Τῌ ΑΓΙᾼ ΚΑΙ ΜΕΓΑΛῌ ΚΥΡΙΑΚῌ

ΤΟΥ ΠΑΣΧΑ ΕΣΠΕΡΑΣ

 

Εἰς τὸ Λυχνικόν, ἀλλάσσει ὁ Ἱερεὺς πᾶσαν τὴν ἱερατικὴν στολὴν αὐτοῦ, καὶ στὰς κατενώπιον τῆς ἁγίας Τραπέζης μετὰ τοῦ θυμιατοῦ, σφραγίζει σταυροειδῶς, καὶ ἐκφωνεῖ λέγων·

 

Εὐλογητὸς ὁ Θεὸς ἡμῶν...

καὶ ἡμῶν ἀνταποκρινομένων τό, Ἀμήν, ἄρχεται ὁ Ἱερεὺς

Χριστὸς ἀνέστη... γ'

Στίχ. α' Ἀναστήτω ὁ Θεός, καὶ διασκορπισθήτωσαν οἱ ἐχθροὶ αὐτοῦ, καὶ φυγέτωσαν ἀπὸ προσώπου αὐτοῦ οἱ μισοῦντες αὐτόν.

Στίχ. β' Ὡς ἐκλείπει καπνός, ἐκλιπέτωσαν, ὡς τήκεται κηρὸς ἀπὸ προσώπου πυρός.

Στίχ. γ' Οὕτως ἀπολοῦνται οἱ ἁμαρτωλοὶ ἀπὸ προσώπου τοῦ Θεοῦ, καὶ οἱ δίκαιοι εὐφρανθήτωσαν.

Στίχ. δ' Αὕτη ἡ ἡμέρα, ἣν ἐποίησεν ὁ Κύριος, ἀγαλλιασώμεθα, καὶ εὐφρανθῶμεν ἐν αὐτῇ.

Δόξα...

Χριστὸς ἀνέστη...

Καὶ νῦν...

τὸ αὐτὸ

Εἶτα ὁ Ἱερεύς, γεγονωτέρᾳ φωνῇ

Χριστὸς ἀνέστη ἐκ νεκρῶν, θανάτῳ θάνατον πατήσας...

Ὁ Χορὸς Καὶ τοὶς ἐν τοῖς μνήμασι ζωὴν χαρισάμενος.

 

Εἰς τό, Κύριε ἐκέκραξα, ἱστῶμεν Στίχ. ς' καὶ ψάλλομεν Στιχηρὰ Ἀναστάσιμα, γ' καὶ Ἀνατολικά, γ'.

Ἦχος β'

Τὸν πρὸ αἰώνων ἐκ Πατρὸς γεννηθέντα τὸν Θεὸν λόγον σαρκωθέντα, ἐκ Παρθένου Μαρίας, δεῦτε προσκυνήσωμεν· Σταυρὸν γὰρ ὑπομείνας, τῇ ταφῇ παρεδόθη, ὡς αὐτός ἠθέλησε, καὶ ἀναστὰς ἐκ νεκρῶν, ἔσωσέ με τὸν πλανώμενον ἄνθρωπον.

 

Χριστὸς ὁ Σωτὴρ ἡμῶν, τὸ καθ' ἡμῶν χειρόγραφον, προσηλώσας τῷ Σταυρῷ, ἐξήλειψε καὶ τοῦ θανάτου τὸ κράτος κατήργησε. Προσκυνοῦμεν αὐτοῦ, τὴν τριήμερον Ἔγερσιν.

 

Σὺν Ἀρχαγγέλοις ὑμνήσωμεν, Χριστοῦ τὴν Ἀνάστασιν· αὐτὸς γὰρ λυτρωτής ἐστι καὶ Σωτὴρ τῶν ψυχῶν ἡμῶν, καὶ ἐν δόξῃ φοβερᾷ, καὶ κραταιᾷ δυνάμει, πάλιν ἔρχεται, κρῖναι κόσμον ὃν ἔπλασεν.

Στιχηρὰ Ἀνατολικὰ

Σὲ τὸν σταυρωθέντα καὶ ταφέντα Ἄγγελος ἐκήρυξε Δεσπότην, καὶ ἔλεγε ταῖς Γυναιξί· Δεῦτε ἴδετε, ὅπου ἔκειτο ὁ Κύριος· ἀνέστη γὰρ καθὼς εἶπεν, ὡς παντοδύναμος· διό σε προσκυνοῦμεν τὸν μόνον ἀθάνατον, Ζωοδότα Χριστὲ ἐλέησον ἡμᾶς.

 

Ἐν τῷ Σταυρῷ σου κατήργησας, τὴν τοῦ ξύλου κατάραν, ἐν τῇ ταφῇ σου ἐνέκρωσας τοῦ θανάτου τὸ κράτος, ἐν δὲ τῇ ἐγέρσει σου ἐφώτισας τὸ γένος τῶν ἀνθρώπων· διὰ τοῦτό σοι βοῶμεν· Εὐεργέτα Χριστέ, ὁ Θεὸς ἡμῶν δόξα σοι.

 

Ἠνοίγησάν σοι Κύριε φόβῳ πύλαι θανάτου, πυλωροὶ δὲ ᾍδου ἰδόντες σε ἔπτηξαν· πύλας γὰρ χαλκᾶς συνέτριψας καὶ μοχλοὺς σιδηροῦς συνέθλασας καὶ ἐξήγαγες ἡμᾶς ἐκ σκότους καὶ σκιᾶς θανάτου, καὶ τοὺς δεσμοὺς ἡμῶν διέρρηξας.

Δόξα...

Τὸν σωτήριον ὕμνον ᾄδοντες, ἐκ στομάτων ἀναμέλψωμεν· δεῦτε πάντες ἐν οἴκῳ Κυρίου προσπέσωμεν λέγοντες· ὁ ἐπὶ ξύλου σταυρωθείς, καὶ ἐκ νεκρῶν ἀναστὰς καὶ ὢν ἐν κόλποις τοῦ Πατρὸς ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν.

Καὶ νῦν... Θεοτοκίον.

Παρῆλθεν ἡ σκιὰ τοῦ νόμου τῆς χάριτος ἐλθούσης· ὡς γὰρ ἡ βάτος οὐκ ἐκαίετο καταφλεγομένη, οὕτω Παρθένος ἔτεκες, καὶ Παρθένος ἔμεινας, ἀντὶ στύλου πυρός, δικαιοσύνης ἀνέτειλεν Ἥλιος, ἀντὶ Μωϋσέως Χριστός, ἡ σωτηρία τῶν ψυχῶν ἡμῶν.

 

Εἴσοδος μετὰ τοῦ Εὐαγγελίου τὸ Φῶς ἱλαρόν...

 

Προκείμενον Ἦχος βαρὺς

Τίς Θεὸς μέγας, ὡς ὁ Θεὸς ἡμῶν, σὺ εἶ ὁ Θεός, ὁ ποιῶν θαυμάσια μόνος.

Στίχ. Ἐγνώρισας ἐν τοῖς λαοῖς τὴν δύναμίν σου.

Στίχ. Καὶ εἶπα· Νῦν ἠρξάμην, αὕτη ἡ ἀλλοίωσις τῆς δεξιᾶς τοῦ Ὑψίστου.

Στίχ. Ἐμνήσθην τῶν ἔργων Κυρίου.

 

Καὶ ὑπὲρ τοῦ καταξιωθῆναι ἡμᾶς τῆς ἀκροάσεως τοῦ ἁγίου Εὐαγγελίου κτλ.

 

Εὐαγγέλιον κατὰ Ἰωάννην

Οὔσης ὀψίας τῇ ἡμέρᾳ ἐκείνῃ...

 

Εἶτα Ἐκτενής, τό, Εἴπωμεν πάντες... Καταξίωσον Κύριε... Πληρώσωμεν τὴν ἑσπερινήν, κτλ.

 

Μετὰ δὲ τὴν ἐκφώνησιν, ψάλλομεν τῆς ὀκτωήχου τὸ Στιχηρὸν Ἀναστάσιμον τῶν Ἀποστίχων.

 

Ἦχος β'

Ἡ Ἀνάστασίς σου Χριστὲ Σωτὴρ ἅπασαν ἐφώτισε τὴν οἰκουμένην, καὶ ἀνεκαλέσω τὸ ἴδιον πλάσμα, Παντοδύναμε Κύριε, δόξα σοι.

 

Εἶτα, τὰ Στιχηρὰ τοῦ Πάσχα μετὰ τῶν στίχων αὐτῶν.

 

Ἦχος πλ. α'

Στίχ. Ἀναστήτω ὁ Θεός, καὶ διασκορπισθήτωσαν οἱ ἐχθροὶ αὐτοῦ, καὶ φυγέτωσαν ἀπὸ προσώπου αὐτοῦ οἱ μισοῦντες αὐτόν.

 

Πάσχα ἱερὸν ἡμῖν σήμερον ἀναδέδεικται, Πάσχα καινόν, Ἅγιον, Πάσχα μυστικόν, Πάσχα πανσεβάσμιον, Πάσχα Χριστὸς ὁ λυτρωτής, Πάσχα ἄμωμον, Πάσχα μέγα, Πάσχα τῶν πιστῶν, Πάσχα, τὸ πύλας ἡμῖν τοῦ Παραδείσου ἀνοῖξαν, Πάσχα, πάντας ἁγιάζον πιστούς.

 

Στίχ. Ὡς ἐκλείπει καπνός, ἐκλιπέτωσαν, ὡς τήκεται κηρὸς ἀπὸ προσώπου πυρός.

 

Δεῦτε ἀπὸ θέας Γυναῖκες εὐαγγελίστριαι, καὶ τῇ Σιὼν εἴπατε· Δέχου παρ΄ ἡμῶν χαρᾶς εὐαγγέλια, τῆς Ἀναστάσεως Χριστοῦ, τέρπου, χόρευε, καὶ ἀγάλλου Ἱερουσαλήμ, τὸν Βασιλέα Χριστόν, θεασαμένη ἐκ τοῦ μνήματος, ὡς νυμφίον προερχόμενον.

 

Στίχ. Οὕτως ἀπολοῦνται οἱ ἁμαρτωλοὶ ἀπὸ προσώπου τοῦ Θεοῦ, καὶ οἱ δίκαιοι εὐφρανθήτωσαν.

 

Αἱ Μυροφόροι γυναῖκες, ὄρθρου βαθέος, ἐπιστᾶσαι πρὸς τὸ μνῆμα τοῦ Ζωοδότου, εὗρον Ἄγγελον, ἐπὶ τὸν λίθον καθήμενον, καὶ αὐτὸς προσφθεγξάμενος, αὐταῖς οὕτως ἔλεγε· Τί ζητεῖτε τὸν ζῶντα μετὰ τῶν νεκρῶν; τί θρηνεῖτε τὸν ἄφθαρτον ὡς ἐν φθορᾷ; ἀπελθοῦσαι κηρύξατε, τοῖς αὐτοῦ Μαθηταῖς.

 

Στίχ. Αὕτη ἡ ἡμέρα, ἣν ἐποίησεν ὁ Κύριος, ἀγαλλιασώμεθα, καὶ εὐφρανθῶμεν ἐν αὐτῇ.

 

Πάσχα τὸ τερπνόν, Πάσχα Κυρίου, Πάσχα, Πάσχα πανσεβάσμιον ἡμῖν ἀνέτειλε, Πάσχα, ἐν χαρᾷ ἀλλήλους περιπτυξώμεθα, ὦ Πάσχα λύτρον λύπης· καὶ γὰρ ἐκ τάφου σήμερον ὥσπερ ἐκ παστοῦ, ἐκλάμψας Χριστός, τὰ Γύναια χαρᾶς ἔπλησε λέγων· Κηρύξατε Ἀποστόλοις.

Δόξα... Καὶ νῦν...

Ἀναστάσεως ἡμέρα, καὶ λαμπρυνθῶμεν τῇ πανηγύρει, καὶ ἀλλήλους περιπτυξώμεθα. Εἴπωμεν ἀδελφοί, καὶ τοῖς μισοῦσιν ἡμᾶς· Συγχωρήσωμεν πάντα τῇ Ἀναστάσει, καὶ οὕτω βοήσωμεν· Χριστὸς ἀνέστη ἐκ νεκρῶν, θανάτῳ θάνατον πατήσας, καὶ τοῖς ἐν τοῖς μνήμασι, ζωὴν χαρισάμενος.

 

Καὶ τὰ ἕτερα, τό, Χριστὸς ἀνέστη... γ', καὶ Ἀπόλυσις

 

Τῌ ΔΕΥΤΕΡᾼ ΤΗΣ ΔΙΑΚΑΙΝΗΣΙΜΟΥ

ΠΡΩΪ

 

Εἰς τοὺς Αἴνους, τό, Πᾶσα πνοή, καὶ ψάλλομεν Στιχηρὰ Ἀναστάσιμα τῆς Ὀκτωήχου  

Ἦχος β'

Πᾶσα πνοὴ καὶ πᾶσα κτίσις, σὲ δοξάζει Κύριε, ὅτι διὰ τοῦ Σταυροῦ τὸν θάνατον κατήργησας, ἵνα δείξῃς τοῖς λαοῖς, τὴν ἐκ νεκρῶν σου Ἀνάστασιν, ὡς μόνος φιλάνθρωπος.

 

Εἰπάτωσαν Ἰουδαῖοι· Πῶς οἱ στρατιῶται ἀπώλεσαν τηροῦντες τὸν Βασιλέα: διὰ τί γὰρ ὁ λίθος οὐκ ἐφύλαξε τὴν πέτραν τῆς ζωῆς; Ἢ τὸν ταφέντα δότωσαν, ἢ ἀναστάντα προσκυνείτωσαν, λέγοντες σὺν ἡμῖν· Δόξα τῷ πλήθει τῶν οἰκτιρμῶν σου, Σωτὴρ ἡμῶν, δόξα σοι.

 

Χαίρετε λαοὶ καὶ ἀγαλλιᾶσθε· Ἄγγελος ἐκάθισεν εἰς τὸν λίθον τοῦ μνήματος, αὐτὸς ἡμᾶς εὐηγγελίσατο, εἰπών·Χριστὸς ἀνέστη ἐκ νεκρῶν, ὁ Σωτὴρ τοῦ κόσμου καὶ ἐπλήρωσε τὰ σύμπαντα εὐωδίας· Χαίρετε λαοὶ καὶ ἀγαλλιᾶσθε.

 

Ἄγγελος μὲν τό, Χαῖρε, πρὸ τῆς σῆς συλλήψεως Κύριε, τῇ Κεχαριτωμένῃ ἐκόμισεν. Ἄγγελος δὲ τὸν λίθον τοῦ ἐνδόξου σου μνήματος, ἐν τῇ σῇ Ἀναστάσει ἐκύλισεν, ὁ μέν, ἀντὶ τῆς λύπης, εὐφροσύνης σύμβολα μηνύων, ὁ δέ, ἀντὶ θανάτου, Δεσπότην ζωοδότην κηρύττων ἡμῖν. Διὸ βοῶμέν σοι· Εὐεργέτα τῶν ἁπάντων Κύριε, δόξα σοι.

 

Καὶ τὰ Στιχηρὰ τοῦ Πάσχα, ὡς προεγράφησαν εἰς τὸν Ὄρθρον τῆς Κυριακῆς Τό, Χριστὸς ἀνέστη... γ,' Ἐκτενής, καὶ Ἀπόλυσις

 

Εἰς τὴν Λειτουργίαν

 

Προκείμενον τοῦ Ἀποστόλου

Ἦχος πλ. δ'

Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν...

Στίχ. οἱ οὐρανοὶ διηγοῦνται δόξαν Θεοῦ.

 

Ἡ Πρᾶξις

Ἐν ταῖς ἡμέραις ἐκείναις, ὑπέστρεψαν οἱ Ἀπόστολοι εἰς Ἱερουσαλήμ...

 

Εὐαγγέλιον

Ἐκ τοῦ κατὰ Ἰωάννην

Θεὸν οὐδεὶς ἑώρακε πώποτε...

 

Κοινωνικὸν

Σῶμα Χριστοῦ μεταλάβετε, πηγῆς ἀθανάτου γεύσασθε. Ἀλληλούϊα.