Τῌ ΤΕΤΑΡΤῌ ΤΗΣ ΤΥΡΙΝΗΣ

ΕΣΠΕΡΑΣ

 

Προκείμενον Ἦχος πλ. α'

Ὁ Θεός, ἐν τῷ ὀνόματί σου σῶσόν με, καὶ ἐν τῇ δυνάμει σου κρινεῖς με.

Στίχ. Ὁ Θεός, εἰσάκουσον τῆς προσευχῆς μου.

 

Προφητείας Ἰωὴλ τὸ Ἀνάγνωσμα

(Κεφ Δ' 12-21)

Τάδε λέγει Κύριος· Ἐξεγειρέσθω, καὶ ἀναβαινέτω πάντα τὰ ἔθνη εἰς τὴν κοιλάδα τοῦ Ἰωσαφάτ, ὅτι ἐκεῖ καθιῶ τοῦ διακρῖναι πάντα τὰ ἔθνη κυκλόθεν. Ἐξαποστείλατε δρέπανα, ὅτι παρέστηκεν ὁ τρυγητός, εἰσπορεύεσθε, πατεῖτε, διότι πλήρης ὁ ληνός, ὑπερεκχεῖται τὰ ὑπολήνια, ὅτι ἐπληθύνθη τὰ κακὰ αὐτῶν. Ἦχοι ἐξήχησαν ἐν τῇ κοιλάδι τῆς δίκης, ὅτι ἐγγὺς ἡμέρα Κυρίου ἐν τῇ κοιλάδι τῆς δίκης, ὁ ἥλιος, καὶ ἡ σελήνη συσκοτάσουσι, καὶ οἱ ἀστέρες δύσουσι τὸ φέγγος αὐτῶν, ὁ δὲ Κύριος ἐκ Σιὼν ἀνακράξεται, καὶ ἐξ Ἱερουσαλὴμ δώσει φωνὴν αὐτοῦ, καὶ σεισθήσεται ὁ οὐρανὸς καὶ ἡ γῆ, ὁ δὲ Κύριος φείσεται τοῦ λαοῦ αὐτοῦ, καὶ ἐνισχύσει τοὺς υἱούς Ἰσραήλ. Καὶ ἐπιγνώσεσθε, ὅτι ἐγὼ Κύριος ὁ Θεὸς ὑμῶν, ὁ κατασκηνῶν ἐν Σιὼν ὄρει ἁγίῳ μου. Καὶ ἔσται Ἱερουσαλὴμ ἁγία, καὶ ἀλλογενεῖς οὐ διελεύσονται δι' αὐτῆς οὐκέτι. Καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, ἀποσταλάξει τὰ ὄρη γλυκασμόν, καὶ οἱ βουνοὶ ῥυήσονται γάλα, καὶ πᾶσαι αἱ ἀφέσεις Ἰούδα ῥυήσονται ὕδατα, καὶ πηγὴ ἐξ οἴκου Κυρίου ἐξελεύσεται, καὶ ποτιεῖ τὸν χειμάρρουν τῶν σχοίνων, Αἴγυπτος εἰς ἀφανισμὸν ἔσται, καὶ ἡ Ἰδουμαία εἰς πεδίον ἀφανισμοῦ ἔσται, ἐξ ἀδικιῶν υἱῶν Ἰούδα, ἀνθ' ὧν ἐξέχεον αἷμα δίκαιον ἐν τῇ γῇ αὐτῶν. Ἡ δὲ Ἰουδαία εἰς τὸν αἰῶνα κατοικηθήσεται, καὶ Ἱερουσαλὴμ εἰς γενεὰς γενεῶν. Καὶ ἐκζητήσω τὸ αἷμα αὐτῶν, καὶ οὐ μὴ ἀθωώσω, καὶ Κύριος κατασκηνώσει ἐν Σιών.

 

Προκείμενον Ἦχος πλ. β'

Ἐλπισάτω Ἰσραὴλ ἐπὶ τὸν Κύριον.

Στίχ. Κύριε οὐχ ὑψώθη ἡ καρδία μου.

 

Ἀπόστιχα 

Ἰδιόμελον Ἦχος γ'

Ἀνέτειλε τὸ ἔαρ τῆς νηστείας, καὶ τὸ ἄνθος τῆς μετανοίας· ἁγνίσωμεν οὖν ἑαυτοὺς ἀδελφοί, ἀπὸ παντὸς μολυσμοῦ, τῷ φωτοδότῃ ψάλλοντες, εἴπωμεν· Δόξα σοι, μόνε φιλάνθρωπε. (Δίς)

Μαρτυρικὸν

Οἱ Μάρτυρές σου Κύριε, πίστει στηριχθέντες, ἐλπίδι βεβαιωθέντες, τῇ ἀγάπῃ τοῦ Σταυροῦ σου ψυχικῶς ἑνωθέντες, τοῦ ἐχθροῦ τὴν τυραννίδα ἔλυσαν, καὶ τυχόντες τῶν στεφάνων, μετὰ τῶν Ἀσωμάτων πρεσβεύουσιν, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Δόξα... Καὶ τῇ ... Θεοτοκίον

Ἁγιόπρωτε σεμνή, ἐγκώμιον οὖσα τῶν οὐρανίων Ταγμάτων, Ἀποστόλων ὑμνῳδία, Προφητῶν περιοχή, Δέσποινα πρόσδεξαι καὶ ἡμῶν τὰς δεήσεις.

 

Τῌ ΠΕΜΠΤῌ ΤΗΣ ΤΥΡΙΝΗΣ

ΠΡΩΪ ΕΝ Τῼ ΟΡΘΡῼ

 

Μετὰ τὴν β' Στιχολογίαν 

Καθίσματα Ἦχος πλ. α'

Τὸν συνάναρχον Λόγον ΤΟ ΑΚΟΥΤΕ

Τὴν τεσσαρακονθήμερον, καὶ προκαθάρσιμον, οἱ Ἀπόστολοι πάντες, σήμερον στέφουσι, καὶ τῆς νηστείας τὸν καιρὸν ἁγιάζουσι, παρὰ Χριστοῦ τοῦ Λυτρωτοῦ, καὶ τήν Ἀνάστασιν αὐτοῦ προκαταγγέλλουσι πᾶσι, καὶ πρεσβεύουσι τῷ Κυρίῳ, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

 

Δόξα... Τὸ αὐτὸ

 

Καὶ τῇ ... Θεοτοκίον Ὅμοιον

Τῶν ἐν σοὶ τὰς ἐλπίδας, Παρθένε ἄχραντε, ἀνενδότως ἐχόντων σκέπη ὑπάρχουσα, ἐκ ποικίλων πειρασμῶν, καὶ περιστάσεων, καὶ κινδύνων χαλεπῶν, ἐλευθέρωσον αὐτούς, πρεσβεύουσα τῷ Υἱῷ σου, σὺν τοῖς αὐτοῦ Ἀποστόλοις, καὶ σῶσον πάντας τοὺς ἀνυμνοῦντάς σε.

 

ᾨδὴ δ' Ἦχος δ'

Ἀκήκοεν ὁ Προφήτης ΤΟ ΑΚΟΥΤΕ

Ἐξέλαμψαν ἐν τῷ κόσμῳ, ἀκτῖνα θεογνωσίας, οἱ Μαθηταί σου, καὶ τὴν πλάνην ἀπημαύρωσαν, τῆς ἀπάτης λύσαντες τὴν ζόφωσιν, αὐτῶν προσευχαῖς, σῶσον τοὺς ὑμνοῦντάς σε.

 

Τὰ πρόθυρα τῆς νηστείας, ἀγώνων στεφανωθέντα, ταῖς εὐκαρπίαις, δεξιοῦνται τοὺς προσῳδαῖς μυστικαῖς, τρέχοντας, νηφαλέως ὕμνοις καὶ σπουδαίως πιστοί, ἅπαντες συνδράμωμεν.

 

Νεκρώσεως τοὺς χιτῶνας, δεξάμενος προπετείᾳ τῆς ἀκρασίας, ἐνεδύθην ὁ ταλαίπωρος, ἀλλὰ σύ με ἔνδυσον Υἱὲ τοῦ Θεοῦ, στολὴν φωτεινήν, τῆς ἀναγεννήσεως.

 

Ὁ βίος μου πονηρίᾳ, καὶ πάσῃ ἀκαθαρσίᾳ συνετελέσθη, ἀλλὰ σοὶ τῷ πανοικτίρμονι, καταφεύγω, πρόφθασον οὖν σῶσόν με, Χριστὲ ὁ Θεός, τῇ σῇ ἀγαθότητι.

Θεοτοκίον

Συνέλαβες ὑπὲρ λόγον, καὶ ἔτεκες ὑπὲρ φύσιν, Θεογεννῆτορ, τὸν δεσπόζοντα τῆς κτίσεως, ὃν ἀπαύστως πρέσβευε, ῥυσθῆναι ἡμᾶς, ἐκ πάσης ὀργῆς, τοὺς σὲ μακαρίζοντας.

Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ

«Ἀκήκοεν ὁ Προφήτης, τὴν ἔλευσίν σου Κύριε καὶ ἐφοβήθη, κατενόησε τὰ ἔργα σου, καὶ ἐξέστη· Δόξα τῇ δυνάμει σου, δόξα Χριστέ, τῇ συγκαταβάσει σου».

Ἄλλος Ἦχος β'

Ἐλήλυθας ἐκ Παρθένου ΤΟ ΑΚΟΥΤΕ

Σκεδάσαντες, ἀκρασίας τὸν ζόφον Ἀπόστολοι, ταῖς τῶν διδαχῶν ὑμῶν μαρμαρυγαῖς ἐκλαμπρύνατε, ἐγκρατείᾳ ἅπαντας, ἁμαρτωλοὺς καὶ δικαίους ὡς πανεύφημοι.

 

Ὡς διαυγεῖς, μαργαρῖται τοῦ Λόγου Ἀπόστολοι, πάντα ἐκοσμήσατε, δι' ἐγκρατείας τὰ πέρατα, καὶ καλλιεργήσαντες, τὴν τῶν ψυχῶν ἡμῶν, ὄντως νῦν εὐγένειαν.

 

Τὴν κάμινον, διὰ δροσου νηστείας Ἀπόστολοι, τῶν παθῶν μαράναντες, πᾶσι βροτοῖς ἐδιδάξατε, πόλιν ταύτην ἄσυλον, καὶ οἰκητήριον, ἔχειν ἁγιάσματος.

 

Ἡμάρτηκα, ὑπὲρ πάντας ἀνθρώπους ὁ ἄθλιος, καὶ ἀμετανόητα, ὡς Μανασσῆς ἐπλημμέλησα· τρόπους μετανοίας μοι, ποίησον Κύριε, πρίν με λύσῃ θάνατος.

Θεοτοκίον

Σὲ λιμένα, σωτηρίας καὶ τεῖχος ἀκραδάντον, Θεοτόκε Δέσποινα, πάντες πιστοὶ ἐπιστάμεθα. Σὺ γὰρ ταῖς πρεσβείαις σου, ἐκ τῶν κινδύνων λυτροῦσαι, τὰς ψυχάς ἡμῶν.

Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ

«Ἐλήλυθας ἐκ Παρθένου, οὐ πρέσβυς οὐκ Ἀγγελος, ἀλλ' αὐτὸς ὁ Κύριος σεσαρκωμένος, καὶ ἔσωσας, ὅλον με τὸν ἄνθρωπον· διὸ κραυγάζω σοι· Δόξα τῇ δυνάμει σου Κύριε».

 

ᾨδὴ η'

Τὰ σύμπαντα Δέσποτα ΤΟ ΑΚΟΥΤΕ

Γῆ σύμπασα Κύριε, τῆς σῆς αἰνέσεως ἐπλήσθη· πᾶσαν γὰρ διέδραμε, τῶν θείων Μαθητῶν σου, ὁ φθόγγος ὁ ἔνθεος, ἐκ βυθοῦ ἀγνωσίας μεταστρέφων πρὸς γνῶσιν, ἀναμέλπουσαν· Εὐλογεῖτε τὰ ἔργα, Κυρίου τὸν Κύριον.

 

Ἡ χάρις ἡ ἔνθεος, τῆς μετανοίας ἐπεφάνη, σωτηρίαν φέρουσα, τοῖς ταύτης ἐντρυφῶσι, τὰ ἆθλα καὶ σκάμματα, τῶν ἱδρώτων καὶ κόπων· διὸ τρέχε ψυχή μου τῷ Δεσπότῃ σου, τῶν πολλῶν σου πταισμάτων ζητοῦσα, λαβεῖν τὴν συγχώρησιν.

 

Τὸ στάδιον ἤνοικται, τῆς θεοσδότου ἐγκρατείας, φαιδρῶς ὑπαντήσωμεν, οἱ χρῄζοντες ἐλέους· διψᾷ γὰρ ὁ εὔσπλαγχνος, τὴν ἡμῶν σωτηρίαν, καὶ τοῦ δοῦναι συγγνώμην, ἐπεκτείνεται, τοῖς αὐτὸν ἐκζητοῦσι προθύμως, καὶ πόθῳ δουλεύουσι.

 

Νηστείᾳ στομώθητι, εἰρηνευούσῃ διανοίᾳ, θρέψον δὴ τὸν Κύριον, ψυχὴ τῇ εὐπραξίᾳ, ἀρετῆς ἐδέσματα, ὡς εὐώδεις θυσίας, προσκομίζουσα τούτῳ, καὶ κραυγάζουσα· Εὐλογεῖτε τὰ ἔργα, ἀπαύστως τὸν Κύριον.

Θεοτοκίον

Ἡ πάντων δεσπόζουσα, τὰς ἱκεσίας δεχομένη, Δέσποινα τῶν δούλων σου, ἁγία Θεοτόκε, τοῦ σκότους με λύτρωσαι, καὶ πυρὸς τοῦ ἀσβέστου, τῶν κακῶν μου τὰ πλήθη ἐξαλείψασα, ἐν τῇ σῇ μεσιτείᾳ, καὶ μόνῃ τῇ θείᾳ σου πρεσβείᾳ.

Ἄλλος

Ἔφριξε Παίδων εὐαγῶν ΤΟ ΑΚΟΥΤΕ

Ὑμᾶς φῶς ὥσπερ ὁ Χριστός, εἰς τὰ πέρατα τῆς οἰκουμένης πάσης, Ἀπόστολοι διδούς, ἀπελθόντες ἔφη διδάξατε, ἐν τοῖς ἔθνεσιν, ἵν' ἐν σαρκί με ὄντα, εἰδῆτε ἐγκρατείᾳ διαιτώμενον, καὶ τοῦ ἐχθροῦ ὅλον τὸ σθένος πατοῦντα, καὶ ὁδὸν ἀνθρώποις, δεικνύοντα εὐθεῖαν.

 

Ἔδειξας βαίνουσαν Χριστέ, τὴν ἐγκράτειαν εἰς ἱλασμὸν τῶν βροτῶν, παθῶν τε χωρισμόν· δι' αὐτῆς γάρ σου οἱ Ἀπόστολοι εὐηρέστησαν, καὶ φαεινοὶ φωστῆρες, ἐπὶ τῆς γῆς ἐδείχθησαν, κηρύττοντες τὸν Κύριον τρισὶ προσώποις, μιᾷ δὲ ἐν οὐσίᾳ πᾶσι τοῖς αὐτὸν ἀνυμνοῦσι.

 

Τῶν ἐθνῶν κήρυκες ὑμεῖς, ἀπεστάλητε ὑπὸ τοῦ Διδασκάλου Χριστοῦ, ὦ Μαθηταί, διδαχαῖς ἐνθέοις, φωτίζειν αὐτῶν τὰ νοήματα, παθῶν τε καὶ βρωμάτων ἀπέχεσθαι, παθῶν δὲ τὴν ἐγκράτειαν, καὶ Κύριον γινώσκειν τοῦτον καὶ κτίστην, καὶ δημιουργὸν τοῦ παντὸς καὶ εὐεργέτην.

 

Εὐλογοῦμεν Πατέρα, Υἱὸν καὶ Ἅγιον Πνεῦμα.

 

Ὡς ποτὲ Κάϊν ὁ φονεύς, οὐ προσήγαγον τὸ τῆς ψυχῆς μου θῦμα, ἀμώμητον Χριστέ, ἀκαθάρτῳ γνώμῃ κρατούμενος, μὴ βδελύξῃ με, προσερχόμενον οὖν σοι, διὰ νηστείας Σῶτερ ὑπεράγαθε, ἀλλ' ἔπιδε ἐπὶ τοῖς δώροις, οἷς πόθῳ ἄγω σοι Θεέ μου, ἐν καιρῷ τῆς νηστείας.

Καὶ τῇ ... Θεοτοκίον

Ὄλβιος γέγονε γαστήρ, Θεομήτορος ὡς δεξαμένη Λόγον, παχύτητι σαρκός, ἐξ αὐτῆς μιγέντα βροτείᾳ μορφῇ καθ' ὑπόστασιν, καὶ ὤφθη πόλις Θεοῦ, ἐν ᾗ οἰκεῖν ὁ Ὕψιστος εὐδόκησε, καὶ Κύριος Θεός, βοῶμεν τὸ Χαῖρε κεχαριτωμένη, ἁγνή σοι Θεοτόκε.

 

Αἰνοῦμεν, εὐλογοῦμεν, καὶ προσκυνοῦμεν...

Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ

«Ἔφριξε Παίδων εὐαγῶν, τὸ ὁμόστολον ψυχῆς ἄσπιλον σῶμα, καὶ εἶξε τὸ τραφέν, ἐν ἀπείρῳ ὕλῃ, ἀκάματον πῦρ· ἀειζώου δὲ ἐκμαρανθείσης φλογός, διαιωνίζων ὕμνοις ἀνεμέλπετο· Τὸν Κύριον πάντα τὰ ἔργα ὑμνεῖτε, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας».

 

ᾨδὴ θ' Ὁ Εἱρμὸς

«Ὅτι ἐποίησέ μοι μεγαλεῖα ὁ Δυνατός, καὶ ἅγιον τὸ Ὄνομα αὐτοῦ, καὶ τὸ ἔλεος αὐτοῦ εἰς γενεὰν καὶ γενεάν, τοῖς φοβουμένοις αὐτόν».

 

Ὅτι πυρσοὶ τῷ κόσμῳ, ἀπεστάλητε, ἀπλανεῖς, λυτρούμενοι βυθοῦ ἁμαρτιῶν, ἀνυμνοῦμεν ἐν χαρᾷ, τὸν ἐνισχύσαντα ὑμᾶς, ὡς Ἀποστόλους αὐτοῦ.

 

Ὅτι ὑμᾶς τῷ κόσμῳ, μωρανθέντι πάλαι Χριστός, ὡς ἅλας ἐξαπέστειλε σοφοί, συνετίζοντας αὐτόν, πρὸς τὴν ἐπίγνωσιν αὐτοῦ, ἀνευφημοῦμεν πιστῶς.

 

Ὅτι πληθὺς πταισμάτων, περιέχει με χαλεπῶν, ἐν δάκρυσι προσπίπτω σοι Χριστέ, συγχωρήσεως αἰτῶν, τὰς ἀφορμάς μοι παρασχεῖν, ἐν τῷ τῆς νηστείας καιρῷ.

 

Ὅτι σειραῖς ἀλύτοις, πεπεδημένος μου τῶν παθῶν, στενάζω καὶ κραυγάζω σοι Σωτήρ· Ἐλευθέρωσον κᾀμέ, ὅπως ὑμνῶ περιχαρῶς τὴν εὐσπλαγχνίαν σου.

Θεοτοκίον

Ὅτι ἀνέδειξέ σε ὁ Θεός, Παρθένε ἁγνή, βοήθειαν τοῦ γένους τῶν βροτῶν, μὴ ἐλλίπῃς ἐκτενῶς, καθικετεύουσα αὐτόν, ὑπὲρ ἡμῶν τῶν πιστῶν.

Ἄλλος

Ἡ τὸν ἀχώρητον Θεὸν ΤΟ ΑΚΟΥΤΕ

Τῶν Ἀποστόλων τὸν χορόν, ἡ νηστεία ἔδειξεν, οἰκουμένῃ πάσῃ ἐκλάμποντα, αἴγλῃ θείᾳ, καὶ φωτίζοντα κόσμον.

 

Τῶν Μαθητῶν σου ὁ χορός, Ἰησοῦ φιλάνθρωπε, τῶν ἐθνῶν τὰ γένη ἐδίδαξεν, ἐγκρατείας, θησαυρίζειν τὸν πλοῦτον.

 

Ἡ δωδεκάχορδος φθογγή, Μαθητῶν σου σύστημα, ἐγκρατείας πλοῦτον χαρίζεται, τοῖς ἀνθρώποις, καὶ πηγὴν σωτηρίας.

 

Τὴν τοῦ Ἀσώτου σοι φωνήν, ἀνακράζω Κύριε· Πάτερ ἥμαρτον, σῶσον οἴκτειρον, μή με δόξης, τῆς σῆς ἀποχωρίσῃς.

Θεοτοκίον

Ἡ ἐν γαστρί σου τὸν Θεόν, ὡς βροτὸν βαστάσασα, καὶ ζωὴν τῷ κόσμῳ πηγάσασα, σὲ ὑμνοῦμεν, Παναγία Παρθένε.

Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ

«Ἡ τὸν ἀχώρητον Θεόν, ἐν γαστρὶ χωρήσασα, καὶ χαρὰν τῷ κόσμῳ κυήσασα, σὲ ὑμνοῦμεν, Παναγία Παρθένε».

 

Ἀπόστιχα τῶν Αἴνων 

Ἰδιόμελον Ἦχος γ'

Ἔλαμψε τῆς ἐγκρατείας ἡ εὐπρέπεια, τῶν δαιμόνων τὴν ἀχλὺν φυγαδεύουσα, ἐπεδήμησε τῆς νηστείας ἡ σεμνότης, τῶν ψυχικῶν παθῶν, τὴν ἰατρείαν φέρουσα, ταύτῃ ποτὲ Δανιήλ, καὶ οἱ ἐν Βαβυλῶνι Παῖδες φραξάμενοι, ὁ μέν, στόμα λεόντων ἐχαλίνωσεν, οἱ δέ, τὴν φλόγα τῆς καμίνου ἔσβεσαν, μεθ' ὧν καὶ ἡμᾶς δι' αὐτῆς σῶσον, Χριστὲ ὁ Θεός, ὡς φιλάνθρωπος. (Δίς)

Μαρτυρικὸν

Ὡς φωστῆρες ἐν κόσμῳ λάμπετε, καὶ μετὰ θάνατον ἅγιοι Μάρτυρες, τὸν ἀγῶνα τὸν καλὸν ἀγωνισάμενοι, ἔχοντες παρρησίαν, Χριστὸν ἱκετεύσατε, ἐλεηθῆναι τὰς ψυχάς ἡμῶν.

Δόξα... Καὶ τῇ ... Θεοτοκίον

Ἐν γυναιξὶν ἁγία Θεοτόκε, Μήτηρ ἀνύμφευτε, πρέσβευε ὃν ἔτεκες, Βασιλέα καὶ Θεόν, ἵνα σώσῃ ἡμᾶς ὡς φιλάνθρωπος.