Τῌ ΚΕ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ

ΟΚΤΩΒΡΙΟΥ

 

Μνήμη τῶν Ἁγίων Μαρτύρων καὶ Νοταρίων, Μαρκιανοῦ καὶ Μαρτυρίου.

 

ΕΙΣ ΤΟΝ ΕΣΠΕΡΙΝΟΝ

 

Εἰς τό, Κύριε ἐκέκραξα, ψάλλομεν Στιχηρὰ Προσόμοια.

Ἦχος δ'

Ὡς γενναῖον ἐν Μάρτυσιν ΤΟ ΑΚΟΥΤΕ

Οἱ τὸν δρόμον τελέσαντες, καὶ τὴν πίστιν τηρήσαντες, μαρτυρίου στέφανον ἀνεδήσαντο, Μαρκιανὸς καὶ Μαρτύριος, οἱ πύργοι οἱ ἄσειστοι, Ἐκκλησίας οἱ μαζοί, οἱ τὸ γάλα τὸ ἄδολον, ἀναβλύζοντες, οἱ φαιδροὶ μαργαρῖται, οἱ φωστῆρες, οἱ τὴν κτίσιν ταὶς ἀκτῖσι, τῆς εὐσεβείας πυρσεύοντες.

 

Μίαν γνώμην προφέρουσα, καὶ τὸ ἓν συμφρονήσασα, ἡ δυὰς ἡ ἔνθεος, τὴν διαίρεσιν, τὴν τοῦ Ἀρείου διέλυσε, διδάσκουσα σέβεσθαι, συναΐδιον Πατρί, τὸν Υἱὸν καὶ συνάναρχον, καὶ τῷ Πνεύματι, ἐν μονάδι Τριάδα, καὶ Μονάδα, ἐν Τριάδι μίαν φύσιν, τρισὶ προσώποις ἀμέριστον.

 

Ὁπαδοὶ καὶ ὁμότροποι, μιμηταί, καὶ ὁμόζηλοι, τοῦ Ἱεροκήρυκος Παύλου ὤφθητε, καὶ τῇ ἐκχύσει τοῦ αἵματος, ἐχθροὺς ἐβυθίσατε· καὶ αἱρέσεων δεινῶν, ἐξηράνατε χείμαρρον, καὶ ἐδείχθητε, ποταμὸς εὐσεβείας καταρδεύων, τοῦ Χριστοῦ τὴν Ἐκκλησίαν, Μαρκιανὲ καὶ Μαρτύριε.

Δόξα... Ἦχος α' Γερμανοῦ

Μαθηταὶ καὶ ὀπαδοὶ γεγονότες, τοῦ τῆς ὁμοουσίου Τριάδος ὁμολογητοῦ καὶ κήρυκος, καὶ σὺν αὐτῷ ὑπὲρ αὐτῆς διωκόμενοι Μακάριοι, τὸν διὰ ξίφους θάνατον, τῶν αἱρετικῶν γλωσσαλγιῶν προεκρίνατε· ὅθεν καὶ μαρτυρικοῖς στεφάνοις κοσμηθέντες παρὰ Θεοῦ, καὶ παρρησίαν λαβόντες, πρεσβεύσατε τοῦ ῥυσθῆναι ἐκ κινδύνων, τούς τιμῶντας τὴν μνήμην ὑμῶν.

Καὶ νῦν... Θεοτοκίον

Τῶν οὐρανίων ταγμάτων ΤΟ ΑΚΟΥΤΕ

Γνώμῃ σαθρᾷ ὀλισθήσας, γυμνὸς κατάκειμαι,καὶ πρὸς τὴν σὴν Παρθένε, καταφεύγω γαλήνην, ἐκ ζάλης ἐναντίας καὶ πειρασμῶν, πολυτρόπων με λύτρωσαι, ἵνα ὑμνῶ σου τὴν χάριν θεοπρεπῶς, Θεοτόκε ἀειπάρθενε.

Ἢ Σταυροθεοτοκίον

Ὑπὲρ ἡμῶν ὁ Υἱός σου,παθεῖν ἠνέσχετο, ἵνα τῷ τούτου πάθει, τὴν ἀπάθειαν πᾶσι, παράσχῃ Θεοτόκε· ὅθεν αὐτόν, καθικέτευε πάντοτε, παθῶν παντοίων με ῥύσασθαι, καὶ ψυχῆς, καὶ τοῦ σώματος πρεσβείαις σου.

 

Εἰς τὸν Στίχον, Στιχηρὰ τῆς Ὀκτωήχου.

Δόξα... Ἦχος γ'

Οἱ νοεροὶ τῆς Ἐκκλησίας φωστῆρες, καὶ Τριάδος ὑπέρμαχοι, Μαρκιανὸς καὶ Μαρτύριος, τῷ θυρεῷ τῆς πίστεως τὰς αἱρέσεις τρεψάμενοι, ὀρθοδοξίας φωτὶ τὸν κόσμον κατεφαίδρυναν· Παύλῳ δὲ πειθαρχοῦντες ἰσαποστόλῳ· ποιμένι καὶ διδασκάλῳ τῶν ἀληθῶν δογμάτων, Ἀρείου καὶ Νεστορίου καθεῖλον τὴν διαίρεσιν, Σαβελλίου καὶ Σεβήρου τὴν σύγχυσιν ἐκτρεπόμενοι, καὶ τριαδικῶς θεολογοῦντες μονάδα, καὶ τὸν ἐκ Παρθένου σαρκωθέντα Θεόν, ἐν δυσὶ ταῖς οὐσίαις ἕνα Υἱόν, εὐσεβῶς πᾶσιν ἀνυμνεῖν οἱ πανεύφημοι ἐκήρυξαν· Διὸ στεφάνους τῆς νίκης οὐρανόθεν κομισάμενοι οἱ θεσπέσιοι, αἰτοῦνται ἡμῖν τὸ μέγα ἔλεος.

Καὶ νῦν... Θεοτοκίον

Ἐν γυναιξὶν ἁγία, Θεοτόκε Μήτηρ ἀνύμφευτε, πρέσβευε ὃν ἔτεκες Βασιλέα καὶ Θεόν, ἵνα σώσῃ ἡμᾶς ὡς φιλάνθρωπος.

Ἢ Σταυροθεοτοκίον

Μεγάλη τοῦ Σταυροῦ σου ΤΟ ΑΚΟΥΤΕ

Ὁρῶσα τὸν ἐκ σοῦ τεχθέντα Παναμώμητε, κρεμάμενον ἐν ξύλῳ, ὠλόλυζες βοῶσα· Ποθεινότατόν μου Τέκνον, ποῦ σου ἔδυ τὸ κάλλος, τὸ καλλωπίσαν τῶν ἀνθρώπων τήν φύσιν.

 

Ἀπολυτίκιον

Ἦχος δ' Ταχὺ προκατάλαβε ΤΟ ΑΚΟΥΤΕ

Οἱ Μάρτυρές σου, Κύριε, ἐν τῇ ἀθλήσει αὐτῶν, στεφάνους ἐκομίσαντο τῆς ἀφθαρσίας, ἐκ σοῦ τοῦ Θεοῦ ἡμῶν· σχόντες γὰρ τὴν ἰσχύν σου, τοὺς τυράννους καθεῖλον, ἔθραυσαν καὶ δαιμόνων, τὰ ἀνίσχυρα θράση· Αὐτῶν ταὶς ἱκεσίαις, Χριστὲ ὁ Θεός, σῶσον τὰς ψυχὰς ἡμῶν.

 

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

 

    Μετὰ τὴν συνήθη Στιχολογίαν ἀναγινώσκονται οἱ Κανόνες τῆς Ὀκτωήχου, καὶ τῶν Ἁγίων ὁ παρών, οὗ ἡ Ἀκροστιχίς.

 

Διττοῖς προσοίσω Μάρτυσιν μελῳδίαν. Ἰωσήφ.

 

ᾨδὴ α' Ἦχος δ'

Τριστάτας κραταιοὺς ΤΟ ΑΚΟΥΤΕ

Διόλου τῷ φωτί, τῆς Ἁγίας Τριάδος, ἐλλαμπόμενοι ἀεί, φωστῆρες ἀπλανεῖς, χρηματίζετε Ἅγιοι· ὅθεν πίστει τὴν φωσφόρον, ἑορτὴν ὑμῶν σήμερον, ἐκτελοῦντες φαιδρῶς ἀγαλλόμεθα.

 

Ἰδεῖν τὸν ἐπὶ γῆς, ἀναλάμψαντα Λόγον, ἐκ Παρθένου δι' ἡμᾶς, ποθοῦντες Ἀθληταί, τῷ Πατρὶ ὁμοούσιον, τοῦτον καθομολογοῦντες, βιαιότατον θάνατον, λογισμῷ στερροτάτῳ ὑπέστητε.

 

Τοῦ Παύλου τοῦ σοφοῦ, θεηγόροι δειχθέντες, ὀπαδοὶ καὶ φοιτηταί, ὁμότιμον Πατρί, τὸν Υἱὸν ἐκηρύξατε· ὅθεν ξίφεσι τμηθέντες, τῇ πλημμύρᾳ τοῦ αἵματος, Ἀθλοφόροι τὴν γῆν ἡγιάσατε.

Θεοτοκίον

Τὸν ἄναρχον Υἱόν, τοῦ Θεοῦ συλλαβοῦσα, ἐσωμάτωσας Ἁγνή, γενόμενον βροτόν, διὰ ἔλεος ἄφατον· ὅθεν τοῦτον προσκυνοῦντες, εὐσεβῶς σε δοξάζομεν, τὴν αἰτίαν τῆς πάντων θεώσεως.

 

ᾨδὴ γ'

Οὐκ ἐν σοφίᾳ ΤΟ ΑΚΟΥΤΕ

Ὀρθοδοξίᾳ, λαμπρυνόμενοι θείῳ ἐν Πνεύματι, τὸν Ἀρείου σκοτασμόν, ὁλοσχερῶς διεφύγετε, Μάρτυρες γενόμενοι τοῦ Παντοκράτορος.

 

Ἴσον τὸν Λόγον, τῷ Πατρὶ δογματίσαντες Ἅγιοι, κατεκρίθητε θανεῖν, Μαρκιανὲ καὶ Μαρτύριε, καὶ πρὸς ἀτελεύτητον, ζωὴν μετέβητε.

 

Στρατολογίᾳ, ἱερᾷ τῶν Ἀγγέλων συνήφθητε, καὶ Μαρτύρων τοῖς χοροῖς, περιφανῶς ἠριθμήθητε· ὅθεν τὴν σεπτὴν ὑμῶν, μνήμην γεραίρομεν.

Θεοτοκίον

Πεποικιλμένη, κροσσωτοῖς ἐν χρυσοῖς ὡς Βασίλισσα, τοῦ Δεσπότου καὶ Θεοῦ, ἐκ δεξιῶν νῦν παρίσταται, Δέσποινα πρεσβεύουσα, ὑπὲρ τῶν δουλων σου.

Ὁ Εἱρμὸς

«Οὐκ ἐν σοφίᾳ, καὶ δυνάμει καὶ πλούτῳ καυχώμεθα, ἀλλ' ἐν σοὶ τῇ τοῦ Πατρὸς ἐνυποστάτῳ σοφίᾳ Χριστέ· οὐ γὰρ ἐστιν Ἅγιος, πλήν σου Φιλάνθρωπε».

 

Κάθισμα Ἦχος γ'

Τὴν ὡραιότητα ΤΟ ΑΚΟΥΤΕ

Τὸν ὁμοούσιον, τοῦ πρὸ αἰώνων Πατρός, Υἱὸν καὶ Κύριον, ἔνσαρκον Λόγον Χριστόν, ἀνεκηρύξατε σαφῶς, ἀδιαιρέτως Ἅγιοι· ὅθεν μέχρις αἵματος, ὑπὲρ τούτου ἀνέστησε, πᾶσαν στηλιτεύσαντες, τοῦ Ἀρείου δυσσέβειαν· διὸ ἐν παρρησίᾳ ὑπάρχοντες, πρεσβεύσατε ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Δόξα... Καὶ νῦν... Θεοτοκίον

Ἀκατανόητον, καὶ ἀκατάληπτον, ὑπάρχει Δέσποινα, Θεοχαρίτωτε, τὸ πεπραγμένον ἐπὶ σοί, Ἁγνὴ φρικτὸν μυστήριον· τὸν γὰρ ἀπερίγραπτον, συλλαβοῦσα ἐκύησας, σάρκα περιθέμενον, ἐξ ἀχράντων αἱμάτων σου· ὃν πάντοτε Ἁγνὴ ὡς Υἱόν σου, δυσώπει τοῦ σῶσαι τὰς ψυχὰς ἡμῶν.

Ἡ Σταυροθεοτοκίον

Ἡ ἀπειρόγαμος, Ἁγνὴ καὶ Μήτηρ σου, Χριστὲ ὁρῶσά σε, νεκρὸν κρεμάμενον, ἐπὶ τοῦ ξύλου μητρικῶς, θρηνολογοῦσα ἔλεγε· Τὶ σοι ἀνταπέδωκε, τῶν Ἑβραίων ὁ ἄνομος, δῆμος καὶ ἀχάριστος, ὁ πολλῶν καὶ μεγάλων σου, Οἰκτίρμον δωρεῶν ἀπολαύσας; Ὑμνῶ σου τὴν θείαν συγκατάβασιν.

 

ᾨδὴ δ'

Ὁ καθήμενος ἐν δόξῃ ΤΟ ΑΚΟΥΤΕ

Ῥωμαλέᾳ διανοίᾳ, καὶ τελείῳ φρονήματι, τὴν ὀρθοδοξίαν, Μάρτυρες Κυρίου κρατύναντες, μαρτυρικῶς τὸν ἀγῶνα ἐτελέσατε, τῆς αἱρέσεως, τὸν σκοτασμὸν ἀπελάσαντες.

 

Ὁ τὸν Λόγον μὴ κηρύξας, τῷ Πατρὶ ὁμοούσιον, ὡς μανεὶς ἀφρόνως, Μάρτυρες νευραῖς ἀπηγχόνισται, τῶν ἱερῶν ὑμῶν πόνων καὶ βεβύθισται, τῶν αἱμάτων, ταῖς ἐπιρροαῖς θείᾳ χάριτι.

 

Στρατευθέντες τῷ Κυρίῳ, διὰ πίστεως Ἅγιοι, καὶ ἐνηθληκότες, τοῖς ἐπουρανίοις στρατεύμασι, συνηριθμήθητε· ὅθεν μακαρίζεσθε, στηριγμὸς ἡμῶν, καὶ φωτισμός χρηματίσαντες.

 

Οἱ μαζοὶ τῆς Ἐκκλησίας, οἱ τὸ γάλα προχέοντες, τῆς ὀρθοδοξίας, καὶ τοὺς εὐσεβεῖς διατρέφοντες, Μαρκιανὸς ὁ γενναῖος καὶ Μαρτύριος, εὐφημείσθωσαν, χαρμονικοῖς μελῳδήμασιν.

Θεοτοκίον

Ἱερὸς πάλαι Προφήτης, ὄρος θεῖον ἐκάλεσεν, ἀρεταῖς Παρθένε, πάναγνε διόλου κατάσκιον, ἐξ οὗ σωτήριος Λόγος πεφανέρωται, εἰς ἀνάπλασιν, καὶ φωτισμὸν τῶν ψυχῶν ἡμῶν.

 

ᾨδὴ ε'

Ἀσεβεῖς οὐκ ὄψονται ΤΟ ΑΚΟΥΤΕ

Σοφωτάτων ὤφθητε, δογμάτων ὀπαδοί, Παύλου θείου ἱερουργοῦ, οὗ τοὺς τρόπους Μάρτυρες ἐκμιμησάμενοι, καρτερῶς ἠθλήσατε, καὶ νομίμως κατεστέφθητε.

 

Ὡς ἀστέρες λάμπετε, ἐν ὕψει τῆς σεπτῆς, Ἐκκλησίας περιφανῶς, σκότος τὸ βαθύτατον ἀποδιώκοντες, τῆς Ἀρείου Ἅγιοι, γενναιότατοι αἱρέσεως.

 

Μακρυνθέντες Ἅγιοι, τοῦ βίου τῶν τερπνῶν, ᾠκειώθητε τῷ Χριστῷ, βραχυτάτῳ αἵματι, καὶ τὴν ἀσάλευτον, βασιλείαν ἔνδοξοι, Ἀθλοφόροι ἐκληρώσασθε.

Θεοτοκίον

Ἀληθῶς Θεοῦ Υἱόν, ἐκύησας Ἁγνή, ὁμοούσιον τῷ Πατρί, καὶ τῷ θείῳ Πνεύματι θεογεννήτρια, ὃν ἀπαύστως αἴτησαι, οἰκτειρῆσαι τὰς ψυχὰς ἡμῶν.

 

ᾨδὴ ς'

Ἦλθον εἰς τὰ βάθη ΤΟ ΑΚΟΥΤΕ

Ῥήμασι ποιμένος θεοσόφου, σοφοὶ ἀκολουθοῦντες, τὴν ὀρθόδοξον πίστιν τηρεῖτε, Μαρκιανέ, καὶ θεῖε Μαρτύριε, ὑπὲρ ἧς ἐσφαγιάσθητε.

 

Τίμιος ἐνώπιον Κυρίου, ὁ θάνατος ὡράθη, ὑμῶν Ἅγιοι, σοφοὶ ὁπλῖται· ὅθεν τιμαῖς, ἐτησίοις ἔνδοξοι, ὑπὸ πάντων μακαρίζεσθε.

 

Ὑμᾶς τοὺς γενναίους Ἀθλοφόρους, Μαρκιανὲ παμμάκαρ, καὶ Μαρτύριε πηγὴν θαυμάτων, ἡ τοῦ Χριστοῦ, Ἐκλησία ἔχουσα, αἰωνίως ἐπαγάλλεται.

Θεοτοκίον

Στόματι καὶ γλώσσῃ σε Μητέρα, παναληθῶς Παρθένε, τοῦ Θεοῦ ἡμῶν ὁμολογοῦμεν, αὐτὸν Ἁγνή, ἐκτενῶς ἱκέτευε, τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Ὁ Εἱρμὸς

«Ἦλθον εἰς τὰ βάθη τῆς θαλάσσης, καὶ κατεπόντισέ με, καταιγὶς πολλῶν ἁμαρτημάτων, ἀλλ' ὡς Θεός, ἐκ φθορᾶς ἀνάγαγε, τὴν ζωήν μου πολυέλεε».

 

Κοντάκιον Ἦχος δ'

Ὁ ὑψωθεὶς ΤΟ ΑΚΟΥΤΕ

Ἀγωνισάμενοι καλῶς ἀπὸ βρέφους, Μαρκιανὲ σὺν τῷ σοφῷ Μαρτυρίῳ, τὸν ἀποστάτην Ἄρειον καθείλετε, ἄτρωτον τηρήσαντες, τὴν ὀρθόδοξον πίστιν, Παύλῳ ἐφεπόμενοι, τῷ σοφῷ διδασκάλῳ· ὅθεν σὺν τούτῳ εὕρατε ζωήν, ὡς τῆς Τριάδος ὑπέρμαχοι ἄριστοι.

Ὁ Οἶκος

Ὡς ὑπηρέται εὐσεβῶς Θεοῦ τοῦ φιλανθρώπου, Δυὰς εὐλογημένη, προφθάσατέ με τάχος, λυτρούμενοί με τῶν δεινῶν, λόγον μοι σοφίας χορηγοῦντες, τὴν ὑμῶν ἀνευφημοῦντι ἄθλησιν, ἣν ὑπὲρ τῆς πίστεως Ἅγιοι, γνώμῃ αδιστάκτῳ ὑποστάντες, τῶν στεφάνων ἐτύχετε τῶν ἐπουρανίων, χοροῖς τε τῶν Ἀθλητῶν καὶ Ἀποστόλων, Διδασκάλων καὶ σεπτῶν Ἀρχιερέων συγχαίρετε ἀεί, ὡς κήρυκες Θεοῦ Λόγου, ὡς τῆς Τριάδος ὑπέρμαχοι ἄριστοι.

 

Σ υ ν α ξ ά ρ ι ο ν

Τῇ ΚΕ' τοῦ αὐτοῦ μηνός, Μνήμη τῶν Ἁγίων Μαρτύρων καὶ Νοταρίων, Μαρκιανοῦ καὶ Μαρτυρίου.

Στίχοι

Χριστοῦ καλάμους τοὺς Νοταρίους νόει,

Εἰς αἷμα τὸ σφῶν ἐκ ξίφους βεβαμμένους.

Πέμπτῃ Μαρκιανὸν τάμον εἰκάδι Μαρτύριόν τε.

 

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Ἀναστασίου.

 

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Οὐαλλερίνου.

Στίχοι

Οὐαλλερῖνος τὴν κάραν τμηθεὶς ξίφει,

Τομῆς βραχείας ὢ πόσα στέφη λάβοι!

 

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Σαβίνου.

Στίχοι

Εἰσδύς τὸ πῦρ χορευε, Μάρτυς Σαβίνε,

θείαν χορείαν, πρόξενον θείου στέφους.

 

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Μαρτύρων Οὐαλλερίου καὶ Χρυσάφου.

Στίχοι

Διττοῖς Ἀθληταῖς ἡ τιμωρία ξίφος,

Ἡγουμένοις τρύφημα τὴν Τιμωρίαν.

 

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς Ἁγίας Ταβιθᾶς, ἣν ἀνέστησεν ἐκ νεκρῶν ὁ Ἅγιος Πέτρος.

Στίχοι

Ποῦ σοι, Ταβιθά, Πέτρος; εἰ γὰρ ἦν πάλιν,

Ἤγειρεν ἂν σε καὶ θανοῦσαν ὡς πάλαι.

 

Ταῖς τῶν Ἁγίων σου πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

 

ᾨδὴ ζ'

Ἀβραμιαῖοι ποτὲ ΤΟ ΑΚΟΥΤΕ

Ἰχνηλατοῦντες καλῶς, τὸν ἱερὸν Ποιμένα, ὀρθοδοξίᾳ καλλυνόμενοι, χερσὶν ἀνῃρέθητε, κακοδοξούντων μάτην, πανευκλεεῖς ὁπλῖται.

 

Νομοθεσίας Θεοῦ, ἀπαρατρώτους πίστει, διατηροῦντες θεῖοι Μαρτυρες, νομίμως ἠθλήσατε, ὑπὸ χειρῶν ἀνόμων, ἀναιρεθέντες ξίφει.

 

Μετὰ ταφὴν ἱεράν, τῶν προσιόντων πίστει, ὑμῶν τῷ τάφῳ τὰ νοσήματα, ἐνθάπτετε Ἅγιοι, ταῖς πρὸς τὸν Ζωοδότην, ἁγίαις μεσιτείαις.

 

Ἐκ τῶν πηγῶν μυστικῶς, τῶν ἱερῶν πλουτοῦντες, τὴν θείαν χάριν τῶν ἰάσεων, πιστοὺς καταρδεύετε, τῶν νοσημάτων πᾶσαν, ξηραίνοντες πλημμύραν.

Θεοτοκίον

Λελυτρωμένοι τῷ σῷ, Θεογεννῆτορ τόκῳ, τῆς αἰωνίου κατακρίσεως, τὸ Χαῖρέ σοι κράζομεν ἀεί, εὐλογημένη καὶ κεχαριτωμένη.

 

ᾨδὴ η'

Λυτρωτὰ τοῦ παντὸς ΤΟ ΑΚΟΥΤΕ

Ὥσπερ δύο ἀμνοὶ σφαγιάζεσθε, τὸν Ἀμνὸν τοῦ Θεοῦ ὁμοούσιον, Πατρὸς ἀνακηρύττοντες, καὶ τραπέζῃ τῇ ἄνω προσενεχθέντες, ἀθλητῶν ὁμηγύρει συντάττεσθε.

 

Δυναμούμενοι σθένει τοῦ Πνεύματος, ἐξενεύρισαν πλάνης τὸ φρύαγμα, καὶ καρτερῶς ἀθλήσαντες, τοὺς δεινῶς παρεθέντας ταῖς ἀσθενείαις, οἱ πιστοὶ θεραπεύουσι Μάρτυρες.

 

Ἰατροὶ τῶν πιστῶν χρηματίζοντες, τῶν παθῶν ἡμῶν Ἅγιοι Μάρτυρες, τὰ χαλεπὰ νοσήματα, καὶ τὰς ἐπαναστάσεις τὰς ἐναντίας, θεραπεύσατε θείαις δεήσεσιν.

Τριαδικὸν

Ἀνυμνοῦμεν Πατέρα ἀγέννητον, τὸν Υἱὸν καὶ τὸ Πνεῦμα τὸ Ἅγιον, μίαν οὐσίαν ἄκτιστον, καὶ θεότητα μίαν· Πάντα τὰ ἔργα, εὐλογεῖτε βοῶντες τὸν Κύριον.

Θεοτοκίον

Νεκρωθέντας ἡμᾶς ἀνεζώωσας, τὴν ζωὴν τῶν ἁπάντων κυήσασα, Θεοκυῆτορ Δέσποινα, τῶν Μαρτύρων ἡ δόξα, καὶ τῶν ἀνθρώπων, τὸ διάσωσμα καὶ περιτείχισμα

Ὁ Εἱρμὸς

«Λυτρωτὰ τοῦ παντὸς Παντοδύναμε, τοὺς ἐν μέσῳ φλογὸς εὐσεβήσαντας, συγκαταβὰς ἐδρόσισας, καὶ ἐδίδαξας μέλπειν· Πάντα τὰ ἔργα, εὐλογεῖτε ὑμνεῖτε τὸν Κύριον».

 

ᾨδὴ θ'

Εὔα μὲν τῷ τῆς παρακοῆς ΤΟ ΑΚΟΥΤΕ

Ἰσχὺϊ νευρούμενοι Χριστοῦ, τὸν θάνατον ἀθλοφόροι οὐκ ἐπτήξατε, ἀλλὰ προθύμως ὑποθέντες, τοῖς ξίφεσιν αὐχένας ἠνύσατε, γενναίως τὸν ἀγῶνα τὸν ἔνθεον· ὅθεν ἀξίως μακαρίζεσθε.

 

Ὡς δύο ἀστέρες φαεινοί, φωτίζετε οἰκουμένης τὰ πληρώματα, θείαις τῶν ἄθλων λαμπηδόσι, Μαρκιανὲ σοφὲ καὶ Μαρτύριε, τὸ σκότος τῆς ζοφώδους αἱρέσεως, τῆς τοῦ Ἀρείου ἀπελαύνοντες.

 

Στεφάνους τῆς δόξης ἐκ Θεοῦ, νικήσαντες τὸν τυφλόνουν Μακεδόνιον, ἤδη εἰλήφατε ἀξίως, καὶ θρόνῳ τοῦ Δεσπότου παρίστασθε, ἡμῖν ἁμαρτιῶν ἐξαιτούμενοι, λύσιν τελείαν Ἀξιάγαστοι.

 

Ἡ μνήμη ἡ ἔνθεος ὑμῶν, ἀνέτειλε τοῦ ἡλίου τηλαυγέστερον, πάντων φωτίζουσα καρδίας, τῶν ταύτην ἐκτελούντων Μακάριοι, ἐν ᾗ ἐκδυσωπεῖτε τὸν Κύριον, σκότους πταισμάτων ἡμᾶς ῥύσασθαι.

Θεοτοκίον

Φωτὸς οἰκητήριον Ἁγνὴ ὑπάρχουσα, τῆς ψυχῆς μου κόρας φώτισον, ἀμαυρωθείσας ἀμελείᾳ, καὶ σκότος ῥαθυμίας βαθύτατον, ἀεὶ περικειμένας πανάμωμε, ὅπως ἐν πίστει μακαρίζω σε.

Ὁ Εἱρμὸς

«Εὔα μὲν τῷ τῆς παρακοῆς νοσήματι, τὴν κατάραν εἰσωκίσατο, σὺ δὲ Παρθένε Θεοτόκε, τῷ τῆς κυοφορίας βλαστήματι, τῷ κόσμῳ τὴν εὐλογίαν ἐξήνθησας· ὅθεν σε πάντες μεγαλύνομεν».

 

Ἐξαποστειλάριον

Τοῖς μαθηταῖς ΤΟ ΑΚΟΥΤΕ

Μαρκιανὸς ὁ πάνσοφος, καὶ Μαρτύριος ἅμα, τὸ τοῦ Ἀρείου ἔκφυλον, δόγμα καὶ μανιῶδες, καθεῖλον χάριτι θείᾳ τῆς Ἁγίας Τριάδος, ὑπὲρ ἧς καὶ ἐνήθλησαν, καὶ ὡς Μάρτυρες θεῖοι, στέφος λαμπρόν, πρὸς Χριστοῦ δεξάμενοι τοῦ Σωτῆρος, ὑπὲρ ἡμῶν πρεσβεύουσι, τῶν αὐτοὺς εὐφημούντων.

Θεοτοκίον

Σὲ κιβωτὸν καὶ τράπεζαν, καὶ λυχνίαν καὶ στάμνον, καὶ ὄρος καὶ παλάτιον, θρόνον κλίνην καὶ πύλην, τοῦ Βασιλέως τῆς δόξης, τὴν Ἁγίαν Παρθένον, καὶ Θεοτόκον ἅπαντες, ἀνυμνοῦμεν ἐκ πόθου· Χριστιανῶν, σκέπη γὰρ ὑπάρχεις καὶ σωτηρία, καὶ ἀρραγὴς ὑπέρμαχος, καὶ προστάτις καὶ φύλαξ.

 

Εἰς τὸν Στίχον, Στιχηρὰ τῆς Ὀκτωήχου.

 

Καὶ ἡ λοιπὴ Ἀκολουθία τοῦ Ὄρθρου, καὶ Ἀπόλυσις.