Τῌ ΤΡΙΤῌ ΤΗΣ ΔΙΑΚΑΙΝΗΣΙΜΟΥ

Ε Σ Π Ε Ρ Α Σ

 

Στιχηρὰ

Ἦχος δ'

Τὸν ζωοποιόν σου Σταυρόν, ἀπαύστως προσκυνοῦντες Χριστὲ ὁ Θεός, τὴν τριήμερόν σου Ἀνάστασιν δοξάζομεν· δι' αὐτῆς γὰρ ἀνεκαίνισας, τὴν καταφθαρεῖσαν τῶν ἀνθρώπων φύσιν παντοδύναμε, καὶ τὴν εἰς οὐρανοὺς ἄνοδον καθυπέδειξας ἡμῖν, ὡς μόνος ἀγαθὸς καὶ φιλάνθρωπος.

 

Τοῦ ξύλου τῆς παρακοῆς, τὸ ἐπιτίμιον ἔλυσας Σωτήρ, τῷ ξύλῳ τοῦ σταυροῦ ἑκουσίως προσηλωθείς, καὶ εἰς ᾍδου κατελθὼν δυνατέ, τοῦ θάνατου τὰ δεσμά, ὡς Θεός διέρρηξας· διὸ προσκυνοῦμεν τὴν ἐκ νεκρῶν σου Ἀνάστασιν, ἐν ἀγαλλιάσει βοῶντες· Παντοδύναμε Κύριε, δόξα σοι.

 

Πύλας ᾍδου συνέτριψας Κύριε, καὶ τῷ σῷ θανάτῳ, τοῦ θανάτου τὸ βασίλειον ἔλυσας, γένος δὲ τὸ ἀνθρώπινον, ἐκ φθορᾶς ἠλευθέρωσας, ζωὴν καὶ ἀφθαρσίαν, τῷ κόσμῳ δωρησάμενος, καὶ τὸ μέγα ἔλεος.

Στιχηρὰ Ἀνατολικὰ

Δεῦτε ἀνυμνήσωμεν λαοί, τὴν τοῦ Σωτῆρος τριήμερον Ἔγερσιν, δι' ἧς ἐλυτρώθημεν, τῶν τοῦ ᾍδου ἀλύτων δεσμῶν, καὶ ἀφθαρσίαν καὶ ζωήν, πάντες ἐλάβομεν, κράζοντες· ὁ σταυρωθεὶς καὶ ταφεὶς καὶ ἀναστάς, σῶσον ἡμᾶς τῇ Ἀναστάσει σου, μόνε φιλάνθρωπε.

 

Ἄγγελοι καὶ ἄνθρωποι Σωτήρ, τὴν σὴν ὑμνοῦσι τριήμερον Ἔγερσιν, δι' ἧς κατηυγάσθη τῆς οἰκουμένης τὰ πέρατα, καὶ τῆς δουλείας τοῦ ἐχθροῦ πάντες ἐλυτρώθημεν, κράζοντες· Ζωοποιέ, παντοδύναμε Σωτήρ, σῶσον ἡμᾶς τῇ Ἀναστάσει σου, μόνε φιλάνθρωπε.

 

Πύλας χαλκᾶς συνέτριψας, καὶ μοχλοὺς συνέθλασας Χριστὲ ὁ Θεός, καὶ γένος ἀνθρώπων, πεπτωκὸς ἀνέστησας· διὰ τοῦτο συμφώνως βοῶμεν, ὁ ἀναστὰς ἐκ τῶν νεκρῶν, Κύριε, δόξα σοι.

Δόξα...

Κύριε, ἡ ἐκ Πατρός σου γέννησις, ἄχρονος ὑπάρχει καὶ ἀΐδιος, ἡ ἐκ Παρθένου σάρκωσις, ἄφραστος ἀνθρώποις καὶ ἀνερμήνευτος, καὶ ἡ εἰς ᾍδου κάθοδος, φοβερὰ διαβόλῳ, καὶ τοῖς ἀγγέλοις αὐτοῦ· θάνατον γὰρ πατήσας, τριήμερος ἀνέστης, ἀφθαρσίαν παρέχων ἀνθρώποις, καὶ τὸ μέγα ἔλεος.

Καὶ νῦν... Θεοτοκίον

Ὁ διὰ σὲ θεοπάτωρ Προφήτης Δαυΐδ, μελῳδικῶς περὶ σοῦ προανεφώνησε, τῷ μεγαλεῖά σοι ποιήσαντι. Παρέστη ἡ Βασίλισσα ἐκ δεξιῶν σου. Σὲ γὰρ Μητέρα πρόξενον ζωῆς ἀνέδειξεν, ὁ ἀπάτωρ ἐκ σοῦ ἐνανθρωπῆσαι, εὐδοκήσας Θεός, ἵνα τὴν ἑαυτοῦ ἀναπλάσῃ εἰκόνα, φθαρεῖσαν τοῖς πάθεσι, καὶ τὸ πλανηθὲν ὀρειάλωτον εὑρών, πρόβατον, τοῖς ὤμοις ἀναλαβών, τῷ Πατρὶ προσαγάγῃ, καὶ τῷ ἰδίῳ θελήματι ταῖς οὐρανίαις συνάψῃ δυνάμεσι, καὶ σώσῃ Θεοτόκε τὸν κόσμον, Χριστός, ὁ ἔχων τὸ μέγα καὶ πλούσιον ἔλεος.

 

Προκείμενον Ἦχος πλ. δ'

Φωνῇ μου πρὸς Κύριον ἐκέκραξα, φωνῇ μου πρὸς τὸν Θεόν, καὶ προσέσχε μοι.

Στίχ. Ἐν ἡμέρᾳ θλίψεώς μου τὸν Θεὸν ἐξεζήτησα.

Στίχ. Ἀπηνήνατο παρακληθῆναι ἡ ψυχή μου.

Στίχ. Ὁ Θεός, ἐν τῷ ἁγίῳ, ἡ ὁδός σου.

 

Ἀπόστιχα

Ἦχος δ'

Κύριε, ἀνελθὼν ἐν τῷ Σταυρῷ, τὴν προγονικὴν ἡμῶν κατάραν ἐξήλειψας, καὶ κατελθὼν ἐν τῷ ᾍδῃ τοὺς ἀπ' αἰῶνος δεσμίους ἠλευθέρωσας, ἀφθαρσίαν δωρούμενος τῶν ἀνθρώπων τῷ γένει. Διὰ τοῦτο ὑμνοῦντες δοξάζομεν, τὴν ζωοποιὸν καὶ σωτήριόν σου Ἔγερσιν.

 

Τῌ ΤΕΤΑΡΤῌ ΤΗΣ ΔΙΑΚΑΙΝΗΣΙΜΟΥ

Π Ρ Ω Ϊ

 

Εἰς τοὺς Αἴνοὺς

Ἦχος δ'

Ὁ Σταυρὸν ὑπομείνας καὶ θάνατον, καὶ ἀναστὰς ἐκ τῶν νεκρῶν, παντοδύναμε Κύριε, δοξάζομέν σου τὴν Ἀνάστασιν.

 

Ἐν τῷ Σταυρῷ σου Χριστέ, τῆς ἀρχαίας κατάρας ἠλευθέρωσας ἡμᾶς, καὶ ἐν τῷ θανάτῳ σου, τὸν τὴν φύσιν ἡμῶν τυραννήσαντα Διάβολον κατήργησας, ἐν δὲ τῇ Ἐγέρσει σου, χαρᾶς τὰ πάντα ἐπλήρωσας. Διὸ βοῶμέν σοι· ὁ ἀναστὰς ἐκ τῶν νεκρῶν Κύριε, δόξα σοι.

 

Τῷ σῷ Σταυρῷ Χριστὲ Σωτὴρ ὁδήγησον ἡμᾶς ἐπὶ τὴν ἀλήθειάν σου, καὶ ῥῦσαι ἡμᾶς τῶν παγίδων τοῦ ἐχθροῦ, ὁ ἀναστὰς ἐκ τῶν νεκρῶν, ἀνάστησον ἡμᾶς, πεσόντας τῇ ἁμαρτίᾳ, ἐκτείνας τὴν χεῖρά σου φιλάνθρωπε Κύριε, τῇ πρεσβείᾳ τῶν Ἁγίων σου.

 

Τῶν πατρικῶν σου κόλπων μὴ χωρισθείς, μονογενὲς Λόγε τοῦ Θεοῦ, ἦλθες ἐπὶ γῆς διὰ φιλανθρωπίαν, ἄνθρωπος γενόμενος ἀτρέπτως, καὶ σταυρὸν καὶ θάνατον ὑπέμεινας σαρκί, ὁ ἀπαθὴς τῇ Θεότητι, ἀναστὰς δὲ ἐκ νεκρῶν, ἀθανασίαν παρέσχες τῷ γένει τῶν ἀνθρώπων, ὡς μόνος παντοδύναμος.

 

Εἰς τὴν Λ ε ι τ ο υ ρ γ ί α ν

 

Προκείμενον τοῦ Ἀποστόλου Ἦχος πλ. β'

Μνησθήσομαι τοῦ ὀνόματός σου ἐν πάσῃ γενεᾷ καὶ γενεᾷ.

Στίχ. Ἄκουσον, θύγατερ, καὶ ἴδε, καὶ κλῖνον τὸ οὖς σου, καὶ ἐπιλάθου τοῦ λαοῦ σου, καὶ τοῦ οἴκου τοῦ πατρός σου, καὶ ἐπιθυμήσει ὁ Βασιλεὺς τοῦ κάλλους σου.

 

Πρᾶξις

Ἐν ταῖς ἡμέραις ἐκείναις, εἶπε Πέτρος πρὸς τὸν λαόν...

 

Εὐαγγέλιον

Ἐκ τοῦ κατὰ Ἰωάννην

Τῷ καιρῷ ἐκείνῳ, εἱστήκει ὁ Ἰωάννης...