ἀγγέλων, περιχορεύειν ἐν χαρᾷ, θαύμασι τὴν γῆν Πάτερ Δωρόθεε, θείοις καταυγάζων καὶ διδάγμασι· διὸ ταῖς σαῖς πρεσβείαις, αἴτησαι πᾶσι δοῦναι τὸ μέγα ἔλεος.

Δόξα... Καὶ νν... Θεοτοκίον

Ἐγὼ εἰμι Πανάμωμε, δένδρον τὸ ἄκαρπον τοῦ θείου λόγου, καρπὸν σωτήριον μηδόλως φέρον, καὶ δειλιῶ τὴν ἐκκοπήν, μήπως εἰς τὸ πῦρ βληθῶ τὸ ἄσβεστον· ὅθεν δυσωπῶ σε. Τούτου ῥῦσαί με, δείξασα καρποφόρον, Ἀχραντε, τῷ Υἱῷ σου τῇ μεσιτείᾳ σου.

Ἢ Σταυροθεοτοκίον

Ἡ δάμαλις ἡ ἄσπιλος, τὸν μόσχον βλέπουσα ἐπὶ τοῦ ξύλου προσαναρτώμενον ἐθελουσίως, ὀδυρομένη γοερῶς· Οἴμοι! ἀνεβόα ποθεινότατον τέκνον, τὶ σοι δῆμος ἀνταπέδωκεν, ἀχάριστος Ἑβραίων, θέλων με ἀτεκνῶσαι ἐκ σοῦ παμφίλτατε;

 

Ἀπολυτίκιον Ἦχος δ' ΤΟ ΑΚΟΥΤΕ

Καὶ τρόπων μέτοχος, καὶ θρόνων διάδοχος, τῶν Ἀποστόλων γενόμενος, τὴν πρᾶξιν εὗρες θεόπνευστε, εἰς θεωρίας ἐπίβασιν· διὰ τοῦτο τὸν λόγον τῆς ἀληθείας ὀρθοτομῶν, καὶ τῇ πίστει ἐνήθλησας μέχρις αἵματος, Ἱερομάρτυς Δωρόθεε. Πρέσβευε Χριστῷ τῷ Θεῷ, σωθῆναι τὰς ψυχὰς ἡμῶν.

 

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

 

Ἡ συνήθης Στιχολογία, καὶ οἱ Κανόνες τῆς Ὀκτωήχου, καὶ τοῦ Ἁγίου ὁ παρών, οὗ ἡ Ἀκροστιχίς.

 

Δῶρον Θεοῦ σε παμμάκαρ Πάτερ σέβω.

Ἰωσήφ.

 

ᾨδὴ α' Ἦχος πλ. δ'

ᾌσωμεν τῷ Κυρίῳ ΤΟ ΑΚΟΥΤΕ

Δῶρον Θεῷ παμμάκαρ, σεαυτὸν προσῆξας καθαρώτατον, διὰ βίου τελείου, καὶ σεπτοῦ μαρτυρίου Δωρόθεε.

 

Ὥριμον ὥσπερ βότρυν, Πάτερ ἀποθλίψας τὴν διάνοιαν, εὐφροσύνης κρατῆρα, τοῖς πιστοῖς διδαγμάτων προέθηκας.

 

Ῥεύματα τῆς ἀπάτης, ἔστησας Δωρόθεε τῷ ῥεύματι, τῆς πανσόφου σου γλώττης, καὶ πιστῶν διανοίας κατήρδευσας.

Θεοτοκίον

Ὄμβρισὸν μοι Παρθένε, δέομαι σταγόνα κατανύξεως, τὸν ἐνόντα μοι ῥύπον, ἀποπλύνουσα ὅπως δοξάζω σε.

 

ᾨδὴ γ'

Σὺ εἶ τὸ στερέωμα ΤΟ ΑΚΟΥΤΕ

Νύκτα ἀπεδίωξας, τῆς ματαιότητος ἅπασαν, ταῖς ἀστραπαῖς, Πάτερ Ἱεράρχα, τοῦ πανσόφου κηρύγματος.

 

Θαύμασιν ἐστήριξας, καὶ ἱεροῖς Σοφὲ δόγμασι, τὰς τῶν Πιστῶν, πάντων διανοίας, ὡς ποιμὴν ἱερώτατος.

 

Ἔχρισέ σὲ Κύριος, τῷ ἱερῷ σοφὲ χρίσματι, καὶ τῆς αὐτοῦ, θείας Ἐκκλησίας, ποιμενάρχην κατέστησε.

Θεοτοκίον

Ὅλην τὴν καρδίαν μου, τῷ θεϊκῷ φωτὶ λάμπρυνον, πύλη φωτός, τὸν τῆς ἁμαρτίας, σκοτασμὸν ἐκδιώκουσα.

Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ

«Σὺ εἶ τὸ στερέωμα, τῶν προστρεχόντων σοι Κύριε, σὺ εἶ τὸ φῶς, τῶν ἐσκοτισμένων, καὶ ὑμνεῖ σε τὸ πνεῦμά μου».

 

Κάθισμα Ἦχος γ'

Θείας πίστεως ΤΟ ΑΚΟΥΤΕ

Θείοις δόγμασιν ἀεὶ ἐκλάμπων, δῶρον ἅγιον σαυτὸν προσῆξας, τῷ ἀθανάτῳ Βασιλεῖ δι' ἀθλήσεως, καὶ κατοικεῖς νῦν ἀεὶ εὐφραινόμενος, τῶν πρωτοτόκων τὴν ἄνω μητρόπολιν, Πάτερ Ὅσιε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.

Θεοτοκίον

Θείας φύσεως οὐκ ἐχωρίσθη, σάρξ γενόμενος ἐν τῇ γαστρί σου, ἀλλὰ Θεὸς ἐνανθρωπήσας μεμένηκεν, ὁ μετὰ τόκον Μητέρα Παρθένον σε, ὡς πρὸ τοῦ τόκου φυλάξας πανάμωμον, μόνος Κύριος. Αὐτὸν ἐκτενῶς ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.

Ἢ Σταυροθεοτοκίον

Ἡ ἀμίαντος ἀμνὰς τοῦ Λόγου, ἡ ἀκήρατος Παρθενομήτωρ, ἐν τῷ Σταυρῷ θεασαμένη κρεμάμενον, τὸν ἐξ αὐτῆς ἀνωδίνως βλαστήσαντα, μητροπρεπῶς θρηνῳδοῦσα ἐκραύγαζεν· Οἴμοι! τέκνον μου, πῶς πάσχεις θέλων ῥύσασθαι, παθῶν τῆς ἀτιμίας τὸν ἄνθρωπον!

 

ᾨδὴ δ'

Εἰσακήκοα κύριε ΤΟ ΑΚΟΥΤΕ

Ὑψουμένου κατέπτυσας, Ὅσιε χειμῶνος τῆς ἀθεότητος, καὶ τῇ θέρμῃ θείου Πνεύματος, ἀβλαβεῖς καρδίας συνετήρησας.

 

Συνετρίβη Δωρόθεε, μάκαρ πρὸ προσώπου σου ὄρη βίαια, τῶν δαιμόνων καὶ ἐτάκησαν, δυσμενῶν ἀνθρώπων τὰ φρονήματα.

 

Ἐκαρτέρεις θλιβόμενος, πόλεως εἰς πόλιν ἐκδιωκόμενος· μακαρίας ὅθεν ἔτυχες, τῶν Μαρτύρων δόξης καὶ λαμπρότητος.

Θεοτοκίον

Πειρασμῶν με διάσωσον, καὶ τοῦ ψυχοφθόρου τῶν παθῶν κλύδωνος, ὅπως πίστει μακαρίζω σε, παναγία Κόρη Μητροπάρθενε.

 

ᾨδὴ ε'

Τὸν ἐκ νυκτὸς ἀγνωσίας ΤΟ ΑΚΟΥΤΕ

Ἀποσκοπῶν ἐμφρόνως, τὰς ἀντιδόσεις τὰς θείας Δωρόθεε, τοὺς μεγίστους κινδύνους, καὶ τοὺς πειρασμοὺς ἐκαρτέρησας.

 

Μοναδικῶς τὴν θείαν, ἀνακηρύττων Τριάδα Δωρόθεε, πολυθέου μανίας, μάταιον διέλυσας φρύαγμα.

 

Μὴ προσκυνήσας Μάρτυς, ἔργα χειρῶν ἀνομούντων ὑπέμεινας, πειρασμοὺς καὶ κινδύνους, καὶ μαστίγων πόνους Δωρόθεε.

Θεοτοκίον

Ἀνατολὴ ἡλίου, πρὸ ἑωσφόρου ἐκλάμψαντος γέγονας, δι' οὗ φῶς οἱ ἐν σκότει, Ἄχραντε δεινῶν ἐθεάσαντο.

 

ᾨδὴ ς'

Χιτῶνά μοι παράσχου ΤΟ ΑΚΟΥΤΕ

Καρδίαν πυρωθεῖσαν ταῖς πνοαῖς, ἐκτήσω τοῦ Πνεύματος, πνευμάτων Δωρόθεε, ἐναντίων τὸν κρυμὸν διαλύουσαν.

 

Ἁγίων πολιτείας ἱεραῖς, συγγραφαῖς ἐδήλωσας, Πάτερ θεόπνευστε, θείᾳ γνώσει τὴν ψυχὴν φωτιζόμενος.

 

Ῥημάτων σου ὁ φθόγγος καὶ τερπνῶν, δογμάτων ἡ δύναμις, πᾶσαν ἐπέδραμε, Παμμακάριστε τὴν γῆν θείᾳ χάριτι.

Θεοτοκίον

Παρθένε ὃν ἐκύησας Θεόν, ἄνθρωπον γενόμενον, τοῦτον ἱκέτευε, λυτρωθῆναί με πυρὸς καὶ κολάσεως.

Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ

«Χιτῶνά μοι παράσχου φωτεινόν, ὁ ἀναβαλλόμενος φῶς ὥσπερ ἱμάτιον, πολυέλεε Χριστὲ ὁ Θεὸς ἡμῶν».

 

Κοντάκιον Ἦχος γ'

Ἡ Παρθένος ΤΟ ΑΚΟΥΤΕ

Ὀρθοδόξοις δόγμασιν, Ἱερομάρτυς κηρύξας, δῶρον θεῖον ἅγιον, σαυτὸν προσῆξας τῷ Κτίστῃ, πρότερον ἐν τῇ ἀσκήσει ἐνδιαπρέψας, ὕστερον τῷ μαρτυρίῳ στερρῶς ἀθλήσας, καὶ νομίμως ὑπεδέξω, βραβεῖον νίκης, παρὰ Χριστοῦ τοῦ Θεοῦ.

 

Σ υ ν α ξ ά ρ ι ο ν

Τῇ Ε' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος Δωροθέου, Ἐπισκόπου Τύρου.

Στίχοι

 

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς μετὰ φιλανθρωπίας ἐπενεχθείσης ἡμῖν φοβερὰς ἀπειλῆς καὶ ἀνάγκης, ἐν τῇ τῶν Βαρβάρων ἐπιδρομῇ, ὅτε, μέλλοντας ὑπ' αὐτῶν δικαίως αἰχμαλωτίζεσθαι, καὶ φόνῳ μαχαίρας παραδίδοσθαι, ὁ οἰκτίρμων καὶ φιλάνθρωπος Κύριος, διὰ σπλάγχνα ἐλέους αὐτοῦ, παρ' ἐλπίδα πᾶσαν ἐλυτρώσατο ἡμᾶς.

 

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων δέκα Μαρτύρων τῶν ἐν Αἰγύπτῳ, Μαρκιανοῦ, Νικάνδρου, Ὑπερεχίου, Ἀπόλλωνος, Λεωνίδου, Ἀρείου, Γοργίου, Σεληνιάδος, Εἰρήνης καὶ Πάμβωνος.

 

Ὁ ἅγιος μάρτυς Χριστόφορος ὁ ἀπὸ Ῥώμης, ξίφει τελειοῦται.

 

Ὁ ἅγιος Μάρτυς Κόνων, ὁ ἀπὸ Ῥώμης, ἐν θαλάσσῃ βληθεὶς τελειοῦται.

 

Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

 

ᾨδὴ ζ'

Παῖδες Ἑβραίων ΤΟ ΑΚΟΥΤΕ

Ἄστρον πολύφωτον ἐφάνης, ταῖς λαμπρότησι τῶν ἄθλων σου φωτίζων, τὰς ψυχὰς τῶν πιστῶς, Δωρόθεε βοώντων· Εὐλογητὸς εἶ Κύριε, ὁ Θεὸς εἰς τοὺς αἰῶνας.

 

Τρίβους εὐθείας διοδεύων, ὑπεξέκλινας τὰ βάραθρα τοῦ πλάνου, καὶ ὁδοὺς πρὸς ζωῆς, ὡδήγεις τοὺς βοῶντας· Εὐλογητὸς εἶ Κύριε, ὁ Θεὸς εἰς τοὺς αἰῶνας.

 

Ἔσβεσας ὄμβροις τῶν αἱμάτων, Παναοίδιμε τὴν κάμινον τῆς πλάνης, καὶ πρὸς ὕδωρ ζωῆς, ἐσκήνωσας κραυγάζων· Εὐλογητὸς εἶ Κύριε, ὁ Θεὸς εἰς τοὺς αἰῶνας.

Θεοτοκίον

Ῥῦσαι δεσμῶν τῆς ἁμαρτίας, τὴν ἀθλίαν μου ψυχὴν Θεογεννῆτορ, καὶ ἀγάπῃ Θεοῦ, ὑπόζευξον τελείᾳ, ἵνα πιστῶς, δοξάζω σε, Θεοτόκε εἰς αἰῶνας.

 

ᾨδὴ η'

Οἱ θεορρήμονες Παῖδες ΤΟ ΑΚΟΥΤΕ

Σοβαρευόμενον ὄφιν ἐν κακίᾳ, ταπεινωθεὶς ἐν Κυρίῳ, Πάτερ βοῶν ἐταπείνωσας· Εὐλογεῖτε τὰ ἔργα Κυρίου τὸν Κύριον.

 

Ἐν βαθυτάτῳ σε γήρᾳ πρὸς ἀγήρως, ἀναπαυσάμενον τόπους, ὁ πλαστουργὸς κατεσκήνωσεν, Ἱερώτατε Πάτερ, Μαρτύρων ἀγλάϊσμα.

 

Βίον ἰσάγγελον ἔχων σὺν Ἀγγέλοις, τῷ τοῦ Δεσπότου σου θρόνῳ, ἀναβοῶν νῦν παρίστασαι· Εὐλογεῖτε τὰ ἔργα Κυρίου τὸν Κύριον.

Θεοτοκίον

Ὡραιοτάτη Παρθένε ἀνεδείχθης, τὸν ὡραιότατον Λόγον, κυοφοροῦσα ᾧ ψάλλομεν· Εὐλογεῖτε τὰ ἔργα Κυρίου τὸν Κύριον.

Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ

«Οἱ θεορρήμονες Παῖδες ἐν καμίνῳ, σὺν τῷ πυρὶ καὶ τὴν φλόγα, καταπατοῦντες ὑπέψαλλον· Εὐλογεῖτε τὰ ἔργα Κυρίου τὸν Κύριον».

 

ᾨδὴ θ'

Τὸν προδηλωθέντα ΤΟ ΑΚΟΥΤΕ

Ἴθυνας τὴν ποίμνην, Χριστοῦ θείους πρὸς λιμένας, ἀβλαβῆ τηρήσας αὐτὴν χειμώνων ἐναντίων, ὡς πανάριστος Ἱεράρχης καὶ θείων Πάτερ, πληρωτὴς σοφὲ προστάξεων.

 

Ὡς ἱερουργὸς ἱερός, ὡς Μάρτυς γενναῖος, ὡς θαυματουργὸς θαυμαστός, ὡς θεῖος λογογράφος, ὡς τῆς πίστεως ἀδιάσειστος στῦλος, δόξης αἰωνίου Πάτερ ἔτυχες.

 

Σὲ ὡς θεῖον δῶρον Δωρόθεε ὁ τὰ δῶρα, ὡς Θεὸς παρέχων, πλουσίᾳ χρηστότητι τοῖς δεομένοις, εἰς πιστῶν ἐναργῆ σωτηρίαν, τῇ Ἐκκλησίᾳ ἐδωρήσατο.

 

Ἡ θεοφεγγὴς μνήμη σου ἀνέτειλε κόσμῳ, καταυγάζουσα πιστούς, ἀκτῖσι χαρισμάτων, ἣν δοξάζοντας κοινωνοὺς ἡμᾶς δεῖξον Πάτερ, τῆς ἐν σοὶ θείας λαμπρότητος.

Θεοτοκίον

Φέρουσα Χριστὸν χερσί, τὸν φέροντα τὰ πάντα, νεύματι τῷ θείῳ Ἁγνή, αὐτὸν ἀεὶ δυσώπει, τῶν χειρῶν ἡμῶν τὰς ἐπάρσεις εὐθῦναι, τούτου ὡς θυμίαμα ἐνώπιον.

ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ

«Τὸν προδηλωθέντα ἐν ὄρει τῷ νομοθέτῃ, ἐν πυρὶ καὶ βάτῳ τόκον, τὸν τῆς Ἀειπαρθένου, εἰς ἡμῶν τῶν πιστῶν σωτηρίαν, ὕμνοις ἀσιγήτοις μεγαλύνομεν».

 

Καὶ ἡ λοιπὴ Ἀκολουθία, ὡς σύνηθες, καὶ Ἀπόλυσις.