Τῌ ΠΑΡΑΣΚΕΥῌ ΤΗΣ ΔΙΑΚΑΙΝΗΣΙΜΟΥ

ΕΣΠΕΡΑΣ

 

Εἰς τὸ Κύριε ἐκέκραξα... ἱστῶμεν Στίχους ς', καὶ ψάλλομεν Στιχηρὰ Ἀναστάσιμα ς'.  

Ἦχος πλ. δ'

Ἑσπερινὸν ὕμνον, καὶ λογικὴν λατρείαν, σοὶ Χριστὲ προσφέρομεν, ὅτι ηὐδόκησας, τοῦ ἐλεῆσαι ἡμᾶς διὰ τῆς Ἀναστάσεως.

 

Κύριε, Κύριε, μὴ ἀπορρίψῃς ἡμᾶς ἀπὸ τοῦ προσώπου σου, ἀλλὰ εὐδόκησον τοῦ ἐλεῆσαι ἡμᾶς, διὰ τῆς Ἀναστάσεως.

 

Χαῖρε Σιὼν ἁγία, μήτηρ τῶν Ἐκκλησιῶν, Θεοῦ κατοικητήριον· σὺ γὰρ ἐδέξω πρώτη ἄφεσιν ἁμαρτιῶν, διὰ τῆς Ἀναστάσεως.

Στιχηρὰ Ἀνατολικὰ

Ὁ ἐκ Θεοῦ Πατρὸς Λόγος, πρὸ τῶν αἰώνων γεννηθείς, ἐπ' ἐσχάτων δὲ τῶν χρόνων, ὁ αὐτὸς ἐκ τῆς ἀπειρογάμου σαρκωθεὶς βουλήσει σταύρωσιν θανάτου ὑπέμεινε, καὶ τὸν πάλαι νεκρωθέντα ἄνθρωπον ἔσωσε διὰ τῆς ἑαυτοῦ Ἀναστάσεως.

 

Τὴν ἐκ νεκρῶν σου Ἀνάστασιν, δοξολογοῦμεν Χριστέ, δι' ἧς ἠλευθέρωσας Ἀδαμιαῖον γένος, ἐκ τῆς τοῦ ᾍδου τυραννίδος, καὶ ἐδωρήσω τῷ κόσμῳ ὡς Θεός, ζωὴν αἰώνιον, καὶ τὸ μέγα ἔλεος.

 

Δόξα σοι Χριστὲ Σωτήρ, Υἱὲ Θεοῦ μονογενές, ὁ προσπαγεὶς ἐν τῷ Σταυρῷ, καὶ ἀναστὰς ἐκ τάφου τριήμερος.

Δόξα...

Σὲ δοξάζομεν Κύριε, τὸν ἑκουσίως δι' ἡμᾶς Σταυρὸν ὑπομείναντα, καὶ σὲ προσκυνοῦμεν, Παντοδύναμε Σωτὴρ μὴ ἀπορρίψῃς ἡμᾶς ἀπὸ τοῦ προσώπου σου, ἀλλ' ἐπάκουσον, καὶ σῶσον ἡμᾶς, διὰ τῆς Ἀναστάσεώς σου φιλάνθρωπε.

Καὶ νῦν... Θεοτοκίον

Ὁ Βασιλεὺς τῶν οὐρανῶν, διὰ φιλανθρωπίαν, ἐπὶ τῆς γῆς ὤφθη, καὶ τοῖς ἀνθρώποις συνανεστράφη. Ἐκ Παρθένου γὰρ ἁγνῆς σάρκα προσλαβόμενος, καὶ ἐκ ταύτης προελθών, μετὰ τῆς προσλήψεως, εἷς ἐστὶν Υἱός, διπλοῦς τὴν φύσιν, ἀλλ' οὐ τὴν ὑπόστασιν. Διὸ τέλειον αὐτὸν Θεόν, καὶ τέλειον ἄνθρωπον, ἀληθῶς κηρύττοντες ὁμολογοῦμεν Χριστὸν τὸν Θεὸν ἡμῶν, ὃν ἱκέτευε Μῆτερ ἀνύμφευτε, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

 

Προκείμενον Ἦχος πλ. δ'

Ἔδωκας κληρονομίαν τοῖς φοβουμένοις τὸ ὄνομά σου, Κύριε.

Στίχ. Ἀπὸ τῶν περάτων τῆς γῆς πρὸς σὲ ἐκέκραξα.

Στίχ. Σκεπασθήσομαι ἐν τῇ σκέπῃ τῶν πτερύγων σου.

Στίχ. Οὕτω ψαλῶ τῷ ὀνόματί σου εἰς τοὺς αἰῶνας.

 

Εἰς τὸν Στίχον

Τὸ Ἀναστάσιμον Στιχηρὸν

Ἦχος πλ. δ'

Ἀνῆλθες ἐπὶ Σταυροῦ, Ἰησοῦ, ὁ καταβὰς ἐξ οὐρανοῦ, ἦλθες ἐπὶ θάνατον, ἡ ζωὴ ἡ ἀθάνατος, πρὸς τοὺς ἐν σκότει, τὸ φῶς τὸ ἀληθινόν, πρὸς τοὺς πεσόντας, ἡ πάντων ἀνάστασις, ὁ φωτισμὸς καὶ ὁ Σωτὴρ ἡμῶν, δόξα σοι.

 

Τῼ ΣΑΒΒΑΤῼ ΤΗΣ ΔΙΑΚΑΙΝΗΣΙΜΟΥ

Π Ρ Ω Ϊ

 

Εἰς τοὺς Αἴνους

Στιχηρὰ Ἀναστάσιμα

Ἦχος πλ. δ'

Κύριε, εἰ καὶ κριτηρίῳ παρέστης ὑπὸ Πιλάτου κρινόμενος ἀλλ' οὐκ ἀπελείφθης τοῦ θρόνου τῷ Πατρὶ συγκαθεζόμενος, καὶ ἀναστὰς ἐκ νεκρῶν, τὸν κόσμον ἠλευθέρωσας, ἐκ τῆς δουλείας τοῦ ἀλλοτρίου, ὡς οἰκτίρμων καὶ φιλάνθρωπος.

 

Κύριε, εἰ καὶ ὡς θνητὸν ἐν μνημείῳ, Ἰουδαῖοί σε κατέθεντο, ἀλλ' ὡς Βασιλέα ὑπνοῦντα, στρατιῶται σε ἐφύλαττον καὶ ὡς ζωῆς θησαυρόν, σφραγῖδι ἐσφραγίσαντο· ἀλλὰ ἀνέστης, καὶ παρέσχες, ἀφθαρσίαν ταῖς ψυχαῖς ἡμῶν.

 

Κύριε, ὅπλον κατὰ τοῦ Διαβόλου τὸν Σταυρόν σου ἡμῖν δέδωκας· φρίττει γὰρ καὶ τρέμει, μὴ φέρων καθορᾶν αὐτοῦ τὴν δύναμιν, ὅτι νεκροὺς ἀνιστᾷ καὶ θάνατον κατήργησε. Διὰ τοῦτο προσκυνοῦμεν τὴν ταφήν σου καὶ τὴν Ἔγερσιν.

 

Ὁ Ἄγγελός σου Κύριε, ὁ τὴν Ἀνάστασιν κηρύξας τοὺς μὲν φύλακας ἐφόβησε, τὰ δὲ Γύναια ἐφώνησε λέγων· Τί ζητεῖτε τὸν ζῶντα μετὰ τῶν νεκρῶν· ἀνέστη Θεὸς ὢν, καὶ τῇ οἰκουμένῃ ζωὴν ἐδωρήσατο. ΤΟ ΑΚΟΥΤΕ

 

Εἶτα, τὰ Στιχηρὰ τοῦ Πάσχα μετὰ τῶν Στίχων αὐτῶν, τὸ Χριστὸς ἀνέστη... γ'

 

Εἰς τὴν Λειτουργίαν

 

Προκείμενον τοῦ Ἀποστόλου Ἦχος γ'

Κύριος φωτισμός μου καὶ Σωτήρ μου.

Στίχ. Κύριος ὑπερασπιστὴς τῆς ζωῆς μου.