Τῌ Ι' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ

ΟΚΤΩΒΡΙΟΥ

 

Μνήμη τῶν Ἁγίων Μαρτύρων Εὐλαμπίου καὶ Εὐλαμπίας.

 

ΕΙΣ ΤΟΝ ΕΣΠΕΡΙΝΟΝ

 

Εἰς τό, Κύριε ἐκέκραξα, ψάλλομεν Στιχηρὰ Προσόμοια τῶν Ἁγίων γ'.

Ἦχος δ' Ἔδωκας σημείωσιν ΤΟ ΑΚΟΥΤΕ

Ἡλίου λαμπρότερον, λελαμπρυσμένη ἡ μνήμη σου, τοῖς πιστοῖς ἐξανέτειλε, τὴν κτίσιν φωτίζουσα, θείαις φρυκτωρίαις, Εὐλάμπιε μάκαρ, καὶ παθημάτων τὴν ἀχλύν, καὶ τῶν δαιμόνων νύκτα διώκουσα· διὸ σε μακαρίζομεν, καὶ ἐτησίως γεραίρομεν, ὡς φωστῆρα παγκόσμιον, πρεσβευτὴν ὡς θερμότατον.

 

Σιδήρῳ ξεόμενος, καὶ ταῖς λαμπάσι φλεγόμενος, καὶ εἱρκτῇ συγκλειόμενος, ξύλῳ ἀναρτώμενος, καὶ θηρίοις βρῶμα, διδόμενος μάκαρ, ἀπαρασάλευτος τὸν νοῦν, διεφυλάχθης τῇ θείᾳ χάριτι, καὶ νίκης διαδήματι, κατεκοσμήθης Εὐλάμπιε, διὰ τοῦτο τὴν μνήμην σου, χαρμοσύνως γεραίρομεν.

 

Τὴν Εὔαν τὸν τρώσαντα, καὶ Παραδείσου ἐξώσαντα, πολυμήχανον ἔτρωσας, τρωθεῖσα τῷ ἔρωτι, τοῦ Παμβασιλέως, Χριστοῦ Εὐλαμπία, καὶ ὑπομείνασα στερρῶς, σώματος τρῶσιν καὶ πᾶσαν βάσανον· διὸ μεθέξει κρείττονι, θείας θεώσεως ἔτυχες, ὑπὲρ πάντων πρεσβεύουσα, τῶν πιστῶς εὐφημούντων σε.

Δόξα... Ἦχος δ'

Ἰωάννου Μοναχοῦ

Τῇ φιλαδελφίᾳ ἡ ὁμωνυμία συγκραθεῖσα, καὶ ἡ ἁγνεία τῇ ἀπαθείᾳ συμμιχθεῖσα, ἀβλαβῶς διεφύλαξε τῆς γνώμης τὸ εὔτονον· ὅπου γὰρ Θεὸς ὁ ποθούμενος, κόσμος ὅλος καταπεφρόνηται. Ὢ τοῦ θαύματος! ὁ ὄφις νενέκρωται, καὶ ὁ εἰς ὕψος ἀδικίαν λαλήσας, ὑποχθόνιος αὐταδέλφοις Μάρτυσι καταπέπτωκεν, Εὐλαμπίῳ τῷ σοφῷ καὶ Εὐλαμπία. Τούτοις εὐστοχωτάτοις ᾄσμασι βοήσωμεν, οἱ καλῶς ἐν Χριστῷ τὸν δρόμον τελέσαντες, αἰτήσασθε τῷ κόσμῳ τὴν εἰρήνην, καὶ ταῖς ψυχαῖς ἡμῶν τὸ μέγα ἔλεος.

Καὶ νῦν... Θεοτοκίον

Ἔδωκας σημείωσιν ΤΟ ΑΚΟΥΤΕ

Χαῖρε ἡλιόμορφε, ἠλίου ἄδυτον ὄχημα, ἡ τὸν Ἥλιον λάμψασα, τὸν ἀπερινόητον· χαῖρε νοῦς ἀστράπτων, θείαις φρυκτωρίαις, ἡ λαμπηδὼν τῆς ἀστραπῆς, ἡ διαυγάζουσα γῆς τὰ πέρατα· ἡ ὄντως χρυσαυγίζουσα, ἡ παγκαλὴς καὶ πανάμωμος, ἡ τὸ φῶς τὸ ἀνέσπερον, τοῖς πιστοῖς ἐξαστράψασα.

Ἢ Σταυροθεοτοκίον

Ῥήγνυται χειρόγραφον, τὸ ἀπ' αἰῶνος νυγείσης σου, τῆς πλευρᾶς Πολυέλεε, Ἀδὰμ τοῦ προπάτορος, καὶ ἡ ἀπωσμένη, φύσις τῶν ἀνθρώπων, ῥανίσιν αἵματος τοῦ σοῦ, καθαγιάζεται ἀνακράζουσα· Δόξα τῇ εὐσπλαγχνία σου· δόξα τῇ θείᾳ σταυρώσει σου, Ἰησοῦ παντοδύναμε, ὁ Σωτὴρ τῶν ψυχῶν ἡμῶν.

 

Εἰς τὸν Στίχον, Στιχηρὰ τῆς Ὀκτωήχου.

Δόξα... Ἦχος δ'

Τῷ τῆς Τριάδος φωτί, ἡ αὐτάδελφος ξυνωρὶς λαμπρυνθεῖσα, τῶν τυράννων τὴν ὠμότητα κατέβαλεν· ὅθεν καὶ τὴν φλόγα καταπατοῦντες, χορεύοντες ἔψαλλον· Ἰδοὺ δὴ τὶ καλόν, ἢ τὶ τερπνόν, ἀλλ' ἢ τὸ κατοικεῖν ἀδελφοὺς ἅμα; Καὶ πρὸς ἔνθεον δόξαν ἀποβλέποντες, οὐρανίου δόξης κατηξιώθησαν, Χριστῷ τῷ Θεῷ, ὑπὲρ ἡμῶν ἀεὶ πρεσβεύοντες, τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Καὶ νῦν... Θεοτοκίον

Ἔδωκας σημείωσιν ΤΟ ΑΚΟΥΤΕ

Δαιμόνων κλονούμενον, ταῖς προσβολαῖς καὶ εἰς βάραθρον, ἀπωλείας ὠθούμενον, οἰκτείρησον Δέσποινα, καὶ στερέωσόν με, ἀρετῶν ἐν πέτρᾳ, καὶ τὰς βουλὰς τῶν δυσμενῶν, διασκεδάσασα καταξίωσον, ποιεῖν με τὰ προστάγματα, τοῦ σοῦ Υἱοῦ καὶ Θεοῦ ἡμῶν, ὅπως τύχω ἀφέσεως, ἐν ἡμέρᾳ τῆς κρίσεως.

Ἢ Σταυροθεοτοκίον

Μήτηρ ἀπειρόγαμος, Θεοῦ ἐδείχθης Πανάμωμε, τοῦ Σταυρῷ ὁμιλήσαντος, καὶ πάθη μειώσαντος, τοῖς Τιμίοις τούτου, πάθεσι καὶ πόνοις, οὓς περ ὑπέμεινεν ἑκών, διὰ τὸ σῶσαι βροτοὺς ἐν χάριτι· διὸ κἀμὲ δυσώπησον, σωθῆναι σαῖς παρακλήσεσι, Μητροπάρθενε Δέσποινα, τῶν Ἀγγέλων ὑπέρτιμε.

 

Ἀπολυτίκιον Ἦχος δ'

Ταχὺ προκατάλαβε ΤΟ ΑΚΟΥΤΕ

Οἱ Μάρτυρές σου, Κύριε, ἐν τῇ ἀθλήσει αὐτῶν, στεφάνους ἐκομίσαντο τῆς ἀφθαρσίας, ἐκ σοῦ τοῦ Θεοῦ ἡμῶν· σχόντες γὰρ τὴν ἰσχύν σου, τοὺς τυράννους καθεῖλον, ἔθραυσαν καὶ δαιμόνων, τὰ ἀνίσχυρα θράση. Αὐτῶν ταῖς ἱκεσίαις, Χριστὲ ὁ Θεός, σῶσον τὰς ψυχὰς ἡμῶν.

 

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

 

Ἡ συνήθης Στιχολογία, καὶ οἱ Κανόνες τῆς Ὀκτωήχου, καὶ ὁ παρὼν τῶν Ἁγίων, οὗ ἡ Ἀκροστιχίς.

Τὴν λαμπρὰν ὑμνῶ Μαρτύρων ξυνωρίδα. Ἰωσήφ.

 

ᾨδὴ α'

Ἦχος πλ. β'

Ὡς ἐν ἠπείρῳ ΤΟ ΑΚΟΥΤΕ

Ταῖς φανοτάταις ἀκτῖσι τῆς τριλαμποῦς, ἀθλοφόροι Μάρτυρες, ἐλλαμπόμενοι αὐγῆς, φωτισμὸν αἰτήσασθε ἡμῖν, τὴν πανέορτον ὑμῶν μνήμην γεραίρουσιν.

 

Ἡλιακὰς ἀπαστράπτει μαρμαρυγάς, ἡ σεπτὴ καὶ εὔσημος, τῶν Μαρτύρων Ἑορτή, καὶ τῆς γῆς τὰ πέρατα ἀεί, καταυγάζει μυστικῶς, σθένει τοῦ Πνευματος.

 

Νέῳ ἐν σώματι Μάρτυς τὸν παλαιόν, τῆς κακίας ἄρχοντα, κατεπάλαισας στερρῶς, ὑπομείνας βάσανα καὶ πῦρ, καὶ δεινῶν ἐπιφοράς, μάκαρ Εὐλάμπιε.

Θεοτοκίον

Λελυτρωμένοι Παρθένε προγονικῆς, καταδίκης ἄχραντε, τῇ γεννήσει σου σαφῶς, ἐν φωναῖς ᾀσμάτων σε ἀεί, μακαρίζομεν πιστοί, ὡς Θεομήτορα.

 

ᾨδὴ γ'

Οὐκ ἔστιν Ἅγιος ὡς σὺ ΤΟ ΑΚΟΥΤΕ

Ἀγῶνας ἤνυσας στερρῶς, ὑπομείνας βασάνους, καὶ πικρὰς τιμωρίας, τῶν μελλόντων ἀγαθῶν, νευρούμενος προφανῶς, ταῖς ἐλπίσιν, ἔνδοξε Εὐλάμπιε.

 

Μαρτύρων εὔκλειαν φαιδράν, περικείμενον Μάρτυς, καθορῶσά σε ὅλην, ταῖς βασάνοις ἑαυτήν, ἐκδέδωκεν ἡ σεμνή, Εὐλαμπία, ἀδελφὰ φρονοῦσά σοι.

 

Ποθήσας Μάρτυς τὸν Χριστόν, τὰ ὁρώμενα πάντα, εἰς οὐδέν ἑλογίσω, τῶν τυραννούντων ὁρμάς, Εὐλάμπιε ἀθλητά, ὀλεθρίους, πίστει τροπωσάμενος.

Θεοτοκίον

Ῥυσθῆναι πάσης πονηρᾶς, ἐναντίων ἐφόδου, καὶ παθῶν ψυχοφθόρων, καὶ κινδύνων χαλεπῶν, τοὺς σὲ τιμῶντας ἀεί, Θεοτόκε, πάναγνε ἱκέτευε.

Ὁ Εἱρμὸς

«Οὐκ ἔστιν Ἅγιος ὡς σύ, Κύριε ὁ Θεός μου, ὁ ὑψώσας τὸ κέρας, τῶν πιστῶν σου Ἀγαθέ, καὶ στερεώσας ἡμᾶς, ἐν τῇ πέτρᾳ τῆς ὁμολογίας σου».

 

Κάθισμα Ἦχος πλ. δ'

τὴν Σοφίαν καὶ Λόγον ΤΟ ΑΚΟΥΤΕ

Τῶν βασάνων τὰ νέφη τὰ χαλεπά, Ἀθληταὶ παριδόντες καρτερικῶς, ὡς ἥλιος χάριτι, τοῦ Σωτῆρος ἐλάμψατε, ἀδελφικῇ στοργῇ δέ, ἐνθέως συνδούμενοι, ἐφ' ὁμοίοις πόνοις, λαμπρῶς ἐδοξάσθητε· ὅθεν μετὰ τέλος, ἀτελεύτητον χάριν, ἐξ ὕψους ἐδέξασθε, θεραπεύειν νοσήματα, Ἀθλοφόροι αὐτάδελφοι, πρεσβεύσατε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην ὑμῶν.

Δόξα... Καὶ νῦν... Θεοτοκίον

Τὴν ψυχήν μου Παρθένε τὴν ταπεινήν, τὴν ἐν ζάλῃ τοῦ βίου τῶν πειρασμῶν, νῦν ὡς ἀκυβέρνητον, ποντουμένην πανάμωμε, ἁμαρτιῶν τε φόρτῳ, ὀφθεῖσαν ὑπέραντλον, καὶ ἐν πυθμένι ᾍδου, ἐλθεῖν κινδυνεύουσαν, φθάσον Θεοτόκε, τῇ θερμῇ σου πρεσβείᾳ, καὶ σῶσον παρέχουσα, τὸν λιμένα τὸν εὔδιον, ἵνα πίστει κραυγάζω σοι· Πρέσβευε τῷ σῷ Υἱῷ καὶ Θεῷ, των πταισμάτων δοῦναί μοι τὴν ἄφεσιν· σὲ γὰρ ἔχω ἐλπίδα, ὁ δοῦλός σου Δέσποινα.

Ἢ Σταυροθεοτοκίον

Τὸν ἀμνὸν καὶ ποιμένα καὶ Λυτρωτήν, ἡ ἀμνὰς θεωροῦσα ἐν τῷ Σταυρῷ, ὠλόλυζε δακρύουσα καὶ πικρῶς ἐκβοῶσα· ὁ μὲν κόσμος ἀγάλλεται, δεχόμενος τὴν λύτρωσιν, τὰ δὲ σπλάγχνα μου φλέγονται, ὁρώσης σου τὴν σταύρωσιν, ἣν περ ὑπομένεις, διὰ σπλάγχνα ἐλέους, Θεὲ ὑπεράγαθε, ἀνεξίκακε Κύριε. ᾛ πιστῶς ἐκβοήσωμεν· Σπλαγχνίσθητι Παρθένε ἐφ' ἡμᾶς, καὶ πταισμάτων δώρησαι τὴν ἄφεσιν, τοῖς εὐσεβῶς προσκυνοῦσιν, αὐτοῦ τὰ παθήματα.

 

ᾨδὴ δ'

Χριστός μου δύναμις ΤΟ ΑΚΟΥΤΕ

Ἀγρίων χάσματα, θηρῶν ἐφίμωσας, ἐπικλήσεσι θείαις Ἀγγελικῇ, δόξῃ καλλυνόμενος, καὶ μαρτυρίου ἱεραῖς, φωταυγίαις λαμπρυνόμενος.

 

Ναὸν σε ἔμψυχον, ναὸν πανάγιον, ἡ τοῦ Πνεύματος χάρις Μάρτυς σοφέ, εὕρατο Εὐλάμπιε, κραταιούμενος Ναούς, τῶν εἰδώλων κατηδάφισας.

 

Ὑπῆρξας ἄσειστος, ἀκαταπτόητος, ἀπερίτρεπτος πάσαις ἐπιβολαῖς, χαλεπῶν κολάσεων, κραταιουμένη ἐν Χριστῷ, Εὐλαμπία παναοίδιμε.

 

Μαρτύρων αἵμασι, καλλωπιζόμενοι, καὶ ὁμόνοιαν πίστει ἀδελφικῇ, σῴζοντες Μακάριοι, τῶν διωκτῶν τὰς ζοφεράς, ἐπινοίας διεκρούσασθε.

Θεοτοκίον

Νοήσας πόρρωθεν, ἐμφαντικώτατα, Ἀββακοὺμ σε ἐκάλει ὄρος Ἁγνή, ἀρεταῖς κατάσκιον, ἐξ οὗ ἐπέφανεν ἡμῖν, ὁ φωτίζων τὰς ψυχὰς ἡμῶν.

 

ᾨδὴ ε'

Τῷ θείῳ φέγγει σου Ἀγαθὲ ΤΟ ΑΚΟΥΤΕ

Ὡς ὄρθρος ἔλαμψας εὐπρεπής, ὡς ἡμερινὸς ὄντως ἀστήρ, ὡς φαεινότατος ἥλιος, ἄθλων καὶ σημείων μαρμαρυγαῖς τοὺς πιστούς, ἐνθέως καταυγάζων, Μάρτυς Εὐλάμπιε.

 

Μεγίστοις πόνοις ἐγκαρτερῶν, καὶ τὰς ἀνενδότους τῶν δεινῶν, ἐπιφορὰς λογιζόμενος, Μάρτυς ὡς ἡδίστας τρυφὰς Εὔλάμπιε, τὰς θείας ἀντιδόσεις, χαίρων κεκλήρωσαι.

 

Αἱμάτων ῥεῖθρα Μάρτυς σεμνή, χέουσα ἐκτήσω τῆς τρυφῆς, σὺ τὸν χειμάρρουν πανεύφημε, καὶ τὴν δι' αἰῶνος δόξαν ἀμάραντον, καὶ τὴν ἐν Παραδείσῳ, τερπνὴν ἀπόλαυσιν.

Θεοτοκίον

Ῥομφαῖαι πᾶσαι τοῦ δυσμενοῦς, ἄχραντε πανάμωμε Ἁγνή, ὄντως εἰς τέλος ἐξέλιπον· σὺ γὰρ τὸν ἁπάντων Θεὸν ἐκύησας, τὸν Σταυρῷ καθελόντα, τούτου τὸ φρύαγμα.

 

ᾨδὴ ς'

Τοῦ βίου τὴν θάλασσαν ΤΟ ΑΚΟΥΤΕ

Τεινόμενοι Μάρτυρες, καὶ στρεβλούμενοι δεινῶς, καὶ τοῖς θηρσὶ ῥιπτόμενοι, καὶ μεληδὸν κοπτόμενοι καὶ πυρί, ἐνύλῳ φλεγόμενοι, τὴν ἀμώμητον πίστιν οὐκ ἠρνήσασθε.

 

Ὑψούμενα κύματα, τῶν κολάσεων σφοδρῶς, δικαστικαῖς προστάξεσι, τὸ σταθηρὸν τῆς γνώμης τῶν Ἀθλητῶν βυθίσαι οὐκ ἴσχυσε· τῇ γὰρ θείᾳ παλάμῃ ἐκρατύνοντο.

 

Ῥοαῖς ἀπεπνίξατε, Φαραὼ τὸν δυσμενῆ, τοῦ ἐκχυθέντος αἵματος, τὴν δὲ Χριστοῦ ἠρδεύσατε εὐσεβῶς,ἀήττητοι Μάρτυρες, Ἐκκλησίαν, τῇ πίστει ἀναθάλλουσαν.

Θεοτοκίον

Ὡς ὄμβρος κεκένωται, ἐν τῇ μήτρᾳ σου Θεός, δι' εὐσπλαγχνίαν ἄφατον, καὶ τὸν χειμάρρουν ἅπαντας τῆς τρυφῆς, ἐπότισε Δέσποινα, καὶ τὴν κτίσιν φθαρεῖσαν ἐκαινούργησε.

Ὁ Εἱρμὸς

«Τοῦ βίου τὴν θάλασσαν, ὑψουμένην καθορῶν, τῶν πειρασμῶν τῷ κλύδωνι, τῷ εὐδίῳ λιμένι σου προσδραμών, βοῷ σοι· Ἀνάγαγε, ἐκ φθορᾶς τὴν ζωήν μου Πολυέλεε».

 

Κοντάκιον Ἦχος γ'

Ἡ Παρθένος σήμερον ΤΟ ΑΚΟΥΤΕ

Τοὺς γενναίους Μάρτυρας, καὶ ἀδελφοὺς κατὰ σάρκα, τὸν σοφὸν Εὐλάμπιον, καὶ Εὐλαμπίαν τιμῶμεν· οὗτοι γὰρ τῶν τυραννούντων μηχανουργίας, ᾔσχυναν τῇ δυναστείᾳ τοῦ σταυρωθέντος. ἀνεδείχθησαν διόπερ, Μαρτύρων δόξα, ὁμοῦ καὶ καύχημα.

Ὁ Οἶκος

Τὴν δυάδα πιστοὶ τῶν Ἀθλοφόρων σήμερον, ἐν ᾠδαῖς ἱεραῖς καὶ ὕμνοις εὐφημήσωμεν, ὅτι τῶν εἰδώλων καθεῖλον τὴν πλάνην, πολυθεΐας τὸ πῦρ κατασβέσαντες, καὶ δαίμονας ᾔσχυναν, τῶν δὲ τυράννων τὸν θυμὸν οὐκ ἔπτηξαν ξίφη τε καὶ πῦρ μὴ δειλιάσαντες, οὔτε θηρίων ὁρμὰς ἀγρίων, ἀγωνισάμενοι καλῶς, Εὐλάμπιος ὁ εὐκλεής, σὺν τῇ σεπτῇ Εὐλαμπίᾳ, ἀδελφοὶ σύναθλοι δειχθέντες, Μαρτύρων δόξα, ὁμοῦ καὶ καύχημα.

 

Σ υ ν α ξ ά ρ ι ο ν

Τῇ Ι' τοῦ αὐτοῦ μηνός, Μνήμη τῶν Ἁγίων Μαρτύρων Εὐλαμπίου καὶ Εὐλαμπίας.

Στίχοι

Καὶ προφθάσασα τὴν τομὴν Εὐλαμπία.

Εὐλαμπί τμηθέντι κοινωνεῖ στέφους.

Τμήθησαν δεκάτῃ Εὐλάμπιος ἠδὲ ἀδελφή.

 

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων διακοσίων Μαρτύρων, τῶν συναναιρεθέντων τῷ Ἁγίω Εὐλαμπίῳ.

Στίχοι

Ἀνδρῶν τετραπλῆν οδα πεντηκοντάδα,

Ξίφει τελειωθεῖσαν, θείου τέλους!

 

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Βασιανοῦ.

Στίχοι

Ὁ Βασιανός, τὸν κάτω λιπὼν βίον,

Χαίρων πρὸς αὐτήν τὴν ἄνω χωρεῖ βάσιν.

 

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Θεοφίλου τοῦ Ὁμολογητοῦ.

Στίχοι

Τὴν κλῆσιν ἔργοις Θεόφιλος δεικνύων,

Θεανδρικῆς ἤθλησεν εἰκόνος χάριν.

 

Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

 

ᾨδὴ ζ'

Δροσοβόλον μὲν τὴν κάμινον ΤΟ ΑΚΟΥΤΕ

Νεανίας τρεῖς ἐν χάριτι μιμούμενοι, τὸ πῦρ κατεπατήσατε, δροσιζόμενοι τῷ ἀϋλῳ Πνεύματος πυρί, καὶ ψάλλοντες Μάρτυρες Χριστῷ· Εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.

 

Ξεομένης τῆς σαρκὸς ἡ πρὸς τὸν Κτίσαντα, ἀγάπη ἐκρατύνετο· οἱ γὰρ Ἅγιοι ὁλοτρόπῳ νεύσει πρὸς Θεόν, θεούμενοι ἔμελπον πιστῶς· Εὔλογητός εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.

 

Ὑπερείδων σου καρδίας τὰ κινήματα, ταῖς θείαις ἀναβάσεσιν, ἐν ἀσαλεύτῳ, Ἀθλοφόρε πέτρα τῆς ζωῆς, ἀκλόνητος ἵστασο βοῶν· Εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.

Θεοτοκίον

Νεανίας τρεῖς ἡ κάμινος οὐκ ἔφλεξε, γέννησιν προτυποῦσα τὴν σήν· τὸ γὰρ θεῖον πῦρ, σὲ μὴ φλέξαν ᾤκησεν ἐν σοί, καὶ πάντας ἐφώτισε βοᾶν· Εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.

 

ᾨδὴ η'

Ἐκ φλογὸς τοῖς Ὁσίοις ΤΟ ΑΚΟΥΤΕ

Ὡραιότατος ὤφθης ψυχῇ καὶ σώματι, τῶν βασάνων νιφάσι καταχωννύμενος, Μάρτυς ἀθλητά, οὐδαμῶς δὲ ἡττώμενος, μέλπεις τῷ Δεσπότῃ, Χριστῷ εἰς τοὺς αἰῶνας.

 

Ῥητορεύοντες ἅμα λόγον τὸν ἔνθεον, ἐξεφαύλισαν πόθῳ δόγμα τὸ ἄθεον, οἱ ἀδελφικῇ, ἀγχιστείᾳ συνδούμενοι, Μάρτυρες τοῦ πάντων Θεοῦ καὶ Βασιλέως.

 

Ἱερεῖα καὶ θεῖα ὁλοκαυτώματα, ἐθελόθυτοι ἄρνες ἄμωμα σφάγια, κάρπωμα δεκτόν, τῷ Θεῷ προσηνέχθητε, ἐν ἐπουρανίῳ, τραπέζῃ Ἀθλοφόροι.

 

Διαυγῆ σε ἀστέρα φωτοειδέστατον, ἰαμάτων ἀκτῖσι καταλαμπρύνοντα, πάντων τὰς ψυχάς, ἀθλοφόρε Εὐλάμπιε, πίστει ἐγνωκότες, ὑμνοῦμεν εἰς αἰῶνας.

Θεοτοκίον

Ἀπειρόγαμε Κορη χαῖρε πανάμωμε, ὁ λιμὴν τῶν ἐν ζάλῃ χαῖρε Θεόνυμφε, τῶν ἁμαρτωλῶν, χαῖρε τὸ ἱλαστήριον, χαῖρε ἡ τεκοῦσα, Θεὸν σεσαρκωμένον.

Ὁ Εἱρμὸς

«Ἐκ φλογὸς τοῖς Ὁσίοις δρόσον ἐπήγασας, καὶ Δικαίου θυσίαν ὕδατι ἔφλεξας· ἅπαντα γὰρ δράς, Χριστὲ μόνω τῷ βούλεσθαι· σὲ ὑπερυψοῦμεν, εἰς πάντας τοὺς αἴώνας».

 

ᾨδὴ θ'

Θεὸν ἀνθρώποις ἰδεῖν ΤΟ ΑΚΟΥΤΕ

Ἰδεῖν τὴν δόξαν τοῦ Παντοκράτορος, ἐπιποθῶν καὶ κάλλος δὲ αὐτοῦ τὸ ἀμήχανον, ἀδοξίαν τοῦ βίου παρέδραμες, ἄτιμον ὑπομείνας, θάνατον ἔνδοξε, δόξαν προξενοῦντά σοι ἀεί, Μάρτυς Εὐλάμπιε.

 

Ὡς φῶς ὡς λύχνος ἀειλαμπέστατος, τοῖς ἐν νυκτὶ τοῦ βίου καθωράθης Εὐλάμπιε, ἀγνωσίας τὸ σκότος ἐδίωξας, ἔλυσας παθημάτων τὴν ἀμαυρότητα, φέγγει ἰαμάτων, Ἀθλητὰ Θεομακάριστε.

 

Στολαῖς βαφείσαις ὑμῶν ἐξ αἵματος, μαρτυρικοῦ ὡραίους ἑαυτοὺς περιστείλαντες, στεφηφόροι Κυρίῳ παρίστασθε, μέλποντες σὺν Ἀγγέλοις, Ἅγιος, Ἅγιος, Ἅγιος Τριάς, ἡ παντουργὸς καὶ παντοδύναμος.

 

Ἡμῶν τῶν πίστει τὴν ἀεισέβαστον, καὶ ἱερὰν καὶ πλήρη φωτισμοῦ καὶ λαμπρότητος, ἀθλοφόροι Μάρτυρες, τελούντων ὑμῶν, Μνήμην καὶ προσκυνούντων, πίστει τὰ λείψανα, μέμνησθε παντοίων πειρασμῶν, πάντας λυτρούμενοι.

Θεοτοκίον

Φωτὸς δοχεῖον τοῦ ἀναλάμψαντος, θεοπρεπῶς ἐκ σοῦ τῆς καθαρᾶς Παναμώμητε, τῆς ψυχῆς μου τὰ ὄμματα φώτισον, σκότος τῆς ἀγνωσίας ἀποδιώκουσα, καὶ τῆς ἁμαρτίας τὴν ἀχλύν, ἐξαφανίζουσα.

Ὁ Εἱρμὸς

«Θεὸν ἀνθρώποις ἰδεῖν ἀδύνατον, ὃν οὐ τολμᾷ Ἀγγέλων ἀτενίσαι τὰ τάγματα· διὰ σοῦ δὲ Πάναγνε, ὡράθη βροτοῖς, Λόγος σεσαρκωμένος, ὃν μεγαλύνοντες, σὺν ταῖς οὐρανίαις, Στρατιαῖς σὲ μακαρίζομεν».

 

Ἐξαποστειλάριον

Γυναῖκες ἀκουτίσθητε ΤΟ ΑΚΟΥΤΕ

Ἀξίως ἐποφείλομεν, ὑμνεῖν τοὺς οὐρανόφρονας, Εὐλάμπιον Εὐλαμπίαν, τοὺς ἱεροὺς ἀθλοφόρους, ὡς αὐταδέλφους Μάρτυρας, καὶ τὴν αὐτῶν ὑπέρλαμπρον, μνήμην τελεῖν ἐν ᾄσμασιν· ὑπὲρ τοῦ κόσμου γὰρ οὗτοι, ἐξιλεοῦνται τὸ θεῖον.

Θεοτοκίον Ὅμοιον

Ῥανίσι τοῦ ἐλέους σου, κατάρδευσον Πανάμωμε, τὴν ἐκτακεῖσαν ψυχήν μου, τῆς ἁμαρτίας τῇ καύσει, καὶ σκοτισθέντα πάθεσι, τὸν νοῦν μου φωταγώγησον, τοῦτον σαφῶς ἰθύνουσα, πρὸς ἄϋλον θεωρίαν, τοῦ σοῦ Υἱοῦ Θεοτόκε.

 

Καὶ ἡ λοιπὴ Ἀκολουθία τοῦ Ὄρθρου, ὡς σύνηθες, καὶ Ἀπόλυσις.