Τῌ ΑΥΤῌ ΚΥΡΙΑΚῌ ΕΣΠΕΡΑΣ

 

ΕΙΣ ΤΟ ΛΥΧΝΙΚΟΝ

 

Μετὰ τὸν Προοιμιακὸν Ψαλμόν, ἄνευ ἄλλης Στιχολογίας, ψάλλομεν τό, Κύριε ἐκέκραξα. Και ἱστῶμεν Στίχους ι' καὶ ψάλλομεν Στιχηρὰ κατανυκτικά, τὰ κατὰ τὸν τυχόντα Ἦχον, δ' καί του Τριῳδίου, τὰ παρόντα προσόμοια, γ'. 

Ποίημα τοῦ κυρίου Ἰωσὴφ 

Ἦχος β' Ἀγγελος μὲν τὸ Χαῖρε ΤΟ ΑΚΟΥΤΕ

Ἐγκρατείᾳ τὴν σάρκα, ταπεινῶσαι πάντες σπουδάσωμεν, τὸ θεῖον ὑπερχόμενοι στάδιον, τῆς ἀμώμου Νηστείας, καὶ εὐχαῖς καὶ δάκρυσι, Κύριον τὸν σῴζοντα ἡμᾶς ἐκζητήσωμεν, καὶ λήθην τῆς κακίας παντελῆ ποιήσωμεν βοῶντες. Ἡμάρτομέν σοι, σῶσον, ὡς πάλαι Νινευΐτας, Χριστὲ Βασιλεῦ, καὶ κοινωνοὺς ἡμᾶς, οὐρανίου Βασιλείας ποίησον εὔσπλαγχνε.

 

Ἐμαυτὸν ἀπελπίζω, ἐννοῶν τὰ ἔργα μου Κύριε, τὰ πάσης τιμωρίας ἐπάξια· ἰδοὺ γὰρ παραβλέψας, τὰ σεπτά σου Σῶτερ ἐντάλματα, ἀσώτως μου τὸν βίον ἠνάλωσα· διὸ καθικετεύω, μετανοίας ὄμβροις με καθάρας, νηστείᾳ καὶ δεήσει, ὡς μόνος Ἐλεήμων ἐκλάμπρυνον, καὶ μὴ βδελύξῃ με Εὐεργέτα τῶν ἁπάντων, καὶ Ὑπεράγαθε.  

Ἕτερον Τοῦ κυρίου Θεοδώρου 

Ἦχος β' Τῶν ὑπὲρ νοῦν δωρεῶν ΤΟ ΑΚΟΥΤΕ

Τὸν τῆς Νηστείας καιρόν, φαιδρῶς ἀπαρξώμεθα, πρὸς ἀγῶνας πνευματικοὺς ἑαυτοὺς ὑποβάλλοντες, ἁγνίσωμεν τὴν ψυχήν, τὴν σάρκα καθάρωμεν, νηστεύσωμεν ὥσπερ ἐν τοῖς βρώμασιν ἐκ παντὸς πάθους, τὰς ἀρετὰς τρυφῶντες τοῦ Πνεύματος, ἐν αἷς διατελοῦντες πόθῳ, ἀξιωθείημεν πάντες, κατιδεῖν τὸ πάνσεπτον Πάθος Χριστοῦ τοῦ Θεοῦ, καὶ τὸ ἅγιον Πάσχα, πνευματικῶς ἐναγαλλιώμενοι.

 

Καὶ τοῦ Μηναίου, προσόμοια γ' 

Δόξα... Καὶ νῦν... Θεοτοκίον

Εἴσοδος μετὰ τοῦ θυμιατοῦ, ἥτις γίνεται ἐν πάσαις ταῖς Κυριακαῖς τῆς ἁγίας Τεσσαρακοστῆς εἰς τὸ Λυχνικόν, διὰ τὰ μεγάλα Προκείμενα. Μετὰ τό, Φῶς ἱλαρόν.

 

Προκείμενον Ἦχος πλ. δ'

Μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπὸ τοῦ παιδός σου, ὅτι θλίβομαι, ταχὺ ἐπάκουσόν μου, πρόσχες τῇ ψυχῇ μου, καὶ λύτρωσαι αὐτήν.

Στίχ. Ἡ σωτηρία σου ὁ Θεὸς ἀντιλάβοιτό μου.

Στίχ. Ἰδέτωσαν πτωχοί, καὶ εὐφρανθήτωσαν.

Καὶ πάλιν γεγονωτέρᾳ φωνῇ

Μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπὸ τοῦ παιδός σου, ὅτι θλίβομαι, ταχὺ ἐπάκουσόν μου, πρόσχες τῇ ψυχῇ μου, καὶ λύτρωσαι αὐτήν.

 

Ἡ ἐκτενής, τό, Καταξίωσον Κύριε, Μετάνοιαι γ', καὶ αἱ Αἰτήσεις παρὰ τοῦ Ἱερέως.

 

Εἰς δὲ τὰ Ἀπόστιχα, τὸ παρὸν Ἰδιόμελον.

Ἦχος δ'

Ἔλαμψεν ἡ χάρις σου Κύριε, ἔλαμψεν ὁ φωτισμὸς τῶν ψυχῶν ἡμῶν· ἰδοὺ καιρὸς εὐπρόσδεκτος· ἰδοὺ καιρὸς μετανοίας, ἀποθώμεθα τὰ ἔργα τοῦ σκότους, καὶ ἐνδυσώμεθα τὰ ὅπλα τοῦ φωτός, ὅπως διαπλεύσαντες τὸ τῆς Νηστείας μέγα πέλαγος, εἰς τὴν τριήμερον Ἀνάστασιν καταντήσωμεν, τοῦ Κυρίου καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ, τοῦ σώζοντος τὰς ψυχὰς ἡμῶν.

 

Στίχ. Πρὸς σὲ ἦρα τοὺς ὀφθαλμούς μου, τὸν κατοικοῦντα ἐν τῷ οὐρανῷ. Ἰδού, ὡς ὀφθαλμοὶ δούλων εἰς χεῖρας τῶν κυρίων αὐτῶν, ὡς ὀφθαλμοὶ παιδίσκης εἰς χεῖρας τῆς κυρίας αὐτῆς, οὕτως οἱ ὀφθαλμοὶ ἡμῶν πρὸς Κύριον τὸν Θεὸν ἡμῶν, ἕως οὗ οἰκτειρῆσαι ἡμᾶς.

 

Καὶ πάλιν τὸ αὐτὸ Ἰδιόμελον 

Στίχ. Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, ὅτι ἐπὶ πολὺ ἐπλήσθημεν ἐξουδενώσεως, ἐπὶ πλεῖον ἐπλήσθη ἡ ψυχὴ ἡμῶν, τὸ ὄνειδος τοῖς εὐθηνοῦσι, καὶ ἡ ἐξουδένωσις τοῖς ὑπερηφάνοις.

Μαρτυρικὸν

Ὁ ἐνδοξαζόμενος, ἐν ταῖς μνείαις τῶν Ἁγίων σου Χριστὲ ὁ Θεός, ὑπ' αὐτῶν δυσωπούμενος, κατάπεμψον ἡμῖν τὸ μέγα ἔλεος.

Δόξα... Καὶ νῦν... Θεοτοκίον

Ἦχος ὁ αὐτὸς

Ὡς γενναῖον ἐν Μάρτυσιν ΤΟ ΑΚΟΥΤΕ

Τῶν Ἀγγέλων αἱ τάξεις σε, Θεομῆτορ δοξάζουσι· τὸν Θεὸν γὰρ Πάναγνε ἀπεκύησας, τὸν σὺν Πατρὶ καὶ τῷ Πνεύματι, ἀεὶ συνυπάρχοντα, καὶ Ἀγγέλων στρατιάς, ἐκ μὴ ὄντος βουλήματι, ὑποστήσαντα, ὃν ἱκέτευε σῶσαι καὶ φωτίσαι, τὰς ψυχὰς τῶν ὀρθοδόξως, σὲ ἀνυμνούντων Πανάχραντε.

 

Νῦν ἀπολύεις. Καὶ μετὰ τὸ Τρισάγιον, ψάλλομεν τὰ Τροπάρια ταῦτα, ποιοῦντες καὶ ἀνὰ μίαν μετάνοιαν εἰς ἕκαστον αὐτῶν, πλὴν τοῦ τελευταίου, ὅπερ λέγεται ἄνευ μέλους.

 

Ἦχος πλ. α' ΤΟ ΑΚΟΥΤΕ

Θεοτόκε Παρθένε, Χαῖρε κεχαριτωμένη Μαρία, ὁ Κύριος μετὰ σοῦ, εὐλογημένη, σὺ ἐν γυναιξί, καὶ εὐλογημένος ὁ καρπὸς τῆς κοιλίας σου, ὅτι Σωτῆρα ἔτεκες τῶν ψυχῶν ἡμῶν.

 

Βαπτιστὰ τοῦ Χριστοῦ, πάντων ἡμῶν μνήσθητι, ἵνα ῥυσθῶμεν τῶν ἀνομιῶν ἡμῶν· σοὶ γὰρ ἐδόθη χάρις πρεσβεύειν ὑπὲρ ἡμῶν.

Δόξα...

Ἱκετεύσατε ὑπὲρ ἡμῶν, ἅγιοι Ἀπόστολοι, καὶ Ἅγιοι πάντες, ἵνα ῥυσθῶμεν κινδύνων καὶ θλίψεων· ὑμᾶς γὰρ θερμοὺς προστάτας, πρὸς τὸν Σωτῆρα κεκτήμεθα.

Καὶ νῦν... Θεοτοκίον

Ὑπὸ τὴν σὴν εὐσπλαγχνίαν, καταφεύγομεν, Θεοτόκε, τὰς ἡμῶν ἱκεσίας, μὴ παρίδῃς ἐν περιστάσει, ἀλλ' ἐκ κινδύνων λύτρωσαι ἡμᾶς, μόνη Ἁγνή, μόνη εὐλογημένη.

 

Τό, Κύριε ἐλέησον, μ' πραείᾳ φωνῇ

 

Ὁ Ἱερεύς. Ὁ ὢν εὐλογητὸς Χριστὸς Ὁ Θεὸς ἡμῶν...

 

Καὶ ἡμεῖς στερεοῦμεν τοὺς Βασιλεῖς, λέγοντες·

Ἐπουράνιε Βασιλεῦ, τοὺς πιστοὺς Βασιλεῖς ἡμῶν στερέωσον, τὴν Πίστιν στήριξον, τὰ ἔθνη πράϋνον, τὸν κόσμον εἰρήνευσον, τὴν ἁγίαν Μονὴν ταύτην καλῶς διαφύλαξον, τοὺς προαπελθόντας πατέρας καὶ ἀδελφοὺς ἡμῶν ἐν σκηναῖς Δικαίων τάξον, καὶ ἡμᾶς ἐν μετανοίᾳ καὶ ἐξομολογήσει παράλαβε, ὡς ἀγαθὸς καὶ φιλάνθρωπος.

 

Καὶ ποιοῦμεν τὰς τρεῖς μεγάλας μετανοίας, λέγοντες μυστικῶς ἐν ἑκάστῃ μετανοίᾳ ἀνὰ ἕνα Στίχον τῆς ἑπομένης Εὐχῆς τοῦ ἁγίου Ἐφραίμ.

 

Κύριε καὶ Δέσποτα τῆς ζωῆς μου, πνεῦμα ἀργίας, περιεργίας, φιλαρχίας, καὶ ἀργολογίας, μή μοι δῷς. Πνεῦμα δὲ σωφροσύνης, ταπεινοφροσύνης, ὑπομονῆς, καὶ ἀγάπης χάρισαί μοι τῷ σῷ δούλῳ. Ναὶ, Κύριε Βασιλεῦ, δώρησαί μοι τοῦ ὁρᾷν τὰ ἐμὰ πταίσματα, καὶ μὴ κατακρίνειν τὸν ἀδελφόν μου, ὅτι εὐλογητὸς εἶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

 

Εἶτα ἀσπαζόμεθα τὰς ἁγίας Εἰκόνας ἐν τοῖς στασιδίοις ἡμῶν, ὡς συνήθως, καὶ λέγει ὁ Προεστώς, τό, Δόξα σοι ὁ Θεός, ἡ ἐλπὶς ἡμῶν, δόξα σοι... Ἡ Εὐχὴ ὑπὸ τοῦ Ἱερέως, καὶ Ἀπόλυσις.

 

Τῌ ΔΕΥΤΕΡᾼ ΤΗΣ Α' ΕΒΔΟΜΑΔΟΣ

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

 

Μετὰ τὴν β' Στιχολογίαν 

Κάθισμα Ἦχος β'

Εὐσπλαγχνίας ὑπάρχουσα ΤΟ ΑΚΟΥΤΕ

Τῆς Νηστείας τῇ θείᾳ ἀπαρχῇ, κατάνυξιν κτησώμεθα ψυχῆς, ἐκβοῶντες· Δέσποτα Χριστέ, τὴν προσευχὴν ἡμῶν δέξαι, ἐκλεκτὸν ὥσπερ θυμίαμα, καὶ ῥῦσαι δεόμεθα δυσώδους φθορᾶς ἡμᾶς, καὶ κολάσεως φρικτῆς, ὁ μόνος ὑπάρχων εὐδιάλλακτος.

 

Δόξα... τὸ αὐτὸ

 

Καὶ νῦν... Σταυροθεοτοκίον

Εὐσπλαγχνίας ὑπάρχουσα πηγή, συμπαθείας ἀξίωσον ἡμᾶς, Θεοτόκε, βλέψον εἰς λαὸν τὸν ἁμαρτήσαντα, δεῖξον ὡς ἀεὶ τὴν δυναστείαν σου· εἰς σὲ γὰρ ἐλπίζοντες, τὸ Χαῖρε βοῶμέν σοι, ὡς ποτὲ ὁ Γαβριήλ, ὁ τῶν Ἀσωμάτων Ἀρχιστράτηγος.

 

    Μετὰ τὴν γ' Στιχολογίαν 

Κάθισμα Ἦχος β'

Τὴν ἄχραντον Εἰκόνα σου ΤΟ ΑΚΟΥΤΕ

Τὴν πάνσεπτον ἐγκράτειαν, ἐναρξώμεθα φαιδρῶς, ἀκτῖνας ἀπολάμποντες, τῶν ἁγίων ἐντολῶν, Χριστοῦ τοῦ Θεοῦ ἡμῶν, ἀγάπης τὴν λαμπρότητα, προσευχῆς τὴν ἀστραπήν, ἁγνείας καθαρότητα, εὐανδρείας τὴν ἰσχύν, ὅπως λαμπροφόροι προφθάσωμεν, εἰς τὴν ἁγίαν καὶ τριήμερον Ἀνάστασιν, τὴν καταλάμπουσαν ἀφθαρσίαν τῷ κόσμῳ.

 

Δόξα... τὸ αὐτὸ

 

Καὶ νῦν... Θεοτοκίον

Τὴν ἄμαχον πρεσβείαν σου, κεκτημένος ἐν δεινοῖς, λυτροῦμαι τῶν θλιβόντων με, παρ' ἐλπίδα θαυμαστῶς, ὦ Μῆτερ Θεοῦ ἡμῶν· προφθάνεις γὰρ σὺ πάντοτε, τοῖς αἰτοῦσί σε πιστῶς, τὸν ζόφον ἐκδιώκουσα, τῶν πολλῶν ἁμαρτιῶν. Ὅθεν εὐχαρίστως βοῶμέν σοι· Δέξαι Δέσποινα, βραχέα χαριστήρια, ἀνθ' ὧν ὑπάρχεις μοι ἐν πᾶσι βοήθεια.

 

ᾨδὴ α' Ἦχος β'

Δεῦτε λαοὶ ΤΟ ΑΚΟΥΤΕ

Πῶς τὴν ἐμήν, νῦν ἀποκλαύσομαι ἔκπτωσιν, ποίαν ἀρχὴν ποιήσομαι, τῆς σωτηρίας μου, ὁ ἀσώτως βιώσας; Οἰκτίρμον οἷς περ οἶδας, κρίμασι, σῶσόν με.

 

Ἴδε καιρός, ἴδε ἡμέρα σωτήριος, ἡ τῆς Νηστείας εἴσοδος, ψυχὴ γρηγόρησον, καὶ παθῶν τὰς εἰσόδους, ἀπόκλεισον Κυρίῳ, ἐνατενίζουσα.

 

Ἁμαρτιῶν, ἡ τρικυμία χειμάζουσα, ἐπὶ βυθὸν καθέλκει με τῆς ἀπογνώσεως, ἀλλὰ σοῦ τῷ πελάγει, προστρέχω τοῦ ἐλέους. Σῶσόν με Κύριε.

 

Μόνος ἐγώ, τῇ ἁμαρτίᾳ δεδούλωμαι, μόνος ἐγὼ τοῖς πάθεσι, θύραν ἠνέῳξα, εὐδιάλλακτε Λόγε, ἐπίστρεψόν με, σῶσον, τῇ εὐσπλαγχνίᾳ σου.

Θεοτοκίον

Ἡ τὴν πηγήν, τῆς ἀπαθείας κυήσασα, τραυματισθέντα πάθεσι, Κόρη θεράπευσον, καὶ πυρὸς αἰωνίου, ἐξάρπασόν με μόνη, θεοχαρίτωτε.

Ἕτερος

Εἱρμὸς ὁ αὐτὸς

Δεῦτε λαοί, σήμερον ὑποδεξώμεθα, τῶν Νηστειῶν τὸ χάρισμα, ὡς θεοδώρητον, καιρὸν τῆς μετανοίας, ἐν ταύτῃ τὸν Σωτῆρα, ἱλεωσόμεθα.

 

Ἔφθασε νῦν, εἰσῆκται ὁ τῶν ἀγώνων καιρός, τὸ τῆς Νηστείας στάδιον, προθύμως ἅπαντες, ἀπαρξώμεθα ταύτης, τὰς ἀρετὰς Κυρίῳ, ὡς δῶρα φέροντες.

Δόξα...

Μονὰς ἁπλή, τρίφωτε ἀρχικωτάτη Ἑνάς, πανσθενεστάτη πάνζωε, Θεὲ καὶ Κύριε, Πατὴρ ὁ παντοκράτωρ, ὁ Υἱὸς καὶ τὸ Πνεῦμα, σῷζε τοὺς σέβοντάς σε.

Καὶ νῦν... Θεοτοκίον

Τὸ τοῦ Θεοῦ, ἅγιον ὄρος ὑμνήσωμεν, Μαρίαν τὴν ἀμίαντον, ἐξ ἧς ἀνέτειλεν, ὁ τῆς δικαιοσύνης, Ἥλιος τοῖς ἐν σκότει, Χριστὸς ἡ πάντων ζωή.

Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι

Ἅρμα πυρός, ἔλαβεν Ἠλίαν τὸν θαυμαστὸν νηστείᾳ ὁπλισάμενον. Μωσῆν ἀνέδειξε θεατὴν τῶν ἀρρήτων, καὶ ἡμεῖς ταύτην ἑλόντες, ὀψόμεθα τὸν Χριστόν.

Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι

Βρῶσιν Ἀδάμ, ἔφαγε, καὶ Παραδείσου αὐτόν, ἡ ἀκρασία ἔξωσεν, ἡμᾶς δὲ Κύριε, ἡ Νηστεία λαβοῦσα, ἀξίους μετανοίας, δείξει φιλάνθρωπε.

Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ

Δεῦτε λαοί, ᾄσωμεν ἇσμα Χριστῷ τῷ Θεῷ, τῷ διελόντι θάλασσαν, καὶ ὁδηγήσαντι, τὸν λαὸν ὃν ἀνῆκε, δουλείας Αἰγυπτίων, ὅτι δεδόξασται.

 

ᾨδὴ η'

Τὸν ἐν καμίνῳ τοῦ πυρὸς ΤΟ ΑΚΟΥΤΕ

Πυρποληθέντα ἡδοναῖς, καὶ ψυχῆς τὸ ὀπτικὸν ἀμαυρωθέντα, τῷ πυρὶ τοῦ σοῦ φόβου, ἀνακαινίσας Χριστέ, φωτί με σωτηρίας αὔγασον, ἵνα σε δοξάζω, εἰς πάντας τούς αἰῶνας.

 

Κόρον μισήσασα παθῶν, ἑστιάθητι καλῶν τῇ καρυκείᾳ, καὶ ἡδύνθητι μᾶλλον, τῇ ἐκ νηστείας τρυφῇ, πικρίας ἡδονῶν ἐκκλίνουσα, ταπεινὴ ψυχή μου, καὶ ζῆθι εἰς αἰῶνας.

 

Πεπωρωμένος τὴν ψυχήν, καὶ τῇ μέθῃ τῶν παθῶν ἐσκοτισμένος, οὐδαμῶς ἀτενίζω, πρὸς σὲ τὸν μόνον Θεόν· διό με οἴκτειρον καὶ φώτισον, καὶ τῆς μετανοίας ὑπάνοιξόν μοι πύλας.

Θεοτοκίον

Ἡ οὐρανώσασα ἡμῶν, τὴν γεώδη καὶ φθαρτὴν Ἁγνὴ οὐσίαν, τῇ θερμῇ σου πρεσβείᾳ, κατευθυνθῆναι ἡμῶν, ἐντεύξεις καὶ δεήσεις ποίησον, πρὸς τὸν σὸν καὶ πάντων, Θεὸν καὶ Βασιλέα.

Εἱρμὸς ἄλλος

Τὸν πάλαι δροσίσαντα ΤΟ ΑΚΟΥΤΕ

Φαιδρῶς εἰσδεξώμεθα, τῆς Νηστείας τὴν εἴσοδον πιστοί, καὶ μὴ σκυθρωπάσωμεν, ἀλλὰ νίψωμεν τὰ πρόσωπα ἡμῶν, ἀπαθείας τῷ ὕδατι, εὐλογοῦντες, καὶ ὑπερυψοῦντες, Χριστὸν εἰς τοὺς αἰῶνας.

 

Ἐλαίῳ ἀλείψαντες, συμπαθείας ψυχῆς τὴν κεφαλήν, μὴ βαττολογήσωμεν, τῷ Πατρὶ ἡμῶν τῷ ἐν τοῖς οὐρανοῖς, προσευχὰς ἀναπέμποντες, εὐλογοῦντες, καὶ ὑπερυψοῦντες, αὐτὸν εἰς τοὺς αἰῶνας.

Εὐλογοῦμεν Πατέρα, Υἱόν, καὶ ἅγιον Πνεῦμα

Ἀΐδιον ἄναρχον, τὸν Πατέρα ὑμνήσωμεν πιστοί, Υἱὸν δὲ συνάναρχον, καὶ Πνεῦμα συνεκλάμψαν ἐκ Πατρός, Ὁμοούσια Πρόσωπα, μιᾶς ὄντα, τῆς παντοδυνάμου, ἀρχῆς καὶ ἐξουσίας.

Καὶ νῦν... Θεοτοκίον

Μαρία θεόκλητε, ἱλαστήριον ὄντως τῶν πιστῶν· ἐκ σοῦ γὰρ ἡ ἄφεσις, παροχεύεται τοῖς πᾶσι δαψιλῶς, τὸν Υἱόν σου καὶ Κύριον, μὴ ἐλλίπῃς, εὐμενιζομένη, ὑπέρ τῶν σὲ ὑμνούντων.

Δόξα σοι ὁ Θεὸς ἡμῶν, δόξα σοι

Νηστεύσας ὁ Κύριος, τεσσαράκοντα μέτρον ἡμερῶν, τὰς νῦν ἀφιέρωσε, καὶ ἡγίασεν ἡμέρας ἀδελφοί, ἐν αἷς φθάσαντες κράζομεν· Εὐλογεῖτε, καὶ ὑπερυψοῦτε, Χριστόν εἰς τοὺς αἰῶνας.

Αἰνοῦμεν, εὐλογοῦμεν, καὶ προσκυνοῦμεν...

Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ

«Τὸν πάλαι δροσίσαντα, τῶν Ἑβραίων τοὺς Παῖδας ἐν φλογί, καὶ φλέξαντα Κύριον, τοὺς Χαλδαίους παραδόξως ἐν αὐτῇ, ἀνυμνήσωμεν λέγοντες· Εὐλογεῖτε, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας».

 

ᾨδὴ θ'

Τὸν ἐκ Θεοῦ Θεὸν Λόγον ΤΟ ΑΚΟΥΤΕ

Ἡ τῆς Νηστείας ἡμέρα, ἀποχὴ ἁμαρτίας, γενέσθω σοι ψυχή, καὶ πρὸς Θεὸν νεῦσις ὁμοῦ καὶ οἰκείωσις, ὅπως φύγῃς κακίας τὰ βάραθρα, καὶ μόνας τὰς ὁδούς, τάς φερούσας ποθήσῃς, πρὸς τὴν ἐκεῖ κατάπαυσιν.

 

Καὶ λογισμοῖς ὀλισθήσας, καὶ σαρκὶ πλημμελήσας, ὀδύρομαι καὶ στένω καὶ βοῶ· Σῶσόν με Κύριε, σῶσόν με, ἀνεξίκακε μόνε, καὶ μὴ καταδικάσῃς με εἰς πῦρ, τῆς γεέννης ἐκείνης, τὸν καταδίκης ἄξιον.

 

Τὸν φωτεινὸν τῆς Νηστείας, ἐνδυθέντες χιτῶνα, κραιπάλης σκοτεινὸν καὶ δυσαχθές, ἀποδυσώμεθα ἔνδυμα, καὶ φαιδροὶ γεγονότες, ταῖς θείαις ἀρεταῖς τὰ φωταυγῆ, τοῦ Σωτῆρος ἐν πίστει, ὀψόμεθα παθήματα.

Θεοτοκίον

Ἐξασθενήσασαν πάσαις, προσβολαῖς τῶν κακίστων, δαιμόνων τὴν ἀθλίαν μου ψυχήν, ἴασαι ἄχραντε Δέσποινα, ἰατρὸν τετοκυῖα, Χριστὸν τὴν ἀπολύτρωσιν ἡμῶν, τῶν εἰδότων σε Κόρην, Παρθένον ἀδιάφθορον.

Εἱρμὸς ἄλλος

Τὴν ὑπερφυῶς σαρκὶ ΤΟ ΑΚΟΥΤΕ

Νῦν ἐπέστη ὁ καιρός, τῶν ἁγίων Νηστειῶν, ἐναρξώμεθα ταύτης, ἐν καλαῖς ἀναστροφαῖς· εἰς κρίσεις γὰρ καὶ μάχας, μὴ νηστεύετε φησίν.

 

Ἐν τῷ ὄρει τῷ Χωρήβ, τῇ νηστείᾳ καθαρθείς, εἶδε Θεὸν Ἠλίας, καθαρθῶμεν καὶ ἡμεῖς, νηστείᾳ τὴν καρδίαν, καὶ ὀψόμεθα Χριστόν.

Δόξα...

Μίαν φύσιν προσκυνῶ, τρία Πρόσωπα ὑμνῶ, ἕνα Θεὸν τῶν ὅλων, τὸν Πατέρα καὶ Υἱὸν καὶ τὸ ἅγιον Πνεῦμα, τὴν ἀΐδιον ἀρχήν.

Καὶ νῦν... Θεοτοκίον

Ἡ Ἁγνὴ παιδοποιεῖς, ἡ Παρθένος γαλουχεῖς, πῶς ἐν ταὐτῷ τὰ δύο, παρθενεύεις τίκτουσα; Θεός ἐστιν ὁ δράσας, μὴ ἐκζήτει μοι τὸ πῶς.

Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι

Ἡμέρα μία μὲν φησί, βίος ὅλος γηγενῶν, τοῖς κάμνουσιν ἐκ πόθου, τεσσαράκοντα εἰσίν, ἡμέραι τῆς Νηστείας, ἃς τελέσωμεν φαιδρῶς.

Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ

«Τὴν ὑπερφυῶς σαρκί, συλλαβοῦσαν ἐν γαστρί, τὸν ἐκ Πατρὸς ἀχρόνως, προεκλάμψαντα Λόγον, ἐν ὕμνοις ἀσιγήτοις, μεγαλύνομεν πιστοί».

 

Ἀπόστιχα

Ἦχος πλ. α'

Ἐλήλυθεν ἡ Νηστεία, ἡ μήτηρ τῆς σωφροσύνης, ἡ κατήγορος τῆς ἁμαρτίας, καὶ συνήγορος τῆς μετανοίας, ἡ πολιτεία τῶν Ἀγγέλων, καὶ σωτηρία τῶν ἀνθρώπων, οἱ πιστοὶ ἀνακράξωμεν· ὁ Θεὸς ἐλέησον ἡμᾶς. (Δίς)

Μαρτυρικὸν

Εὐλογημένος ὁ στρατός, τοῦ Βασιλέως τῶν οὐρανῶν· εἰ γὰρ καὶ γηγενεῖς ὑπῆρχον οἱ Ἀθλοφόροι, ἀλλὰ ἀγγελικὴν ἀξίαν ἔσπευδον φθάσαι, τῶν σωμάτων καταφρονήσαντες, καὶ διὰ τῶν παθημάτων, τῆς τῶν Ἀσωμάτων ἀξιωθέντες τιμῆς. Εὐχαῖς αὐτῶν Κύριε, σῶσον τὰς ψυχὰς ἡμῶν.

Δόξα... Καὶ νῦν... Θεοτοκίον

Σὲ τὴν τοῦ Θεοῦ Μητέρα καὶ Παρθένον ἁγνήν, καὶ τῶν Χερουβὶμ ἁγιωτέραν, ἐν φωναῖς ᾀσμάτων μεγαλύνομεν, ὅτι ψυχῇ καὶ σώματι, Θεοτόκον ὁμολογοῦμεν, ὡς κυρίως γεννήσασαν, Θεὸν σεσαρκωμένον· πρέσβευε Πάναγνε, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

 

Τροπάριον τῆς Προφητείας

Ἦχος πλ. α'

Κύριε, Κύριε, ὃν πάντα φρίσσει καὶ τρέμει, ἀπὸ προσώπου τῆς δυνάμεώς σου, σοὶ προσπίπτομεν Ἀθάνατε, σοῦ δεόμεθα Ἅγιε. Σῶσον τὰς ψυχὰς ἡμῶν, πρεσβείαις τῶν Ἁγίων σου.

 

Δόξα... Καὶ νῦν... Πάλιν τὸ αὐτὸ

 

Προκείμενον Ἦχος δ' Ψαλμὸς α'

Γινώσκει Κύριος ὁδὸν δικαίων, καὶ ὁδὸς ἀσεβῶν ἀπολεῖται.

Στίχ. Μακάριος ἀνήρ, ὃς οὐκ ἐπορεύθη ἐν βουλῇ ἀσεβῶν.

 

Προφητείας Ἡσαΐου τὸ Ἀνάγνωσμα

(Κεφ. Α', 1-20)

Ὅρασις, ἣν εἶδεν Ἡσαΐας, υἱὸς Ἀμώς, ἣν εἶδε κατὰ τῆς Ἰουδαίας, καὶ κατὰ Ἱερουσαλήμ, ἐν βασιλείᾳ Ὀζίου, καὶ Ἰωάθαμ, καὶ Ἄχαζ, καὶ Ἐζεκίου, οἳ ἐβασίλευσαν τῆς Ἰουδαίας. Ἄκουε οὐρανέ, καὶ ἐνωτίζου γῆ, ὅτι Κύριος ἐλάλησεν. Υἱοὺς ἐγέννησα καὶ ὕψωσα, αὐτοὶ δέ με ἠθέτησαν. Ἔγνω βοῦς τὸν κτησάμενον, καὶ ὄνος τήν φάτνην τοῦ κυρίου αὐτοῦ. Ἰσραὴλ δέ με οὐκ ἔγνω, καὶ ὁ λαός μου οὐ συνῆκεν. Οὐαί, ἔθνος ἁμαρτωλόν, λαὸς πλήρης ἁμαρτιῶν, σπέρμα πονηρόν, υἱοὶ ἄνομοι! ἐγκατελίπατε τὸν Κύριον, καὶ παρωργίσατε τὸν Ἅγιον τοῦ Ἰσραήλ. τί ἔτι πληγεῖτε, προστιθέντες ἀνομίαν, πᾶσα κεφαλὴ εἰς πόνον, καὶ πᾶσα καρδία εἰς λύπην, ἀπὸ ποδῶν ἕως κεφαλῆς, οὐκ ἔστιν ἐν αὐτῷ ὁλοκληρίᾳ, οὔτε τραῦμα, οὔτε μώλωψ, οὔτε πληγὴ φλεγμαίνουσα, οὐκ ἔστι μάλαγμα ἐπιθεῖναι, οὔτε ἔλαιον, οὔτε καταδέσμους. Ἡ γῆ ὑμῶν ἔρημος, αἱ πόλεις ὑμῶν πυρίκαυστοι, τὴν χώραν ὑμῶν, ἐνώπιον ὑμῶν ἀλλότριοι κατεσθίουσιν αὐτήν, καὶ ἠρήμωται, κατεστραμμένη ὑπὸ λαῶν ἀλλοτρίων. Ἐγκαταλειφθήσεται ἡ θυγάτηρ Σιών, ὡς σκηνὴ ἐν ἀμπελῶνι, καὶ ὡς ὀπωροφυλάκιον ἐν σικυηράτῳ, ὡς πόλις πολιορκουμένη. Καὶ εἰ μὴ Κύριος Σαβαὼθ ἐγκατέλιπεν ἡμῖν σπέρμα, ὡς Σόδομα ἂν ἐγεννήθημεν, καὶ ὡς Γόμορρα ἂν ὡμοιώθημεν. Ἀκούσατε λόγον Κυρίου, ἄρχοντες Σοδόμων, προσέχετε νόμον Θεοῦ, λαὸς Γομόρρας. Τί μοι πλῆθος τῶν θυσιῶν ὑμῶν, λέγει Κύριος, πλήρης εἰμὶ ὁλοκαυτωμάτων κριῶν, καὶ στέαρ ἀρνῶν, καὶ αἷμα ταύρων, καὶ τράγων οὐ βούλομαι, ουδ' ἂν ἔρχησθε ὀφθῆναί μοι· τίς γὰρ ἐξεζήτησε ταῦτα ἐκ τῶν χειρῶν ὑμῶν, πατεῖν τὴν αὐλήν μου, οὐ προσθήσεσθε, ἐὰν φέρητέ μοι σεμίδαλιν, μάταιον, θυμίαμα, βδέλυγμά μοι ἐστί. Τὰς νουμηνίας ὑμῶν, καὶ τὰ σάββατα, καὶ ἡμέραν μεγάλην, οὐκ ἀνέχομαι, νηστείαν καὶ ἀργίαν, καὶ τὰς ἑορτὰς ὑμῶν μισεῖ ἡ ψυχή μου, ἐγεννήθητέ μοι εἰς πλησμονήν, οὐκέτι ἀνοίσω τὰς ἁμαρτίας ὑμῶν. Ὅταν ἐκτείνητε τὰς χεῖρας ὑμῶν πρός με, ἀποστρέψω τοὺς ὀφθαλμούς μου ἀφ' ὑμῶν, καὶ ἐὰν πληθύνητε τὴν δέησιν, οὐκ εἰσακούσομαι ὑμῶν· αἱ γὰρ χεῖρες ὑμῶν, αἵματος πλήρεις. Λούσασθε, καὶ καθαροὶ γίνεσθε, ἀφέλετε τὰς πονηρίας ἀπὸ τῶν ψυχῶν ὑμῶν, ἀπέναντι τῶν ὀφθαλμῶν μου, παύσασθε ἀπὸ τῶν πονηριῶν ὑμῶν, μάθετε καλὸν ποιεῖν, ἐκζητήσατε κρίσιν, ῥύσασθε ἀδικούμενον, κρίνατε ὀρφανῷ, καὶ δικαιώσατε χήραν. Καὶ δεῦτε, καὶ διαλεχθῶμεν, λέγει Κύριος, ἐὰν ὦσιν αἱ ἁμαρτίαι ἡμῶν ὡς φοινικοῦν, ὡς χιόνα λευκανῶ· ἐὰν δὲ ὦσιν ὡς κόκκινον, ὡς ἔριον λευκανῶ. Καὶ ἐὰν θέλητε, καὶ εἰσακούσητέ μου, τὰ ἀγαθὰ τῆς γῆς φάγεσθε, ἐὰν δὲ μὴ θέλητε, μηδὲ εἰσακούσητέ μου, μάχαιρα ὑμᾶς κατέδεται· τὸ γὰρ στόμα Κυρίου ἐλάλησε ταῦτα.

 

Προκείμενον Ἦχος βαρὺς Ψαλμὸς β'

Δουλεύσατε τῷ Κυρίῳ ἐν φόβῳ, καὶ ἀγαλλιᾶσθε αὐτῷ ἐν τρόμῳ.

Στίχ. Ἵνα τί ἐφρύαξαν ἔθνη, καὶ λαοὶ ἐμελέτησαν κενά;