Τῌ Κ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ
ΜΑΡΤΙΟΥ
Μνήμη τῶν Ὁσίων Πατέρων ἡμῶν
τῶν ἐν τῇ Μονῇ τοῦ Ἁγίου Σάββα ἀναιρεθέντων.
ΕΙΣ ΤΟΝ ΕΣΠΕΡΙΝΟΝ
Εἰς τό, Κύριε ἐκέκραξα,
Στιχηρὰ Προσόμοια.
Ἦχος δ'
Ὡς γενναῖον ἐν
Μάρτυσιν
ΤΟ
ΑΚΟΥΤΕ
Ἐφετῶν
τὸ ἀκρότατον, ὁλικῶς ἀγαπήσαντες, τὰ
τοῦ βίου Ὅσιοι, ὥσπερ σκύβαλα, τερπνὰ ἡγήσασθε
ἅπαντα, καὶ μόνα τὰ μένοντα, ἀγρυπνίᾳ
καὶ εὐχῇ, νιφετῷ τε καὶ καύσωνι, ἐποθήσατε,
σπηλοδίαιτοι ἅμα γεγονότες, συμπολῖται τῶν Ἀγγέλων,
ἀναδειχθέντες ἐν χάριτι.
Καὶ
ῥοπάλοις τυπτόμενοι, καὶ τοῖς λίθοις βαλλόμενοι,
καὶ πυγμαῖς κοπτόμενοι τὴν ὁμόνοιαν, οὐ
διελύσατε Μάρτυρες, ἀγάπῃ συνδούμενοι, καὶ
στοργῇ ἀδελφικῇ, ἀλλ' ὑφ' ἓν θανατούμενοι,
καὶ τεμνόμενοι, μεληδὸν Ἀθλοφόροι τῇ τραπέζῃ,
προσηνέχθητε τῇ θείᾳ, ὡς ἱερεῖα ἀμώμητα.
Καὶ
πνιγμῷ συγκλειόμενοι, καὶ πυρὶ δαπανώμενοι, τὰς
ψυχὰς παρέθεσθε ὡς ἀμώμητα, Μάρτυρες ἔνδοξοι
θύματα, χειρὶ τοῦ Παντάνακτος, καὶ συνήφθητε
χοροῖς, ἀσωμάτων Δυνάμεων, αἰωνίζουσαν, κληρωσάμενοι
δόξαν, ἧς μεθέξειν, τοὺς ἡμᾶς ἀνευφημοῦντας,
ἀδιαλείπτως πρεσβεύσατε.
Δόξα... Καὶ νῦν...
Θεοτοκίον
Μετανοίας
τὸ ἄριστον, καὶ σωτήριον φάρμακον, ἡ Θεὸν
κυήσασα τὸν Σωτῆρά μου, καὶ τῶν δακρύων
τὰ ῥεύματα, καὶ ὥρας τὴν ἔννοιαν, τῆς
φρικτῆς καὶ φοβερᾶς, ἀδεκάστου τε κρίσεως, σὺ
μοι δώρησαι, καὶ φυγεῖν ταῖς εὐχαῖς σου, ὦ
Παρθένε, τῶν κολάσεων τὸν τρόμον καὶ θείας
τεύξασθαι χάριτος.
Ἢ Σταυροθεοτοκίον
Ἡ
Ἀμνὰς ἡ κυήσασα, τὸ Ἀρνίον τὸ ἄκακον,
τὸ τὴν ἁμαρτίαν ἐλθὸν ἰάσασθαι,
παντὸς τοῦ κόσμου Πανάμωμε, οἰκείῳ ἐν
αἵματι, τὸ σφαγὲν ὑπὲρ ἡμῶν, καὶ
ζωῶσαν τὰ σύμπαντα, σὺ με ἔνδυσον, γυμνωθέντα
τῆς θείας ἀφθαρσίας, ἐξ ἐρίου τοῦ
σοῦ τόκου, περιβολὴν θείας χάριτος.
Ἀπολυτίκιον
Ἦχος β'
Ἀθλοφόροι
Κυρίου μακαρία ἡ γῆ ἡ πιανθεῖσα τοῖς αἵμασιν
ὑμῶν, καὶ ἅγιαι αἱ σκηναὶ αἱ δεξάμεναι
τὰ πνεύματα ὑμῶν· ἐν σταδίῳ γὰρ
τὸν ἐχθρὸν ἐθριαμβεύσατε, Χριστὸν μετὰ
παρρησίας ἐκηρύξατε. Αὐτὸν ὡς ἀγαθὸν
ἱκετεύσατε, σωθῆναι δεόμεθα τὰς ψυχὰς ἡμῶν.
ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ
Οἱ Κανόνες, ὡς σύνηθες, καὶ
τῶν Ἁγίων, οὗ ἡ Ἀκροστιχὶς ἄνευ
τῶν Θεοτοκίων.
Ὕμνοις γεραίρω Μάρτυρας
μονοτρόπους.
Στεφάνου Σαββαϊτου.
ᾨδὴ α'
Ἦχος πλ. δ'
Ὁ Εἱρμὸς
ΤΟ ΑΚΟΥΤΕ
«ᾎσμα
ἀναπέμψωμεν λαοί, τῷ θαυμαστῷ Θεῷ ἡμῶν,
τῷ ἀπαλλάξαντι τὸν Ἰσραὴλ δουλείας, ᾠδὴν
ἐπινίκιον, ᾄδοντες καὶ βοῶντες· Ἄσωμέν
σοι τῷ μόνῳ Δεσπότῃ».
Ὕμνοις
τὴν θεόπνευστον πληθύν, τῶν ἱερῶν Μαρτύρων
σου, ποθοῦντι εὐφημῆσαι, Χριστὲ μοι οὐρανόθεν,
παράσχου φῶς γνώσεως, τούτων ταὶς ἱκεσίαις,
ἵνα μέλψω θεόφθεγκτον ᾆσμα.
Νόμῳ
τῷ τοῦ Πνεύματος σοφοί, τὰ μέλη κυβερνήσαντες,
ἡμῶν καὶ τὰς αἰσθήσεις, ναοὶ ἡγιασμένοι,
Θεοῦ ἀνεδείχθητε, Μάρτυρες θεοφόροι· ἐν
ὑμῖν γὰρ Χριστὸς ἐνηυλίσθη.
Ὄλβον
τὸν φθειρόμενον ἐν γῇ, καταλιπόντες Ἅγιοι, καὶ
τὰ τερπνὰ τοῦ βίου ὡς ὄναρ παριδόντες,
Χριστοῦ ᾑρετίσασθε, τὴν μὴ σαλευομένην Βασιλείαν,
ἧς νῦν ἐμφορεῖσθε.
Θεοτοκίον
Κλῖμαξ
ἀνεδείχθης μυστική, ἥν, Ἰακὼβ τεθέαται,
ὁ ἐκλεκτὸς τοῦ Θεοῦ ἐξ ἧς ἀρρήτῳ
λόγῳ, προῆλθεν ὁ ἄσαρκος, σάρξ ἀτρέπτως
ὑπάρξας, ὑπὲρ λόγον ἐκ σοῦ Θεοτόκε.
ᾨδὴ γ'
Ὁ Εἱρμὸς
ΤΟ ΑΚΟΥΤΕ
«Οὐρανίας
ἁψῖδος, ὀροφουργὲ Κύριε, καὶ τῆς Ἐκκλησίας
δομῆτορ σὺ με στερέωσον, ἐν τῇ ἀγάπῃ
τῇ σῇ, τῶν ἐφετῶν ἡ ἀκρότης, τῶν
πιστῶν τὸ στήριγμα, μόνε φιλάνθρωπε».
Ἱερεύσαντες
ὅλον, τὸν ἑαυτῶν Ἅγιοι, βίον ἀκηλίδωτον
ὅλως, τῷ παντεπόπτῃ Θεῷ, προσενηνόχατε, ὁλοκαυτώματα
θεῖα, ἑαυτοὺς καὶ τέλειον, στέφανον ἤρασθε.
Σάββα
τοῦ Θεοφόρου, ὡς φοιτηταὶ γνήσιοι, τὴν ἐκ
τῶν θορύβων ποθήσαντες ἀναχώρησιν, ἀνεπιστρόφως
ὁδόν, τὴν τεθλιμμένην πατοῦντες, πρὸς ζωὴν
ἐφθάσατε, τήν ἀτελεύτητον.
Γεωργήσαντες
σπόρον, τὸν ἐν ὑμῖν Ὅσιοι, ἐγκαταβληθέντα
τοῦ λόγου, καὶ τῶν δακρύων ῥοαῖς, ἄγαν
ἀρδεύοντες, ἑκατοστεύοντα στάχυν, τῷ Θεῷ
προσάγετε, καρποφορήσαντες.
Θεοτοκίον
Ἐνοικήσας
Παρθένῳ σωματικῶς Κύριε, ὤφθης τοῖς ἀνθρώποις,
ὡς ἔπρεπε θεαθῆναί σε, ἣν καὶ ἀνέδειξας,
ὡς ἀληθῆ Θεοτόκον, καὶ πιστῶν βοήθειαν,
μόνε φιλάνθρωπε.
Κάθισμα Ἦχος πλ. δ'
Τὸ προσταχθὲν
ΤΟ ΑΚΟΥΤΕ
Δι' ἐγκρατείας
τῶν παθῶν τὰς πυριφλέκτους, ἀπονεκρώσαντες ὁρμάς,
καὶ τὰς κινήσεις, Ἀσκηταὶ θεόληπτοι, ἑπόμενοι
κατ' ἴχνος, τῷ πάντα τεκτηναμένῳ μόνῳ
Θεῷ, καθάπερ δεκτὴ θυσία καὶ ἱερά, προσηνέχθητε
σφάγια, διὰ χειρὸς βαρβαρικῆς, τυπτόμενοι σφαττόμενοι,
καὶ βιαίως κοπτόμενοι.
Θεοτοκίον
Θεοχαρίτωτε
Ἁγνὴ εὐλογημένη, τὸν διὰ σπλάγχνα οἰκτιρμῶν
ἐκ σοῦ τεχθέντα, σὺν ταῖς ἄνω δυνάμεσι,
καὶ τοῖς Ἀρχαγγέλοις, καὶ πᾶσι τοῖς Ἀσωμάτοις
ὑπὲρ ἡμῶν, δυσώπει ἀκαταπαύστως δοῦναι
ἡμῖν, πρὸ τοῦ τέλους συγχώρησιν, καὶ ἱλασμὸν
ἁμαρτιῶν, καὶ βίου ἐπανόρθωσιν, ὅπως εὕρωμεν
ἔλεος.
Ἢ Σταυροθεοτοκίον
Τῷ
τοῦ υἱοῦ σου καὶ Θεοῦ Σταυρῷ Παρθένε,
περιφρουρούμενοι ἀεὶ τὰς τῶν δαιμόνων, προσβολὰς
τροπούμεθα, καὶ τὰς μεθοδείας, κυρίως σε Θεοτόκον
καὶ ἀληθῶς, ὑμνοῦντες, καὶ πόθῳ
πᾶσαι αἱ γενεαί, μακαρίζομεν Ἄχραντε, ὡς προεφήτευσας·
διό, πταισμάτων ἡμῖν ἄφεσιν, ταῖς πρεσβείαις
σου δώρησαι.
ᾨδὴ δ'
Ὁ Εἱρμὸς
ΤΟ ΑΚΟΥΤΕ
«Ἐπέβης
ἐφ ἵππους, τους Ἀποστόλους σου Κύριε, καὶ ἐδέξω
χερσί σου ἡνίας αὐτῶν, καὶ σωτηρία γέγονεν,
ἡ ἱππασία σου, τοῖς πιστῶς μελῳδοῦσι·
Δόξα τῇ δυνάμει σου Κύριε».
Ἐρήμῳ
ἀνίκμῳ, ἐγκαρτεροῦντας ὁρῶν ὁ ἐχθρός,
ἀρεταῖς τε ποικίλαις ἐμπρέποντας, τοὺς ἀηττήτους
Μάρτυρας, ἐπυρπολεῖτο δεινῶς, τῷ φθόνῳ
βεβλημένος, καὶ πρός παρατάξεις ἐτρέπετο.
Ῥιζώσας
τὴν πλάνην, ἐν τοῖς ἰδίοις αὐτοῦ
μαθηταῖς, πρὸς ἀλληλοφονίαν ἠρέθισε, τὰ
τῶν βαρβάρων φῦλα ὁ Δράκων ὁ δόλιος, δι'
ὧν καὶ τῆς ἐρήμου, ἐξῶσαι τούς Ὁσίους
ἠπείγετο.
Ἀγρίως
τὰ κύκλῳ, περιλαβὼν ὡς ἐπόθησε, φυγαδεῦσαι
μὲν τούτους, οὐκ ἴσχυσε τοὺς ἀηττήτους,
ὁ τῶν Δικαίων ἀντίπαλος, νικηθεὶς δ' ἀοράτως,
ὀφθαλμοφανῶς ἐπεστράτευσεν.
Ἰοῦ
καὶ μανίας, ἐμπεπλησμένος ἐφώρμησε, σὺν
τοῖς ὑπασπισταῖς ὁ ἀρχέκακος, θηριωδῶς
δὲ τοῖς μακαρίοις ἐφήλατο, καὶ πληγαῖς
ἀνηκέστοις, αἵματος λιβάδας ἐξέχεε.
Ῥεούσης
ἀπῄτουν, ὕλης χρυσίου φθαρτοῦ θησαυρός, οἱ
τῇ γῇ τὰς ἐλπίδας ἐρείσαντες, οἱ
δὲ γενναῖοι ἐν οὐρανοῖς ἀναθέμενοι, τὰς
ἐλπίδας ἐβόων· Δόξα τῇ δυνάμει σου
Κύριε.
Ὡς
θῆρες ῥοπάλοις, ἀνηλεῶς καὶ τοῖς ξίφεσι,
τοὺς Ὁσίους καὶ λίθοις ᾐκίζοντο, τοὺς
σφῶν προκρίτους καταμηνύειν κελεύοντες, ἀλλ' ἀνένευον
πάντες, νόμῳ τῆς ἀγάπης νευρούμενοι.
Θεοτοκίον
Παρθένε
καὶ Μήτηρ, σὺ Ἀποστόλων καλλώπισμα, καὶ
Μαρτύρων Ἁγίων κραταίωμα, καὶ τῶν Ὁσίων
καύχημά τε καὶ διάσωσμα, τῶν πιστῶς μελῳδούντων·
Δόξα τῇ δυνάμει σου Κύριε.
ᾨδὴ ε'
Ὁ Εἱρμὸς
ΤΟ ΑΚΟΥΤΕ
«Ἴνα
τὶ με ἀπώσω, ἀπὸ τοῦ προσώπου σου τὸ
φῶς τὸ ἄδυτον, καὶ ἐκάλυψέ με, τὸ
ἀλλότριον σκότος τὸν δείλαιον, ἀλλ' ἐπίστρεψόν
με, καὶ πρὸς τὸ φῶς τῶν ἐντολῶν σου, τὰς
ὁδούς μου κατεύθυνον δέομαι».
Μυηθέντες
ἀγάπης, Σῶτερ, τὸν θεσμὸν τῆς τελείας
οἱ Ὅσιοι, καὶ πεπαιδευμένοι, ὑπὸ σοῦ τὰς
ψυχὰς προετίθεσαν, ὑπὲρ τῶν ἰδίων, φίλων,
τὸ σὸν ὑπὲρ ἀνθρώπων, ἐθελούσιον
πάθος μιμούμενοι.
Ἄγαν
ὑπὲρ τὴν φύσιν, τὴν ἐκ θελημάτων σαρκὸς
γεννηθεῖσαν Χριστέ, τὸ διάταγμά σου, τοῦ θανάτου
ἐφάνη στερρότερον· τῷ γὰρ σῷ στοιχοῦντες,
Νόμῳ θανεῖν ὑπέρ τῶν φίλων, εὐκλεῶς
οἱ Θεόφρονες εἵλοντο.
Ῥαντισθέντες
ὑσσώπῳ, διὰ τοῦ Βαπτίσματος τῷ νοητῷ
τὰς ψυχάς, τοῖς οἰκείοις αὖθις, ἐρραντίσθητε
αἵμασιν Ὅσιοι· ἐν φορᾷ πυρὸς δέ, οἷα
χρυσὸς δοκιμασθέντες, προσηνέχθητε θῦμα εὐῶδες
Χριστῷ.
Θεοτοκίον
Μητρικὴν
παρρησίαν, τὴν πρὸς τὸν Υἱόν σου κεκτημένη
Πάναγνε, συγγενοῦς προνοίας, τῆς ἡμῶν μὴ
παρίδῃς δεόμεθα, ὅτι σὲ καὶ μόνην, Χριστιανοὶ
πρὸς τὸν Δεσπότην, ἱλασμὸν εὐμενῆ προβαλλόμεθα.
ᾨδὴ ς'
Ὁ Εἱρμὸς
ΤΟ ΑΚΟΥΤΕ
«Πρὸς
τὸν δυνάμενον σῴζειν με Κύριον, ἐκ βυθοῦ ἁμαρτιῶν
ἐβόησα, καὶ ἐκ φθορᾶς ἀνήγαγε, τὴν
ζωήν μου ὡς φιλάνθρωπος».
Τὰς
ἀπειλὰς τῶν τυράννων οὐκ ἔπτηξαν, οἱ θεράποντες
Χριστοῦ· τὸν βίον γὰρ διηνεκῶς μελέτημα,
τοῦ θανάτου προκατέστησαν.
Ὑπονοοῦντες
πλουτεῖν τοὺς ἀκτήμονας, ἀφειδῶς οἱ ἀσεβεῖς
ἐκόλαζον, τοὺς τὰ φθαρτὰ μὲν ῥίψαντας,
κτησαμένους δὲ τὰ ἄφθαρτα.
Ῥώμην
ἀνίκητον ἀμφιασάμενοι, τοῦ Χριστοῦ οἱ
Ἀθληταὶ ἐτρέψαντο, τοῦ νοητοῦ ἀλάστορος,
καὶ βαρβάρων τὰ φρυάγματα.
Θεοτοκίον
Ὡς
ἐπὶ κούφης νεφέλης ἐλήλυθεν, ἐπὶ
σοὶ ὁ βασιλεύων Κύριος, τοῦ καθελεῖν Αἰγύπτια,
χειροποίητα Πανάμωμε.
Τὸ Μαρτυρικὸν τοῦ Ἤχου.
Σ υ ν α ξ ά ρ ι ο ν
Τῇ Κ' τοῦ αὐτοῦ μηνός, Μνήμη
τῶν Ἁγίων Ἀββάδων τῶν ἀναιρεθεντων ὑπὸ
τῶν Μαύρων ἐν τῇ Μονῇ τοῦ Ἁγίου
Σάββα τοῦ Ἡγιασμένου.
Στίχοι
Διπλοῦς
στεφάνους χειρὸς ἐκ τοῦ Κυρίου,
Πόνων
χάριν δέχεσθε καὶ τῶν αἱμάτων.
Εἰκάδι
Ἀββάδες ἐκ χθονὸς οὐρανὸν ἤλυθον εὐρύν.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη
τοῦ Ὁσίου Πατρὸς ἡμῶν καὶ Ὁμολογητοῦ
Νικήτα, Ἐπισκόπου Ἀπολλωνιάδος.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη
τῶν Ἁγίων ἑπτὰ Μαρτύρων γυναικῶν, τῶν
ἐν Ἀμινσῷ, Ἀλεξανδρείας, Κλαυδίας, Εὐφρασίας,
Ματρώνης, Ἰουλιανῆς, Εὐφημίας, καὶ Θεοδοσίας.
Στίχοι
Δηλοῖ
γυναικῶν τῶν πεπυρπολημένων,
Ἀριθμὸς
ἑπτὰ παρθένος τῶν Παρθένων.
Τῇ αὐτῇ ἡμέρᾳ, ὁ ἅγιος
Μάρτυς Ῥοδιανὸς ξίφει τελειοῦται.
Στίχοι
Ὁ
Ῥοδιανός, ὡς ἐρυθρὸν σοι ῥόδον,
Χριστὲ
προσήχθη, τὸ σῶμα βεβαμμένος.
Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος
Ἀκύλας ὁ Ἔπαρχος ξίφει τελειοῦται.
Στίχοι
Ἄμωμον
ἱερεῖον ὤφθης Ἀκύλα,
Τμηθεὶς
ἀμώμῳ Δεσπότῃ διὰ ξίφους.
Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος
Λολλίων πυγμαῖς βαλλόμενος τελειοῦται.
Στίχοι
Ὁ
Λολλίων ἕστηκε τὰς πυγμὰς φέρων,
Καὶ
μὴ στεναγμόν, μηδὲ μυγμὸν ἐκφέρων.
Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος
Ἐμμανουὴλ ξίφει τελειοῦται.
Στίχοι
Ξίφει
χεθήτω, κἂν κοτύλη φησὶ μοι,
Ἐμμανουὴλ
πέφυκεν αἵματος μία.
Ταῖς τῶν Ἁγίων σου πρεσβείαις,
ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.
ᾨδὴ ζ'
Ὁ Εἱρμὸς
ΤΟ ΑΚΟΥΤΕ
«Οἱ
τῆς Χαλδαίας καμίνου, τὴν πανώλεθρον δύναμιν
σβέσαντες, μορφῇ Ἀγγέλου συγκαταβάντος, τῷ Δημιουργῷ
Νεανίαι ἐκραύγαζον· Εὐλογητὸς εἶ καὶ
αἰνετός, ὁ Θεός ὁ τῶν Πατέρων ἡμῶν».
Ἀπηνεώθησαν
ἄμφω, τὰ πολέμια τῶν ἐναντίων στίφη, τῶν
ὁρωμένων καὶ ἀοράτων, ἐν τοῖς αἰκισμοῖς
καθορῶντες τοὺς Μάρτυρας, ὑμνολογοῦντας· Εὐλογητός,
ὁ Θεός ὁ τῶν Πατέρων ἡμῶν.
Σοὶ
τῷ Χριστῷ νυμφευθέντες, καὶ τῷ ἔρωτί σου
τιτρωσκόμενοι, τοῦ μόνου ὄντως ἠγαπημένου, γένος
καὶ πατρίδα καὶ πλοῦτον ἠθέτησαν, οἱ πρόσφυγές
σου ὦ Λυτρωτά, ὁ Θεὸς ὁ τῶν Πατέρων ἡμῶν.
Μιαιφονία
βαρβάρων, οὐ μετέστησε τοὺς ἐραστάς σου Χριστέ,
τῆς ἐν ἐρήμῳ θεολατρίας· τοὺς γὰρ
ἀναιροῦντας τὸ σῶμα οὐκ ἔπτηξαν, τὰς σὰς
κατέχοντες ἐντολάς, ὡς ἀκράδαντον θεμέλιον.
Ὅλον
πρὸς σὲ μεταθέντες, ἐκ τοῦ κόσμου τὴν
ἐπιθυμίαν Χριστέ, θυμὸν δὲ κατὰ τῆς ἁμαρτίας
μόνης ἀνθοπλίσαντες, σοὶ εὐηρέστησαν πανσόφῳ
χρώμενοι λογισμῷ, οἱ θεράποντές σου Κύριε.
Νόμον
θεόγραφον ἔνδον, ἐν πλαξὶ τῶν καρδιῶν ὑμῶν,
θεόθεν Μάρτυρες δεδεγμένοι, ἕνα ἐν Τριάδι Θεὸν
ἐκηρύττετε, αὐτῷ βοῶντες· Εὐλογητός,
ὁ Θεὸς ὁ τῶν Πατέρων ἡμῶν.
Θεοτοκίον
Ἐν
τῷ φωτὶ τοῦ Κυρίου, πορευόμενοι, δεῦτε ὑμνήσωμεν,
τὴν θείαν πύλην τοῦ Βασιλέως, τῶν βασιλευόντων,
Μαρίαν τὴν ἄχραντον, τὴν Θεοτόκον ὡς ἀληθῶς,
καὶ ἐλπίδα τῶν ψυχῶν ἡμῶν.
ᾨδὴ η'
Ὁ Εἱρμὸς
ΤΟ ΑΚΟΥΤΕ
«Ἀσεβείας
ὄργανα ἅλιον μέλος, εὐσεβείας δὲ αἱ θεόφθογγοι,
ἐκελάδουν φόρμιγγες· Εὐλογεῖτε πάντα τὰ
ἔργα, Χριστὸν εἰς τοὺς αἰῶνας».
Οὐρανίαις
τάξεσιν ἡμιλλημένοι, οἱ ἰσάγγελοι ὁλονύκτοις,
ἐν ἀγρυπνίαις ἔψαλλον· Εὐλογεῖτε πάντα
τὰ ἔργα, Χριστὸν εἰς τοὺς αἰῶνας.
Τὸν
Σταυρὸν ἀράμενοι σοὶ τῷ Δεσπότῃ, ἠκολούθησαν
ὁλοψύχως, οἱ Μάρτυρες ψάλλοντες· Εὐλογεῖτε
πάντα τὰ ἔργα, Χριστὸν εἰς τοὺς αἰῶνας.
Ῥάβδοις
συνθλαττόμενοι, λίθων νιφάδας, ὑφιστάμενοι οἱ
Πανόλβιοι, ἀρετῆς ἀντείχοντο· Ὑμνεῖτε
βοῶντες τὰ ἔργα, Χριστὸν εἰς τοὺς αἰῶνας.
Ὁλοτρόπως
σῶμά τε ψυχὴν καὶ πνεῦμα, καθηράμενοι οἱ
Μακάριοι, τῷ Χριστῷ ἀνέμελπον· Εὐλογεῖτε
πάντα τὰ ἔργα, εἰς πάντας τοὺς αἰῶνας.
Θεοτοκίον
Οἱ
διττὴν ὑπόστασιν σὲ βλασφημοῦντες, τὸν ἀμέριστον
αἰσχυνέσθωσαν, ὡς τετράδα σέβοντες· ἡμεῖς
γὰρ σε ἕνα τῆς θείας, Τριάδος προσκυνοῦμεν.
ᾨδὴ θ'
Ὁ Εἱρμὸς
ΤΟ ΑΚΟΥΤΕ
«Ἐξέστη
ἐπὶ τούτῳ ὁ οὐρανός, καὶ τῆς
γῆς κατεπλάγη τὰ πέρατα, ὅτι Θεός, ὤφθη
τοῖς ἀνθρώποις σωματικῶς, καὶ ἡ γαστήρ
σου γέγονεν, εὐρυχωροτέρα τῶν οὐρανῶν·
διὸ σε Θεοτόκε, Ἀγγέλων καὶ ἀνθρώπων,
ταξιαρχίαι μεγαλύνουσι».
Ποικίλως
γυμνασθέντες οἱ Ἀθληταί, καὶ νικήσαντες τοῦ
κοσμοκράτορος, τὰς μηχανάς, ᾔσχυναν ἀνδρείως
καὶ εὐσεβῶς, βαρβαρικὴν ἀπόνοιαν, τούτων
ὑπομείναντες τὰς ὁρμάς· διὸ καὶ τοὺς
στεφάνους, διπλοῦς ἐκ τοῦ δικαίου, Ἀγωνοθέτου
ἐκομίσαντο.
Ὁ
παῖς καὶ ἐν σπηλαίοις ἀσκητικῶς, τὴν ζωὴν
διελθόντες Μακάριοι, ἄντρου στενοῦ, χάσματι καθείρχθητε
ἀφεγγεῖ, πεφοινιγμένοι αἵμασι, καύσει τε πυρὸς
καὶ τῇ ἐκ καπνοῦ, δεινῶς ἀποσμυχούσῃ,
ἀτμίδι ἐκπνιγέντες, τροπαιοφόροι ἀπεφάνθητε.
Ὑμνοῦμεν
τοὺς ἀγῶνας ὑπερφυῶς, οὓς πρὸς τὴν
ἁμαρτίαν ἠθλήσατε, νεανικῶς, ἀντικαθιστάμενοι
τοῦ Χριστοῦ, ὡς στρατιῶται ἔνδοξοι· καὶ
γὰρ ἑνικήσατε εὐκλεῶς, καὶ νῦν παρεστηκότες,
σὺν τάγμασι Ἁγίων, τῷ πανυψίστῳ ἡμῶν
μέμνησθε.
Σὺν
Σάββᾳ τῷ Πατρὶ καὶ Καθηγητῇ, ὡς ἀνόθευτα
τέκνα Μακάριοι, ἐν οὐρανοῖς, αἴγλης ἐμφορούμενοι
τριλαμποῦς, ὑπὲρ ἡμῶν πρεσβεύσατε, τῶν
συμφοιτητῶν τε καὶ ὑμνητῶν, εἰρήνην δωρηθῆναι,
κοινῶς ταῖς Ἐκκλησίαις, καὶ σωτηρίαν ταῖς
ψυχαῖς ἡμῶν.
Θεοτοκίον
Ὀφρὺν
καὶ θράσος ἅμα τῶν δυσμενῶν, ὁ τεχθεὶς
ἐκ Παρθένου κατάβαλε, καὶ τὰς βουλάς, τῶν
κακοδοξούντων Δημιουργέ, τῶν δὲ πιστῶν τὸ σύστημα,
στήριξον ἀκράδαντον ὡς Θεός, τὸ κέρας
ἀνυψώσας, καὶ πίστει κραταιώσας, ἵνα σε πάντες
μεγαλύνωμεν.
Τὸ Φωταγωγικὸν τοῦ Ἤχου.
Καὶ ἡ λοιπὴ Ἀκολουθία, ὡς σύνηθες, καὶ Ἀπόλυσις.