Τῌ Γ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ

ΝΟΕΜΒΡΙΟΥ

 

Μνήμη τῶν Ἁγίων Μαρτύρων, Ἀκεψιμᾶ, Ἰωσήφ, καὶ Ἀειθαλᾶ, καὶ τῶν ἐγκαινίων τοῦ ναοῦ τοῦ Ἁγίου Μεγαλομάρτυρος Γεωργίου, τοῦ ἐν Λύδδῃ, ἤτοι τῆς καταθέσεως τοῦ τιμίου σώματος αὐτοῦ.

 

ΕΙΣ ΤΟΝ ΕΣΠΕΡΙΝΟΝ

 

    Εἰς τό, Κύριε ἐκέκραξα, ἱστῶμεν Στίχους ς' καὶ ψάλλομεν Προσόμοια Στιχηρὰ τῶν Μαρτύρων.

Ἦχος πλ. α'

Χαίροις ἀσκητικῶν ἀληθῶς ΤΟ ΑΚΟΥΤΕ

Χαίροις ἡ τῆς Τριάδος τριάς, τῶν ἀρετῶν τὰ καθαρὰ καταγώγια, κρατῆρες τὸν θεῖον οἶνον, τῆς εὐσεβείας ἡμῶν, τὰς ψυχὰς εὐφραίνοντα οἱ προχέοντες· μαζοὶ οἱ τὸ γάλα, τῶν ἰαμάτων πηγάζοντες, ἄστρα τὸ φέγγος, ἀληθείας πυρσεύοντα, καὶ τὰ πέρατα, φωταυγίαις λαμπρύνοντα· Μάρτυρες μεγαλώνυμοι, οἱ νύκτα μειώσαντες, τῆς ἀγνωσίας καὶ πάντων, τὰς διανοίας φωτίσαντες· Χριστὸν δυσωπεῖτε, ταῖς ψυχαῖς ἡμῶν δοθῆναι, τὸ μέγα ἔλεος.

 

Χαίροις, Ἀκεψιμᾶ ἱερέ, Ἀειθαλᾶ καὶ Ἰωσὴφ ἀξιάγαστοι, τῷ θείῳ πυρὶ τὴν πλάνην, πυρσολατρῶν δυσσεβῶν, ἐπιγνώσει θείᾳ κατασβέσαντες, δι' ὧν οἱ θρησκεύοντες, παρανόμως τὸν ἥλιον, καὶ τοὺς ἀστέρας, παντελῶς ἠμαυρώθησαν, καὶ κατήργηται, ἡ τῶν μάγων ἐπίνοια. Μάρτυρες ἀεισέβαστοι, Τριάδος ὑπέρμαχοι, φῶς τοῖς ἐν σκότει ἀγνοίας, τοῦ ἀληθοῦς Ἀρχιποίμενος, Χριστοῦ τοῦ τυθέντος, καὶ παρέχοντος τῷ κόσμῳ, τὸ μέγα ἔλεος.

 

Πᾶσαν ἐπιφορὰν τῶν δεινῶν, ἀνδρειοτάτῳ λογισμῷ ὑπηνέγκατε, ἀλόγοις τε ὥσπερ φόρτος, ἐπιτεθέντες σοφοί, πρὸς βασάνων πλείω πεῖραν ἥγεσθε· διὸ συγκοπτόμενοι, καὶ ῥοπάλοις τυπτόμενοι, καὶ ταῖς αἰκίαις, χαλεπῶς δαπανώμενοι, οὐκ ἐκάμφθητε, οὐ Θεὸν ἐξηρνήσασθε· ὅθεν προσαπηνέγκατε, τῆς νίκης τὸν στέφανον, καὶ ταῖς Μαρτύρων ἀγέλαις, περιφανῶς ἠριθμήθητε, μεθ' ὧν ἐξαιτεῖσθε, ταῖς ψυχαῖς ἡμῶν δοθῆναι, τὸ μέγα ἔλεος.

Καὶ τοῦ Ἁγίου Γεωργίου, ὅμοια

Χαίρων αὐτοκινήτοις ὁρμαῖς, πρὸς τοὺς ἀγῶνας ἀνδρικῶς προσεχώρησας, καὶ πᾶσαν ἐκπλήξας φρένα, τῇ καρτερίᾳ τῇ σῇ, τῶν τυράννων θράση κατεπάτησας, λαμπράν πρὸς Ἀγγέλων, διαγωγὴν μεταβέβηκας, περιχορεύων, σὺν αὐτοῖς καὶ γηθόμενος, σῴζων πάντοτε, τοὺς πιστῶς σε γεραίροντας· Μάρτυς ἐπιστασίαις σου, παμμάκαρ Γεώργιε, καὶ συμπαθείᾳ πενήτων, τοῖς ὀδυρμοῖς ἐπικλώμενος, Χριστὸν ἱκετεύεις, τὸν παρέχοντα τῷ κόσμῳ τὸ μέγα ἔλεος.

 

Ἴθι τοῖς εὐφημοῦσιν ἡμῖν, καὶ θλιβομένοις ἀρωγὸς γενησόμενος, τὸν πόνον ἐπικουφίζων, τῶν χαλεπῶν πειρασμῶν, καὶ τὸ βάρος τούτων ἀφαιρούμενος, φρουρῶν καὶ φυλάττων, καὶ διασῴζων Γεώργιε, διαβιβάζων, πρὸς Θεὸν διὰ πίστεως, καὶ προστάγμασιν, ἐμβιβάζων τοῦ Κτίσαντος· ὅπως δι' ἀγαθότητος, τῆς τούτου βιώσαντες, τύχωμεν πάντες τῶν θείων, ἐν οὐρανοῖς ἀντιδόσεων, Χριστὸν ἀνυμνοῦντες, τὸν παρέχοντα τῷ κόσμῳ, τὸ μέγα ἔλεος.

 

Μέγα καὶ θαυμαστὸν ἀληθῶς, τῆς σῆς ἀρρήτου μαρτυρίας κηρύττεται, τὸ κλέος Ἔνδοξε Μάρτυς· ὡς γὰρ λαμπρὸς ἀριστεύς, διατρέχεις πᾶσαν ἀξιάγαστε, τὴν κτίσιν Γεώργιε, πλείσταις ὄντως κοσμούμενος, θαυματουργίαις, καὶ τὰς νόσους ἰώμενος, καὶ τοὺς πάσχοντας, θεραπεύων πρεσβείαις σου· ὅθεν ὡς ἀντιλήπτορα, θερμόν σε γινώσκομεν, καὶ εὐεργέτην παμμάκαρ, τοὺς αἰχμαλώτους ῥυόμενον, Χριστὸν οὖν δυσώπει, ταῖς ψυχαῖς ἡμῶν δοθῆναι, τὸ μέγα ἔλεος.

Δόξα... τοῦ Ἁγίου Γεωργίου

Ἦχος πλ. β'

Ἀξίως τοῦ ὀνόματος, ἐπολιτεύσω στρατιῶτα Γεώργιε· τὸν Σταυρὸν γὰρ τοῦ Χριστοῦ, ἐπ' ὤμων ἀράμενος, τὴν ἐκ διαβολικῆς πλάνης, χερσωθεῖσαν γῆν ἐκαλλιέργησας, καὶ τὴν ἀκανθώδη θρησκείαν τῶν εἰδώλων ἐκριζώσας, τῆς ὀρθοδόξου πίστεως κλῆμα κατεφύτευσας· ὅθεν βλυστάνεις ἰάματα, τοῖς ἐν πάσῃ τῇ οἰκουμένῃ πιστοῖς καὶ Τριάδος γεωργός, δίκαιος ἀνεδείχθης· Πρέσβευε δεόμεθα, ὑπὲρ εἰρήνης τοῦ κόσμου, καὶ σωτηρίας τῶν ψυχῶν ἡμῶν.

Καὶ νῦν... Θεοτοκίον

Θεοτόκε, σὺ εἶ ἡ ἄμπελος ἡ ἀληθινή, ἡ βλαστήσασα τὸν καρπὸν τῆς ζωῆς. Σὲ ἱκετεύομεν, πρέσβευε, Δέσποινα, μετὰ τῶν Ἀποστόλων, καὶ πάντων τῶν Ἁγίων, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

Ἢ Σταυροθεοτοκίον

Τριήμερος ἀνέστης ΤΟ ΑΚΟΥΤΕ

Ὁρῶσά σε σταυρούμενον, Χριστὲ ἡ σὲ κυήσασα, ἀνεβόα· Τὶ τὸ ξένον ὃ ὁρῶ, μυστήριον Υἱέ μου; πῶς ἐπὶ ξύλου θνῄσκεις, σαρκὶ κρεμάμενος ζωῆς χορηγὲ;

 

Εἰς τὸν Στίχον, Στιχηρὰ Προσόμοια, τοῦ Ἁγίου Γεωργίου.

Ἦχος δ'

Ὡς γενναῖον ἐν Μάρτυσι ΤΟ ΑΚΟΥΤΕ

Ἀθλοφόρε Γεώργιε, τῶν Ἀγγέλων συνόμιλε, τῶν Μαρτύρων σύσκηνε, καταφύγιον, τῶν θλιβομένων ἑκάστοτε, λιμὴν ἀναψύξεως, θαλαττεύοντι κἀμοί, ἐν τῷ βίῳ γενήθητι, καὶ κυβέρνησον, δυσωπῶ τὴν ζωήν μου, ὅπως πίστει, ἀδιστάκτῳ μακαρίζω, τοὺς ὑπὲρ φύσιν ἀγῶνάς σου.

 

Στίχ. Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς ἁγίοις αὐτοῦ ὁ Θεὸς Ἰσραὴλ αὐτὸς δώσει δύναμιν καὶ κραταίωσιν τῷ λαῷ αὐτοῦ εὐλογητὸς ὁ Θεός.

 

Ἐν θαλάσσῃ με πλέοντα, ἐν ὁδῷ με βαδίζοντᾳ, ἐν νυκτὶ καθεύδοντα περιφρούρησον, ἐπαγρυπνοῦντα διάσωσον, παμμάκαρ Γεώργιε, καὶ ὁδήγησον ποιεῖν, τοῦ Κυρίου τὸ θέλημα, ὅπως εὕροιμι, ἐν ἡμέρᾳ τῆς δίκης τῶν ἐν βίῳ, πεπραγμένων μοι τὴν λύσιν, ὁ καταφεύγων τῇ σκέπῃ σου.

 

Στίχ. τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ αὐτοῦ ἐθαυμάστωμεν πάντα τὰ θέλημα αὐτοῦ ἐν αὐτοῖς.

 

Τῷ τῆς πίστεως θώρακι, καὶ ἀσπίδι τῆς χάριτος, καὶ Σταυροῦ τῷ δόρατι συμφραξάμενος, τοῖς ἐναντίοις ἀνάλωτος, ἐγένου Γεώργιε, καὶ ὡς θεῖος ἀριστεύς, τῶν δαιμόνων τὰς φάλαγγας, τροπωσάμενος, σὺν Ἀγγέλοις χορεύεις, τοὺς πιστοὺς δέ, περιέπων ἁγιάζεις, καὶ διασῴζεις καλούμενος.

Δόξα... Τῶν Μαρτύρων

Ἦχος πλ. β' Ἐφραὶμ Καρίας

Προοίμιον τυπικῶς, τῆς τρισσοφεγγοῦς ὑμῶν ὁμονοίας, καὶ ἐν Χριστῷ μαρτυρίας τῆς ἀκηράτου Τριάδος, καὶ ὑπερουσίου Μονάδος Ἀθληταί, οἱ ἐν Περσίδι ἄφλεκτοι συντηρηθέντες, τρεῖς Παῖδες γεγόνασιν· ὡς γὰρ ἐκεῖνοι φλογὸς κατετόλμησαν, εἰς Θεὸν μὴ ὑβρίσαντες, οὕτω καὶ ὑμεῖς θανεῖν οὐ παρητήσασθε, μὴ ὑπενδόντες τῇ τοῦ Χριστοῦ ἀγαπήσει. Ἀλλ' ὡς ἐκείνους ὁ φανεὶς τέταρτος, ἐν τῇ φλογὶ ἐδρόσιζεν, οὕτω καὶ ὑμᾶς Χριστός, ὁ εἷς τῆς Τριάδος, προσεδέξατο ἐν τόπῳ ἀναψύξεως. Ἀκεψιμᾶ σὺν τῷ Ἰωσήφ, καὶ Ἀειθαλᾶ θεόληπτοι, πρεσβεύσατε ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Καὶ νῦν... Θεοτοκίον

Θεὸν ἐκ σοῦ σαρκωθέντα ἔγνωμεν, Θεοτόκε Παρθένε, αὐτὸν ἱκέτευε, σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Ἢ Σταυροθεοτοκίον

Τριήμερος ἀνέστης Χριστὲ ΤΟ ΑΚΟΥΤΕ

Ἡ Πάναγνος ὡς εἶδέ σε, ἐπὶ Σταυροῦ κρεμάμενον, θρηνῳδοῦσα, ἀνεβόα μητρικῶς, Υἱέ μου καὶ Θεέ μου, γλυκύτατόν μου τέκνον, πῶς φέρεις πάθος ἐπονείδιστον.

 

Ἀπολυτίκιον τῶν Μαρτύρων

Ἦχος δ' Ταχὺ προκατάλαβε ΤΟ ΑΚΟΥΤΕ

Οἱ Μάρτυρές σου, Κύριε, ἐν τῇ ἀθλήσει αὐτῶν, στεφάνους ἐκομίσαντο τῆς ἀφθαρσίας, ἐκ σοῦ τοῦ Θεοῦ ἡμῶν· σχόντες γὰρ τὴν ἰσχύν σου, τοὺς τυράννους καθεῖλον, ἔθραυσαν καὶ δαιμόνων, τὰ ἀνίσχυρα θράση· Αὐτῶν ταῖς ἱκεσίαις, Χριστὲ ὁ Θεός, σῶσον τὰς ψυχὰς ἡμῶν.

Καὶ τοῦ Ἁγίου Γεωργίου Ἦχος δ'

Ὡς τῶν αἰχμαλώτων ἐλευθερωτής, καὶ τῶν πτωχῶν ὑπερασπιστής, ἀσθενούντων ἰατρός, βασιλέων ὑπέρμαχος, τροπαιοφόρε μεγαλομάρτυς Γεώργιε, πρέσβευε Χριστῷ τῷ Θεῷ, σωθῆναι τὰς ψυχὰς ἡμῶν.

 

Καὶ Ἀπόλυσις

 

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

 

Μετὰ τὴν συνήθη Στιχολογίαν τοῦ Ψαλτηρίου, ἀναγινώσκονται οἱ Κανόνες, εἰς τῆς Ὀκτωήχου, καὶ οἱ δύο παρόντες τῶν Ἁγίων.

 

Ὁ Κανὼν τῶν Μαρτύρων, οὗ ἡ Ἀκροστιχίς.

 

Ἄνθη τὰ τερπνὰ Μαρτύρων ἐπαινέσω. Ἰωσήφ.

 

ᾨδὴ α' Ἦχος α' ΤΟ ΑΚΟΥΤΕ

«Σοῦ ἡ τροπαιοῦχος δεξιά, θεοπρεπῶς ἐν ἰσχὺϊ δεδόξασται· αὕτη γὰρ ἀθάνατε ὡς πανσθενὴς ὑπεναντίους ἔθραυσε, τοῖς Ἰσραηλίταις, ὁδὸν βυθοῦ καινουργήσασα».

 

Αἴγλῃ τρισηλίου ἀστραπῆς, φωτιστικῶς αὐγαζόμενοι Μάρτυρες, ταύτην τὴν πανίερον μνήμην ὑμῶν, τοὺς εὐσεβῶς γεραίροντας, σκότους ἁμαρτίας, καὶ παθημάτων λυτρώσασθε.

 

Νόμοις τοῦ Δεσπότου καὶ Θεοῦ, συμπεφραγμένοι τὸν νοῦν ἱερώτατοι, νόμους τοὺς κελεύοντας παρανομεῖν, ἀνδρείως ἐξεκλίνατε· ὅθεν ἐναθλοῦντες, νομίμως δόξης ἐτύχετε.

 

Θύματα προσήχθητε Χριστῷ, τῇ ἑκουσίῳ σφαγῇ καθαρώτατα, Μάρτυρες πανόλβιοι, ἱερουργοί, καὶ θύται χρηματίσαντες, τοῦ ἐθελουσίῳ σφαγῇ τὸν κόσμον ζωώσαντος.

Θεοτοκίον

Ἡ τὸν ἀπερίληπτον Θεόν, περιγραφόμενον σώματι τέξασα, σάρκα χρηματίσαντα, ὑπερβολῇ Παρθένε ἀγαθότητος, τοῦτον ἐκδυσώπει, κινδύνων σῶσαι τοὺς δούλους σου.

 

Ὁ Κανων τοῦ Ἁγίου Γεωργίου, οὗ ἡ Ἀκροστιχίς.

 

Τὸν σεπτὸν ἐν Μάρτυσιν ὑμνῶ προφρόνως.

 

ᾨδὴ α' Ἦχος δ' ΤΟ ΑΚΟΥΤΕ

«Τῷ ὁδηγήσαντι πάλαι, τὸν Ἰσραὴλ φεύγοντα, ἐκ τῆς δουλείας Φαραώ, καὶ ἐν ἐρήμῳ ἐκθρέψαντι, μελῴδημα ἐπινίκιον, ᾄσωμεν τῷ λυτρωτῇ ἡμῶν Θεῷ, ὅτι δεδόξασται».

 

Τὸ δυσχερὲς τοῦ νοός μου, καὶ ἀδρανὲς Ἅγιε, τῷ διαπύρῳ τῆς σεπτῆς, σοῦ προσευχῆς μεταποίησον, εὐρυσθενῆ ἐργαζόμενος, ὅπως σου τὴν παναγίαν, ἑορτὴν ἐγκωμιάσαιμι.

 

Ὁ ἐν ἀμφοῖν ὑψιβάμων, καὶ τῶν πολλῶν ὕπερθεν, ἔργῳ καὶ λόγῳ πεφηνώς, σοῦ οὐκ ἰσχύει Γεώργιε, ἀνευφημεῖν τὰ τεράστια· πέλεις γὰρ παγκρατιάρχης ἀκραιφνής, καὶ αἰχμητὴς κραταιός.

 

Νόμοις ἐπαίνων οὐδόλως, ἡ σὴ σεπτὴ ἄθλησις, ὑποπεσεῖται Ἀθλητά· ἰλιγγιῶ γὰρ καὶ δέδοικα, καὶ ἀπορῶ καὶ ἐξίσταμαι, ψαῦσαί σου κἂν γοῦν ποσῶς, Ἀθλοφόρε τοῖς προτερήμασι.

Θεοτοκίον

Σωτῆρα πάντων τεκοῦσα, τὴν τῆς ζωῆς ἔκπτωσιν, ἐπηνωρθώσω Ἀγαθή· τὴν γὰρ ζωὴν ἀπεκύησας, πᾶσιν ἡμῖν πρυτανεύουσαν, ἄφεσιν ἁμαρτιῶν ταῖς πρεσβείαις σου.

 

Τῶν Μαρτυρων

 

ᾨδὴ γ' ΤΟ ΑΚΟΥΤΕ

«Ὁ μόνος εἰδὼς τῆς τῶν βροτῶν, οὐσίας τὴν ἀσθένειαν, καὶ συμπαθῶς αὐτὴν μορφωσάμενος, περίζωσόν με ἐξ ὕψους δύναμιν, τοῦ βοᾶν σοι, Ἅγιος, ὁ τῆς δόξης Κύριος, ὁ ἀνείκαστος ἐν ἀγαθότητι».

 

Τὰ πάθη ἀσκήσεως πυρί, τεφρώσας ἱερώτατε, Ἀκεψιμᾶ πρὸς πείρας ἀθλήσεως, κριὸς καθάπερ ἐπισημότατος, ὑπ' ἀνόμων τέθυσαι, ταῖς ῥοαῖς τοῦ αἵματος, ἁγιάσας πιστῶν τὰ πληρώματα.

 

Ἀδίκως στρεβλούμενος Σοφέ, καὶ ῥάβδοις συντριβόμενος, καὶ ἀπηνῶς βασάνοις ξεόμενος, οὐκ ἐξηρνήσω τὸ θεῖον ὄνομα, οὐ πυρὶ ἐπέθυσας, Ἰωσὴφ πανάριστε, πυρακτούμενος ζήλῳ τῆς πίστεως.

 

Τὸν νῶτον καὶ τὰ στέρνα ἀφειδῶς, τυπτόμενος ὑπέφερες, Ἀειθαλᾶ ἑτέρου ὡς πάσχοντος· νοῒ γὰρ Μάρτυς, τελείως ἔνδοξε, πρὸς Θεὸν ἠτένιζες, σῴζειν τὸν δυνάμενον, τοὺς αὐτῷ ὁλοψύχως πιστεύοντας.

Θεοτοκίον

Ἐκ σοῦ ἀνατέταλκεν ἡμῖν, ὁ Ἥλιος ὁ ἄδυτος, φωτιστικαῖς πανάμωμε λάμψεσι, φωτίζων κόσμον σκότει κρατούμενον, καὶ προσαπολλύμενον, πλάνῃ τοῦ ἀλάστορος, Παναγία Παρθένε Θεόνυμφε.

 

Τοῦ Ἁγίου Γεωργίου

 

Ὁ στερεῶν βροντὴν ΤΟ ΑΚΟΥΤΕ

Ἐπιπαφλάζον πῦρ τὸ τῆς ἀπάτης, οὐ φέρων βλέπειν Ἅγιε, ὡς ὁ πυρίπνους καὶ ζηλωτής, ἀνομοῦντας διελέγχων· Οὐκ ἔστιν ἄλλος ἔλεγες, Θεὸς ὡς ὁ Κύριος.

 

Πῦρ τὸ τοῦ Λόγου ὅπερ ἦλθε Μάκαρ, βαλεῖν εἰς κόσμον ἅπαντα, σοῦ καθαψάμενος τῆς ψυχῆς, στέγειν ὅλως οὐκ εἴα, ἀλλὰ θερμῶς ἀνέκραζες· Χριστὸς μοι στερέωμα.

 

Τὰ τῶν βασάνων εἴδη σου δεικνύων, ὥσπερ φοβεῖν ὁ τύραννος, τὴν ἀκατάπληκτον σου ψυχήν, ὑπετόπασε θεόφρων· σὺ δὲ στερρῶς ἀνέκραζες, Χριστὸς μοι στερέωμα.

Θεοτοκίον

Ὄρος σε μέγα βλέπων ὁ Προφήτης, ὑπερκειμένην ἔχον, τὴν κορυφὴν ἁπάντων τῶν βουνῶν, τῶν ἀγγελικῶν ταγμάτων, ὑπὲρ αἰτίαν ἔλεγε· Παρθένος γεννήσεται.

Ὁ Εἱρμὸς

«Ὁ στερεῶν βροντὴν καὶ κτίζων πνεῦμα, στερέωσόν με Κύριε, ἵνα ὑμνῶ σε εἰλικρινῶς, καὶ ποιῶ τὸ θελημά σου, ὅτι οὐκ ἔστιν Ἅγιος, ὡς σὺ ὁ Θεὸς ἡμῶν».

 

Κοντάκιον τῶν Μαρτύρων

Ἦχος β' Τὰ ἄνω ζητῶν ΤΟ ΑΚΟΥΤΕ

Τὰ θεῖα σοφέ, σεπτῶς ἐμυσταγώγησας, θυσία δεκτὴ ἐγένου Παμμακάριστε· τοῦ Χριστοῦ γὰρ ἔπιες, τὸ ποτήριον ἐνδόξως Ἅγιε, Ἀκεψιμᾶ σὺν τοῖς συνάθλοις σου, πρεσβεύων ἀπαύστως ὑπὲρ πάντων ἡμῶν.

Ὁ Οἶκος

Τὴν χερσωθεῖσάν μου καρδίαν πολλοῖς πταίσμασιν, Ἰησοῦ παντοδύναμε, ὄμβροις τῆς σῆς ἀγαθότητος, δεῖξον καρποφόρον ἀρεταῖς, καὶ παράσχου φωτισμὸν γνώσεως τῇ διανοίᾳ μου, ἵνα ὑμνήσω γηθόμενος, τόν, Ἱεράρχην καὶ Ἀθλοφόρον, Ἀκεψιμᾶν τὸν μέγαν σὺν Ἀειθαλᾷ τῷ γενναίῳ, καὶ Ἰωσὴφ τῷ πανολβίῳ· ἐν σοὶ γὰρ θαρροῦντες, ποικίλων βασάνων ἀνδρείως κατετόλμησαν· διὸ καὶ παρέχουσι νοσοῦσι τὴν ἴασιν, ὡς χάριν δεξάμενοι, πρεσβεύοντες ἀπαύστως ὑπὲρ πάντων ἡμῶν.

 

Κάθισμα Ἦχος πλ. δ'

Τὴν Σοφίαν καὶ Λόγον ΤΟ ΑΚΟΥΤΕ

Ἰωσὴφ ὁ γενναῖος ἀγωνιστής, Ἀκεψιμᾶς ὁ τῆς πλάνης ὀλοθρευτής, Ἀειθαλᾶς ὁ Ἔνδοξος, ἀθλητὴς καὶ ἀήττητος, οἱ φαιδροὶ ἀστέρες, τῆς πίστεως ᾄσμασιν, ἐπαξίως ὄντως ὑμνείσθωσαν σήμερον· οὗτοι γὰρ τὴν δόξαν, τῶν Περσῶν ἀμαυροῦντες, ἡλίῳ οὐκ ἔθυσαν, οὐ τὸ πῦρ ἐσεβάσθησαν. Οἷς ἐν πίστει βοήσωμεν· Πρεσβεύσατε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην ὑμῶν.

Δόξα... Τοῦ Ἁγίου Γεωργίου

Τοῦ Σταυροῦ τῷ σημείῳ καθοπλισθείς, ἐν αὐτῷ τῶν τυράννων πᾶσαν ἰσχύν, ἀνδρείως κατέβαλες, ὡς τῆς πίστεως πρόμαχος, τὴν ἀθεΐαν πᾶσαν, εἰδώλων διήλεγξας, καὶ τοὺς πιστοὺς θεόφρον, τῇ πίστει ἐστήριξας· ὅθεν ἐπαξίως, τοὺς τῆς νίκης στεφάνους, ἀθλήσας ἀπέλαβες ἐκ χειρὸς τοῦ Κυρίου σου, Ἀθλοφόρε Γεώργιε· πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην σου.

Καὶ νῦν... Θεοτοκίον

Χαριστήριον αἶνον χρεωστικῶς, ὡς ἡ χήρα ἐκείνη δύο λεπτά, προσφέρω σοι Δέσποινα, ὑπὲρ πασῶν τῶν χαρίτων σου· σὺ γὰρ ὤφθης σκέπη, ὁμοῦ καὶ βοήθεια, πειρασμῶν καὶ θλίψεων, ἀεὶ με ἐξαίρουσα· ὅθεν ὡς ἐκ μέσου φλογιζούσης καμίνου, ῥυσθεὶς τῶν θλιβόντων με, ἐκ καρδίας κραυγάζω σοι, Θεοτόκε βοήθει μοι· πρεσβεύουσα τῷ σῷ Υἱῷ καὶ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δοθῆναί μοι· σὲ γὰρ ἔχω ἐλπίδα, ὁ ἀνάξιος δοῦλός σου.

Ἢ Σταυροθεοτοκίον

Τὸν Ἀμνὸν καὶ Ποιμένα καὶ Λυτρωτήν, ἡ Ἀμνὰς θεωροῦσα ἐν τῷ Σταυρῷ, ὠλόλυζε δακρύουσα, καὶ πικρῶς ἀνεκραύγαζεν, ὁ μὲν κόσμος ἀγάλλεται, δεχόμενος τὴν λύτρωσιν, τὰ δὲ σπλάγχνα μου φλέγονται, ὁρώσης σου τὴν σταύρωσιν· ἣν περ ὑπομένεις, διὰ σπλάγχνα ἐλέους, Θεὲ ὑπεράγαθε ἀνεξίκακε Κύριε. ᾞ πιστῶς ἐκβοήσωμεν· Σπλαγχνίσθητι Παρθένε ἐφ' ἡμᾶς, καὶ πταισμάτων δώρησαι τὴν ἄφεσιν, τοῖς προσκυνοῦσιν ἐν πίστει, αὐτοῦ τὰ παθήματα.

 

Τῶν Μαρτύρων

 

 ᾨδὴ δ' ΤΟ ΑΚΟΥΤΕ

«Ὄρος σε τῇ χάριτι, τῇ θείᾳ κατάσκιον, προβλεπτικοῖς ὁ Ἀββακούμ, κατανοήσας ὀφθαλμοῖς, ἐκ σοῦ ἐξελεύσεσθαι, τοῦ Ἰσραὴλ προανεφώνει τὸν Ἅγιον, εἰς σωτηρίαν ἡμῶν καὶ ἀνάπλασιν».

 

Ῥήμασι Σοφὲ Ἀκεψιμᾶ, θείας γνώσεως, τοὺς ἀγνωσίας σκοτασμῷ, κεκρατημένους δυσμενεῖς, στερρῶς κατεπάλαισας, τὰς ὑπ' αὐτῶν μὴ πτήξας στρέβλας Μακάριε, προσαγομένας τῷ θείῳ σου σώματι.

 

Πυρὶ σε πυρὸς οἱ λατρευταὶ κατηνάγκαζον, σέβας προσάξαι δολερῶς· ἀλλὰ τὸν νοῦν τῇ τοῦ Θεοῦ, ἀγάπῃ πυρούμενος, πυρσολατρεῖν ἀπεῖπας ὅλως δεχόμενος, ἀναψυχήν Ἰωσὴφ δυναμοῦσάν σε.

 

Ναμάτων τῶν θείων πεπλησμένος τοῦ Πνεύματος, Ἀειθαλᾶ τὰ θολερά, τῆς ἀπιστίας καὶ πικρὰ ἐξέφυγες ὕδατα, καὶ ταῖς ῥοαῖς τῶν ἐκχυθέντων αἱμάτων σου, τοὺς ἀοράτους ἐχθροὺς κατεπόντισας.

Θεοτοκίον

Ἁγίων Μαρτύρων ἱερὸν ἐγκαλλώπισμα, ὤφθης Παρθένε ἀληθῶς, καὶ τῶν πιστῶν καταφυγή, τεῖχός τε καὶ στήριγμα, καὶ παντελὴς ἀπολύτρωσις, μεγαλοφώνως· διὸ σε δοξάζομεν.

 

Τοῦ Ἁγίου Γεωργίου

 

Εἰσακήκοα ὁ Θεὸς ΤΟ ΑΚΟΥΤΕ

Νέμοις πᾶσι τοῖς ὑμνηταῖς, τὴν εὐκλεῆ τε καὶ σεβασμίαν, ἀρωγήν σου καὶ ἀντίληψιν, παμμάκαρ Γεώργιε, ὡς παρρησίαν ἔχων πρὸς Κύριον.

 

Ἔχων ἄμαχον τὴν ἰσχύν, δεδωρημένην σοι ἐξ Ἁγίου, τῶν Ἁγίων ἀκροθίνιον, τὴν βαρβάρων ἔφοδον, σαῖς προσευχαῖς ταχέως κατάλυσον.

 

Νὺξ με πάντοθεν πειρασμῶν, ἐπιπολάζει καὶ ἀνενδότως, συνωθεῖ με πρὸς τὴν χάρυβδιν, τῶν παθῶν Γεώργιε, ἀλλὰ προφθάσας διάσωσον.

Θεοτοκίον

Μόνη ἔσχες ἐν τῇ γαστρί, τὸν συνοχέα παντὸς τοῦ κόσμου· μόνη τοῦτον ἀπεκύησας, Θεοτόκε Πάναγνε, τὸν ἀκαταληψίᾳ νοούμενον.

 

Τῶν Μαρτύρων

 

ᾨδὴ ε' ΤΟ ΑΚΟΥΤΕ

«Ὁ φωτίσας τῇ ἐλλάμψει, τῆς σῆς παρουσίας Χριστέ, καὶ φαιδρύνας τῷ Σταυρῷ σου, τοῦ κόσμου τὰ πέρατα, τὰς καρδίας φώτισον, φωτὶ τῆς σῆς θεογνωσίας, τῶν ὀρθοδόξως ὑμνούντων σε».

 

Μακάριοι ἀπεφάνθητε, Λόγον μακάριον, κηρύξαντες ἐν σταδίῳ, ἀνδρείως ἀοίδιμοι, τὸν ὑμᾶς συνάψαντα, τῶν μακαρίων ταῖς χορείαις, πανευκλεῶς ἀριστεύσαντας.

 

Ἀπόρθητοι ἀνεδείχθητε, πύργοι τῆς πίστεως, ἐλεπόλεις τοῦ ἐχθροῦ, παντελῶς ἀφανίσαντες, Ἰωσὴφ θεσπέσιε, Ἀκεψιμᾶ ἱερομύστα, Ἀειθαλᾶ ἱερώτατε.

 

Ῥηγνύμενα ταῖς πληγαῖς, τῶν Μαρτύρων τὰ σώματα, διέρρηξαν ἀθεΐας, ἀνίσχυρον δύναμιν, καὶ ἐδήλουν ἄριστα, τὴν ἀρραγῆ ψυχῆς ἀγάπην, πρὸς τὸν Δεσπότην, καὶ Κύριον.

Θεοτοκίον

Τηρήσας σε ὡς πρὸ τόκου, παρθένον ἀκήρατον, Πανάμωμε ὁ οἰκήσας, ἀσπόρως ἐν μήτρᾳ σου, διπλοῦς προελήλυθε, Θεὸς καὶ ἄνθρωπος θεώσας, τὸ προσληφθὲν ἀγαθότητι.

 

Τοῦ Ἁγίου Γεωργίου

 

Ἀνάτειλόν μοι Κύριε ΤΟ ΑΚΟΥΤΕ

Ἀτίθασον παράταξιν, δαιμόνων τροπωσάμενος, καὶ Σταυροῦ τῷ ὅπλῳ χρησάμενος, ὡς θείῳ ἀκοντίῳ, τούτῳ ἐξεκέντησας, καὶ εἰς γῆν κατέρραξας, φαλαγγάρχας ζοφερούς.

 

Ῥώμῃ τοῦ Παντοκράτορος, ῥωννύμενος Γεώργιε, καὶ τῇ προνοία ποδηγούμενος, τῇ πάντα κυβερνώσῃ, τὸ σκάφος διέσωσας, τῆς ψυχῆς ἀκύμαντον, πρὸς λιμένα τῆς ζωῆς.

 

Τὶ με θωπείαις ἔλεγες, τῷ κακεργάτῃ Ἅγιε, τῆς τοῦ Χριστοῦ μου ἀγαπήσεως, ἐλπίζεις μεταστῆσαι; λίθον ἕψειν ἔοικας, γράφειν τε εἰς θάλασσαν, καὶ τοξεύειν οὐρανόν.

Θεοτοκίον

Ὑψαύχενας κατάβαλε, αἱρετικοὺς Πανάμωμε, τοὺς ἀφειδῶς κατεπεμβαίνοντας, λαῷ τῷ ὀρθοδόξῳ· ἔχεις γὰρ τὸ δύνασθαι, τῇ θελήσει σύνδρομον, οἷα μήτηρ τοῦ Θεοῦ.

 

Τῶν Μαρτύρων

 

ᾨδὴ ς' ΤΟ ΑΚΟΥΤΕ

«Ἐκύκλωσεν ἡμᾶς ἐσχάτη ἄβυσσος, οὐκ ἔστιν ὁ ῥυόμενος, ἑλογίσθημεν ὡς πρόβατα σφαγῆς· Σῶσον τὸν λαόν σου ὁ Θεὸς ἡμῶν· σὺ γὰρ ἰσχὺς τῶν ἀσθενούντων καὶ ἐπανόρθωσις».

 

Ὑψούμενα σφοδρῶς βασάνων, κύματα, ὑμῶν οὐ κατεκάλυψε, τὴν ἀνδρείαν καὶ τὸ εὔτονον Σοφοί· θείᾳ κυβερνήσει γὰρ ἐφθάσατε, τὸν γαληνὸν τῆς σωτηρίας ὅρμον γηθόμενοι.

 

Ῥανίσιν ἱερῶν αἱμάτων Ἅγιοι, φοινίξαντες Μακάριοι, περιβόλαιον τὸ θεῖον ἑαυτῶν, τοῦτο τε ὁσίως ἐνδυσάμενοι, τῷ Βασιλεῖ τῷ ἀθανάτῳ συμβασιλεύετε.

 

Ὡραῖοι καλλοναῖς ἄθλων γεγόνατε, νυμφῶνος ἔνδον Ἅγιοι, ἐχωρήσατε θεούμενοι φαιδρῶς, θέσει καὶ υἱοὶ ἀποδεικνύμενοι, πανευκλεῶς Πατρὸς τῶν φώτων ἀξιοθαύμαστοι.

Θεοτοκίον

Νενέκρωται ἐχθρὸς τῷ ζωηφόρῳ σου, Παρθένε τόκῳ ἄχραντε, καὶ ἐζώωται Ἀδὰμ παρακοῇ, πάλαι νεκρωθεὶς καρποῦ γευσάμενος· ὅθεν ὑμνεῖ καὶ μακαρίζει σε Παναμώμητε.

 

Τοῦ Ἁγίου Γεωργίου

 

Ζάλη με λογισμῶν ΤΟ ΑΚΟΥΤΕ

Σῶμά σου παραδοὺς ταῖς τιμωρίαις, τὴν ψυχὴν ἐτήρησας, ἀπήμαντον θεομάκαρ· τὴν ἄνωθεν γὰρ ἔσχες ἀρωγήν, φρουρὰν προμηθεστάτην, ἐν τοῖς πολέμοις Γεώργιε.

 

Ἵλεων τὸν Δεσπότην, ταῖς εὐχαῖς σου, ἀπεργάζου πάντοτε, τὴν μνήμην σου τοῖς ἐκ πόθου ἐκτελοῦσι, καὶ ζάλης ὁρατῶν, ἐχθρῶν καὶ ἀοράτων, ἀπήμονας διαφύλαττε.

 

Νόες σου κατεπλάγησαν ὁρῶντες, τὴν ἀνδρείαν ἄνωθεν, πῶς ἀγχεμάχοις ὅπλοις κατεπάλαισας, ἄσαρκον ἐχθρόν, τὸν πάλαι τοὺς γενάρχας, ἐν Παραδείσῳ πτερνίσαντα.

Θεοτοκίον

Ὕφανας ἱστουργίᾳ τῇ ἀρρήτῳ ἁλουργίδα Πάναγνε, Πατρὸς καὶ Πνεύματος θείου, εὐδοκίᾳ τῷ πάντων Βασιλεῖ, ἀτρέπτως καὶ ἀφύρτως, σάρκα τὴν σὴν ἀμφιάσασα.

Ὁ Εἱρμὸς

«Ζάλη μὲ λογισμῶν καταλαβοῦσα, εἰς βυθὸν καθέλκει με, ἀμέτρων ἁμαρτημάτων· ἀλλὰ σὺ κυβερνήτα ἀγαθέ, κυβέρνησον προφθάσας, ὡς τὸν Προφήτην καὶ σῶσόν με».

 

Κοντάκιον τοῦ Ἁγίου Γεωργίου

Ἦχος πλ. δ' Τῇ ὑπερμάχῳ ΤΟ ΑΚΟΥΤΕ

Τῇ ὑπερμάχῳ καὶ ταχείᾳ ἀντιλήψει σου, προσπεφευγότες οἱ πιστοὶ καθικετεύομεν, λυτρωθῆναι παρὰ τοῦ Χριστοῦ Ἀθλοφόρε, τῶν σκανδάλων τοῦ ἐχθροῦ τοὺς ἀνυμνοῦντάς σε, καὶ παντοίων ἐκ κινδύνων καὶ κακώσεων, ἵνα κράζωμεν· Χαίροις Μάρτυς Γεώργιε.

Ὁ Οἶκος

Μέγας ἐν προστασίαις ἐπὶ γῆς ἀνεδείχθης, τοῦ Κυρίου θεράπον καὶ φίλε· τὸν πιστὸν γὰρ λαὸν περισκέπων, σῴζεις ἀεὶ Ἔνδοξε· διὸ πίστει καὶ πόθῳ βοῶμέν σοι πολύαθλε.

Χαῖρε, δι' οὗ φρυκτωρεῖται ὁ κόσμος, χαῖρε, δι' οὗ ὁ στρατὸς καταλάμπει.

Χαῖρε, τῶν πιστῶν αἰχμαλώτων ἡ λύτρωσις, χαῖρε, δεσμωτῶν ἡ ὀξεῖα ἀντίληψις.

Χαῖρε, ὕψος τῶν ἐκ πίστεως προστρεχόντων σοι θερμῶς,

Χαῖρε, πλοῦτος τῶν ποθούντων σε, καὶ ἐν θλίψει χαρμονή.

Χαῖρε, ὅτι ὑπάρχεις βασιλέων τὸ τεῖχος, χαῖρε, ὅτι παρέχεις ἐν πολέμοις τὸ νῖκος.

Χαῖρε, ἀστὴρ φωτίζων τοὺς πλέοντας, χαῖρε, λυτὴρ παντοίας κακώσεως.

Χαῖρε, εἰς ὃν πᾶς πιστὸς καταφεύγει, χαῖρε, δι' οὗ εὐφημεῖται ὁ πλάστης.

Χαίροις, Μάρτυς Γεώργιε.

 

Σ υ ν α ξ ά ρ ι ο ν

Τῇ Γ' τοῦ αὐτοῦ μηνός, Μνήμη τῶν Ἁγίων Μαρτύρων Ἀκεψιμᾶ, Ἰωσήφ, καὶ Ἀειθαλᾶ.

Στίχοι

Ἀκεψιμᾶν κτείνουσιν ἐκ ῥαβδισμάτων.

Ἀκεψιμᾶ δὲ τοὺς φίλους ἐκ λευσμάτων.

Τύψαν Ἀκεψιμᾶν τριτάτῃ, λεῦσαν δὲ συνάθλους.

 

Τῇ αὐτῇ ἡμέρᾳ ἑορτάζομεν τὰ ἐγκαίνια τοῦ ναοῦ τοῦ ἁγίου Μεγαλομάρτυρος Γεωργίου ἐν Λύδδῃ, ἤτοι τὴν κατάθεσιν τοῦ ἁγίου σώματος αὐτοῦ.

Στίχοι

Ναοῦ τὰ ἐγκαίνια, Μάρτυς καὶ θέσιν,

Τῶν λειψάνων σου νῦν γεραίρει ἡ κτίσις.

 

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Ἀκεψιμᾶ.

Στίχοι

Τήξας ἑαυτὸν ἐγκρατείᾳ καὶ πόνοις,

Ἀκεψιμᾶς μετῆλθε, ἔνθα μὴ πόνοι.

 

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν καὶ ὁμολογητοῦ Θεοδώρου, Ἐπισκόπου Ἀγκύρας, καὶ τῶν Ἁγίων Μαρτύρων, Δασίου, Σεβήρου, Ἀνδρωνᾶ, Θεοδότου καὶ Θεοδότης, ξίφει τελειωθέντων.

Στίχοι

Σύμμαρτυς ἔστω καὶ γυνὴ τοῖς ἀνδράσι,

Τετμημένοις τέσσαρσι συντετμημένη.

 

Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ὅσιος Πατὴρ ἡμῶν Ἠλίας ἐν εἰρήνῃ τελειοῦται.

Στίχοι

Τῶν ἀρετῶν εἰς ἅρμα προβὰς Ἠλίας,

Πόλῳ προσῆλθεν, ὥς περ ἄλλος Ἠλίας.

 

Τῇ αὐτῇ ἡμέρᾳ, οἱ Ἅγιοι ἐννέα Μάρτυρες ξίφει τελειοῦνται.

Στίχοι

Ψυχαῖς ἀτρέπτοις χερσὶ τμηθέντες πλάνων,

Πλάνην περιτρέπουσιν ἄνδρες ἐννέα.

 

Τῇ αὐτῇ ἡμέρᾳ, οἱ Ἅγιοι κη' Μάρτυρες πυρὶ τελειοῦνται.

Στίχοι

Φλέγουσιν ἄνδρας πέντε δὶς καὶ δὶς δύο,

Οἷς συμφλέγουσι πέντε δὶς καὶ δὶς δύο.

 

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Ἀχεμενίδου τοῦ Ὁμολογητοῦ.

 

Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεὸς ἐλέησον ἡμᾶς. Ἀμήν.

 

ᾨδὴ ζ' ΤΟ ΑΚΟΥΤΕ

«Σὲ νοητήν, Θεοτόκε κάμινον, κατανοοῦμεν οἱ πιστοί· ὡς γὰρ παῖδας ἔσωσε τρεῖς, ὁ ὑπερυψούμενος, ὅλον με τὸν ἄνθρωπον, ἐν τῇ γαστρί σου ἀνέπλασεν, ὁ αἰνετός τῶν Πατέρων, Θεὸς καὶ ὑπερένδοξος».

 

Ἐκ Περσικῆς, χώρας ἀναλάψαντες, ὥς περ ἀστέρες φωταυγεῖς, Ἰωσὴφ καὶ Ἀειθαλᾶς, ἄθλων ταῖς λαμπρότησι, κόσμον κατεφώτισαν, ἐν εὐσεβείᾳ κραυγάζοντες· ὁ αἰνετός τῶν Πατέρων, Θεὸς καὶ ὑπερένδοξος.

 

Πόνοις πολλοῖς, ζωὴν ἐκληρώσασθε, ἄπονον Μάρτυρες Χριστοῦ, πάντα πόνον καὶ πειρασμόν· ὅθεν ταῖς εὐχαῖς ὑμῶν, παντοτε κουφίζετε, τῶν ἐκβοώντων πανένδοξοι· Ὁ αἰνετὸς τῶν Πατέρων, Θεὸς καὶ ὑπερένδοξος.

 

Ἀκεψιμᾶν, νῦν τὸν ἱερώτατον, καί, Ἰωσὴφ τὸν θαυμαστόν, καὶ τὸν μέγαν Ἀειθαλᾶν, τοὺς Ἱερομάρτυρας, λόγοις μακαρίσωμεν, ἱερωτάτοις κραυγάζοντες· ὁ αἰνετός τῶν Πατέρων, Θεὸς καὶ ὑπερένδοξος.

Θεοτοκίον

Ἱεραρχῶν, θεῖον ἐγκαλλώπισμα, καὶ Ἀθλοφόρων εὐκλεῶν, παναμώμητε ἀληθῶς, στέφανος γεγένησαι, πάντων τε κραταίωμα, τῶν μελῳδούντων ἑκάστοτε· ὁ αἰνετὸς τῶν Πατέρων, Θεὸς καὶ ὑπερένδοξος.

 

Τοῦ Ἁγίου Γεωργίου

 

Ὁ διασώσας ἐν πυρὶ ΤΟ ΑΚΟΥΤΕ

Μόνα ποθῶν τὰ νοητά, μόνοις τε γαννύμενος Μάκαρ, τοῖς ἐν ἐλπίσιν ἀγαθοῖς, τὰ παρόντα ὡς ὄναρ λελόγισαι, ἐκβοῶν, ὑπερύμνητε· ὁ Θεὸς ὁ τῶν Πατέρων εὐλογητός εἶ.

 

Νοῦν ἡγεμόνα τῶν παθῶν, Ἔνδοξε ἐποίεις ὡς νόμος, Θεοῦ ὁ κάλλιστός ἐστιν, ἰσχυρὸς ἐπὶ πάσης τῆς κτίσεως, ἐκνικᾶν τὸν βελτίονα, τῶν χειρόνων τὰς κινήσεις χάριτι θείᾳ.

 

Ὢ τοῦ θερμοῦ σου, πρὸς Θεὸν ἔρωτος Παμμάκαρ! πῶς ὄλβον, ὡς χοῦν λελόγισαι βοῶν· Τοῦ Δεσπότου τῶν ὅλων ἀντάξιον, τῆς ἀγάπης οὐ κέκρικα, κόσμον ὅλον ἐξισοῦσθαι, κἂν χρυσὸς πέλῃ.

Θεοτοκίον

Παρθένε Μήτηρ τοῦ Θεοῦ, θραῦσον τῶν βαρβάρων τὰ θράση, καὶ τὰς βουλὰς τῶν ἀσεβῶν, τῷ πιστῷ Βασιλεῖ καθυπόταξον, καὶ τὸ κέρας αὐχήμασι, τῆς ἀνδρείας μεγάλυνον τῶν Ὀρθοδόξων.

 

Τῶν Μαρτυρων

 

ᾨδὴ η' ΤΟ ΑΚΟΥΤΕ

«Ἐν καμίνῳ Παῖδες Ἰσραήλ, ὡς ἐν χωνευτηρίῳ, τῷ κάλλει τῆς εὐσεβείας, καθαρώτερον χρυσοῦ, ἀπέστιλβον λέγοντες· Εὐλογεῖτε πάντα τὰ ἔργα Κυρίου, τὸν Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε εἰς πάντας τους αἰῶνας».

 

Νομισθέντες ἔναντι ἐχθρῶν, Σοφοὶ ἑβδελυγμένοι, μετήγεσθε ἀπὸ τόπων, ἐπὶ τόπους πρὸς πολλῶν, πεῖραν μαστιγώσεων, ἐκβοῶντες· Πάντα τὰ ἔργα Κυρίου, τὸν κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας.

 

Ἐν γυμνώσει σώματος ὑμεῖς, πληγαῖς προσομιλοῦντες, ἐπλήξατε τὸν ἀσώματον, πανεύφημοι ἐχθρόν, λόγχῃ καρτερότητος, μελῳδοῦντες· Πάντα τὰ ἔργα Κυρίου, τόν Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας.

 

Συντριβέντες λίθοις ὥς ποτε, ὁ πρῶτος τῶν Μαρτύρων, τὴν πέτραν οὐκ ἐξηρνήσασθε, τὴν ὄντως ἀρραγῆ, Χριστὸν μεγαλώνυμοι, μελῳδοῦντες· Πάντα τὰ ἔργα Κυρίου, τὸν Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας.

Τριαδικον

Ὡς Μονάδα φύσει μὲν ἁπλήν, Τριάδα δὲ προσώποις, δοξάσωμεν τὸν Πατέρα, τὸν προάναρχον Υἱόν, καὶ Πνεῦμα τὸ Ἅγιον, μελῳδοῦντες· Πάντα τὰ ἔργα Κυρίου, τόν Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας.

Θεοτοκίον

Ἰακὼβ σε κλίμακα ποτέ, ἑώρακε Παρθένε, δι' ἦς μὲν ὁ Θεὸς Λόγος, κατῆλθεν ἐπὶ γῆς, ἡμᾶς δὲ ἀνήγαγε πρὸς τὸ ὕψος· τοῦτον ἀπαύστως ὑμνοῦμεν Θεοτόκε, καὶ ὑπερυψοῦμεν εἰς πάντας τοὺς αἰῶνας.

 

Τοῦ Ἁγίου Γεωργίου

 

Γῆ καὶ πάντα τὰ ἐν αὐτῇ ΤΟ ΑΚΟΥΤΕ

Ῥάβδῳ λόγων σου ἱερῶν, ἀνέτρεψας δαιμόνων τὴν πληθύν, καὶ ἠλευθέρωσας πιστῶν, τὰς ἀγέλας τῆς τούτων λύμης, Χριστῷ μελῳδούντων· Εὐλογεῖτε τὰ ἔργα τὸν Κύριον, καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας.

 

Ὄμμα τείναντ' εἰς οὐρανόν, ἀνέτειλέ σοι πρώϊμον τὸ φῶς, ὥς περ ὑπέσχετο Θεός· ἔτι γάρ σου προσευχομένου, παρέστη βοῶν σοι· Ἐπιτάρροθος ἥκω σοι· πτόησιν πᾶσαν ἀπορρίψας, ἀνδρίζου εἰς αἰῶνας.

 

Φοβεράν σου τὴν προσβολήν, ἀνέδειξε Χριστὸς τοῖς πονηροῖς, καὶ ἀλαζόσι λοχαγοῖς· τὰς γὰρ τούτων μηχανουργίας, ἱστὸν ὡς ἀράχνης, ἐξηφάνισας κράζων Γεώργιε· Ὑπερευλογῶ σε, Χριστὲ εἰς τους αἰῶνας.

Θεοτοκίον

Ῥύμην ἄστατον καὶ φθοράν, ὁ τόκος σου κατέλυσεν ἁγνή, τὴν τοῦ θανάτου καὶ ζωήν, τοῖς ἀνθρώποις πᾶσι παρέσχε, τοῖς τοῦτον ὑμνοῦσιν, ὡς Θεὸν τῶν ἁπάντων καὶ Κύριον, καὶ ὑπερυψοῦσιν, εἰς πάντας τοὺς αἰῶνας.

Ὁ Εἱρμὸς

«Γῆ καὶ πάντα τὰ ἐν αὐτῇ, θάλασσα, καὶ πᾶσαι αἱ πηγαί, οἱ οὐρανοὶ τῶν οὐρανῶν, φῶς καὶ σκότος, ψῦχος καὶ καύσων, υἱοὶ τῶν ἀνθρώπων, ἱερεῖς εὐλογεῖτε τόν Κύριον, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας».

 

Τῶν Μαρτύρων

 

ᾨδὴ θ' ΤΟ ΑΚΟΥΤΕ

«Τύπον τῆς ἁγνῆς λοχείας σου, πυρπολουμένη βάτος, ἔδειξεν ἄφλεκτος, καὶ νῦν καθ' ἡμῶν, τῶν πειρασμῶν ἀγριαίνουσαν, κατασβέσαι αἰτοῦμεν τὴν κάμινον, ἵνα σε Θεοτόκε, ἀκαταπαύστως μεγαλύνωμεν».

 

Ὥσπερ ἄνοδοι καὶ κλίμακες, πρὸς οὐρανὸν ἀνάγουσαι, ὑμᾶς ὤφθησαν, μάκαρ Ἰωσήφ, Ἀειθαλᾶ τε πανένδοξοι, αἱ τῶν λίθων νιφάδες πανεύφημοι, δι' ὧν θανατωθέντες, ἀθανασίας ἠξιώθητε.

 

Στῶμεν εὐσεβῶς γεραίροντες, Ἀκεψιμᾶν τὸν θεῖον ἱερομάρτυρα, τὸν ἱερουργόν τε, Ἰωσὴφ τὸν πανάριστον, καὶ Χριστοῦ μυστηρίων διάκονον, Ἀειθαλᾶν τὸν μέγαν, τοὺς εὐκλεεῖς Θεοῦ θεράποντας.

 

Ἤδη πρὸς Θεὸν σκηνώσαντες, καὶ φωτισμοῦ ἀρρήτου καταξιούμενοι, καὶ ἀγγελικαῖς χοροστασίαις ἑνούμενοι, καὶ συνόντες Μαρτύρων στρατεύμασι, σὺν τούτοις Ἀθλοφόροι, ὑπὲρ ἡμῶν ἀεὶ πρεσβεύσατε.

Θεοτοκίον

Φράσαι τὸ φρικτὸν μυστήριον, τοῦ τοκετοῦ σου γλῶσσα ὅλως οὐ δύναται· τὸν γὰρ οὐρανοῦ, καὶ πάσης κτίσεως Κύριον, ἐσωμάτωσας σάρκα πτωχεύσαντα, ἁγνὴ Παρθενομῆτορ· ὅθεν συμφώνως σὲ δοξάζομεν.

 

Τοῦ Ἁγίου Γεωργίου

 

Ὁ τόκος σου ἄφθορος ΤΟ ΑΚΟΥΤΕ

Ὄρει μαρτυρίου προσεπέβης, καὶ στέφος ἐδέξω Ἀθλοφόρε, ἐκ χειρὸς τοῦ Κυρίου· τοῦτο γὰρ ἐστι τὸ γέρας τῶν Μαρτύρων· ὅθεν σε πάντες, ἐπαξίως μεγαλύνομεν.

 

Νέμεις λύσιν τῶν ἀμπλακημάτων, καὶ νόσους διώκεις Ἀθλοφόρε, τὰς τοῦ σώματος πόρρω, καὶ ἄρτιον ὅλον με ἀποδεικνύεις· διό σου πόθῳ, τὴν ἐμφέρειαν προσπτύσσομαι.

 

Ὡς πόλον πολεύων Ἀθλοφόρε, καὶ θρόνῳ τοῦ πάντων Βασιλέως, παριστάμενος αἴγλην, τὴν σκεδάζουσαν νέφος ἁμαρτημάτων, πέμψον τῷ πόθῳ, τὴν ᾠδὴν σοι ἐξυφάναντι.

Θεοτοκίον

Σύμμορφος Υἱὸς ἐξ ἀγεννήτου, Πατρὸς γεννηθεὶς πρὸ τῶν αἰώνων, ἐπ' ἐσχάτων δὲ αὖθις, διὰ Πνεύματος Ἁγίου, ἐνδημήσας τῇ Παρθένῳ, σάρκα πτωχεύσας, τὸ ἀνθρώπινον ἐθέωσας.

Ὁ Εἱρμὸς

«Ὁ τόκος σου ἄφθορος ἐδείχθη, Θεὸς ἐκ λαγόνων σου προῆλθε, σαρκοφόρος ὡς ὤφθη ἐπὶ γῆς, καὶ τοῖς ἀνθρώποις συνανεστράφη, σὲ Θεοτόκε· διὸ πάντες μεγαλύνομεν».

 

Ἐξαποστειλάριον

Τοῖς Μαθηταῖς συνέλθωμεν ΤΟ ΑΚΟΥΤΕ

Ἀκεψιμᾶς ὁ ἔνδοξος, Ἰωσὴφ ὁ γενναῖος, Ἀειθαλᾶς ὁ πάνσοφος, τοῦ Χριστοῦ τῇ ἰσχύϊ, ἐνήθλησαν καὶ τὴν πλάνην, τῶν Περσῶν καθελόντες, ὑπὲρ ἡμῶν πρεσβεύουσι, τῇ Ἁγία Τριάδι, οὓς εὐσεβῶς, ὡς ἱερομάρτυρας εὐφημοῦντες, φαιδρῶς πανηγυρίζομεν, τὴν λαμπρὰν τούτων μνήμην.

Τοῦ Ἁγίου Γεωργίου

Ἐν πνεύματι τῷ Ἱερῷ ΤΟ ΑΚΟΥΤΕ

Τοῖς ῥείθροις τῶν αἱμάτων σου, τῆς ἀπάτης τὴν φλόγα, ἀπέσβεσας Μακάριε, καὶ τυράννων τὰ θράση, εἰς τέλος ἐξηφάνισας, καὶ Χριστὸν ἐδόξασας, Γεώργιε Ἀθλοφόρε· ὅθεν στέφος ἐδέξω, ἀφθαρσίας καὶ ζωῆς, ἐκ δεξιᾶς τοῦ Ὑψίστου.

Θεοτοκίον

Οὐκ ἔστιν ὅλως ἐν ἐμοί, σωτηρία Παρθένε, ὅτι κακῶς εἰσπέπτωκα, βάθος ἁμαρτημάτων, καὶ προσδοκῶ τὴν ἀπειλήν, τῆς φρικτῆς κολάσεως, καὶ τῶν ἐρίφων τῆς μοίρας, οἴκτειρόν με πρὸ δίκης, ὡς ὑπάρχουσα θερμή, ἀντίληψις Θεοτόκε.

 

Εἰς τοὺς Αἴνους, ἱστῶμεν Στίχους δ' καὶ ψάλλομεν τρία Στιχηρὰ Προσόμοια τοῦ Ἁγίου Γεωργίου, δευτεροῦντες τὸ πρῶτον.

 Ἦχος δ' Ὡς γενναῖον ΤΟ ΑΚΟΥΤΕ

Τοῦ Χριστοῦ τὸ γεώργιον, τὸν γενναῖον ἐν Μάρτυσι, τὸν σοφὸν Γεώργιον εὐφημήσωμεν, τῆς ἀληθείας τὸν κήρυκα, κλῆμα τὸ ἀείζωον, τῆς ἀμπέλου τῆς ζωῆς, τὸν καρπόν ἐξανθήσαντα, καὶ πηγάσαντα, εὐσεβείας τὸ γλεῦκος καὶ τοὺς πίστει, ἐκτελοῦντας ἐτησίως, τούτου τὴν μνήμην εὐφραίνοντα.

 

Ὡς ἀστέρα πολύφωτον, ὥσπερ ἥλιον λάμποντα, ἐν τῷ στερεώματι σὲ γινώσκομεν, ὡς μαργαρίτην πολύτιμον, ὡς λίθον αὐγάζοντα, ὡς ἡμέρας σε υἱόν, ὡς γενναῖον ἐν Μάρτυσιν, ὡς ὑπέρμαχον, τῶν πιστῶν ἐν κινδύνοις εὐφημοῦμεν, ἐκτελοῦντές σου τὴν μνήμην, τροπαιοφόρε Γεώργιε.

 

Ἐν θαλάσσῃ με πλέοντα, ἐν ὁδῷ με βαδίζοντᾳ, ἐν νυκτὶ καθεύδοντα περιφρούρησον, ἐπαγρυπνοῦντα διάσωσον, παμμάκαρ Γεώργιε, καὶ ἀξίωσον ποιεῖν, τοῦ Κυρίου τὸ θέλημα, ὅπως εὕροιμι, ἐν ἡμέρᾳ τῆς δίκης τῶν ἐν βίῳ, πεπραγμένων μοι τὴν λύσιν, ὁ προσδραμὼν ἐν τῇ σκέπῃ σου.

Δοξα... Ἦχος δ'

Τὸν νοερὸν ἀδάμαντα τῆς καρτερίας ἀδελφοί, πνευματικῶς εὐφημήσωμεν, Γεώργιον τὸν ἀοίδιμον Μάρτυρα, ὃν ὑπὲρ Χριστοῦ πυρούμενον, ἐχάλκευσαν κίνδυνοι, καὶ ἐστόμωσαν βάσανοι, καὶ ποικίλαι κολάσεις ἀνήλωσαν, σῶμα τὸ φύσει φθειρόμενον· ἐνίκα γὰρ ὁ πόθος τὴν φύσιν, διὰ θανάτου πείθων τὸν ἐραστήν, διαβῆναι πρός τὸν ποθούμενον, Χριστὸν τὸν Θεόν, καὶ Σωτῆρα τῶν ψυχῶν ἡμῶν.

Καὶ νῦν... Θεοτοκίον

Ἔδωκας σημείωσιν ΤΟ ΑΚΟΥΤΕ

Ζόφος φοβερώτατος, ὁ τοῦ θανάτου Θεόνυμφε, τὴν ψυχὴν κατατρύχει μου, τὸ δὲ λογοθέσιον, ἐξιστᾶν καὶ τρέμειν, ἀεὶ τῶν δαιμόνων, παρασκευάζει Ἀγαθή· ἐξ ὧν με ῥῦσαι τῇ δυναστείᾳ σου, Παρθένε ἀπειρόγαμε, καὶ πρὸς λιμένα σωτήριον, καὶ πρὸς φῶς τὸ ἀνέσπερον, τῶν Ἁγίων κατάταξον.

 

Δοξολογία Μεγάλη, καὶ Ἀπόλυσις