Τῼ ΣΑΒΒΑΤῼ ΤΗΣ Ζ' ΕΒΔΟΜΑΔΟΣ

ΗΤΟΙ

Τῼ ΠΡΟ ΤΗΣ ΠΕΝΤΗΚΟΣΤΗΣ

 

Τῌ ΠΑΡΑΣΚΕΥῌ ΕΣΠΕΡΑΣ

 

Στιχηρὰ Μαρτυρικὰ τῆς Ὀκτωήχου γ'

Ἦχος πλ. β'

Οἱ Μάρτυρές σου Κύριε, οὐκ ἠρνήσαντό σε, οὐκ ἀπέστησαν ἀπὸ τῶν ἐντολῶν σου, ταῖς αὐτῶν πρεσβείαις ἐλέησον ἡμᾶς.

 

Οἱ μαρτυρήσαντες διὰ σὲ Χριστέ, πολλὰς βασάνους ὑπέμειναν, πρεσβείαις Κύριε, καὶ εὐχαῖς αὐτῶν, πάντας ἡμᾶς διαφύλαξον.

 

Οἱ ἀθλοφόροι Μάρτυρες, καὶ οὐρανοπολῖται, ἐπὶ γῆς ἀθλήσαντες, πολλὰς βασάνους ὑπέμειναν, καὶ τέλειον ἀπέλαβον τὸν στέφανον ἐν οὐρανοῖς, ἵνα πρεσβεύωσιν, ὑπὲρ τῶν ψυχῶν ἡμῶν. ΤΟ ΑΚΟΥΤΕ

    Καὶ τῶν Κεκοιμημένων γ'

Ἦχος πλ. δ' Ὁ ἐν Ἐδὲμ Παράδεισος ΤΟ ΑΚΟΥΤΕ

Τῶν ἀπ' αἰῶνος σήμερον νεκρῶν, ἁπάντων κατ' ὄνομα, μετὰ πίστεως ζησάντων εὐσεβῶς, μνήμην τελοῦντες οἱ πιστοί, τὸν Σωτῆρα καὶ Κύριον, ἀνυμνήσωμεν, αἰτοῦντες ἐκτενῶς, τούτους ἐν ὥρᾳ τῆς κρίσεως, ἀπολογίαν ἀγαθήν, δοῦναι αὐτῷ τῷ Θεῷ ἡμῶν, τῷ πᾶσαν κρίνοντι τὴν γῆν, τῆς δεξιᾶς αὐτοῦ παραστάσεως τυχόντας ἐν χαρᾷ, ἐν μερίδι Δικαίων, καὶ ἐν Ἁγίων κλήρῳ φωτεινῷ, καὶ ἀξίους γενέσθαι, τῆς οὐρανίου βασιλείας αὐτοῦ.

 

Ὁ τῷ οἰκείῳ αἵματι Σωτήρ, βροτοὺς ἐκπριάμενος, καὶ θανάτῳ σου θανάτου τοῦ πικροῦ, ἐκλυτρωσάμενος ἡμᾶς, καὶ ζωὴν τὴν αἰώνιον, παρασχὼν τῇ Ἀναστάσει σου ἡμῖν, πάντας ἀνάπαυσον Κύριε, τοὺς κοιμηθέντας εὐσεβῶς, ἢ ἐν ἐρήμοις, ἢ πόλεσιν, ἢ ἐν θαλάσσῃ, ἢ ἐν γῇ, ἢ ἐν παντὶ τόπῳ, βασιλεῖς τε, ἱερεῖς, ἀρχιερεῖς, μοναστάς καὶ μιγάδας, ἐν ἡλικίᾳ πάσῃ παγγενεῖ, καὶ ἀξίωσον τούτους τῆς οὐρανίου βασιλείας σου.

 

Τῇ ἐκ νεκρῶν Ἐγέρσει σου Χριστέ, οὐκέτι ὁ θάνατος, κυριεύει τῶν θανόντων εὐσεβῶς· διὸ αἰτοῦμεν ἐκτενῶς, τοὺς σοὺς δούλους ἀνάπαυσον, ἐν αὐλαῖς σου, καὶ ἐν κόλποις, Ἀβραάμ, τοὺς ἐξ Ἀδὰμ μέχρι σήμερον, λατρεύσαντάς σοι καθαρῶς, πατέρας καὶ ἀδελφοὺς ἡμῶν, φίλους ὁμοῦ καὶ συγγενεῖς, ἅπαντα ἄνθρωπον, τὰ τοῦ βίου λειτουργήσαντα πιστῶς, καὶ πρὸς σὲ μεταστάντα πολυειδῶς καὶ πολυτροπως ὁ Θεός, καὶ ἀξίωσον τυχεῖν, τῆς οὐρανίου βασιλείας σου.

Δόξα... Ἦχος πλ. δ'

Θρηνῶ καὶ ὀδύρομαι, ὅταν ἐννοήσω τὸν θάνατον, καὶ ἴδω ἐν τοῖς τάφοις κειμένην, τὴν κατ' εἰκόνα Θεοῦ, πλασθεῖσαν ἡμῖν ὡραιότητα, ἄμορφον, ἄδοξον, μὴ ἔχουσαν εἶδος. Ὢ τοῦ θαύματος! τί τὸ περὶ ἡμᾶς τοῦτο γέγονε μυστήριον, πῶς παρεδόθημεν τῇ φθορᾷ; πῶς συνεζεύχθημεν τῷ θανάτῳ; ὄντως Θεοῦ προστάξει, ὡς γέγραπται, τοῦ παρέχοντος τοῖς μεταστᾶσι τὴν ἀνάπαυσιν.

Καὶ νῦν... Θεοτοκίον

Ἦχος πλ. β'

Τίς μὴ μακαρίσει σὲ Παναγία Παρθένε; τίς μὴ ἀνυμνήσει σου τὸν ἀλόχευτον τόκον; ὁ γὰρ ἀχρόνως ἐκ Πατρὸς ἐκλάμψας Υἱὸς μονογενής, ὁ αὐτὸς ἐκ σοῦ τῆς ἁγνῆς προῆλθεν, ἀφράστως σαρκωθείς, φύσει Θεὸς ὑπάρχων, καὶ φύσει γενόμενος ἄνθρωπος δι' ἡμᾶς, οὐκ εἰς δυάδα προσώπων τεμνόμενος, ἀλλ' ἐν δυάδι φύσεων ἀσυγχύτως γνωριζόμενος. Αὐτὸν ἱκέτευε, σεμνὴ Παμμακάριστε, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

 

Ἀντὶ δὲ τοῦ Προκειμένου

ψάλλομεν εἰς Ἤχον πλ. δ' τό,

Ἀλληλούϊα,, Ἀλληλούϊα, Ἀλληλούϊα

Στίχ. Μακάριοι, οὓς ἐξελέξω, καὶ προσελάβου Κύριε.

Ἀλληλούϊα, γ'

Στίχ. Καὶ τὸ μνημόσυνον αὐτῶν εἰς γενεὰν καὶ γενεάν.

Ἀλληλούϊα, γ'

 

Εἰς τὸν Στίχον, Στιχηρὰ Ἦχος πλ. β'

Μαρτυρικὸν

Ὁ Σταυρός σου Κύριε, τοῖς Μάρτυσι γέγονεν ὅπλον ἀήττητον· ἔβλεπον γὰρ τὸν προκείμενον θάνατον, καὶ προβλέποντες τὴν μέλλουσαν ζωήν, τῇ ἐλπίδι τῇ εἰς σὲ ἐνεδυναμοῦντο, αὐτῶν ταῖς παρακλήσεσιν ἐλέησον ἡμᾶς.

Νεκρώσιμον

Στίχ. Αἱ ψυχαὶ αὐτῶν ἐν ἀγαθοῖς αὐλισθήσονται.

 

Ἐτίμησας εἰκόνι σου, τὸ τῶν χειρῶν σου Σῶτερ πλαστούργημα, ζωγραφήσας ἐν ὑλικῇ μορφῇ, τῆς νοερᾶς οὐσίας τὸ ὁμοίωμα, ἧς καὶ κοινωνόν με κατέστησας, θέμενος τῶν ἐπὶ γῆς κατάρχειν με τῷ αὐτεξουσίῳ, Λόγε· διὸ Σῶτερ τοὺς δούλους σου, ἐν χώρᾳ ζώντων, ἐν σκηναῖς Δικαίων ἀνάπαυσον.

 

Στίχ. Μακάριοι, οὓς ἐξελέξω καὶ προσελάβου Κύριε.

 

Ἵνα μοι τὸ ἀξίωμα τῆς τῶν λοιπῶν ζωῆς διακρίνηται, κῆπον ἐν τῇ Ἐδέμ, παντοίοις ὡραϊσμένον φυτοῖς ἐφύτευσας, λύπης καὶ μερίμνης ἐλεύθερον, μέτοχον θείας ζωῆς, ἰσάγγελον ἐπὶ γῆς μικτόν με τάξας· διὸ Σῶτερ τοὺς δούλους σου, ἐν χώρᾳ ζώντων, ἐν σκηναῖς Δικαίων ἀνάπαυσον.

Δόξα... Ἦχος πλ. β'

Ἀρχή μοι καὶ ὑπόστασις, τὸ πλαστουργόν σου γέγονε πρόσταγμα· βουληθεὶς γὰρ ἐξ ἀοράτου τε, καὶ ὁρατῆς με ζῶον συμπῆξαι φύσεως, γῆθέν μου τὸ σῶμα διέπλασας, δέδωκας δέ μοι ψυχήν, τῇ θείᾳ σου καὶ ζωοποιῷ ἐμπνεύσει· διὸ Σῶτερ τοὺς δούλους σου, ἐν χώρᾳ ζώντων, ἐν σκηναῖς Δικαίων ἀνάπαυσον.

Καὶ νῦν... Θεοτοκίον

Πρεσβείαις τῆς Τεκούσης σε, Χριστε καὶ τῶν Μαρτύρων σου, Ἀποστόλων, Προφητῶν, Ἱεραρχῶν, Ὁσίων καὶ Δικαίων, καί πάντων τῶν Ἁγίων, τοὺς κοιμηθέντας δούλους σου ἀνάπαυσον.

 

Ἀπολυτίκιον Ἦχος πλ. δ'

Ὁ βάθει σοφίας φιλανθρώπως πάντα οἰκονομῶν, καὶ τὸ συμφέρον πᾶσιν ἀπονέμων, μόνε Δημιουργέ, ἀνάπαυσον Κύριε τὰς ψυχὰς τῶν δούλων σου· ἐν σοὶ γὰρ τὴν ἐλπίδα ἀνέθεντο, τῷ ποιητῇ καὶ πλάστῃ καὶ Θεῷ ἡμῶν.

Θεοτοκίον

Σὲ καὶ τεῖχος καὶ λιμένα ἔχομεν, καὶ πρέσβιν εὐπρόσδεκτον, πρός, ὃν ἔτεκες Θεόν, Θεοτόκε ἀνύμφευτε, τῶν πιστῶν ἡ σωτηρία.

 

ΑΚΟΛΟΥΘΙΑ ΤΗΣ ΠΑΝΝΥΧΙΔΟΣ

 

Νεκρώσιμον Κανόνα, οὗ ἡ ἀκροστιχὶς

 

Ἕκτον προσαυδῶ τοῖς ἀπελθοῦσιν μέλος

Ποίημα Θεοφάνους

ᾨδὴ α' Ἦχος πλ. β'

Ὡς ἐν ἠπείρῳ πεζεύσας ΤΟ ΑΚΟΥΤΕ

Ἐν οὐρανίοις θαλάμοις διηνεκῶς, οἱ γενναῖοι Μάρτυρες, δυσωποῦσί σε Χριστε· οὓς ἐκ γῆς μετέστησας πιστούς, αἰωνίων ἀγαθῶν τυχεῖν ἀξίωσον.

 

Κατακοσμήσας τὰ πάντα, ζῶον μικτόν, μέσον με τὸν ἄνθρωπον, ταπεινότητος ὁμοῦ καὶ μεγέθους ἔπλασας· διό, τὰς τῶν δούλων σου ψυχάς, Σωτὴρ ἀνάπαυσον.

 

Τοῦ Παραδείσου πολίτην καὶ γεωργόν, κατ' ἀρχάς με ἔταξας, παραβάντα δὲ τὴν σήν, ἐντολὴν ἐξώρισας· διὸ τὰς τῶν δούλων σου ψυχὰς Σῶτερ ἀνάπαυσον.

Θεοτοκίον

Ὁ ἐκ πλευρᾶς διαπλάσας Εὔαν τὸ πρίν, τὴν ἡμῶν προμήτορα, ἐξ ἀχράντου σου γαστρὸς σάρκα περιβάλλεται, δι' ἧς, τοῦ θανάτου τὴν ἰσχὺν Ἁγνὴ διέλυσεν.

 

ᾨδὴ γ' Οὐκ ἔστιν ἅγιος ΤΟ ΑΚΟΥΤΕ

Νομίμως ἤθλησαν οἱ σοί, Μάρτυρες Ζωοδότα, καὶ στεφάνῳ τῆς νίκης κοσμηθέντες παρὰ σοῦ, τοῖς μεταστᾶσι πιστοῖς, αἰωνίαν λύτρωσιν βραβεύουσι.

 

Παιδεύσας πρότερον πολλοῖς, τέρασι καὶ σημείοις, ἐμὲ τὸν πλανηθέντα, ἐπ΄ ἐσχάτων σεαυτὸν κενώσας ὡς συμπαθὴς καὶ ζητήσας εὗρες καὶ διέσωσας.

 

Ῥεόντων ἄστατον φθοράν, τοὺς πρὸς σὲ διαβάντας, ἐν σκηναῖς αἰωνίοις, κατοικεῖν χαρμονικῶς, ἀξίωσον ἀγαθέ, δικαιώσας πίστει τε καὶ χάριτι.

Θεοτοκίον

Οὐκ ἔστιν ἄμεμπτος ὡς σύ, πάναγνε Θεομῆτορ· μόνη γὰρ ἐξ αἰῶνος, τὸν Θεὸν τὸν ἀληθῆ, συνέλαβες ἐν γαστρί, τοῦ θανάτου λύσαντα τὴν δύναμιν.

Ὁ εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ

Οὐκ ἔστιν ἅγιος ὡς σύ, Κύριε ὁ Θεός μου, ὁ ὑψώσας τὸ κέρας, τῶν πιστῶν σου ἀγαθὲ καὶ στερεώσας αὐτούς, ἐν τῇ πέτρᾳ τῆς ὁμολογίας σου.

 

Καθίσματα

Ἦχος πλ. β'

Ἀληθῶς ματαιότης τὰ σύμπαντα, ὁ δὲ βίος σκιὰ καὶ ἐνύπνιον· καὶ γὰρ μάτην ταράττεται πᾶς γηγενής, ὡς εἶπεν ἡ Γραφή, ὅτε τὸν κόσμον κερδήσωμεν, τότε τῷ τάφῳ οἰκήσωμεν, ὅπου ὁμοῦ βασιλεῖς καὶ πτωχοί· διὸ Χριστὲ ὁ Θεός, τοὺς μεταστάντας ἀνάπαυσον, ὡς φιλάνθρωπος.

Δόξα... Καὶ νῦν... Θεοτοκίον

Παναγία Θεοτόκε, τὸν χρόνον τῆς ζωῆς μου μὴ ἐγκαταλίπῃς με, ἀνθρωπίνη προστασία μὴ καταπιστεύσῃς με· ἀλλ' αὐτὴ ἀντιλαβοῦ, καὶ ἐλέησόν με.

 

ᾨδὴ δ' Χριστός μου δύναμις ΤΟ ΑΚΟΥΤΕ

Σοφίας μείζονος, δεικνύων γνώρισμα, καὶ τῆς περὶ τὰ δῶρα πολυτελοῦς, Δέσποτα χρηστότητος, τὰς τῶν Μαρτύρων χορείας, τοῖς Ἀγγέλοις συνηρίθμησας.

 

Ἀφράστου δόξης σου, τυχεῖν ἀξίωσον, τοὺς πρὸς σὲ μεταστάντας, ἔνθα Χριστέ, τῶν εὐφραινομένων ἐστὶν ἡ κατοικία, καὶ φωνή, καθαρᾶς ἀγαλλιάσεως.

 

Ὑμνοῦντας πρόσδεξαι, τὸ θεῖον κράτος σου, οὓς ἐκ γῆς προσελάβου, τέκνα φωτός, τούτους ἐργαζόμενος, τῆς ἁμαρτίας τὴν ἀχλύν, ἐκκαθαίρων πολυέλεε.

Θεοτοκίον

Δοχεῖον ἄχραντον, ναὸν πανάμωμον, κιβωτὸν παναγίαν, παρθενικόν, τόπον ἁγιάσματος, σὲ καλλονὴν τοῦ Ἰακώβ, ὁ Δεσπότης ἐξελέξατο.

 

ᾨδὴ ε' τῷ θείῳ φέγγει σου ΤΟ ΑΚΟΥΤΕ

Ὡς ὁλοκάρπωσις ἱερά, καὶ ὡς ἀπαρχὴ τῆς ἀνθρωπίνης οἱ Μάρτυρες φύσεως, τῷ δεδοξασμένῳ προσενεχθέντες Θεῷ, ἡμῖν τὴν σωτηρίαν, ἀεὶ βραβεύουσι.

 

Τῆς οὐρανίου διαγωγῆς, τῆς διανομῆς τῶν χαρισμάτων, ἀξίωσον Δέσποτα, τοὺς προκοιμηθέντας πιστοὺς οἰκέτας σου, παρέχων τῶν πταισμάτων, τὴν ἀπολύτρωσιν.

 

Ὁ μόνος φύσει ζωοποιός, τὸ τῆς ἀγαθότητος ὄντως ἀνεξιχνίαστον πέλαγος, τοὺς τελειωθέντας τῆς βασιλείας τῆς σῆς, ἀξίωσον οἰκτίρμον, μόνε ἀθάνατε.

Θεοτοκίον

Ἰσχὺς καὶ ὕμνησις ὁ ἐκ σοῦ, Δέσποινα τοῦ κόσμου γεννηθείς, καὶ σωτηρία ἐγένετο τοῖς ἀπολλυμένοις, ἐκ τῶν τοῦ ᾍδου πυλῶν, ῥυόμενος τοὺς πίστει σε μακαρίζοντας.

 

ᾨδὴ ς' Τοῦ βίου τὴν θάλασσαν ΤΟ ΑΚΟΥΤΕ

Σταυρῷ προσηλούμενος, τῶν Μαρτύρων τοὺς χορούς, πρὸς σεαυτὸν συνήγαγες, μιμουμένους τὸ πάθος σου Ἀγαθέ· διό σου δεόμεθα, τοὺς πρὸς σὲ μεταστάντας διανάπαυσον.

 

Ἀφράστῳ τῇ δόξῃ σου, ὅταν ἔλθης φοβερός, κρῖναι τὸν κόσμον ἅπαντα, ἐν νεφέλαις εὐδόκησον λυτρωτά, φαιδρῶς ὑπαντῆσαί σοι, οὓς ἐκ γῆς προσελάβου πιστοὺς δούλους σου.

 

Πηγὴ ζωῆς πέφυκας, ἐν ἀνδρείᾳ θεϊκῇ, πεπεδημένους Δέσποτα, ὁ ἐξάγων, τοὺς δούλους σου τοὺς πρὸς σὲ πιστῶς ἐκδημήσαντας, ἐν τρυφῇ Παραδείσου κατασκήνωσον.

Θεοτοκίον

Εἰς γῆν ἀπεστράφημεν, παραβάντες τοῦ Θεοῦ, τὴν ἐντολὴν τὴν ἔνθεον· διὰ σοῦ δὲ Παρθένε πρὸς οὐρανόν, ἐκ γῆς ἀνυψώθημεν, τὴν φθορὰν τοῦ θανάτου ἐκτινάξαντες.

Ὁ εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ

Τοῦ βίου τὴν θάλασσαν, ὑψουμένην καθορῶν, τῶν πειρασμῶν τῷ κλύδωνι, τῷ εὐδίῳ λιμένι σου προσδραμὼν βοῶ σοι· Ἀνάγαγε, ἐκ φθορᾶς τὴν ζωήν μου Πολυέλεε.

 

Κοντάκιον Ἦχος πλ. δ'

Μετὰ τῶν Ἁγίων ἀνάπαυσον, Χριστέ, τὰς ψυχὰς τῶν δούλων σου, ἔνθα οὐκ ἔστι πόνος, οὐ λύπη, οὐ στεναγμός, ἀλλὰ ζωὴ ἀτελεύτητος.

Ὁ Οἶκος

Αὐτὸς μόνος ὑπάρχεις ἀθάνατος ὁ ποιήσας καὶ πλάσας τὸν ἄνθρωπον· οἱ βροτοὶ οὖν ἐκ γῆς διεπλάσθημεν, καὶ εἰς γῆν τὴν αὐτὴν πορευσόμεθα, καθὼς ἐκέλευσας ὁ πλάσας με καὶ εἰπών μοι· Ὅτι γῆ εἶ, καὶ εἰς γῆν ἀπελεύσῃ, ὅπου πάντες βροτοὶ πορευσόμεθα, ἐπιτάφιον θρῆνον ποιοῦντες ᾠδήν, τό, Ἀλληλούϊα.

 

ᾨδὴ ζ' Δροσοβόλον μὲν τὴν κάμινον ΤΟ ΑΚΟΥΤΕ

Λυτρωθέντες τῷ σῷ αἵματι οἱ Μάρτυρες, τῆς πρώτης παραβάσεως, ῥαντισθέντες δὲ τῷ ἰδίῳ αἵματι, τὴν σὴν σαφῶς εἰκονίζουσι σφαγήν· Εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.

 

Θρασυνόμενον τὸν θάνατον ἐνέκρωσας, Λόγε ζωαρχικώτατε· τοὺς ἐν πίστει δὲ κοιμηθέντας, πρόσδεξαι τανῦν, ὑμνοῦντας καὶ λέγοντας Χριστέ· Εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.

 

Ὁ ψυχώσας με τὸν ἄνθρωπον φυσήματι, θείῳ θεαρχικώτατε, τοὺς μεταστάντας βασιλείας Δέσποτα τῆς σῆς, ἀξίωσον ψάλλειν σοι Σωτήρ· Εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.

Θεοτοκίον

Ὑπερτέρα πάσης κτίσεως πανάμωμε, γέγονας, συλλαβοῦσα Θεόν, τὸν συντρίψαντα τοῦ θανάτου πύλας, καὶ μοχλοὺς συνθλάσαντα· ὅθεν σε Ἁγνή, ὑμνολογοῦμεν οἱ πιστοί, ὡς Θεομήτορα.

 

ᾨδὴ η' Ἐκ φλογὸς τοῖς Ὁσίοις ΤΟ ΑΚΟΥΤΕ

Σταθερῶς τοὺς ἀγῶνας ἐπιδειξάμενοι τῷ τῆς νίκης στεφάνῳ κατεκοσμήθητε, Μάρτυρες Χριστοῦ ἀθλοφόροι, κραυγάζοντες· Σὲ ὑπερυψοῦμεν, Χριστὲ εἰς τοὺς αἰῶνας.

 

Ἱερῶς τοὺς τὸν βίον ἀπολιπόντας πιστούς, καὶ πρὸς σὲ τὸν Δεσπότην μεταχωρήσαντας, δέξαι προσηνῶς, ἀναπαύων ὡς εὔσπλαγχνος, σὲ ὑπερυψοῦντας, Χριστὲ εἰς τούς αἰῶνας.

 

Νῦν ἐν γῇ τῶν πραέων πάντας αὐλίζεσθαι, τοὺς προκεκοιμημένους Σῶτερ, εὐδόκησον, πίστει τῇ εἰς σὲ δικαιώσας καὶ χάριτι, σὲ ὑπερυψοῦντας, εἰς πάντας τούς αἰῶνας.

Θεοτοκίον

Μακαρίζομεν πάντες σε παμμακάριστε, τὴν τὸν Λόγον τὸν ὄντως ὄντα μακάριον, σάρκα δι' ἡμᾶς γεγονότα γεννήσασαν, ὃν ὑπερυψοῦμεν, εἰς πάντας τοὺς αἰῶνας.

Ὁ εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ

Ἐκ φλογὸς τοῖς Ὁσίοις δρόσον ἐπήγασας, καὶ δικαίου θυσίαν ὕδατι ἔφλεξας· ἅπαντα γὰρ δρᾷς, Χριστέ, μόνῳ τῷ βούλεσθαι· σὲ ὑπερυψοῦμεν, εἰς πάντας τοὺς αἰῶνας.

 

ᾨδὴ θ' Θεὸν ἀνθρώποις ἰδεῖν ΤΟ ΑΚΟΥΤΕ

Ἐλπὶς Μαρτύρων χοροὺς ἐνεύρωσε καὶ πρὸς τὴν σὴν ἀγάπην διαπύρως ἑπτέρωσε, τῶν μελλόντων τούτοις προτυπώσασα, τὴν μὴ σαλευομένην ὄντως ἀνάπαυσιν, ἧς τούς μεταστάντας ἀγαθὲ τυχεῖν ἀξίωσον.

 

Λαμπρᾶς καὶ θείας τυχεῖν ἐλλάμψεως, τῆς σῆς Χριστὲ τοὺς πίστει μεταστάντας εὐδόκησον, τὴν ἐν κόλποις Ἀβραὰμ ἀνάπαυσιν, μόνος ὡς ἐλεήμων, τούτοις δωρούμενος, καὶ τῆς αἰωνίου ἀξιῶν μακαριότητος.

 

Ὁ ὢν τῇ φύσει χρηστὸς καὶ εὔσπλαγχνος, καὶ θελητὴς ἐλέους εὐσπλαγχνίας ἡ ἄβυσσος, οὓς ἐκ τόπου τούτου τῆς κακώσεως, καὶ σκιᾶς τοῦ θανάτου Σῶτερ μετέστησας, ἔνθα καταλάμπει σου τὸ φῶς, τούτους κατάταξον.

Θεοτοκίον

Σκηνὴν ἁγίαν Ἁγνὴ γινώσκομεν, καὶ κιβωτὸν καὶ πλάκα σε τοῦ νόμου τῆς χάριτος· διὰ σοῦ γὰρ ἄφεσις δεδώρηται, τοῖς δεδικαιωμένοις διὰ τοῦ αἵματος, τοῦ σωματωθέντος ἐκ τῆς σῆς γαστρὸς πανάμωμε.

Ὁ εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ

Θεὸν ἀνθρώποις ἰδεῖν ἀδύνατον, ὃν οὐ τολμᾷ Ἀγγέλων ἀτενίσαι τὰ τάγματα· διὰ σοῦ δὲ Πάναγνε, ὡράθη βροτοῖς, Λόγος σεσαρκωμένος, ὃν μεγαλύνοντες, σὺν ταῖς οὐρανίαις στρατιαῖς σε μακαρίζομεν.

 

Τῼ ΣΑΒΒΑΤῼ ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

 

Μετὰ τὸν Ἑξάψαλμον, ψάλλομεν εἰς Ἤχον πλ. δ' τό, Ἀλληλούϊα ἐκ γ'

Στίχ. Μακάριοι, οὓς ἐξελέξω, καὶ προσελάβου Κύριε.

Στίχ. Καὶ τὸ μνημόσυνον αὐτῶν εἰς γενεὰν καὶ γενεάν.

 

Ἀπολυτίκιον Ἦχος πλ. δ'

Ὁ βάθει σοφίας φιλανθρώπως πάντα οἰκονομῶν, καὶ τὸ συμφέρον πᾶσιν ἀπονέμων, μόνε Δημιουργέ, ἀνάπαυσον Κύριε τὰς ψυχὰς τῶν δούλων σου· ἐν σοὶ γὰρ τὴν ἐλπίδα ἀνέθεντο, τῷ ποιητῇ καὶ πλάστῃ καὶ Θεῷ ἡμῶν.

Δόξα... Καὶ νῦν... Θεοτοκίον

Σὲ καὶ τεῖχος καὶ λιμένα ἔχομεν, καὶ πρέσβιν εὐπρόσδεκτον, πρός, ὃν ἔτεκες Θεόν, Θεοτόκε ἀνύμφευτε, τῶν πιστῶν ἡ σωτηρία.

 

Εἰς τὴν α' Στιχολογίαν 

Καθίσματα Μαρτυρικὰ

Ἦχος πλ. β' Ἀγγελικαὶ δυνάμεις ΤΟ ΑΚΟΥΤΕ

Ἀθλητικαὶ ἐνστάσεις ἐπὶ τῷ σκάμματι, τυραννικαὶ αἰκίσεις ἐπὶ τοὺς Μάρτυρας· καὶ ἵσταντο χοροὶ τῶν Ἀσωμάτων, βραβεῖα κατέχοντες τῆς νίκης· ἐξέστησαν τυράννους καὶ βασιλεῖς οἱ σοφοὶ, καθεῖλον τὸν Βελίαρ ὁμολογίᾳ Χριστοῦ. Ὁ ἐνισχύσας αὐτοὺς Κύριε δόξα σοι.

 

Στίχ. Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις αὐτοῦ.

 

Ἀθλητικὸν ἀγῶνα ὑπομείναντες οἱ Ἅγιοι, καὶ βραβεῖα τῆς νίκης παρὰ σοῦ κομισάμενοι, κατήργησαν τὰς ἐπινοίας τῶν παρανόμων, ἐδέξαντο στεφάνους τῆς ἀφθαρσίας· δι' αὐτῶν ὁ Θεὸς σῶσον τὰς ψυχὰς ἡμῶν.

 

Στίχ. Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ αὐτοῦ ἐθαυμάστωσεν ὁ Κύριος.

 

Τῶν Ἁγίων σου ἡ μνήμη Κύριε, ἀνεδείχθη ὡς Παράδεισος ὁ ἐν Ἐδέμ· ἐν αὐτῇ γὰρ ἀγάλλεται πᾶσα ἡ κτίσις, καὶ παράσχου ἡμῖν, τῇ αὐτῶν παρακλήσει, εἰρήνην καὶ τὸ μέγα ἔλεος. ΤΟ ΑΚΟΥΤΕ

Δόξα... Νεκρώσιμον

Ἐν ταῖς σκηναῖς τῶν ἐκλεκτῶν, καὶ ἐν χώρᾳ τῶν ζώντων, οὓς προσελάβου Ἰησοῦ, εὐσεβῶς κοιμηθέντας κατάταξον, ὡς εὐδιάλλακτος Θεός, καὶ ἔμπλησον τοῦ ἀνεσπέρου σου φωτός, καὶ τῆς ἐπουρανίου σου χαρᾶς ἀξίωσον.

Καὶ νῦν... Θεοτοκίον

Ὁ τὴν εὐλογημένην καλέσας σου Μητερα, ἦλθες ἐπὶ τὸ πάθος ἑκουσίᾳ βουλῇ, λάμψας ἐν τῷ Σταυρῷ ἀναζητῆσαι θέλων τὸν Ἀδάμ, λέγων τοῖς Ἀγγέλοις· Συγχάρητέ μοι, ὅτι εὑρέθη ἡ ἀπολομένη δραχμή, ὁ πάντα σαφῶς οἰκονομήσας Θεός, δόξα σοι.

 

ΕΥΛΟΓΗΤΑΡΙΑ

Ἦχος πλ. α'

Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.

Τῶν Ἁγίων ὁ χορός, εὗρε πηγὴν τῆς ζωῆς καὶ θύραν Παραδείσου, εὕρω κἀγώ, τὴν ὁδὸν διὰ τῆς μετανοίας. τὸ ἀπολωλὸς πρόβατον ἐγώ εἰμι· ἀνακάλεσαί με, Σωτήρ, καὶ σῶσόν με.

Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.

Ὁ πάλαι μέν, ἐκ μὴ ὄντων πλάσας με, καὶ εἰκόνι σου θείᾳ τιμήσας, παραβάσει ἐντολῆς δὲ πάλιν με ἐπιστρέψας εἰς γῆν ἐξ ἧς ἐλήφθην, εἰς τὸ καθ' ὁμοίωσιν ἐπανάγαγε, τὸ ἀρχαῖον κάλλος ἀναμορφώσασθαι.

Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.

Εἰκών εἰμι, τῆς ἀρρήτου δόξης σου, εἰ καὶ στίγματα φέρω πταισμάτων, οἰκτείρησον τὸ σὸν πλάσμα, Δέσποτα, καὶ καθάρισον σῇ εὐσπαγχνίᾳ, καὶ τὴν ποθεινὴν πατρίδα παράσχου μοι, Παραδείσου πάλιν ποιῶν πολίτην με.

Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.

Ἀνάπαυσον, ὁ Θεὸς τοὺς δούλους σου, καὶ κατάταξον αὐτοὺς ἐν Παραδείσῳ, ὅπου χοροὶ τῶν Ἁγίων, Κύριε, καὶ οἱ δίκαιοι ἐκλάμψουσιν ὡς φωστῆρες, τοὺς κεκοιμημένους δούλους σου ἀνάπαυσον, παρορῶν αὐτῶν πάντα τὰ ἐγκλήματα.

Δόξα... Τριαδικὸν

Τὸ τριλαμπὲς τῆς μιᾶς Θεότητος, εὐσεβῶς ὑμνήσωμεν βοῶντες· Ἅγιος εἶ, ὁ Πατὴρ ὁ ἄναρχος, ὁ συνάναρχος Υἱὸς καὶ θεῖον Πνεῦμα· φώτισον ἡμᾶς πίστει σοι λατρεύοντας, καὶ τοῦ αἰωνίου πυρὸς ἐξάρπασον.

Καὶ νῦν...

Χαῖρε σεμνή, ἡ Θεὸν σαρκὶ τεκοῦσα, εἰς πάντων σωτηρίαν, δι' ἧς γένος τῶν ἀνθρώπων εὕρατο τὴν σωτηρίαν, διὰ σοῦ εὕροιμεν Παράδεισον, Θεοτόκε, ἁγνὴ εὐλογημένη.

Ἀλληλούϊα, ἀλληλούϊα, ἀλληλούϊα. Δόξα σοι ὁ Θεός. (3)

 

Καθίσματα Ἦχος πλ. α'

Ἀνάπαυσον Σωτὴρ ἡμῶν, μετὰ Δικαίων τοὺς δούλους σου, καὶ τούτους κατασκήνωσον ἐν ταῖς αὐλαῖς σου, καθὼς γέγραπται, παρορῶν ὡς ἀγαθὸς τὰ πλημμελήματα αὐτῶν, τὰ ἑκούσια καὶ τὰ ἀκούσια, καὶ πάντα τὰ ἐν ἀγνοίᾳ καὶ γνώσει, φιλάνθρωπε.

Θεοτοκίον

Ὁ ἐκ Παρθένου ἀνατείλας τῷ κόσμῳ Χριστὲ ὁ Θεός, Υἱοὺς φωτὸς δι' αὐτῆς ἀναδείξας, ἐλέησον ἡμᾶς.

 

Ψυχαῖς ἀπάσαις αἶνον ἐξ Ἀρσενίου

ᾨδὴ α' Ἦχος πλ. β'

Ὡς ἐν ἠπείρῳ πεζεύσας ΤΟ ΑΚΟΥΤΕ

Ψυχῶν πασῶν ὁ Δεσπότης καὶ ποιητής, καὶ κριτὴς καὶ Κύριος, οὗπερ πάντων τῶν ἐν γῇ, ἐν χειρὶ τὰ πέρατα, αὐτός, οὓς μετέστησας πιστοὺς ἐν σοὶ ἀνάπαυσον.

 

Ὑπὲρ παντὸς κοιμηθέντων γένους βροτῶν, ἡλικίας Δέσποτα, ἀξιώματος ὁμοῦ, καὶ μεγέθους, ἅπαντες θερμῶς, δυσωποῦμεν, ὅπως σώσῃς οὓς μετέστησας.

 

Χειρὶ ἀχράντῳ σου Λόγε ὁ ἀπὸ γῆς, πλαστουργήσας μόνος με, καὶ ψυχώσας ὡς Θεός, ζωηρᾷ ἐμπνεύσει σου, αὐτός, οὓς ἐντεῦθεν προσελάβου σῶσον εὔσπλαγχνε.

Θεοτοκίον

Ἁγνὴ Παρθένε τοῦ κόσμου καταφυγή, καὶ στερρὰ ὑπέρμαχε, ἱκεσίαις σου θερμαῖς, ὑπὲρ πάντων πρέσβευε τῶν σέ, κεκτημένων ἐν ἀνάγκαις τεῖχος ἄρρηκτον.

Καταβασία ΤΟ ΑΚΟΥΤΕ

«Ὡς ἐν ἠπείρῳ πεζεύσας ὁ Ἰσραήλ, ἐν ἀβύσσῳ ἴχνεσι, τὸν διώκτην Φαραώ, καθορῶν ποντούμενον, Θεῷ, ἐπινίκιον ᾠδήν, ἐβόα, ᾄσωμεν».

 

ᾨδὴ γ' Οὐκ ἔστιν Ἅγιος ΤΟ ΑΚΟΥΤΕ

Ἰσχὺϊ δόξης θεϊκῆς, ὁ τῆς γῆς ἐξ ἐσχάτων, ὡς νεφέλαις ἀνάγων, τῶν πιστῶν πρὸς σὲ ψυχάς, οὓς ἐκ περάτων Χριστέ, προσελάβου δούλους σου ἀνάπαυσον.

 

Σὺ μόνος εἶ ὁ καθιστῶν, βασιλεῖς καὶ δυνάστας, καὶ κριτὰς σὺν τοπάρχαις· ὅθεν πάντων ὡς Θεός, αὐτὸς ἐν κρίσει τῇ σῇ, ῥῦσαι τούτους Σῶτερ τῆς κολάσεως.

 

Ἀπάσης γῆς ὁ ποιητής, σὺν πρεσβύταις παρθένοις, καὶ σὺν νέοις ἐφήβοις, οὓς προσελάβου Χριστέ, τῆς αἰωνίου χαρᾶς, καὶ τρυφῆς σου τούτους καταξίωσον.

Θεοτοκίον

Ἐλπὶς τοῦ κόσμου κραταιά, Δέσποινα Θεοτόκε, μὴ ἀπώσῃ τοὺς πόθῳ, σοὶ προστρέχοντας ἀεί, ἀλλ' ἱκεσίαις ταῖς σαῖς, πάσης ῥῦσαι ζάλης τοὺς τιμῶντάς σε.

Καταβασία ΤΟ ΑΚΟΥΤΕ

«Οὐκ ἔστιν ἅγιος ὡς σύ, Κύριε ὁ Θεός μου, ὁ ὑψώσας τὸ κέρας, τῶν πιστῶν σου ἀγαθέ, καὶ στερεώσας αὐτούς, ἐν τῇ πέτρᾳ τῆς ὁμολογίας σου».

 

Καθίσματα Ἦχος πλ. δ'

Τὴν Σοφίαν καὶ Λόγον ΤΟ ΑΚΟΥΤΕ

Ὁ τὰ πάντα ποιήσας νεύματι σῷ, τοὺς ἐν πίστει θανέντας Χριστιανούς, πατέρας προπάτορας, πάππους δὲ καὶ προπάππους τε, ἀδελφοὺς καὶ φίλους, πλουσίους καὶ πένητας, βασιλεῖς καὶ ἄρχοντας, ὁμοῦ καὶ μονάζοντας, ὅπου τῶν Δικαίων καὶ Ἁγίων σου πλήθη, ἁπάντων ἡ οἴκησις, δυσωποῦμεν ἀνάπαυσον, ὡς Θεὸς εὐδιάλλακτος, Δέσποτα Χριστὲ Βασιλεῦ, τῶν πταισμάτων ἄφεοιν παρέχων αὐτοῖς, ὧν ἐξήμαρτον πάντες οἱ δοῦλοί σου.

Θεοτοκίον

Χαριστήριον αἶνον χρεωστικῶς, ὡς ἡ Χήρα ἐκείνη δύο λεπτά, προσφέρω σοι Δέσποινα, ὑπὲρ πασῶν τῶν χαρίτων σου· σὺ γὰρ ὤφθης σκέπη, ὁμοῦ καὶ βοήθεια, πειρασμῶν καὶ θλίψεων, ἀεί με ἐξαίρουσα· ὅθεν ὡς ἐκ μέσης, φλογιζούσης καμίνου, ῥυσθεὶς τῶν θλιβόντων με, ἐκ καρδίας κραυγάζω σοι· Θεοτόκε βοήθει μοι, πρεσβεύουσα Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δοθῆναί μοι· σὲ γὰρ ἔχω ἐλπίδα ὁ δοῦλός σου.

 

ᾨδὴ δ' Χριστός μου δύναμις ΤΟ ΑΚΟΥΤΕ

Ποιμαίνων Δέσποτα, ἐν τόπῳ χλόης Σωτήρ, καὶ μετάγων ἐφ' ὕδωρ πάντας πιστούς, τὸ τῆς ἀναπαύσεως, μὴ ἀποπέμψῃς τῆς ἐκεῖ, εὐφροσύνης τοὺς οἰκέτας σου.

 

Ἀγγέλων τάγμασιν, αὐτὸς κατάταξον, μοναστῶν σου χορείας ἱεραρχῶν, λειτουργῶν ἁπάντων σου· σοὶ γὰρ ἀνέθεντο ψυχάς, σὺν τοῖς σώμασι φιλάνθρωπε.

 

Σὺ μόνος ἔγνωκας, ὡς πάντων Κύριος, τὰς θανάτου ἐφόδους, μέτρα ζωῆς καὶ τὸ πέρας πάντων βροτῶν· διὸ οἰκτείρησον καὶ νῦν, τοὺς σοὺς δούλους ὑπεράγαθε.

Θεοτοκίον

Ἁγίων Ἅγιον, Θεὸν κυήσασα, Παναγία Παρθένε θείαις λιταῖς, τοῦτον νῦν δυσώπησον, σκηναῖς Ἁγίων ἐν τρυφῇ, κατατάξαι οὓς μετέστησεν.

Καταβασία ΤΟ ΑΚΟΥΤΕ

«Χριστός μου δύναμις, Θεὸς καὶ Κύριος, ἡ σεπτὴ Ἐκκλησία θεοπρεπῶς, μέλπει ἀνακράζουσα, ἐκ διανοίας καθαρᾶς, ἐν Κυρίῳ ἑορτάζουσα».

 

ᾨδὴ ε' τῷ θείῳ φέγγει σου ΤΟ ΑΚΟΥΤΕ

Ἰδοὺ Μαρτύρων θεῖοι χοροί, τάξεις Ἀποστόλων Προφητῶν, καὶ τῶν Δικαίων συστήματα, Σῶτερ σε ὑμνοῦντες καθικετεύουσι, τοῦ σῶσαι οὕς περ κόσμου, πάντας προσείληφας.

 

Στερρᾶς σου σάλπιγγος τῇ φωνῇ, ὅταν ἐξανοίγωνται τάφοι νεκρῶν, καὶ γῆ τρέμει φρίττουσα, τότε σὺν προβάτοις ἐκ δεξιῶν σου Χριστέ, κατάταξον σοὺς δούλους, οὕς περ μετέστησας.

 

Ἀνδρῶν τὰ στίφη σὺν γυναιξί, παίδων γηραιῶν ὁμοῦ, πενήτων δούλων πλουσίων τε, τῶν πιστῶς ἐντεῦθεν μετατεθέντων πρὸς σέ, ἀνάπαυσον, καὶ σῶσον ὡς εὐδιάλλακτος.

Θεοτοκίον

Σὲ πάντες Ἄχραντε βοηθόν, ζῶντες καὶ θανόντες εὐσεβῶς, φυλαὶ καὶ γλῶσσαι κεκτήμεθα· ὅθεν τῆς ἐκεῖσε τυχεῖν ἀνέσεως αἰτούμεθα πρεσβείαις σου ταῖς πρὸς Κύριον.

Καταβασία ΤΟ ΑΚΟΥΤΕ

«Τῷ θείῳ φέγγει σου ἀγαθέ, τὰς τῶν ὀρθριζόντων σοι ψυχάς, πόθῳ καταύγασον, δέομαι, σὲ εἰδέναι Λόγε Θεοῦ, τὸν ὄντως Θεόν, ἐκ ζόφου τῶν πταισμάτων ἀνακαλούμενον».

 

ᾨδὴ ς' Τοῦ βίου τὴν θάλασσαν ΤΟ ΑΚΟΥΤΕ

Ἱλάσθητι Δέσποτα, παρακλήθητι Σωτήρ, καὶ δεῖξόν σου τὸ ἔλεος, δεῖξον σπλάγχνα, καὶ σῶσον ὡς ἀγαθός, τῆς γῆς πάσης ἅπαντας, οὓς πρὸς σὲ μετηγάγου ὡς φιλάνθρωπος.

 

Ναμάτων ἐν κλύσμασι, καὶ ἐν ῥείθροις ποταμῶν, καὶ τοὺς ἐξαίφνης θνήξαντας, τοὺς ἐν νάπαις, καὶ ὄρεσι, καὶ ὀπαῖς, τὸν βίον τελέσαντας, μὴ παρίδῃς, ὡς μόνος εὐδιάλλακτος.

 

Ὁ βλέπων ὡς Κύριος, ἐν θαλάσσῃ, καὶ ἐν γῇ, τοὺς ἐν ἀδήλῳ θνήξαντας, τοὺς πολέμοις καὶ μάχαις καὶ ἐν πληγαῖς, δεινῶς τελευτήσαντας, πάντας οἴκτειρον Σῶτερ, ὡς φιλάνθρωπος.

Θεοτοκίον

Ἡ πάναγνος Δέσποινα, ἡ τεκοῦσα τοῖς βροτοῖς, τὸν κυβερνήτην Κύριον, τῶν παθῶν μου τὸν ἄστατον καὶ δεινόν, κατεύνασον τάραχον, καὶ γαλήνην παράσχου τῇ καρδίᾳ μου.

Καταβασία ΤΟ ΑΚΟΥΤΕ

«Τοῦ βίου τὴν θάλασσαν, ὑψουμένην καθορῶν, τῶν πειρασμῶν τῷ κλύδωνι, τῷ εὐδίῳ λιμένι σου προσδραμών, βοῶ σοι· Ἀνάγαγε, ἐκ φθορᾶς τὴν ζωήν μου, πολυέλεε».

 

Κοντάκιον Ἦχος πλ. δ'

Τοὺς μεταστάντας ἀφ' ἡμῶν ἐκ τῶν προσκαίρων, ἐν ταῖς σκηναῖς τῶν ἐκλεκτῶν κατασκήνωσον, καὶ μετὰ Δικαίων ἀνάπαυσον, Σῶτερ ἀθάνατε· εἰ γὰρ ὡς ἄνθρωποι ἥμαρτον ἐπὶ γῆς, ἀλλὰ σὺ ὡς ἀναμάρτητος Κύριος, ἄφες αὐτοῖς τὰ ἑκούσια πταίσματα, καὶ τὰ ἀκούσια, μεσιτευούσης τῆς τεκούσης σὲ Θεοτόκου, ἵνα συμφώνως βοήσωμεν ὑπέρ αὐτῶν, Ἀλληλούϊα.

Ὁ Οἶκος

Αὐτὸς μόνος ὑπάρχεις ἀθάνατος, ὁ ποιήσας καὶ πλάσας τὸν ἄνθρωπον· οἱ βροτοὶ οὖν ἐκ γῆς διεπλάσθημεν, καὶ εἰς γῆν τὴν αὐτὴν πορευόμεθα, καθὼς ἐκέλευσας ὁ πλάσας με καὶ εἰπών μοι· Ὅτι γῆ εἶ, καὶ εἰς γῆν ἀπελεύσῃ, ὅπου πάντες βροτοὶ πορευσόμεθα, ἐπιτάφιον θρῆνον ποιοῦντες ᾠδὴν τό, Ἀλληλούϊα.

 

ᾨδὴ ζ' Δροσοβόλον μὲν τὴν κάμινον ΤΟ ΑΚΟΥΤΕ

Σὺν Ἀγγέλοις ἐπὶ θρόνου Σῶτερ δόξης σου ὅταν ἐλεύσῃ κρῖναι τὴν γῆν, ψυχὰς δούλων σου, τῆς σῆς πλῆσον θείας χαρμονῆς, τοῦ ψάλλειν ἀπαύστως καὶ βοᾶν· Εὐλογητός εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.

 

Ἐν σπαράγμασι θηρῶν Χριστὲ τοὺς θνήξαντας, καὶ οὓς ἰχθὺς ἐμέλισεν, οὓς κατέχωσε συσσεισμός, καὶ βόθρος καὶ κρημνός, τοὺς πάντας ἐλέησον Σωτήρ, καὶ τῆς ἐκεῖθεν ἀπειλῆς, ῥῦσαι ὡς εὔσπλαγχνος.

 

Ξίφη, μάχαιρα, καὶ πῦρ, δεινῶν ἐπίτασις, καὶ λίθων ἡ κατάλυσις, οὓς ἠνάλωσε σὺν λῃσταῖς, λιμός τε καὶ λοιμός, τῇ σῇ μετουσίᾳ καὶ χαρᾷ, σῶσον ὑμνεῖν σε εὐσεβῶς, τὸν τῶν Πατέρων Θεόν.

Θεοτοκίον

Μόνη πέφυκας ἁγνὴ τοῦ κόσμου γέφυρα, μετάγουσα βροτοὺς πρὸς Θεόν, τοὺς τὸν βίον οὖν, τῇ πρὸς σὲ ἐλπίδι καὶ στοργῇ, τελέσαντας, Μῆτερ τοῦ Θεοῦ, πάσης ἀνάγκης καὶ

Φθορᾶς σῷζε πρεσβείαις σου.

Καταβασία ΤΟ ΑΚΟΥΤΕ

«Δροσοβόλον μὲν τὴν κάμινον εἰργάσατο, Ἄγγελος τοῖς Ὁσίοις Παισί, τοὺς Χαλδαίους δὲ καταφλέγον πρόσταγμα Θεοῦ, τὸν τύραννον ἔπεισε βοᾶν· Εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν».

 

ᾨδὴ η' Ἔκστηθι φρίττων οὐρανὲ ΤΟ ΑΚΟΥΤΕ

Ἅπαντας Δέσποτα βροτούς, παντοίου τάγματος, οὓς μετέστησας Σωτήρ, πιστούς σου βασιλεῖς καὶ ἄρχοντας, ἐθνάρχας γῆς καὶ κριτάς, λαῶν τε καὶ φυλῶν τοὺς προστάτας, ἐλέησον οἰκτίρμον καὶ ἀνάπαυσον μόνος, ὅπως σε ὑμνοῦμεν, εἰς πάντας τοὺς αἰῶνας.

 

Ῥῦσαι πυρὸς τοῦ φοβεροῦ, δούλους φιλάνθρωπε, Ἐκκλησίας σου σεπτῆς, καὶ σῶσον μοναστῶν συστήματα, ἱερωμένων πληθύν, χορείας λειτουργῶν σου ἐνθέων, καὶ πάντας τῆς ἐκεῖσε καταξίωσον δόξης, ὅπως σε ὑμνῶμεν, εἰς πάντας τοὺς αἰῶνας.

 

Σῶσον ὦ Δέσποτα Χριστέ, σῶσον ἐλέησον, καὶ ἀνάπαυσον ψυχάς, λαούς σου τοὺς πιστῶς τελέσαντας, τρόμῳ παντὶ τὴν ζωὴν ἐν τόπῳ, καὶ ἐν χώρᾳ παντοίᾳ, καὶ ῥῦσαι τῆς γεέννης καὶ πικρίας βασάνων, ὅπως σε ὑμνῶμεν, εἰς πάντας τοὺς αἰῶνας.

Θεοτοκίον

Ἔλυσας μόνη τὴν ἀρὰν Παρθένε ἄχραντε, τὴν τῆς Εὔας ἀληθῶς, ζωὴν δὲ τοῖς ἐν γῇ ἐπήγασας· διὸ πρεσβείαις ταῖς σαῖς, τοὺς βίου τοῦ προσκαίρου λυθέντας, ζωῆς τῆς αἰωνίου, καταξίωσον πάντας, ὅπως σε ὑμνῶμεν, εἰς πάντας τοὺς αἰῶνας.

Καταβασία ΤΟ ΑΚΟΥΤΕ

«Ἔκστηθι φρίττων οὐρανέ, καὶ σαλευθήτωσαν τὰ θεμέλια τῆς γῆς· ἰδοὺ γὰρ ἐν νεκροῖς λογίζεται, ὁ ἐν ὑψίστοις οἰκῶν, καὶ τάφῳ σμικρῷ ξενοδοχεῖται, ὃν παῖδες εὐλογεῖτε, ἱερεῖς ἀνυμνεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας».

 

ᾨδὴ θ' Ἀπορεῖ πᾶσα γλῶσσα ΤΟ ΑΚΟΥΤΕ

Νῦν ἐλεῆμον στίφη, δυσωπεῖ σε Ἀγγέλων, σὺν Χερουβίμ τε, θεῖα Σεραφὶμ καθικετεύει, Ἐξουσίαι, θρόνοι καὶ Ἀρχαὶ καὶ Δυνάμεις τε σὺν Ἀρχαγγέλοις, καὶ Κυριότητές σε αἰτοῦσι κραταιέ, ὅπως ψυχὰς ἀπάσας οἰκτείρῃς, ἅς περ μετέστησας.

 

Ἰδοὺ οἱ δῆμοι, σὲ τῶν Προφητῶν ἐξαιτοῦνται, τῶν Ἀποστόλων δέονται χοροί, σύν, Πατριάρχαις, στίφη τε Μαρτύρων, σὺν Ὁσίων πλήθεσιν εὐπαρακλήτως, ἀναβοῶσι· Σῶσον φιλάνθρωπε ψυχάς, πάντων τῶν ἐπὶ γῆς τεθνεώτων, εὐσεβῶν δούλων σου.

 

Οἶδας τὰ πάντα βλέπεις, καθορᾷς καὶ γινώσκεις, βροτῶν τὰ πλήθη, καὶ τὸ τῆς ζωῆς ἑκάστου πέρας, πᾶσι δίδου τὴν τῶν ἐγκλημάτων λύτρωσιν, καὶ Παραδείσου τῆς καλλονῆς ἀξίωσον πάντας ὡς Θεός, μόνε, οὓς ἐξελέξω οἰκτίρμον, πιστοὺς οἰκέτας σου.

Θεοτοκίον

Ὑπεραγία Δέσποινα, τοῦ κόσμου Παρθένε, σὺ πάντων σκέπη, ζώντων καὶ θανόντων χρηματίζεις, καὶ γαλήνη, δόξα καὶ τρυφή, καὶ ἄνεσις τῶν σὲ προστάτιν, καὶ βοηθόν, καὶ ῥύστην πλουτούντων ἀγαθή· ὅθεν αὐτοὺς διάσωσον, πάντας ταῖς ἱκεσίαις σου.

Καταβασία ΤΟ ΑΚΟΥΤΕ

«Ἀπορεῖ πᾶσα γλῶσσα, εὐφημεῖν πρὸς ἀξίαν, ἰλιγγιᾷ δὲ νοῦς καὶ ὑπερκόσμιος, ὑμνεῖν σε Θεοτόκε· ὅμως ἀγαθὴ ὑπάρχουσα, τὴν πίστιν δέχου· καὶ γὰρ τὸν πόθον οἶδας τὸν ἔνθεον ὑμῶν· σὺ γὰρ Χριστιανῶν εἶ προστάτις, σὲ μεγαλύνομεν».

 

Ἐξαποστειλάριον

Ἦχος γ' Ὁ οὐρανὸν τοῖς ἄστροις ΤΟ ΑΚΟΥΤΕ

Μνήμην τελοῦντες πάντων, τῶν κοιμηθέντων ἐν Χριστῷ, καὶ τελευταίας ἡμέρας, μνήμην ποιήσωμεν πιστοί, ὑπὲρ ἡμῶν τε κἀκείνων, Χριστὸν ἀεὶ δυσωποῦντες.

Θεοτοκίον

Ὁ γλυκασμὸς τῶν Ἀγγέλων, τῶν θλιβομένων ἡ χαρά, Χριστιανῶν ἡ προστάτις, Παρθένε Μήτηρ Κυρίου, ἀντιλαβοῦ μου καὶ ῥῦσαι, τῶν αἰωνίων βασάνων.

 

Εἰς τοὺς Α ἲ ν ο υ ς

Στιχηρὰ Προσόμοια

Ἦχος πλ. β' Ἡ ἀπεγνωσμένη ΤΟ ΑΚΟΥΤΕ

Φοβερὸν τὸ τέλος τὸ τοῦ θανάτου, καὶ φρικτὴ ἡ κρίσις ἡ τοῦ Δεσπότου· τὸ πῦρ γὰρ τὸ ἄσβεστον ηὐτρέπισται ἐκεῖσε, σκώληξ ἀκοίμητος κολάζων, καὶ βρυγμὸς τῶν ὀδόντων, σκότος ἐξώτερον ὑπάρχει, καὶ αἰωνία δίκη· διὸ κράξωμεν πρὸς τὸν Σωτῆρα· Οὓς ἐξελέξω ἐκ τῶν προσκαίρων ἀνάπαυσον, διὰ τὸ μέγα σου ἔλεος.

 

Πάντες οἱ τῷ βίῳ προστετηκότες, δεῦτε ἐν τοῖς τάφοις ἐξεστηκότες, ἐγκύψατε, ἴδετε τοῦ κόσμου τὴν ἀπάτην, ποῦ νῦν τοῦ σώματος τὸ κάλλος, καὶ ἡ δόξα τοῦ πλούτου; ποῦ δὲ ἡ ἔπαρσις τοῦ βίου; ὄντως μάταια πάντα· διὸ κράξωμεν πρὸς τὸν Σωτῆρα· Οὓς ἐξελέξω ἐκ τῶν προσκαίρων ἀνάπαυσον, διὰ τὸ μέγα σου ἔλεος.

 

Νῦν ἐπὶ τὸν τάφον ὁ ἐπὶ θρόνου, νῦν ὁ ἐν πορφύρᾳ φθορὰν ὑπέδυ· οὐκ ἔτι ἐν θρόνῳ γάρ, ἀλλ' ἐν μνήματι κεῖται, ἴδε, ἐξέλιπε, τὸ βασίλειον κράτος, ἴδε, ὡς ὄναρ, τῶν ἀνθρώπων, παροδεύει ὁ βίος· διὸ κράξωμεν πρὸς τὸν Σωτῆρα· Οὓς ἐξελέξω ἀνάπαυσον, διὰ τὸ μέγα σου ἔλεος.

 

Πάντας τοὺς ἐνθένδε μετατεθέντας, ἐπὶ αἰωνίου ζωῆς ἐλπίδι, καὶ βίον ἀλλάξαντας παντοίῳ Σῶτερ τρόπῳ, πᾶσαν κατάστασιν καὶ γένος, καὶ πᾶσαν ἡλικίαν, ἄνδρας ὁμοῦ τε καὶ γυναῖκας, καὶ ἀρτίτοκα βρέφη, ὡς φιλάνθρωπος, ἐν κόλποις τάξον, τοῦ Ἀβραάμ τε καὶ ἐν τόποις ἀνέσεως, διὰ τὸ μέγα σου ἔλεος.

Δόξα... Ἦχος β'

Ὡς ἄνθος μαραίνεται καὶ ὡς ὄναρ παρέρχεται, καὶ διαλύεται πᾶς ἄνθρωπος, πάλιν δὲ ἠχούσης τῆς σάλπιγγος, νεκροὶ ὡς ἐν συσσεισμῷ πάντες ἀναστήσονται, πρός τὴν σὴν ὑπάντησιν Χριστὲ ὁ Θεός, τότε Δέσποτα, οὓς μετέστησας ἐξ ἡμῶν, ἐν ταῖς τῶν Ἁγίων σου κατάταξον σκηναῖς τὰ τουτων ἐγκλήματα παριδὼν ἀγαθέ.

Καὶ νῦν... Ἦχος πλ. β'

Σὺ εἶ ὁ Θεὸς ἡμῶν ὁ ἐν σοφίᾳ δημιουργήσας τὸ πᾶν, ὁ καὶ τοὺς Προφήτας ἐξαποστείλας ἡμῖν προφητεῦσαί σου τὴν παρουσίαν, καὶ Ἀποστόλους κηρῦξαι σου τὰ μεγαλεῖα· καὶ οἱ μέν, προεφήτευον τὴν ἔλευσίν σου, οἱ δέ, τῷ βαπτίσματι ἐφώτισαν τὰ ἔθνη, Μάρτυρες δὲ ἔτυχον δόξης ἐκ τούτων, καὶ πρεσβεύουσιν ἐκτενῶς σοι τῷ Δεσπότῃ, σὺν τῇ τεκούσῃ σε Μητρί. Ἀνάπαυσον ὁ Θεὸς ψυχάς, ἃς προσελάβου, καὶ ἡμᾶς καταξίωσον τῆς βασιλείας σου, ὁ Σταυρὸν ὑπομείνας δι' ἐμὲ τὸν κατάκριτον, ὁ λυτρωτής μου καὶ Θεός.

 

Εἰς τὸν Στίχον

Στιχηρὰ Προσόμοια Ἐκ τῶν τοῦ Θεοφάνους

Ἦχος πλ. β' Ὅλην ἀποθέμενοι ΤΟ ΑΚΟΥΤΕ

Ἔχων ἀκατάληπτον, τὴν εἰς ἡμᾶς εὐσπλαγχνίαν καὶ πηγὴν ἀκένωτον, θεϊκῆς χρηστότητος πολυέλεε, τοὺς πρὸς σὲ Δέσποτα, μεταβέβηκας, ἐν γῇ ζώντων κατασκήνωσον, εἰς τὰ σκηνώματα, τὰ ἀγαπητὰ καὶ ποθούμενα, κατάσχεσιν δωρούμενος, τὴν διηνεκῶς διαμένουσαν· σὺ γὰρ ὑπὲρ πάντων, ἐξέχεας τὸ αἷμά σου Χριστέ, καὶ ζωηφόρῳ τιμήματι, κόσμον ἐξηγόρασας.

 

Στίχ. Μακάριοι, οὓς ἐξελέξω καὶ προσελάβου Κύριε.

 

Νέκρωσιν ὑπέμεινας, ζωοποιὸν ἑκουσίως, καὶ ζωὴν ἐπήγασας, καὶ τρυφὴν ἀΐδιον, πιστοῖς δέδωκας, θεϊκῇ Δέσποτα, εὐσπλαγχνίᾳ μόνε, πανοικτίρμον ἀναμάρτητε ἐν ᾗ δεόμεθᾳ, τοὺς κεκοιμημένους κατάταξον, ἐλπίδι ἀναστάσεως, λύσιν τῶν πταισμάτων δωρούμενος, ἵνα διὰ πάντων ὑμνῆταί σου τὸ ἄνομα Χριστέ, καὶ σεσωσμένοι δοξάζωμεν, τὴν φιλανθρωπίαν σου.

 

Στίχ. Αἱ ψυχαὶ αὐτῶν, ἐν ἀγαθοῖς αὐλισθήσονται.

 

Ζώντων κυριεύοντα, θεαρχικῇ ἐξουσίᾳ, καὶ νεκρῶν δεσπόζοντα, σὲ Χριστὲ γινώσκοντες ἱκετεύομεν, τοὺς πιστοὺς δούλους σου, τοὺς πρὸς σὲ τὸν μόνον, εὐεργέτην ἐκδημήσαντας, αὐτὸς ἀνάπαυσον, σὺν τοῖς ἐκλεκτοῖς σου φιλάνθρωπε, ἐν τόπῳ ἀναψύξεως, ἐν ταῖς τῶν Ἁγίων λαμπρότησι, θελητὴς ἐλέους· ὑπάρχεις γὰρ καὶ σῴζεις ὡς Θεός, οὓς κατ' εἰκόνα σου ἔπλασας, μόνε πολυέλεε.

Δόξα... Ἦχος πλ. β'

Ἄλγος τῷ Ἀδὰμ ἐχρημάτισεν, ἡ τοῦ ξύλου ἀπόγευσις πάλαι ἐν Ἐδέμ, ὅτε ὄφις ἰὸν ἐξηρεύξατο· δι' αὐτοῦ γὰρ εἰσῆλθεν ὁ θάνατος, παγγενῆ κατεσθίων τὸν ἄνθρωπον· ἀλλ' ἐλθὼν ὁ Δεσπότης, καθεῖλε τὸν δράκοντα, καὶ ἀνάστασιν ἡμῖν ἐδωρήσατο· πρὸς αὐτὸν οὖν βοήσωμεν· Φεῖσαι Σωτήρ, καὶ οὓς προσελάβου, μετὰ τῶν ἐκλεκτῶν σου ἀνάπαυσον, ὡς φιλάνθρωπος.

Καὶ νῦν... Θεοτοκίον

Ὅλην ἀποθέμενοι ΤΟ ΑΚΟΥΤΕ

Ὤφθης ἐνδιαίτημα, θεοπρεπὲς Παναγία, καὶ Θεὸν ἐχώρησας, καὶ Θεὸν ἐγέννησας ἀπειρόγαμε, καὶ βροτοῖς ὁρώμενον, ἐν δυσὶν οὐσίαις, ἐν μιᾷ δὲ ὑποστάσει ἁγνή, αὐτὸν δυσώπησον, τὸν μονογενῆ καὶ πρωτότοκον, τὸν σὲ παρθένον ἄμωμον καὶ μετὰ τὸν τόκον φυλάξαντα, ψυχὰς ἀναπαῦσαι, τῶν πίστει κοιμηθέντων ἐν φωτί, ἐν ἀκηράτῳ φαιδρότητι, καὶ μακαριότητι.

 

Ἀπολυτίκιον Ἦχος πλ. δ'

Ὁ βάθει σοφίας φιλανθρώπως πάντα οἰκονομῶν, καὶ τὸ συμφέρον πᾶσιν ἀπονέμων, μόνε Δημιουργέ, ἀνάπαυσον Κύριε τὰς ψυχὰς τῶν δούλων σου· ἐν σοὶ γὰρ τὴν ἐλπίδα ἀνέθεντο, τῷ ποιητῇ καὶ πλάστῃ καὶ Θεῷ ἡμῶν.

Θεοτοκίον

Σὲ καὶ τεῖχος καὶ λιμένα ἔχομεν, καὶ πρέσβιν εὐπρόσδεκτον, πρός, ὃν ἔτεκες Θεόν, Θεοτόκε ἀνύμφευτε, τῶν πιστῶν ἡ σωτηρία.

 

ΕΙΣ ΤΗΝ ΛΕΙΤΟΥΡΓΙΑΝ

 

Προκείμενον τοῦ Ἀποστόλου

Ἦχος πλ. β'

Αἱ ψυχαὶ αὐτῶν ἐν ἀγαθοῖς αὐλισθήσονται.

Στίχ. Πρὸς σὲ Κύριε κεκράξομαι ὁ Θεός μου.

 

Κοινωνικὸν

Μακάριοι, οὓς ἐξελέξω, καὶ προσελάβου Κύριε, καὶ τὸ μνημόσυνον αὐτῶν εἰς γενεὰν καὶ γενεάν, Ἀλληλούϊα.