Τῌ ΚΥΡΙΑΚῌ ΕΣΠΕΡΑΣ

 

Ἀπόστιχα
 

Ἦχος πλ. δ'

Λιχνευσάμενοι, τὴν πρώτην ὑπέστημεν γύμνωσιν, ἡττηθέντες τῆς πικρᾶς γεύσεως, καὶ τοῦ Θεοῦ ἐξόριστοι γεγόναμεν, ἀλλ' ἐπανάγωμεν πρὸς μετάνοιαν, καὶ τὰς αἰσθήσεις ἐκκαθάρωμεν πρὸς ἃς ὁ πόλεμος, ἐπεισόδιον τὴν νηστείαν ποιούμενοι, ἐλπίδι χάριτος, τὰς καρδίας βεβαιούμενοι, οὐ βρώμασιν, ἐν οἷς οὐκ ὠφελήθησαν οἱ περιπατήσαντες, καὶ βρωθήσεται ἡμῖν ὁ Ἀμνὸς τοῦ Θεοῦ, ἐν τῇ ἱερᾷ καὶ φωτοφόρῳ νυκτὶ τῆς ἐγέρσεως, τὸ ὑπὲρ ἡμῶν ἀχθὲν σφάγιον, τὸ τοῖς Μαθηταῖς κοινωνῆσαν, ἐν ἑσπέρᾳ τοῦ μυστηρίου, καὶ σκότους λύον τὴν ἀγνωσίαν, ἐν τῷ φωτὶ τῆς αὐτοῦ Ἀναστάσεως. (Δίς)

Μαρτυρικὸν

Μάρτυρες Κυρίου, πάντα τόπον ἁγιάζετε, καὶ πᾶσαν νόσον θεραπεύετε, καὶ νῦν πρεσβεύσατε, ῥυσθῆναι τῶν παγίδων τοῦ ἐχθροῦ, τὰς ψυχὰς ἡμῶν δεόμεθα.

Δόξα... Καὶ νῦν... Θεοτοκίον

Τὰ οὐράνια ὑμνεῖ σε, κεχαριτωμένη Μήτηρ ἀνύμφευτε, καὶ ἡμεῖς δοξολογοῦμεν, τὴν ἀνεξιχνίαστόν σου γέννησιν, Θεοτόκε πρέσβευε σωθῆναι τὰς ψυχὰς ἡμῶν.

 

Τῌ ΔΕΥΤΕΡᾼ ΤΗΣ ΤΥΡΙΝΗΣ

ΠΡΩΪ ΕΝ Τῼ ΟΡΘΡῼ

 

Μετὰ τὴν β' Στιχολογίαν 

Καθίσματα Ἦχος α'

Τοῦ λίθου σφραγισθέντος ΤΟ ΑΚΟΥΤΕ

Ἠνέῳκται τῆς θείας, μετανοίας τὰ πρόθυρα, προσέλθωμεν προθύμως, ἁγνισθέντες τὰ σώματα, βρωμάτων, καὶ παθῶν τὴν ἀποχήν, ποιοῦντες ὡς ὑπήκοοι Χριστοῦ, τοῦ καλέσαντος τὸν κόσμον, εἰς βασιλείαν τὴν ἐπουράνιον, δεκάτας τοῦ παντὸς ἐνιαυτοῦ, προσφέροντες τῷ πάντων Βασιλεῖ, ὅπως καὶ τὴν Ἀνάστασιν αὐτοῦ, πόθῳ κατίδωμεν. (Δίς)

Θεοτοκίον Ὅμοιον

Τὰς χεῖράς σου τὰς θείας, αἷς τὸν Κτίστην ἐβάστασας, Παρθένε Παναγία σαρκωθέντα Θεότητι, προτείνασα δυσώπησον αὐτόν, λυτρώσασθαι ἡμᾶς ἐκ πειρασμῶν, καὶ παθῶν καὶ κινδύνων, τοὺς εὐφημοῦντάς σε πόθῳ, καὶ βοῶντάς σοι· Δόξα τῷ ἐνοικήσαντι ἐν σοί, δόξα τῷ προελθόντι ἐκ σοῦ, δόξα τῷ ἐλευθερώσαντι ἡμᾶς, διὰ τοῦ τόκου σου.

 

ᾨδὴ α' Ἦχος α'

ᾨδὴν ἐπινίκιον ᾄσωμεν ΤΟ ΑΚΟΥΤΕ

Φαιδρὰ προεόρτια, τῆς ἐγκρατείας, λαμπρὰ τὰ προοίμια τῆς νηστείας σήμερον· διὸ συνδράμωμεν, ἐν πεποιθήσει ἀδελφοί, καὶ προθυμίᾳ πολλῇ.

 

Ἀδὰμ τὸν προπάτορα, τῇ παραβάσει, ζηλώσας ἐκβέβλημαι, τῆς τρυφῆς ὁ ἄθλιος· διὸ προσπίπτω σοι· ἐν μετανοίᾳ καὶ κλαυθμῷ, Κύριε σῶσόν με.

 

Ἀρχὴ κατανύξεως, καὶ μετανοίας, κακῶν ἀλλοτρίωσις, καὶ παθῶν ἐγκράτεια· διὸ σπουδάσωμεν, ἀποκοπὴν τῶν πονηρῶν, ἔργων ποιήσασθαι.

Θεοτοκίον

Νυκτὶ παραπτώσεων, ἠμαυρωμένος, πρὸς σὲ τὴν κυήσασαν, τοῖς ἐν σκότει Ἥλιον, δικαιοσύνης Χριστόν, νῦν καταφεύγω ἐκτενῶς, Δέσποινα σῶσόν με.

Ἕτερον Τριῴδιον

Εἱρμὸς ὁ αὐτὸς

Ἰδοὺ προηνέῳκται, τῆς μετανοίας, ἡ θύρα φιλόθεοι, δεῦτε οὖν σπουδάσωμεν, τοῦ εἰσελθεῖν δι' αὐτῆς, πρὶν κλείσῃ ταύτην ὁ Χριστός, ὡς ἀναξίοις ἡμῖν.

 

Τὸ ἔαρ μηνύουσα, ἤγγικεν αὕτη, ἡ νῦν προκαθάρσιος, Ἑβδομὰς ἡ πάνσεπτος, τῶν ἱερῶν Νηστειῶν, τὰ σώματα καὶ τὰς ψυχάς, πάντων φωτίζουσα.

Δόξα...

Ἀσύγχυτε, ἄκτιστε, Τριὰς ἁγία, μονὰς ὑπεράγαθε, ὁ Πατήρ, καὶ ὁ Υἱός, καὶ Πνεῦμα τὸ συγγενές, τοὺς προσκυνοῦντάς σε πιστῶς, ἀεὶ περίσῳζε.

Καὶ νῦν... Θεοτοκίον

Νενίκηνται πάναγνε, ἐν σοὶ οἱ ὅροι, Παρθένε τῆς φύσεως· μένεις γὰρ τέξασα, ἄνευ ἀνδρὸς τὸν Θεόν, ὡς πρὸ τοῦ τόκου σεμνή, πάλιν ἀπήμαντος.

Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ

«ᾨδὴν ἐπινίκιον, ᾄσωμεν πάντες, Θεῷ τῷ ποιήσαντι, θαυμαστὰ τέρατα, βραχίονι ὑψηλῷ, καὶ σώσαντι τὸν Ἰσραήλ, ὅτι δεδόξασται».

 

ᾨδὴ η'

Ὂν φρίττουσιν Ἄγγελοι ΤΟ ΑΚΟΥΤΕ

Τὸν βίον μου ἅπαντα, ἀσώτως δαπανῶν, πολίταις ἐδούλευσα, πικροῖς καὶ πονηροῖς· ἀλλά με ποθοῦντα, πρὸς τοὺς σοὺς οἰκτιρμούς, νῦν ἐπαναστρέψαι, Χριστὲ μὴ ὑπερίδῃς.

 

Ὁ τρόπος τοῦ βίου μου, αἰσχρὸς καὶ χαλεπός, τὸ ἔλεος ἄμετρον, φιλάνθρωπε Σωτήρ, τῆς σῆς εὐσπλαγχνίας, μετανοίας καιρόν, δίδου μοι αἰτοῦντι, καὶ πόθῳ σε ὑμνοῦντι.

 

Τοῦ Κάϊν τὴν δύστηνον, ἐπόθησα ζωήν, τοῦ νοῦ τὸ ἀξίωμα, νεκρώσας ἀληθῶς, καὶ τρέμω τὴν κρίσιν, εὐεργέτα τὴν σήν, μή με κατακρίνῃς, σὺν τούτῳ εἰς αἰῶνας.

Θεοτοκίον

Παρθένε πανύμνητε, ἡ μόνη, πρὸς Θεόν, πιστῶν ἐνυπάρχουσα, βοήθεια στερρά, τοῦ σκότους με ῥῦσαι, καὶ κολάσεως, τῆς ἀποκειμένης, τοῖς πονηρῶς βιοῦσιν.

Εἱρμὸς ἄλλος

Ὕμνον σοι προσφέρομεν ΤΟ ΑΚΟΥΤΕ

Οὗτος ὁ καιρός ἐστι, τῆς μετανοίας· διὸ εὐφρόνως ἐναρξώμεθα, ἀδελφοὶ ἐκβοῶντες· Εὐλογεῖτε τὰ ἔργα Κυρίου τὸν Κύριον.

 

Σήμερον τοῖς βρώμασιν, ἀποταχθέντες, σπεύσωμεν ἔργῳ, καὶ τῶν πταισμάτων, τοῖς ἐπαξίως μετανοοῦσιν.

 

Εὐλογεῖτε τὰ ἔργα Κυρίου τὸν Κύριον. Εὐλογοῦμεν Πατέρα, Υἱόν, καὶ ἅγιον Πνεῦμα.

 

Δόξα σοι ἀόρατε Τριὰς ἁγία, ἡ ἐν Μονάδι προσκυνουμένη, ἣν πιστῶς δοξάζομεν, σῷζε τοὺς δούλους σου, ἐκ πάσης βλάβης.

Καὶ νῦν... Θεοτοκίον

Χαίροις παμμακάριστε, ἁγνὴ Παρθένε, χαῖρε Κυρίου δούλη, καὶ Μήτηρ, χαῖρε σκέπη τοῦ κόσμου, Θεοτόκε εὐλογημένη, Μαρία ὁλόφωτε.

 

Αἰνοῦμεν, εὐλογοῦμεν, καὶ προσκυνοῦμεν...

Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ

«Ὕμνον σοι προσφέρομεν τῶν Ἀσωμάτων, ὥσπερ οἱ Παῖδες ἐν τῇ καμίνῳ, καὶ ὑμνοῦντες λέγομεν· Εὐλογεῖτε τὰ ἔργα Κυρίου τὸν Κύριον».

 

ᾨδὴ θ'

Τὴν φωτοφόρον νεφέλην ΤΟ ΑΚΟΥΤΕ

Εἰρηνικῇ καταστάσει, εἰλικρινεῖ διαθέσει, τὸν ἱερώτατον καιρόν, τῆς ἁγίας Νηστείας, ὑποδεξώμεθα πιστοί, αἰτοῦντες τὴν ἄφεσιν, ὧν ἕκαστος ἐπλημμέλησεν, ὅπως τῆς ἐκεῖθεν, ἐπιτύχωμεν χαρᾶς.

 

Ἰδοὺ καιρὸς μετανοίας, ἡ προεόρτιος αὕτη, τῶν Νηστειῶν εἰσαγωγή. Διανάστα ψυχή μου, τῷ εὐεργέτῃ καὶ Θεῷ, θερμῶς διαλλάγηθι, τῆς κρίσεως, ὅπως φύγῃς ἐκείνης τῆς δικαίας, καὶ φρικτῆς ὡς ἀληθῶς.

 

Τῶν Νηστειῶν τὰς εἰσόδους, καὶ τὰ προπύλαια πάντες, μὴ καθαρίσωμεν κακῶς, ἀκρασίᾳ, καὶ μέθῃ, ἀλλ' ἐν ἁγνείᾳ λογισμῶν, προθύμως εἰσέλθωμεν, ληψόμενοι ἀφθαρσίας στεφάνους, καὶ τῶν πόνων, ἐπαξίως τοὺς καρπούς.

Θεοτοκίον

Ὑπὲρ ἡμῶν δυσωποῦσα, τὸν ἀγαθὸν μὴ ἐλλείπῃς, τὸν τὴν ἀσθένειαν ἡμῶν, ἐπιστάμενον μόνον, λοιμοῦ λιμοῦ τε, καὶ σεισμοῦ, καὶ πάσης κακώσεως, λυτρώσασθαι, τήν τιμῶσάν σε πόλιν Θεοτόκε, ἡ ἐλπὶς τῶν γηγενῶν.

Εἱρμὸς ἄλλος

Σὲ τὴν ὁραθεῖσαν ΤΟ ΑΚΟΥΤΕ

Εἰσῆκται καιρὸς ψυχή μου, ὁ τῆς μετανοίας, μὴ ἀμέλει, πεινῶσι δίδου ἄρτον, προσεύχου τῷ Κυρίῳ, καθ' ἡμέραν καὶ νύκτα, καὶ ὥραν ἵνα σώσῃ σε.

 

Κρεῶν καὶ λοιπῶν βρωμάτων, ὥσπερ ἀποχὴν ἐποιησάμεθα, οὕτω καὶ πᾶσαν ἔχθραν, πρὸς τοὺς πλησίον ἅμα, πορνείαν τε καὶ ψεῦδος, καὶ πᾶν κακὸν ἐκφύγωμεν.

Δόξα...

Μίαν προσκυνῶ τῇ φύσει, ἄναρχον Θεότητα, τρισὶ δὲ προσώποις, δοξάζω τὸν Πατέρα, τὸν Υἱὸν καὶ τὸ Πνεῦμα, ἐν Τριάδι μονάδα, ἀμέριστον καὶ σύνθρονον.

Καὶ νῦν... Θεοτοκίον

Σὺ εἶ τῶν πιστῶν Παρθένε, καύχημα ἐλπὶς καὶ προστασία, σὲ ᾠδαῖς ᾀσμάτων, δοξάζομεν ἀπαύστως, Θεοτόκε Μαρία, διάσωσον τοὺς δούλους σου.

Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ

«Σὲ τὴν ὁραθεῖσαν πύλην, ὑπὸ Ἰεζεκιὴλ τοῦ Προφήτου, ἐν ᾗ οὐδεὶς διῆλθεν, εἰμὴ ὁ Θεὸς μόνος, Θεοτόκε Παρθένε, ἐν ὕμνοις μεγαλύνομεν».

 

Εἰς τὰ Ἀπόστιχα
τῶν Αἴνων

Ἰδιόμελον Ἦχος γ'

Πάντα τὸν χρόνον, ἡ νηστεία ὠφέλιμός ἐστι, τοῖς αἰρουμένοις καὶ ποιοῦσιν αὐτήν· οὔτε γὰρ ἐπήρεια δαιμόνων, κατατολμᾷ τοῦ νηστεύοντος, ἀλλὰ καὶ οἱ φύλακες τῆς ζωῆς ἡμῶν Ἄγγελοι, φιλοπονώτερον παραμένουσι, τοῖς διὰ νηστείας ἡμῖν κεκαθαρμένοις.

Μαρτυρικὸν

Τῶν Ἁγίων Ἀθλοφόρων τὴν μνήμην, δεῦτε λαοὶ ἅπαντες τιμήσωμεν, ὅτι θέατρον γενόμενοι, Ἀγγέλοις καὶ ἀνθρώποις, τὸν τῆς νίκης στέφανον, παρὰ Χριστοῦ ἐκομίσαντο, καὶ πρεσβεύουσιν ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Δόξα... Καὶ νῦν... Θεοτοκίον

Ἀσπόρως συνέλαβες, ἐκ Πνεύματος ἁγίου, καὶ δοξολογοῦντες ἀνυμνοῦμέν σε· Χαῖρε Παναγία Παρθένε.