Τῌ ΤΡΙΤῌ ΤΗΣ Α' ΕΒΔΟΜΑΔΟΣ

ΕΙΣ ΤΟΝ ΕΣΠΕΡΙΝΟΝ

 

Στιχηρὰ

Ἦχος β' Ὡς ὡράθης Χριστὲ ΤΟ ΑΚΟΥΤΕ

Βρώσει πάλαι πικρᾷ, ἐξοικισθέντες Παραδείσου, ἐγκρατείᾳ τῶν παθῶν, ἐπισπεύσωμεν εἰσοικισθῆναι, ἀνακράζοντες, τῷ Θεῷ ἡμῶν· ὁ Σταυρῷ τανύσας παλάμας σου, ὄξος πιών, χολῆς τε γευσάμενος, καὶ ὀδύνας καρτερήσας, τὰς ἐκ τῶν ἥλων, τὰς πικροτάτας ἡδονάς, πάσας ἐκ τῶν ψυχῶν ἡμῶν ἐξηλώσας, διὰ σπλάγχνα οἰκτιρμῶν, σῶσον τοὺς δούλους σου.

 

Ξύλου βρώσει ποτέ, ἀποικισθέντες Παραδείσου, τῷ Σταυρῷ σου πρὸς αὐτὸν εἰσῳκίσθημεν, ὃν εἰς πρεσβείαν σοι προσάγομεν, Πολυέλεε, καὶ πιστῶς σου πάντες δεόμεθα. Πηγὰς δακρύων, ὑμῖν νῦν κατάπεμψον, ἐν καιρῷ τῆς ἐγκρατείας, τὸν ῥύπον πάντα, ἐκκαθαιρούσας τῶν παθῶν, καὶ τῶν πταισμάτων ἡμῶν, ἵνα πάντες σοι βοῶμεν ἐκτενῶς· Κύριε δόξα σοι.

Τῶν πεπραγμένων μοι

Τῆς ἐγκρατείας τὴν τρυφήν, κᾀμοὶ Λόγε χαρισαι, ὡς τῷ Ἀδάμ, τὸν Παράδεισον ποτέ, ἐκ πάσης σου γεύεσθαι, ἐντολῆς ὁ Θεὸς ἡμῶν, καὶ ἀπέχεσθαι ἀεὶ καρποῦ, ἧς ἀπέφηνας ἁμαρτίας, ἵνα τὸ ζωηφόρον Πάθος σου τοῦ Σταυροῦ, ἐν χαρᾷ προφθάσω.

 

Καὶ τοῦ Μηναίου, Προσόμοια γ'

 

Δόξα... Καὶ νῦν ... Σταυροθεοτοκίον

 

Προκείμενον Ἦχος πλ. α' Ψαλμὸς ζ'

Κύριε ὁ Θεός μου, ἐπὶ σοὶ ἤλπισα.

Στίχ. Σῶσόν με ἐκ πάντων τῶν διωκόντων με.

 

Γενέσεως τὸ Ἀνάγνωσμα

(Κεφ. Α', 14-23)

Εἶπεν ὁ Θεός· Γενηθήτωσαν φωστῆρες ἐν τῷ στερεώματι τοῦ οὐρανοῦ, εἰς φαῦσιν ἐπὶ τῆς γῆς, τοῦ διαχωρίζειν ἀνὰ μέσον τῆς ἡμέρας, καὶ ἀνὰ μέσον τῆς νυκτός, καὶ ἔστωσαν εἰς σημεῖα, καὶ εἰς καιρούς, καὶ εἰς ἡμέρας, καὶ εἰς ἐνιαυτούς, καὶ ἔστωσαν εἰς φαῦσιν ἐν τῷ στερεώματι τοῦ οὐρανοῦ, ὥστε φαίνειν ἐπὶ τῆς γῆς, καὶ ἐγένετο οὕτω. Καὶ ἐποίησεν ὁ Θεὸς τοὺς δύο φωστῆρας τοὺς μεγάλους, τὸν φωστῆρα τὸν μέγαν, εἰς ἀρχὰς τῆς ἡμέρας, καὶ τὸν φωστῆρα τὸν ἐλάσσω, εἰς ἀρχάς τῆς νυκτός, καὶ τοὺς ἀστέρας. Καὶ ἔθετο αὐτοὺς ὁ Θεὸς ἐν τῷ στερεώματι τοῦ οὐρανοῦ, ὥστε φαίνειν ἐπὶ τῆς γῆς, καὶ ἄρχειν τῆς ἡμέρας καὶ τῆς νυκτός, καὶ διαχωρίζειν ἀνὰ μέσον τοῦ φωτός, καὶ ἀνὰ μέσον τοῦ σκότους, καὶ εἶδεν ὁ Θεός, ὅτι καλόν. Καὶ ἐγένετο ἑσπέρα, καὶ ἐγένετο πρωΐ, ἡμέρα τετάρτη. Καὶ εἶπεν ὁ Θεός· Ἐξαγαγέτω τὰ ὕδατα, ἑρπετὰ ψυχῶν ζωσῶν, καὶ πετεινὰ πετώμενα ἐπὶ τῆς γῆς, κατὰ τὸ στερέωμα τοῦ οὐρανοῦ, καὶ ἐγένετο οὕτω. Καὶ ἐποίησεν ὁ Θεὸς τὰ κήτη τὰ μεγάλα, καὶ πᾶσαν ψυχὴν ζώων ἑρπετῶν, ἃ ἐξήγαγε τὰ ὕδατα κατὰ γένος αὐτῶν, καὶ πᾶν πετεινὸν πτερωτὸν κατὰ γένος. Καὶ εἶδεν ὁ Θεός, ὅτι καλά, καὶ εὐλόγησεν αὐτὰ ὁ Θεὸς λέγων. Αὐξάνεσθε, καὶ πληθύνεσθε, καὶ πληρώσατε τὰ ὕδατα ἐν ταῖς θαλάσσαις, καὶ τὰ πετεινὰ πληθυνέσθωσαν ἐπὶ τῆς γῆς. Καὶ ἐγένετο ἑσπέρα, καὶ ἐγένετο πρωῒ ἡμέρα πέμπτη.

 

Προκείμενον Ἦχος πλ. α' Ψαλμὸς η'

Κύριε ὁ Κύριος ἡμῶν, ὡς θαυμαστὸν τὸ ὄνομά σου!

Στίχ. Ὅτι ἐπήρθη ἡ μεγαλοπρέπειά σου ὑπεράνω τῶν οὐρανῶν.

 

Παροιμιῶν τὸ Ἀνάγνωσμα

(Κεφ Α', 20-33)

Σοφία ἐν ἐξόδοις ὑμνεῖται, ἐν δὲ πλατείαις παρρησίαν ἄγει. Ἐπ' ἄκρων τειχέων κηρύσσεται, ἐπὶ δὲ πύλαις δυναστῶν παρεδρεύει, ἐπὶ δὲ πύλαις πόλεως θαρροῦσι λέγει. Ὅσον ἂν χρόνον ἄκακοι ἔχωνται τῆς δικαιοσύνης οὐ καταισχυνθήσονται, οἱ δὲ ἄφρονες, τῆς ὕβρεως ὄντες ἐπιθυμηταί, ἀσεβεῖς γενόμενοι, ἐμίσησαν αἴσθησιν, καὶ ὑπεύθυνοι ἐγένοντο ἐλέγχοις. Ἰδού, προήσομαι ὑμῖν ἐμῆς βουλῆς ῥῆσιν, διδάξω δὲ τὸν ἐμὸν λόγον ὑμᾶς. Ἐπειδὴ ἐκάλουν, καὶ οὐχ ὑπηκούσατε, καὶ ἐξέτεινα λόγους, καὶ οὐ προσείχετε, ἀλλὰ ἀκύρους ἐποιεῖτε ἐμᾶς βουλάς, τοῖς δὲ ἐμοῖς ἐλέγχοις οὐ προσείχετε, τοιγαροῦν κᾀγὼ τῇ ἡμετέρᾳ ἀπωλείᾳ ἐπιγελάσομαι· ἐπι χαροῦμαι δέ, ἡνίκα ἂν ἔρχηται ὑμῖν ὄλεθρος. Καὶ ὡς ἂν ἀφίκηται ὑμῖν θόρυβος ἄφνω, ἡ δὲ καταστροφὴ ὁμοίως καταιγίδι παρῇ, ἢ ὅταν ἔρχηται ἡμῖν θλῖψις καὶ πολιορκία· ἔσται γάρ, ὅταν ἐπικαλέσησθέ με, ἐγὼ δὲ οὐκ εἰσακούσομαι ὑμῶν, ζητήσουσί με κακοί, καὶ οὐχ εὑρήσουσι. Ἐμίσησαν γὰρ σοφίαν, τὸν δὲ φόβον Κυρίου οὐ προείλοντο, οὐδὲ ἤθελον προσέχειν βουλαῖς, ἐμυκτήριζον δὲ ἐμοὺς ἐλέγχους. Τοιγαροῦν ἔδονται τῆς ἑαυτῶν ὁδοῦ τοὺς καρπούς, καὶ τῆς αὐτῶν ἀτιμίας πλησθήσονται, καὶ τῆς ἐπιθυμίας. Ἀνθ' ὧν γὰρ ἠδίκουν νηπίους, φονευθήσονται, καὶ ἐξετασμὸς ὀλέσει ἀσεβεῖς. Ὁ δὲ ἐμοῦ ἀκούων, κατασκηνώσει ἐπ' ἐλπίδι, καὶ ἡσυχάσει ἀφόβως ἀπὸ παντὸς κακοῦ.

 

Ἀπόστιχα

Ἰδιόμελον Ἦχος πλ. δ'

Νηστείαν, οὐκ ἀποχὴν βρωμάτων μόνον τελέσωμεν, ἀλλὰ παντὸς ὑλικοῦ πάθους ἀλλοτρίωσιν, ἵνα τὴν καθ' ἡμῶν τυραννοῦσαν, σάρκα δουλώσαντες, ἄξιοι γενώμεθα τῆς τοῦ Ἀμνοῦ μεταλήψεως, τοῦ ὑπὲρ τοῦ κόσμου σφαγέντος ἑκουσίως Υἱοῦ τοῦ Θεοῦ, καὶ πνευματικῶς ἑορτάσωμεν, τὴν ἐκ νεκρῶν τοῦ Σωτῆρος Ἀνάστασιν, εἰς ὕψος ἀρθέντες, ἀρετῶν ἐν φαιδρότητι, καὶ τῇ τρυφῇ τῶν ἀρίστων ἔργων, εὐφραίνοντες τὸν Φιλάνθρωπον. (Δίς)

Μαρτυρικὸν

Οἱ Μάρτυρές σου Κύριε, ἐπιλαθόμενοι τῶν ἐν τῷ βίῳ, καταφρονήσαντες καὶ τῶν βασάνων, διὰ τὴν μέλλουσαν ζωήν, ταύτης κληρονόμοι ἀνεδείχθησαν· ὅθεν καὶ Ἀγγέλοις συναγάλλονται. Αὐτῶν ταῖς ἱκεσίαις, δώρησαι τῷ λαῷ σου τὸ μέγα ἔλεος.

Δόξα... Καὶ νῦν ... Σταυροθεοτοκίον

Ὢ τοῦ παραδόξου θαύματος! ὢ μυστηρίου καινοῦ! ὢ φρικτῆς ἐγχειρήσεως! ἡ Παρθένος ἔλεγεν· ἐν Σταυρῷ σε ὡς ἔβλεψεν, ἐν μέσῳ δύο λῃστῶν κρεμάμενον, ὃν ἀνωδύνως, φρικτῶς ἐκύησεν, ἔκλαιε λέγουσα· Οἴμοι τέκνον φίλτατον! πῶς ὁ δεινός, δῆμος καὶ ἀχάριστος, Σταυρῷ προσήλωσε;

 

Τῌ ΤΡΙΤῌ ΤΗΣ Α' ΕΒΔΟΜΑΔΟΣ

ΕΙΣ ΤΟ ΑΠΟΔΕΙΠΝΟΝ

 

Ἐλέησόν με, ὁ Θεός, ἐλέησόν με

 

ᾨδὴ α' Ἦχος πλ. β'

Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ

«Βοηθὸς καὶ σκεπαστής, ἐγένετό μοι εἰς σωτηρίαν, οὗτός μου Θεός, καὶ δοξάσω αὐτόν, Θεὸς τοῦ Πατρός μου, καὶ ὑψώσω αὐτόν· ἐνδόξως γὰρ δεδόξασται». (Δίς)

 

Τὴν τοῦ Κάϊν ὑπελθών, μιαιφονίαν τῇ προαιρέσει, γέγονα φονεύς, συνειδότι ψυχῆς, ζωώσας τὴν σάρκα, καὶ στρατεύσας κατ' αὐτῆς, ταῖς πονηραῖς μου πράξεσι.

 

Τὴ τοῦ Ἄβελ Ἰησοῦ, οὐχ ὡμοιώθην δικαιοσύνῃ· δῶρά σοι δεκτά, οὐ προσῆξα ποτέ, οὐ πράξεις ἐνθέους, οὐ θυσίαν καθαράν, οὐ βίον ἀνεπίληπτον.

 

Ὡς ὁ Κάϊν καὶ ἡμεῖς, ψυχὴ ἀθλία τῷ πάντων Κτίστῃ, πράξεις ῥυπαράς, καὶ θυσίαν ψεκτήν, καὶ ἄχρηστον βίον, προσηγάγομεν ὁμοῦ· διὸ καὶ κατεκρίθημεν.

 

Τὸν πηλὸν ὁ κεραμεύς, ζωοπλαστήσας ἐνέθηκάς μοι, σάρκα καὶ ὀστᾶ, καὶ πνοὴν καὶ ζωήν. Ἀλλ' ὦ Ποιητά μου, Λυτρωτά μου καὶ Κριτὰ μετανοοῦντα δέξαι με.

 

Ἐξαγγέλλω σοι Σωτήρ, τὰς ἁμαρτίας ἃς εἰργασάμην, καὶ τὰς τῆς ψυχῆς, καὶ τοῦ σώματός μου πληγάς, ἅς μοι ἔνδον, μιαιφόνοι λογισμοί, λῃστρικῶς ἐναπέθηκαν.

 

Εἰ καὶ ἥμαρτον Σωτήρ, ἀλλ' οἶδα ὅτι φιλάνθρωπος εἶ, πλήττεις συμπαθῶς, καὶ σπλαγχνίζῃ θερμῶς, δακρύοντα βλέπεις, καὶ προστρέχεις ὡς Πατήρ, ἀνακαλῶν τόν Ἄσωτον.

Δόξα...

Ὑπερούσιε Τριάς, ἡ ἐν Μονάδι προσκυνουμένη, ἆρον τὸν κλοιὸν ἀπ' ἐμοῦ τὸν βαρύν, τὸν τῆς ἁμαρτίας, καὶ ὡς εὔσπλαγχνός μοι δός, δάκρυα κατανύξεως.

Καὶ νῦν ... Θεοτοκίον

Θεοτόκε ἡ ἐλπίς, καὶ προστασία τῶν σὲ ὑμνούντων, ἆρον τὸν κλοιὸν ἀπ' ἐμοῦ τὸν βαρύν, τὸν τῆς ἁμαρτίας, καὶ ὡς Δέσποινα ἁγνή, μετανοοῦντα δέξαι με.

 

ᾨδὴ β'

Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ

«Πρόσεχε, οὐρανὲ καὶ λαλήσω, καὶ ἀνυμνήσω Χριστόν, τὸν ἐκ Παρθένου σαρκί, ἐπιδημήσαντα». (Δίς)

 

Κατέρραψε, τοὺς δερματίνους χιτῶνας, ἡ ἁμαρτία κᾀμοί, γυμνώσασά με τῆς πρίν, θεοϋφάντου στολῆς.

 

Περίκειμαι, τὸν στολισμὸν τῆς αἰσχύνης, καθάπερ φύλλα συκῆς, εἰς ἔλεγχον τῶν ἐμῶν, αὐτεξουσίων παθῶν.

 

Ἐστόλισμαι, κατεστιγμένον χιτῶνα, καὶ ᾑμαγμένον αἰσχρῶς, τῇ ῥύσει τῆς ἐμπαθοῦς, καὶ φιληδόνου ζωῆς.

 

Ὑπέπεσα, τῇ τῶν παθῶν ἀλγηδόνι, καὶ τῇ ἐνύλῳ φθορᾷ, καὶ ἔνθεν νῦν ὁ ἐχθρός, καταπιέζει με.

 

Φιλόϋλον, καὶ φιλοκτήμονα βίον, τῆς ἀκτησίας Σωτήρ, προκρίνας νῦν τὸν βαρύν, κλοιὸν περίκειμαι.

 

Ἐκόσμησα, τὸν τῆς σαρκὸς ἀνδριάντα, τῇ τῶν αἰσχρῶν λογισμῶν, ποικίλῃ περιβολῇ, καὶ κατακρίνομαι.

 

Τῆς ἔξωθεν, ἐπιμελῶς εὐκοσμίας, μόνης ἐφρόντισα, τῆς ἔνδον ὑπεριδών, Θεοτυπώτου σκηνῆς.

 

Κατέχρωσα, τῆς πρὶν εἰκόνος τὸ κάλλος, Σῶτερ τοῖς πάθεσιν, ἀλλ' ὡς ποτὲ τὴν δραχμήν, ἀναζητήσας εὑρέ.

 

Ἡμάρτηκα, ὥσπερ ἡ Πόρνη βοῶ σοι· μόνος ἡμάρτηκά σοι, ὡς μύρον δέχου Σωτὴρ κᾀμοῦ τὰ δάκρυα.

 

Ἱλάσθητι, ὡς ὁ Τελώνης βοῶ σοι· Σῶτερ ἱλάσθητί μοι· οὐδεὶς γὰρ τῶν ἐξ Ἀδάμ, ὡς ἐγὼ ἥμαρτέ σοι.

Δόξα...

Ἕνα σε, ἐν τρισὶ τοῖς προσώποις, Θεὸν ἁπάντων ὑμνῶ, τὸν Πατέρα καὶ τὸν Υἱόν, καὶ Πνεῦμα ἅγιον.

Καὶ νῦν ... Θεοτοκίον

Ἄχραντε, Θεοτόκε Παρθένε, μόνη πανύμνητε, ἱκέτευε ἐκτενῶς, εἰς τὸ σωθῆναι ἡμᾶς.

 

ᾨδὴ γ'

Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ

«Στερέωσον Κύριε, ἐπὶ τὴν πέτραν τῶν ἐντολών σου, σαλευθεῖσαν τὴν καρδίαν μου, ὅτι μόνος ἅγιος ὑπάρχεις καὶ Κύριος». (Δίς)

 

Πηγὴν ζωῆς κέκτημαι, σὲ τοῦ θανάτου τὸν καθαιρέτην, καὶ βοῶ σοι ἐκ καρδίας μου, πρὸ τοῦ τέλους· Ἥμαρτον ἱλάσθητι σῶσόν με.

 

Ἡμάρτηκα Κύριε, ἡμάρτηκά σοι, ἱλάσθητί μοι· οὐ γάρ ἐστιν ὃστις ἥμαρτεν, ἐν ἀνθρώποις, ὃν οὐχ ὑπερέβην τοῖς πταίσμασι.

 

Τοὺς ἐπὶ Νῶε Σωτήρ, ἠσελγηκότας ἐμιμησάμην, τὴν ἐκείνων κληρωσάμενος, καταδίκην, ἐν κατακλυσμῷ καταδύσεως.

 

Τὸν Χὰμ ἐκεῖνον ψυχή, τὸν πατραλοίαν μιμησαμένη, τὴν αἰσχύνην οὐκ ἐκάλυψας, τοῦ πλησίον, ὀπισθοφανῶς ἀνακάμψασα.

 

Τὸν ἐμπρησμόν, ὥσπερ Λώτ, φεῦγε ψυχή μου τῆς ἁμαρτίας, φεῦγε Σόδομα καὶ Γόμορρα, φεῦγε φλόγα, πάσης παραλόγου ὀρέξεως.

 

Ἐλέησον Κύριε, ἐλέησόν με ἀναβοῶ σοι· ὅτε ἥξεις μετ' Ἀγγέλων σου, ἀποδοῦναι, πᾶσι κατ' ἀξίαν τῶν πράξεων.

Δόξα...

Μονὰς ἁπλὴ ἄκτιστε, ἄναρχε φύσις ἡ ἐν Τριάδι, ὑμνουμένη ὑποστάσεων, ἡμᾶς σῶσον, πίστει προσκυνοῦντας τὸ κράτος σου.

Καὶ νῦν ... Θεοτοκίον

Τὸν ἐκ Πατρὸς ἄχρονον, Υἱὸν ἐν χρόνῳ Θεογεννῆτορ, ἀπειράνδρως ἀπεκύησας, ξένον θαῦμα! μείνασα Παρθένος θηλάζουσα.

 

ᾨδὴ δ'

Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ

«Ἀκήκοεν ὁ Προφήτης, τὴν ἔλευσίν σου Κύριε, καὶ ἐφοβήθη, ὅτι μέλλεις ἐκ Παρθένου τίκτεσθαι, καὶ ἀνθρώποις δείκνυσθαι, καὶ ἔλεγεν· Ἀκήκοα τὴν ἀκοήν σου, καὶ ἐφοβήθην, δόξα τῇ δυνάμει σου Κύριε». (Δίς)

 

Γρηγόρησον ὦ ψυχή μου, ἀρίστευσον ὡς ὁ μέγας ἐν Πατριάρχαις, ἵνα κτήσῃ πρᾶξιν μετὰ γνώσεως, ἵνα χρηματίσῃς νοῦς ὁρῶν τὸν Θεόν, καὶ φθάσῃς τὸν ἄδυτον γνόφον ἐν θεωρίᾳ, καὶ γένῃ μεγαλέμπορος.

 

Τοὺς δώδεκα Πατριάρχας, ὁ μέγας ἐν Πατριάρχαις παιδοποιήσας, μυστικῶς ἐστήριξέ σοι κλίμακα, πρακτικῆς ψυχή μου ἀναβάσεως, τοὺς παῖδας, ὡς βάθρα, τὰς βάσεις, ὡς ἀναβάσεις, πανσόφως ὑποθέμενος.

 

Ἠσαῦ τὸν μεμισημένον, ζηλοῦσα ψυχή, ἀπέδου τῷ πτερνιστῇ σου, τὰ τοῦ πρώτου κάλλους πρωτοτόκια, καὶ τῆς πατρικῆς εὐχῆς ἐξέπεσας, καὶ δὶς ἑπτερνίσθης ἀθλία, πράξει καί, γνώσει· διὸ νῦν μετανόησον.

 

Ἐδὼμ ὁ Ἠσαῦ ἐκλήθη, δι' ἄκραν θηλυμανίας ἐπιμιξίαν· ἀκρασίᾳ γὰρ ἀεὶ πυρούμενος, καὶ ταῖς ἡδοναῖς κατασπιλούμενος. Ἐδὼμ ὠνομάσθη, ὃ λέγεται θερμασία, ψυχῆς φιλαμαρτήμονος.

 

Ἰὼβ τὸν ἐπὶ κοπρίας, ἀκούσασα ὦ ψυχή μου δικαιωθέντα, τὴν αὐτοῦ ἀνδρείαν οὐκ ἐζήλωσας, τὸ στερρὸν οὐκ ἔσχες τῆς προθέσεως, ἐν πᾶσιν οἷς ἔγνως, οἷς οἶδας, οἷς ἐπειράσθης, ἀλλ' ὤφθης ἀκαρτέρητος.

 

Ὁ πρότερον ἐπὶ θρόνου, γυμνὸς νῦν ἐπὶ κοπρίας καθηλκωμένος, ὁ πολὺς ἐν τέκνοις καὶ περίβλεπτος, ἄπαις ἀφαιρέοικος αἰφνίδιον· παλάτιον γὰρ τὴν κοπρίαν, καὶ μαργαρίτας, τὰ ἕλκη ἑλογίζετο.

Δόξα...

Ἀμέριστον τῇ οὐσίᾳ, ἀσύγχυτον τοῖς προσώποις θεολογῶ σε, τὴν Τριαδικὴν μίαν Θεότητα, ὡς ὁμοβασίλειον καὶ σύνθρονον, βοῶ μέγα, τὸ ἐν ὑψίστοις, τρισσῶς σοι τὸ ᾎσμα, τὸ ὑμνολογούμενον.

Καὶ νῦν ... Θεοτοκίον

Καὶ τίκτεις καὶ παρθενεύεις, καὶ μένεις δι' ἀμφοτέρων φύσει Παρθένος. ὁ τεχθεις καινίζει νόμους φύσεως, ἡ νηδὺς δὲ κύει μὴ λοχεύουσα. Θεὸς ὅπου θέλει, νικᾶται φύσεως τάξις· ποιεῖ γὰρ ὅσα βούλεται.

 

ᾨδὴ ε'

Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ

«Ἐκ νυκτὸς ὀρθρίζοντα Φιλάνθρωπε, φώτισον δέομαι καὶ ὁδήγησον κᾀμέ, ἐν τοῖς προστάγμασί σου, καὶ δίδαξόν με Σωτήρ, ποιεῖν τὸ θέλημά σου». (Δίς)

 

Τοῦ Μωσέως ἤκουσας τὴν θήβην ψυχή, ὕδασι, κύμασι φερομένην ποταμοῦ, ὡς ἐν θαλάμῳ πάλαι, φυγοῦσαν δρᾶμα πικρόν, βουλῆς Φαραωνίτου.

 

Εἰ τὰς μαίας ἤκουσας κτεινούσας ποτέ, ἄνηβον τάλαινα, τὴν ἀρρενωπὸν ψυχή, τῆς σωφροσύνης πρᾶξιν· νῦν ὡς ὁ μέγας Μωσῆς, τιθηνοῦ τὴν σοφίαν.

 

Ὡς Μωσῆς ὁ μέγας τὸν Αἰγύπτιον νοῦν, πλήξασα τάλαινα, οὐκ ἀπέκτεινας ψυχή, καὶ πῶς οἰκήσεις λέγε, τὴν ἔρημον τῶν παθῶν, διὰ τῆς μετανοίας;

 

Τὰς ἐρήμους ᾤκησεν ὁ μέγας Μωσῆς, δεῦρο δὲ μίμησαι, τὴν αὐτοῦ διαγωγήν, ἵνα καὶ τῆς ἐν βάτῳ, θεοφανείας ψυχή, ἐν θεωρίᾳ γένῃ.

 

Τὴν Μωσέως ῥάβδον εἰκονίζου ψυχή, πλήττουσαν θάλασσαν, καὶ πηγνύουσαν βυθόν, τύπῳ Σταυροῦ τοῦ θείου, δι' οὗ δυνήσῃ καὶ σύ, μεγάλα ἐκτελέσαι.

 

Ἀαρὼν προσέφερε τὸ πῦρ τῷ Θεῷ, ἄμωμον ἄδολον, ἀλλ' ὀφνεῖ, καὶ Φινεές, ὡς σὺ ψυχὴ προσῆγον, ἀλλότριον τῷ Θεῷ, ῥερυπωμένον βίον.

Δόξα...

Σὲ Τριὰς δοξάζομεν τὸν ἕνα Θεόν, Ἅγιος, Ἅγιος, Ἅγιος εἶ ὁ Πατήρ, ὁ Υἱὸς καὶ τὸ Πνεῦμα, ἁπλῆ οὐσία Μονάς, ἀεὶ προσκυνουμένη.

Καὶ νῦν ... Θεοτοκίον

Ἐκ σοῦ ἠμφιάσατο τὸ φύραμά μου, ἄφθορε ἄνανδρε, Μητροπάρθενε Θεός, ὁ κτίσας τοὺς αἰῶνας, καὶ ἥνωσεν ἑαυτῷ, τὴν τῶν ἀνθρώπων φύσιν.

 

ᾨδὴ ς'

Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ

«Ἐβόησα, ἐν ὅλῃ καρδίᾳ μου, πρὸς τὸν οἰκτίρμονα Θεόν, καὶ ἐπήκουσέ μου, ἐξ ᾍδου κατωτάτου, καὶ ἀνήγαγεν, ἐκ φθορᾶς τὴν ζωήν μου». (Δίς)

 

Τὰ κύματα, Σωτὴρ τῶν πταισμάτων μου, ὡς ἐν θαλάσσῃ Ἐρυθρᾷ, ἐπαναστραφέντα, ἐκάλυψέ με ἄφνω, ὡς τοὺς Αἰγυπτίους, ποτὲ καὶ τοὺς τριστάτας.

 

Ἀγνώμονα, ψυχὴ τὴν προαίρεσιν, ἔσχες ὡς πρὶν ὁ Ἰσραήλ· τοῦ γὰρ θείου μάννα, προέκρινας ἀλόγως, τὴν φιλήδονον, τῶν παθῶν ἀδηφαγίαν.

 

Τὰ φρέατα, ψυχὴ προετίμησας, τῶν Χαναναίων ἐννοιῶν, τῆς φλεβὸς τὴν πέτραν, ἐξ ἧς ὁ τῆς σοφίας, ὡς κρατὴρ προχέει, κρουνοὺς θεολογίας.

 

Τὰ ὕεια, κρέα καὶ τοὺς λέβητας, καὶ τὴν Αἰγύπτιον τροφήν, τῆς ἐπουρανίου, προέκρινας ψυχή μου ὡς ὁ πρὶν ἀγνώμων, λαὸς ἐν τῇ ἐρήμῳ.

 

Ὡς ἔπληξε, Μωσῆς ὁ θεράπων σου, ῥάβδῳ τὴν πέτραν τυπικῶς, τὴν ζωοποιόν σου, Πλευρὰν προδιετύπου, ἐξ ἧς πάντες πόμα, ζωῆς Σωτὴρ ἀντλοῦμεν.

 

Ἐρεύνησον, ψυχὴ κατασκόπευσον, ὡς Ἰησοῦς ὁ τοῦ Ναυῆ, τῆς κληροδοσίας, τὴν γῆν ὁποία ἐστί, καὶ κατοίκησον, ἐν αὐτῇ δι' εὐνομίας.

Δόξα...

Τριάς εἰμι, ἁπλῆ ἀδιαίρετος, διαιρετὴ προσωπικῶς καὶ Μονὰς ὑπάρχω, τῇ φύσει ἡνωμένη, ὁ Πατήρ φησι, καὶ Υἱὸς καὶ θεῖον Πνεῦμα.

Καὶ νῦν ... Θεοτοκίον

Ἡ μήτρα σου, Θεὸν ἡμῖν ἔτεκε, μεμορφωμένον καθ' ἡμᾶς, ἀλλ' ὡς κτίστην πάντων, δυσώπει Θεοτόκε, ἵνα ταῖς πρεσβείαις, ταῖς σαῖς δικαιωθῶμεν.

 

Κοντάκιον

Ἦχος πλ. β' ΤΟ ΑΚΟΥΤΕ

Ψυχή μου ψυχή μου, ἀνάστα, τί καθεύδεις; τὸ τέλος ἐγγίζει, καὶ μέλλεις θορυβεῖσθαι, ἀνάνηψον οὖν, ἵνα φείσηταί σου Χριστὸς ὁ Θεός, ὁ πανταχοῦ παρών, καὶ τὰ πάντα πληρῶν.

 

ᾨδὴ ζ'

Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ

«Ἡμάρτομεν, ἠνομήσαμεν, ἠδικήσαμεν ἐνώπιόν σου, οὐδὲ συνετηρήσαμεν, οὐδὲ ἐποιήσαμεν, καθὼς ἐνετείλω ἡμῖν. Ἀλλὰ μὴ παραδῴης ἡμᾶς εἰς τέλος, ὁ τῶν Πατέρων Θεός». (Δίς)

 

Ἡ Κιβωτός, ὡς ἐφέρετο, ἐπιδίφριος ὁ Ζὰν ἐκεῖνος, ὅτε ἀνατραπέντος τοῦ μόσχου, μόνον ἥψατο, Θεοῦ ἐπειράθη ὀργῆς, ἀλλ' αὐτοῦ τὴν αὐθάδειαν, φυγοῦσα ψυχή, σέβου τὰ θεῖα καλῶς.

 

Ἀκήκοας, τοῦ Ἀβεσσαλώμ, πῶς τῆς φύσεως ἀντεξανέστη, ἔγνως τὰς ἐναγεῖς αὐτοῦ πράξεις, αἷς ἐξύβρισε, τὴν κοίτην Δαυῒδ τοῦ πατρός, ἀλλ' αὐτὴ ἐμιμήσω, τὰς αὐτοῦ ἐμπαθεῖς, καὶ φιληδόνους ὁρμάς.

 

Ὑπέταξας, τὸ ἀδούλωτον, σοῦ ἀξίωμα τῷ σώματί σου· ἄλλον γάρ, Ἀχιτόφελ εὑροῦσα τὸν ἐχθρὸν σὺ ψυχή, συνῆλθες ταῖς τούτου βουλαῖς. Ἀλλ' αὐτὰς διεσκέδασεν, αὐτὸς ὁ Χριστός, ἵνα σὺ πάντων σωθῇς.

 

Ὁ Σολομών, ὁ θαυμάσιος, ὁ καὶ χάριτος σοφίας πλήρης, οὗτος τὸ πονηρὸν ἐναντίον, τοῦ Θεοῦ ποτέ, ποιήσας ἀπέστη αὐτοῦ, ᾧ αὐτὴ τὸν ἐπάρατόν σου βίον, ψυχὴ προσαφωμοίωσας.

 

Ταῖς ἡδοναῖς, ἐξελκόμενος, τῶν παθῶν αὐτοῦ κατερρυποῦτο, οἴμοι! ὁ ἐραστὴς τῆς σοφίας, ἐραστὴς πορνῶν γυναικῶν, καὶ ξένος Θεοῦ, ὃν αὐτὴ ἐμιμήσω, κατὰ νοῦν ὦ ψυχή, ἡδυπαθείαις αἰσχραῖς.

 

Τὸν Ῥοβοάμ, παρεζήλωσας, ἀλογήσαντα βουλὴν πατρῴαν, ἅμα δὲ καὶ τὸν κάκιστον δοῦλον, Ἱεροβοάμ, τὸν πρὶν ἀποστάτην ψυχή. Ἄλλά φεῦγε τὴν μίμησιν, καὶ κράζε Θεῷ· Ἥμαρτον οἴκτειρόν με.

Δόξα...

Τριὰς ἁπλή, ἀδιαίρετε, ὁμοούσιε Μονὰς ἁγία, φῶτα καὶ φῶς, καὶ ἅγια τρία, καὶ ἓν ἅγιον, ὑμνεῖται Θεὸς ἡ Τριάς. Ἀλλ' ἀνύμνησον δόξασον, ζωὴν καὶ ζωάς, ψυχὴ τὸν πάντων Θεόν.

Καὶ νῦν ... Θεοτοκίον

Ὑμνοῦμέν σε, εὐλογοῦμέν σε, προσκυνοῦμέν σε Θεογεννῆτορ, ὅτι τῆς ἀχωρίστου Τριάδος, ἀπεκύησας τὸν ἕνα Υἱὸν καὶ Θεόν, καὶ αὐτὴ προηνέῳξας ἡμῖν, τοῖς ἐν γῇ τὰ ἐπουράνια.

 

ᾨδὴ η'

Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ

«Ὃν Στρατιαί, οὐρανῶν δοξάζουσι, καὶ φρίττει τὰ Χερουβίμ, καὶ τὰ Σεραφίμ, πᾶσα πνοὴ καὶ κτίσις, ὑμνεῖτε, εὐλογεῖτε, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας». (Δίς)

 

Σὺ τὸν Ὀζίαν, ψυχὴ ζηλώσασα, τὴν τούτου λέπραν ἐν σοί, ἔσχες ἐν διπλῷ· ἄτοπα γὰρ λογίζῃ, παράνομα δὲ πράττεις, ἄφες ἃ κατέχεις, καὶ πρόσδραμε τῇ μετανοίᾳ.

 

Τοὺς Νινευΐτας, ψυχὴ ἀκήκοας, μετανοοῦντας Θεῷ, σάκκῳ καὶ σποδῷ, τούτους οὐκ ἐμιμήσω, ἀλλ' ὤφθης σκαιοτέρα, πάντων τῶν πρὸ νόμου, καὶ μετὰ νόμον ἐπταικότων.

 

Τὸν ἐν τῷ λάκκω, βορβόρου ἤκουσας, Ἱερεμίαν ψυχή, πόλιν τὴν Σιών, θρήνοις καταβοῶντα, καὶ δάκρυα ζητοῦντα, μίμησαι τὸν τούτου, θρηνώδη βίον καὶ σωθήσῃ.

 

Ὁ Ἰωνᾶς, εἰς Θαρσεῖς ἀπέδραμε, προγνοὺς τὴν ἐπιστροφήν, τῶν Νινευϊτῶν· ἔγνω γὰρ ὡς προφήτης, Θεοῦ τὴν εὐσπλαγχνίαν· ὅθεν παρεζήλου, τὴν προφητείαν μὴ ψευσθῆναι.

 

Τὸν Δανιήλ, ἐν τῷ λάκκῳ ἤκουσας, πῶς ἔφραξεν ὦ ψυχή, στόματα θηρῶν, ἔγνωκας πῶς οἱ Παῖδες, οἱ περὶ Ἀζαρίαν, ἔσβεσαν τῇ πίστει, καμίνου φλόγα καιομένην.

 

Τῆς παλαιᾶς, Διαθήκης ἅπαντας, παρήγαγόν σοι ψυχή, πρὸς ὑπογραμμόν, μίμησαι τῶν δικαίων, τὰς φιλοθέους πράξεις, ἔκφυγε δὲ πάλιν, τῶν πονηρῶν τὰς ἁμαρτίας.

Εὐλογοῦμεν Πατέρα, Υἱόν, καὶ ἅγιον Πνεῦμα

Ἄναρχε Πάτερ, Υἱε συνάναρχε, Παράκλητε ἀγαθέ, Πνεῦμά τὸ εὐθές, Λόγου Θεοῦ Γεννῆτορ, Πατρὸς ἀνάρχου Λόγε, Πνεῦμα ζῶν καὶ κτίζον. Τριὰς Μονὰς ἐλέησόν με.

Καὶ νῦν ... Θεοτοκίον

Ὡς ἐκ βαφῆς, ἁλουργίδος Ἄχραντε, ἡ νοητὴ πορφυρίς, τοῦ Ἐμμανουήλ, ἔνδον ἐν τῇ γαστρί σου, ἡ σάρξ συνεξυφάνθη· ὅθεν Θεοτόκον, ἐν ἀληθείᾳ σὲ τιμῶμεν.

 

ᾨδὴ θ'

Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ

«Ἀσπόρου συλλήψεως, ὁ τόκος ἀνερμήνευτος, Μητρὸς ἀνάνδρου, ἄφθορος ἡ κύησις· Θεοῦ γὰρ ἡ γέννησις, καινοποιεῖ τὰς φύσεις· διό σε πᾶσαι αἱ γενεαί, ὡς Θεόνυμφον Μητέρα, ὀρθοδόξως μεγαλύνομεν». (Δίς)

 

Χριστὸς ἐπειράζετο, Διάβολος ἐπείραζε, δεικνὺς τοὺς λίθους, ἵνα ἄρτοι γένωνται, εἰς ὄρος ἀνήγαγεν, ἰδεῖν τὰς βασιλείας, τοῦ Κόσμου πάσας ἐν ῥιπῇ. Φοβοῦ ὦ ψυχὴ τὸ δρᾶμα, νῆφε, εὔχου, πᾶσαν ὥραν Θεῷ.

 

Τρυγὼν ἡ φιλέρημος, φωνὴ βοῶντος ἤχησε, Χριστοῦ ὁ λύχνος, κηρύττων μετάνοιαν, Ἡρώδης ἠνόμησε, σὺν τῇ Ἡρωδιάδι. Βλέπε ψυχή μου μὴ παγῇς, τῶν ἀνόμων ταῖς παγίσιν, ἀλλ' ἀσπάζου τὴν μετάνοιαν.

 

Τὴν ἔρημον ᾤκησε, τῆς χάριτος ὁ Πρόδρομος, καὶ Ἰουδαία, πᾶσα καὶ Σαμάρεια, ἀκούοντες ἔτρεχον, καὶ ἐξωμολογοῦντο, τὰς ἁμαρτίας ἑαυτῶν, βαπτιζόμενοι προθύμως, οὓς αὐτὴ οὐκ ἐμιμήσω ψυχή.

 

Ὁ γάμος μὲν τίμιος, ἡ κοίτη δὲ ἀμίαντος· ἀμφότερα γάρ, Χριστὸς προευλόγησε, σαρκὶ ἐσθιόμενος, καὶ ἐν Κανᾷ δὲ γάμῳ, τὸ ὕδωρ οἶνον ἐκτελῶν, καὶ δεικνύων πρῶτον θαῦμα, ἵνα σὺ μετατεθῇς ὦ ψυχή.

 

Παράλυτον ἔσφιγξε, Χριστὸς τὴν κλίνην ἄραντα, καὶ νεανίσκον, θανέντα ἐξήγειρε, τῆς χήρας τὸ κύημα, καὶ τοῦ Ἑκατοντάρχου, καὶ Σαμαρείτιδι φανείς, τὴν ἐν πνεύματι λατρείαν, σοὶ ψυχὴ προεζωγράφησεν.

 

Αἱμόρρουν ἰάσατο, ἁφῇ κρασπέδου Κύριος, λεπροὺς καθῆρε, τυφλοὺς καὶ χωλεύοντας, φωτίσας ἠνώρθωσε, κωφούς τε καὶ ἀλάλους, καὶ τὴν συγκύπτουσαν χαμαί, ἐθεράπευσε τῷ λόγῳ, ἵνα σὺ σωθῇς ἀθλία ψυχή.

Δόξα...

Πατέρα δοξάσωμεν, Υἱὸν ὑπερυψώσωμεν, τὸ θεῖον Πνεῦμα, πιστῶς προσκυνήσωμεν, Τριάδα ἀχώριστον, Μονάδα κατ' οὐσίαν, ὡς φῶς καὶ φῶτα, καὶ ζωήν, καὶ ζωὰς ζωοποιοῦσαν, καὶ φωτίζουσαν τὰ πέρατα.

Καὶ νῦν ... Θεοτοκίον

Τὴν Πόλιν σου φύλαττε, Θεογεννῆτορ πάναγνε· ἐν σοὶ γὰρ αὕτη, πιστῶς βασιλεύουσα, ἐν σοὶ καὶ κρατύνεται καὶ διὰ σοῦ νικῶσα, τροποῦται πάντα πειρασμόν, καὶ σκυλεύει πολεμίους, καὶ διέπει τὸ ὑπήκοον.

Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν

Ἀνδρέα σεβάσμιε, καὶ Πάτερ τρισμακάριστε, Ποιμὴν τῆς Κρήτης, μὴ παύσῃ δεόμενος, ὑπὲρ τῶν σὲ ὑμνούντων, ἵνα ῥυσθῶμεν πάσης, ὀργῆς καὶ θλίψεως καὶ φθορᾶς, καὶ πταισμάτων λυτρωθῶμεν, οἱ τιμῶντές σου τὴν μνήμην ἀεί.

 

Τῌ ΤΕΤΑΡΤῌ ΤΗΣ Α' ΕΒΔΟΜΑΔΟΣ

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

 

Μετὰ τὴν β' Στιχολογίαν 

Καθίσματα Ἦχος β'

Ὁ εὐσχήμων Ἰωσὴφ ΤΟ ΑΚΟΥΤΕ

Ὁ τοῖς πάθεσι τοῖς σοῖς, πᾶσιν ἀπάθειαν διδούς, Φιλάνθρωπε τὰ πάθη, τῆς σαρκός μου νεκρώσας τῷ σῷ Σταυρῷ, τὸ θεῖον καταξίωσον Πάθος ἰδεῖν, διὰ νηστείας εὐαρεστοῦντα τῇ δόξῃ σου, ἵνα λάβω πλουσίως τὸ μέγα ἔλεος.

 

Δόξα... τὸ αὐτὸ

 

Καὶ νῦν ... Σταυροθεοτοκίον

Εὐσπλαγχνίας ὑπάρχουσα ΤΟ ΑΚΟΥΤΕ

Ἡ Παρθένος καὶ Μήτηρ σου Χριστέ, ἐπὶ ξύλου ὁρῶσά σε, νεκρὸν ἡπλωμένον, κλαίουσα πικρῶς· Υἱέ μου ἔλεγε, τί τὸ φοβερὸν τοῦτο, ὁ πᾶσι δωρούμενος ζωὴν τὴν αἰώνιον μυστήριον, ἑκουσίως ἐν Σταυρῷ πῶς θνῄσκεις, θάνατον ἐπονείδιστον.

 

Μετὰ τὴν γ' Στιχολογίαν 

Καθίσματα Ἦχος β'

Τὸν ζωοποιὸν Σταυρὸν ΤΟ ΑΚΟΥΤΕ

Τὸν φωτοποιὸν καιρόν, ὃν νῦν ἀφιέρωσας, καὶ ἐδωρήσω ἡμῖν, τῆς ἐγκρατείας Κύριε, σὺ ἀξίωσον ἡμᾶς, ἐν κατανύξει πάντας, εἰλικρινῶς περαιώσασθαι, εἰρηνεύοντας τοῦ Σταυροῦ τῇ Ἰσχύϊ, μόνε Φιλάνθρωπε.

 

Δόξα... τὸ αὐτὸ

 

Καὶ νῦν ... Σταυροθεοτοκίον

Εὐσπλαγχνίας ὑπάρχουσα ΤΟ ΑΚΟΥΤΕ

Τῷ τιμίῳ Σταυρῷ τοῦ Υἱοῦ σου, φυλαττόμενοι Δέσποινα ἁγνῄ Θεοτόκε, πᾶσαν προσβολὴν τοῦ πολεμήτορος, ἅπαντες ῥαδίως ἐκτρεπόμεθα· διό σε κατὰ χρέος μακαρίζομεν, ὡς Μητέρα τοῦ φωτός, καὶ μόνην ἐλπίδα τῶν ψυχῶν ἡμῶν.

 

ᾨδὴ γ' Ἦχος β'

Ἐξήνθησεν ἡ ἔρημος ΤΟ ΑΚΟΥΤΕ

Σταυρώσωμεν τὰ μέλη δι' ἐγκρατείας, νήψωμεν εἰς προσευχὰς ὡς γέγραπται, καὶ κατ' ἴχνος πολιτευσώμεθα, τοῦ παθόντος, καὶ πάθη ἐκθανατώσαντος.

 

Ἐμέσαντες τὴν ἔμπικρον, ἁμαρτίαν σπεύσωμεν, τῷ τὴν χολὴν θελήματι, γευσαμένῳ εὐαρεστῆσαι Χριστῷ, τῷ Σταυρῷ καθελόντι τὸν ἀρχέκακον.

 

Συνήθειαν λαβοῦσα, ἡ ἁμαρτία ἕλκει με, εἰς παντελῆ ἀπώλειαν, ἀλλὰ σύ με ἐκ ταύτης λύτρωσαι, τῷ Σταυρῷ σου οἰκτίρμον πολυέλεε.

Θεοτοκίον

Δεσπόζουσα ἁπάντων, τῶν ποιημάτων Δέσποινα, ὡς τὸν Δεσπότην τέξασα, τῆς δουλείας με ἐλευθέρωσον, τοῦ δολίου καὶ μόνου πολεμήτορος.

Εἱρμὸς ἄλλος

Στερέωσον ἡμᾶς ἐν σοὶ Κύριε ΤΟ ΑΚΟΥΤΕ

Τὸ ξύλον τοῦ Σταυροῦ τὴν ἐγκράτειαν, τῷ Κόσμῳ ἐξήνθησεν, ἣν ἐκ πόθου, ἀσπασάμενοι τρυφήσωμεν, παγκαρπίαν τῶν θείων ἐντολῶν τοῦ Χριστοῦ.

 

Ἐγκράτειαν παθῶν καὶ νῦν φέροντες, τὴν σάρκα σταυρώσωμεν τῷ Κυρίῳ, καὶ νεκρόν, αὐτῆς τὸ φρονημα, ἀποδείξωμεν πάντες τῇ ἐνθέῳ ζωῇ.

Δόξα...

Τὰ τρία τῆς μιᾶς μορφῆς πρόσωπα, δοξάζω Πατέρα Υἱὸν καὶ Πνεῦμα, ἓν τὸ κράτος τῆς Θεότητος, βασιλείαν ἁπάντων, καὶ λαμπρότητα.

Καὶ νῦν ... Θεοτοκίον

Ὁ Τόκος σου Ἁγνὴ φρικτὸς πέφυκε· Θεὸς γὰρ ὑπάρχει ἐνανθρωπήσας, ὁ ἀνάρχως ἐκ Πατρὸς γεννηθείς, καὶ ἐκ σοῦ ἐπ ἐσχάτων πλὴν ἀνδρὸς κυηθείς.

Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι

Τὴν Σταύρωσιν ὑμνῶ καὶ τὴν λόγχευσιν, τῆς θείας Πλευρᾶς σου, ἐξ ἧς τὸ πόμα, τὸ ἀθάνατον ἀρύομαι, καθ΄ ἑκάστην Χριστέ, καὶ ἁγιάζομαι.

Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ

«Στερέωσον ἡμᾶς ἐν σοὶ Κύριε, ὁ ξύλῳ νεκρώσας τὴν ἁμαρτίαν, καὶ τὸν φόβον σου ἐμφύτευσον, εἰς τὰς καρδίας ἡμῶν τῶν ὑμνούντων σε».

 

ᾨδὴ η'

Κάμινος ποτέ, πυρὸς ΤΟ ΑΚΟΥΤΕ

Κάμινος παθῶν, φλογίζει τὴν ψυχήν μου, ἀλλὰ τῇ δρόσῳ τοῦ ἐλέους σου, ταύτην καταμάρανον, ὁ πηγάσας ἀπαθείας κρουνούς, Πλευρᾶς ἐξ ἀκηράτου σου, σταυρούμενος Εὐεργέτα, διὰ πολλὴν συγκατάβασιν.

 

Ὕψωσας ἡμᾶς, πεσόντας εἰς κακίαν, τῇ ἐν Σταυρῷ σου ἀνυψώσει Χριστέ· ὅθεν ὀλισθήσαντα, ἁμαρτίας εἰς τὰ βάραθρα, ἀνάγαγε καὶ στήριξον, πέτρᾳ με σωτηρίας, ὅπως δοξάζω τὸ κράτος σου.

 

Λόγχῃ σου Χριστέ, παθῶν τὴν σηπεδόνα, ἀποκαθάρας τῆς καρδίας μου, ὅλον με ὑγείωσον, ὃν ὁ ὄφις ἐτραυμάτισεν, ὁδοῦσιν ἰοβόλοις τε, καὶ δίδου μοι ἀκλονήτως, θείας πρὸς τρίβους πορεύεσθαι.

Θεοτοκίον

Σὲ τὴν φαεινήν, λαμπάδα καὶ λυχνίαν, ἐν ᾗ τὸ πῦρ τῆς Θεότητος, οἰκῆσαν ἐφώτισε, τοὺς νυκτώδει συσχεθέντας φθορᾷ, Ἀμίαντε γεραίρομεν, ἅπαντες, εὐλογοῦντες· Εὐλογημένη τὸν Τόκον σου.

Εἱρμὸς ἄλλος

Τὸν ἐν τῇ βάτῳ Μωσεῖ ΤΟ ΑΚΟΥΤΕ

Τὸν μεταξὺ τῶν λῃστῶν, σταυρωθέντα ἐν ξύλῳ, καὶ τῇ λόγχῃ νυγέντα, τὴν ζωήρρυτον πλευράν, ὑμνεῖτε, εὐλογεῖτε, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

 

Ὁ κρίνων πᾶσαν τὴν γῆν, κριτηρίῳ παρέστης, ἐρραπίσθης ἐπαίχθης, ἐν Σταυρῷ ἀνηρτήθης, φθορᾶς με ἀπαλλάττων, τῆς πάλαι ἁμαρτίας, εἰς πάντας τοὺς αἰῶνας.

Εὐλογοῦμεν Πατέρα, Υἱόν, καὶ ἅγιον Πνεῦμα

Θεότης μία Τριάς, ἡ ἀμέριστος φύσις, μεριστὴ δὲ προσώποις, τὸ ἀνώλεθρον κράτος, Πάτερ Υἱὲ καὶ Πνεῦμα, σὲ ἀνυμνολογοῦμεν, εἰς πάντας τοὺς αἰῶνας.

Καὶ νῦν ... Θεοτοκίον

Θεοκυῆτορ Ἁγνή, ἡ οὐράνιος πύλη, ἡ σωτήριος θύρα, πάντων τῶν Χριστιανῶν, τὴν δέησιν προσδέχου, τῶν σὲ μακαριζόντων, εἰς πάντας τοὺς αἰῶνας.

Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι

Σταυρὲ Χριστοῦ ὁ Λῃστήν, ὁδηγήσας πρὸς πίστιν, καὶ ἐμὲ πρὸς τὸν δρόμον, εὐτόνως τῶν Νηστειῶν, ἀξίωσον προφθάσαι, εἰς τὴν προσκύνησίν σου, καὶ ζωοποιηθῆναι.

Αἰνοῦμεν, εὐλογοῦμεν, καὶ προσκυνοῦμεν...

Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ

«Τὸν ἐν τῇ βάτῳ Μωσεῖ, τῆς Παρθένου τὸ θαῦμα, ἐν Σιναίῳ τῷ ὄρει προτυπώσαντα ποτέ, ὑμνεῖτε, εὐλογεῖτε, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας».

 

ᾨδὴ θ'

Ἀνάρχου Γεννήτορος ΤΟ ΑΚΟΥΤΕ

Ἡλίου φαιδρότερον, Νηστεία ἀναλάμψασα, ἡ πολύφωτος χάρις εὐαγγελίζεται, πᾶσι τοῦ Σταυροῦ τὰς ἀκτῖνας, καὶ τὰς αὐγάς, τοῦ τιμίου Πάθους, καὶ τῆς Ἀναστάσεως, τὴν ἡμέραν τὴν σωτήριον.

 

Ἁγνείαν ποθήσωμεν, πορνείαν ἀποφύγωμεν, τὴν ὀσφὺν σωφροσύνῃ περιζωσώμεθα, ὅπως καθαροὶ ἐποφθῶμεν, τῷ καθαρῷ, καὶ μόνῳ ἐκ πάντων, ζητοῦντι τὴν κάθαρσιν, τῷ Σωτῆρι τῶν ψυχῶν ἡμῶν.

 

Χριστὲ ἐκ τοῦ φόβου σου, καθήλωσον τὰς σάρκας μου, ὁ Σταυρῷ προσηλώσας, τὴν ἁμαρτίαν Ἀδάμ, λῦσον τῶν κακῶν μου τὴν δέησιν· τοῦ πονηροῦ σύντριψον τὰ βέλη, τῇ λόγχῃ σου Δέσποτα, καὶ τῆς τούτου βλάβης ῥῦσαί με.

Θεοτοκίον

Κριτὴν δικαιότατον, καὶ μόνον εὐδιάλλακτον, ἡ τεκοῦσα Παρθένε, Χριστὸν τὸν Κύριον, ῥῦσαί με τῆς κρίσεως Κόρη, καὶ τοῦ πυρός, καὶ τῆς τιμωρίας, ἣν μοι προεξένησεν, ἁμαρτίας ἡ ἀπόλαυσις.

Ἄλλος

Τὴν ἁγνὴν καὶ ἄχραντον ΤΟ ΑΚΟΥΤΕ

Ὢ τῆς εὐσπλαγχνίας σου! ὅτι Σταυρὸν ἠνέσχου, ἥλους καὶ λόγχην Κύριε, δι' ἐμὲ τὸν κατάκριτον φθορᾷ· διὸ ὑμνῶ σε Χριστέ.

 

Τὸν Σταυρόν, τὸν κάλαμον, τοὺς ἥλους καὶ τὴν λόγχην, τὰ ζωηρά σου Πάθη, πᾶς ὁ λαὸς προσκυνοῦντες, ἐν ᾠδαῖς Χριστὲ ὑμνοῦμέν σε.

Δόξα...

Μονὰς τρισυποστατε, Τριὰς ἑνικωτάτη, Κυριαρχία φύσις, ἰσοκλεής, Πάτερ Υἱέ, καὶ θεῖον Πνεῦμα, σῶσον πάντας ἡμᾶς.

Καὶ νῦν ... Θεοτοκίον

Χαίροις ἱλαστήριον, τοῦ Κόσμου Θεοτόκε, ἐν ᾧ προσφεύγοντες πάντες ἁμαρτωλοί, πρὸς Θεὸν καταλλαγὰς ἀεὶ εὑρίσκομεν.

Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι

Τῷ Σταυρῷ σου Κύριε, κᾀμὲ ἐνδυναμώσας, τῶν Νηστειῶν μοι δώρησαι Ἀγαθέ, εὐσθενῶς ἀποπληρῶσαι τὴν περίοδον.

Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ

«Τὴν ἁγνὴν καὶ ἄχραντον, Μητέρα καὶ Παρθένον, ᾠδαῖς ᾀσμάτων ἅπαντες οἱ πιστοί, εὐσεβῶς ὡς Θεοτόκον μεγαλύνομεν».

 

Ἀπόστιχα τῶν Αἴνων

Ἦχος πλ. δ'

Νηστείᾳ, τῶν λογισμῶν τὰ πάθη, δεῦτε δουλώσωμεν, πνευματικαῖς ἑαυτοὺς πτέρυξι περιστείλαντες, ἵνα τὴν τοῦ ἐχθροῦ, κινουμένην ζάλην, κοῦφοι περάσαντες, ἄξιοι γενώμεθα, τῆς τοῦ Σταυροῦ προσκυνήσεως, τοῦ ὑπὲρ τοῦ Κόσμου σφαγέντος ἑκουσίως, Υἱοῦ τοῦ Θεοῦ, καὶ πνευματικῶς ἑορτάσωμεν, τὴν ἐκ νεκρῶν τοῦ Σωτῆρος Ἀνάστασιν, ἐπ' ὄρους ἀρθέντες, Μαθηταῖς συνδοξάσωμεν, τὸν ἐξουσίαν λαβόντα πᾶσαν, Υἱὸν ἐκ Πατρὸς τὸν φιλάνθρωπον. (Δίς)

Μαρτυρικὸν

Μάρτυρες Χριστοῦ οἱ ἀήττητοι, οἱ νικήσαντες τὴν πλάνην, τῇ δυνάμει τοῦ Σταυροῦ, ἀπελάβετε τὴν χάριν τῆς αἰωνίου ζωῆς, τυράννων ἀπειλὰς οὐκ ἐπτοήθητε, βασάνοις αἰκιζόμενοι εὐφραίνεσθε, καὶ νῦν τὰ αἵματα ὑμῶν γέγονεν ἰάματα ταῖς ψυχαῖς ἡμῶν, πρεσβεύσατε, τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Δόξα... Καὶ νῦν ... Σταυροθεοτοκίον

Ὢ τοῦ παραδόξου θαύματος! ΤΟ ΑΚΟΥΤΕ

Τί τὸ ὁρώμενον θέαμα, ὁ τοῖς ἐμοῖς ὀφθαλμοῖς, καθορᾶται, ὦ Δέσποτα; ὁ συνέχων ἅπασαν, Κτίσιν ξύλῳ ἀνήρτησαι, καὶ θανατοῦσαι, ὁ πᾶσιν νέμων ζωήν, ἡ Θεοτόκος κλαίουσα ἔλεγεν, ὅτε ἑώρακεν, ἐν Σταυρῷ ἡ πάναγνος, τὸν ἐξ αὐτῆς, ἀρρήτως ἐκλάμψαντα, Θεὸν καὶ ἄνθρωπον.

 

ΕΙΣ ΤΗΝ ΤΡΙΘΕΚΤΗΝ

 

Τροπάριον τῆς Προφητείας

Ἦχος δ'

Οἶδας τὸ πλάσμα ἡμῶν, οἶδας τὴν ἀσθένειαν ἡμῶν Φιλάνθρωπε, ἡμάρτομεν, ἀλλ' οὐκ ἀπέστημέν σου ὁ Θεός, οὐδὲ διεπετάσαμεν χεῖρας ἡμῶν, πρὸς Θεὸν ἀλλότριον. Φεῖσαι ἡμῶν τῇ σῇ ἀγαθότητι, Εὔσπλαγχνε.

 

Δόξα... Καὶ νῦν ... Τὸ αὐτὸ

 

Προκείμενον Ἦχος δ' Ψαλμὸς θ'

Ἐξομολογήσομαί σοι, Κύριε, ἐν ὅλῃ καρδίᾳ μου.

Στίχ. Εὐφρανθήσομαι, καὶ ἀγαλλιάσομαι ἐν σοί.

 

Προφητείας Ἡσαΐου τὸ Ἀνάγνωσμα

(Κεφ Β', 3-11)

Τάδε λέγει Κύριος· Ἐκ Σιὼν ἐξελεύσεται νόμος, καὶ λόγος Κυρίου ἐξ Ἱερουσαλήμ. Καὶ κρινεῖ ἀνὰ μέσον τῶν ἐθνῶν, καὶ ἐλέγξει λαὸν πολύν, καὶ συγκόψουσι τάς μαχαίρας αὐτῶν εἰς ἄροτρα, καὶ τὰς ζιβήνας αὐτῶν εἰς δρέπανα, καὶ οὐ λήψεται ἔθνος ἐπὶ ἔθνος μάχαιραν, καὶ οὐ μάθωσιν ἔτι πολεμεῖν. Καὶ νῦν σύ, οἶκος τοῦ Ἰακώβ, δεῦτε, καὶ πορευθῶμεν ἐν τῷ φωτὶ Κυρίου· ἀνῆκε γὰρ τὸν λαὸν αὐτοῦ, τὸν οἶκον τοῦ Ἰακώβ, ὅτι ἐνεπλήσθη ἡ χώρα αὐτῶν, ὡς τὸ ἀπαρχῆς, κλυδωνισμῶν, ὡς ἡ τῶν ἀλλοφύλων, καὶ τέκνα πολλὰ ἀλλόφυλα ἐγεννήθη αὐτοῖς. Ἐνεπλήσθη γὰρ ἡ χώρα αὐτῶν ἀργυρίου καὶ χρυσίου, καὶ οὐκ ἦν ἀριθμὸς τῶν θησαυρῶν αὐτῶν, καὶ ἐνεπλήσθη ἡ γῆ ἵππων, καὶ οὐκ ἦν ἀριθμὸς τῶν ἁρμάτων αὐτῶν, καὶ ἐνεπλήσθη ἡ γῆ βδελυγμάτων τῶν ἔργων τῶν χειρῶν αὐτῶν, καὶ προσεκύνησαν, οἷς ἐποίησαν οἱ δάκτυλοι αὐτῶν. Καὶ ἔκυψεν ἄνθρωπος, καὶ ἐταπεινώθη ἀνήρ, καὶ οὐ μὴ ἀνοίσω αὐτούς. Καὶ νῦν εἰσέλθετε εἰς τὰς πέτρας, καὶ κρύπτεσθε εἰς τὴν γῆν, ἀπὸ προσώπου τοῦ φόβου Κυρίου, καὶ ἀπὸ τῆς δόξης τῆς ἰσχύος αὐτοῦ, ὅταν ἀναστῇ θραῦσαι τὴν γῆν. Οἱ γὰρ ὀφθαλμοὶ Κυρίου, ὑψηλοί, ὁ δὲ ἄνθρωπος ταπεινός, καὶ ταπεινωθήσεται τὸ ὕψος τῶν ἀνθρώπων, καὶ ὑψωθήσεται Κύριος μόνος ἐν τῇ ἡμέρᾳ ἐκείνῃ.

 

Προκείμενον Ἦχος πλ. β' Ψαλμὸς ι'

Δίκαιος Κύριος, καὶ δικαιοσύνας ἠγάπησεν.

Στίχ. Ἐπὶ τῷ Κυρίῳ πέποιθα, πῶς ἐρεῖτε τῇ ψυχῇ μου;