Τῌ ΠΑΡΑΣΚΕΥῌ ΤΗΣ Α' ΕΒΔΟΜΑΔΟΣ

ΕΙΣ ΤΟΝ ΕΣΠΕΡΙΝΟΝ

 

Στιχηρὰ

Ἦχος πλ. α'

Δεῦτε πιστοὶ ἐπεργασωμεθα, ἐν φωτὶ τὰ ἔργα τοῦ Θεοῦ, ὡς ἐν ἡμέρᾳ εὐσχημόνως περιπατήσωμεν, πᾶσαν ἄδικον συγγραφὴν ἀφ΄ ἑαυτῶν, τοῦ πλησίον ἀφελώμεθα, μὴ τιθέντες πρόσκομμα τούτῳ εἰς σκάνδαλον, ἀφήσωμεν τῆς σαρκὸς τὴν εὐπάθειαν, αὐξήσωμεν τῆς ψυχῆς τὰ χαρίσματα, δώσωμεν ἐνδεέσιν ἄρτον, καὶ προσέλθωμεν Χριστῷ, ἐν μετανοίᾳ βοῶντες· ὁ Θεὸς ἡμῶν, ἐλέησον ἡμᾶς. (Δίς)

δ' Μαρτυρικά, τὰ τοῦ Ἠχου τῆς Ἑβδομάδος

δ' Ἰδιόμελα, τοῦ ἁγίου Θεοδώρου

Ἦχος β'

Δεῦτε φιλομάρτυρες πάντες, πνευματικῶς εὐφρανθῶμεν, καὶ πανηγυρίσωμεν· σήμερον γὰρ προτίθεται τράπεζαν μυστικήν, ὁ μάρτυς Θεόδωρος, εὐφραίνουσαν τοὺς φιλεόρτους ἡμᾶς, τοῦ βοῆσαι πρὸς αὐτόν· Χαίροις Ἀθλοφόρε ἀήττητε, ὁ τὰς ἀπειλὰς τῶν τυράννων, ἐπὶ γῆς καταστρεψάμενος, χαίροις, ὁ τὸ πήλινόν σου σῶμα, διὰ Χριστόν τὸν Θεόν, ἐκδεδωκὼς ταῖς βασάνοις, χαίροις, ὁ ἐν ποικίλοις κινδύνοις, δόκιμος στρατιώτης ἀναδειχθείς, τῆς οὐρανίου στρατιᾶς. Διὸ δυσωποῦμέν σε, Μαρτύρων ἐγκαλλώπισμα, πρέσβευε, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

 

Τὴν Θεοδώρητον χάριν, τῶν θαυμάτων σου Μάρτυς Θεόδωρε, πᾶσιν ἐφαπλοῖς, τοῖς πίστει σοι προστρέχουσι· δι' ἧς εὐφημοῦμέν σε λέγοντες· Αἰχμαλώτους λυτροῦσαι, θεραπεύεις νοσοῦντας, πενομένους πλουτίζεις, καὶ διασῴζεις πλέοντας, μάταιον δρασμὸν ἐπέχεις οἰκετῶν, καὶ ζημίας φανέρωσιν ποιεῖς, τοῖς συληθεῖσιν Ἀθλητά, καὶ στρατιώτας παιδεύεις τῆς ἁρπαγῆς ἀπέχεσθαι, νηπίοις χαρίζεις, συμπαθῶς τὰ αἰτήματα, θερμὸς εὑρίσκῃ προστάτης, τοῖς ἐπιτελοῦσί σου τὸ ἱερὸν μνημόσυνον, μεθ' ὧν καὶ ἡμῖν Ἀθλητὰ ἱερώτατε, τοῖς ἀνυμνοῦσί σου τὸ μαρτύριον, αἴτησαι παρὰ Χριστοῦ τὸ μέγα ἔλεος.

 

Δῶρον Θεοῦ ὑπέρτατον, ἀνεδείχθης Μάρτυς Θεόδωρε, ὅτι καὶ μετὰ τέλος, ὡς ζῶν, τοῖς προστρέχουσι παρέχεις τὰς αἰτήσεις. Ὅθεν υἱὸν ἁρπαγέντα γυναίου ποτέ, δορυάλωτον ἐν ἀλλοπίστῳ στρατῷ, ἐπιστᾶσα ἡ χήρα, τοῖς δάκρυσι τὸν Ναόν σου κατέβρεχεν· αὐτὸς δὲ ὡς συμπαθής, ἐφ' ἵππῳ λευκῷ ἐπιβάς, ταύτης τὸν παῖδα, ἀοράτως παρέστησας, καὶ μετὰ τοῦτο σὺν τούτῳ ἐνεργῶν, τοῖς θαύμασιν οὐκ ἔλιπες. Ἀλλ' αἴτησαι Χριστὸν τὸν Θεόν, σωθῆναι τὰς ψυχὰς ἡμῶν.

 

Θείων δωρεῶν, ἐπώνυμόν σε γεραίρω, τρισμάκαρ Θεόδωρε· τοῦ φωτὸς γὰρ τοῦ θείου, ἄδυτος φωστὴρ ἀναδειχθείς, κατέλαμψας ἄθλοις σου, τὴν σύμπασαν Κτίσιν, καὶ πυρὸς ἀκμαιότερος φανείς, τὴν φλόγα κατέσβεσας, καὶ τοῦ δολίου δράκοντος, τὴν κάραν συνέτριψας· διὸ ἐν τοῖς ἄθλοις σου, Χριστὸς ἐπικαμφθεὶς ἐστεφάνωσε τήν θείαν κάραν σου. Μεγαλομάρτυς Ἀθλητά, ὡς ἔχων παρρησίαν πρὸς Θεὸν ἐκτενῶς ἱκέτευε, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Δόξα... Ἦχος πλ. β'

Ὀργάνῳ χρησάμενος ὁ δυσμενής, τῷ συναποστάτῃ Τυράννῳ, δι' ἐπινοίας χαλεπῆς, τὸν νηστείᾳ καθαγνιζόμενον λαὸν εὐσεβῆ, τοῖς ἐκ μιαρῶν θυσιῶν κεχραμένοις βρώμασιν, ἐπειρᾶτο καταμιαίνειν, ἀλλ' αὐτὸς τὸ ἐκείνου μηχάνημα, σοφωτέρᾳ διέλυσας ἐπινοίᾳ, ὄναρ ἐπιστάς, τῷ τότε Ἀρχιερεῖ, καὶ τὸ βαθὺ τῆς γνώμης ἀνακαλύπτων, καὶ τὸ ἄτοπον τοῦ ἐγχειρήματος ὑποδηλῶν, καὶ δή σοι χαριστήρια θύοντες, σωτῆρα ἐπιγραφόμεθα, ἐτήσιον ἀνάμνησιν τοῦ γενομένου ποιούμενοι, καὶ τὸ λοιπὸν ἐξαιτούμενοι, τῶν ἐπινοιῶν τοῦ πονηροῦ, ἀβλαβεῖς περισῴζεσθαι, ταῖς πρὸς Θεόν σου πρεσβείαις, μάρτυς Θεόδωρε.

 

Καὶ νῦν... Θεοτοκίον τὸ τοῦ Ἤχου

 

Προκείμενον Ἦχος πλ. α' Ψαλμὸς ιθ'

Ἐπακοῦσαι σου Κύριος ἐν ἡμέρα θλίψεως.

Στίχ. Ὑπερασπίσαι σου τὸ ὄνομα τοῦ Θεοῦ Ἰακώβ.

 

Γενέσεως τὸ Ἀνάγνωσμα

(Κέφ. Β', 20 - Γ', 20)

Ἐκάλεσεν Ἀδὰμ ὀνόματα πᾶσι τοῖς κτήνεσι, καὶ πᾶσι τοῖς πετεινοῖς τοῦ οὐρανοῦ, καὶ πᾶσι τοῖς θηρίοις τῆς γῆς, τῷ δὲ Ἀδὰμ οὐχ εὑρέθη βοηθός, ὅμοιος αὐτῷ. Καὶ ἐπέβαλεν ὁ Θεὸς ἔκστασιν ἐπὶ τὸν Ἀδάμ, καὶ ὕπνωσε, καὶ ἔλαβε μίαν τῶν πλευρῶν αὐτοῦ, καὶ ἀνεπλήρωσε σάρκα ἀντ' αὐτῆς. Καὶ ᾠκοδόμησε Κύριος ὁ Θεὸς τήν πλευράν, ἣν ἔλαβεν ἀπὸ τοῦ Ἀδάμ, εἰς γυναῖκα, καὶ ἤγαγεν αὐτὴν πρὸς τὸν Ἀδάμ. Καὶ εἶπεν Ἀδάμ· Τοῦτο νῦν ὀστοῦν ἐκ τῶν ὀστῶν μου, καὶ σάρξ ἐκ τῆς σαρκός μου, αὕτη κληθήσεται Γυνή, ὅτι ἐκ τοῦ ἀνδρὸς αὐτῆς ἐλήφθη αὕτη. Ἕνεκεν τούτου, καταλείψει ἄνθρωπος τὸν πατέρα αὐτοῦ καὶ τὴν μητέρα, καὶ προσκολληθήσεται πρὸς τὴν γυναῖκα αὐτοῦ· καὶ ἔσονται οἱ δύο εἰς σάρκα μίαν. Καὶ ἦσαν οἱ δύο γυμνοἰ, ὅτε Ἀδὰμ καὶ ἡ γυνὴ αὐτοῦ, καὶ οὐκ ᾐσχύνοντο, ὁ δὲ ὄφις ἦν φρονιμώτατος πάντων τῶν θηρίων τῶν ἐπὶ τῆς γῆς, ὧν ἐποίησε Κύριος ὁ Θεός. Καὶ εἶπεν ὁ ὄφις τῇ γυναικί· τί ὅτι εἶπεν ὁ Θεός· οὐ μὴ φάγητε ἀπὸ παντὸς ξύλου τοῦ ἐν τῷ Παραδείσῳ; Καὶ εἶπεν ἡ γυνὴ τῷ ὄφει· Ἀπὸ παντὸς ξύλου τοῦ ἐν τῷ Παραδείσῳ φαγώμεθα, ἀπὸ δὲ τοῦ καρποῦ τοῦ ξύλου, ὅ ἐστιν ἐν μέσῳ τοῦ Παραδείσου, εἶπεν ὁ Θεός, οὐ φάγεσθε ἀπ' αὐτοῦ, οὐδὲ μὴ ἅψησθε αὐτοῦ, ἵνα μὴ θανάτῳ ἀποθανεῖσθε. Καὶ εἶπεν ὁ ὄφις τῇ γυναικί· οὐ θανάτῳ, ἀποθανεῖσθε· ᾔδει γὰρ ὁ Θεός, ὅτι ᾖ δ' ἂν ἡμέρα φάγητε ἀπ' αὐτοῦ, διανοιχθήσονται ὑμῶν οἱ ὀφθαλμοί, καὶ ἔσεσθε ὡς θεοί, γινώσκοντες καλὸν καὶ πονηρόν. Καὶ εἶδεν ἡ γυνή, ὅτι καλὸν τὸ ξύλον εἰς βρῶσιν, καὶ ὅτι ἀρεστὸν τοῖς ὀφθαλμοὶς ἰδεῖν, καὶ ὡραῖόν ἐστι τοῦ κατανοῆσαι, καὶ λαβοῦσα ἡ γυνὴ ἀπὸ τοῦ καρποῦ αὐτοῦ, ἔφαγε, καὶ ἔδωκε καὶ τῷ ἀνδρὶ αὐτῆς μετ' αὐτῆς, καὶ ἔφαγον. Καὶ διηνοίχθησαν οἱ ὀφθαλμοὶ τῶν δύο, καὶ ἔγνωσαν ὅτι γυμνοὶ ἦσαν, καὶ ἔρραψαν φύλλα συκῆς, καὶ ἐποίησαν ἑαυτόῖς περιζώματα. Καὶ ἤκουσαν τῆς φωνῆς Κυρίου τοῦ Θεοῦ, περιπατοῦντος ἐν τῷ Παραδείσῳ το δειλινόν, καὶ ἐκρύβησαν, ὅ τε Ἀδὰμ καὶ ἡ γυνὴ αὐτοῦ, ἀπὸ προσώπου Κυρίου τοῦ Θεοῦ ἐν μέσῳ τοῦ Παραδείσου. Καὶ ἐκάλεσε Κύριος ὁ Θεὸς τὸν Ἀδάμ, καὶ εἶπεν αὐτῷ· Ἀδάμ, ποῦ εἶ; Καὶ εἶπεν αὐτῷ· Τῆς φωνῆς σου ἤκουσα, περιπατοῦντος ἐν τῷ Παραδείσῳ, καὶ ἐφοβήθην, ὅτι γυμνός εἰμι, καὶ ἐκρύβην. Καὶ εἶπεν αὐτῷ ὁ Θεός· τίς ἀνήγγειλέ σοι ὅτι γυμνὸς εἶ; εἰ μὴ ἀπὸ τοῦ ξύλου, οὗ ἐνετειλάμην σοι τούτου μόνον μὴ φαγεῖν, ἀπ' αὐτοῦ ἔφαγες; Καὶ εἶπεν ὁ Ἀδάμ· Ἡ γυνή, ἣν ἔδωκας μετ' ἐμοῦ, αὕτη μοι ἔδωκεν ἀπὸ τοῦ ξύλου, καὶ ἔφαγον. Καὶ εἶπε Κύριος ὁ Θεὸς τῇ γυναικί· τί τοῦτο ἐποίησας; καὶ εἶπεν ἡ γυνή, ὁ ὄφις ἠπάτησέ με, καὶ ἔφαγον. Καὶ εἶπε Κύριος ὁ Θεὸς τῷ ὄφει· Ὅτι ἐποίησας τοῦτο, ἐπικατάρατος εἶ ἀπὸ πάντων τῶν κτηνῶν, καὶ ἀπὸ πάντων τῶν θηρίων τῆς γῆς, ἐπὶ τῷ στήθει σου καὶ τῇ κοιλίᾳ πορεύσῃ, καὶ γῆν φαγῇ πάσας τὰς ἡμέρας τῆς ζωῆς σου, καὶ ἔχθραν θήσω ἀνὰ μέσον σοῦ, καὶ ἀνὰ μέσον τῆς γυναικός, καὶ ἀνὰ μέσον τοῦ σπέρματός σου, καὶ ἀνὰ μέσον τοῦ σπέρματος αὐτῆς, αὐτός σου τηρήσει κεφαλήν, καὶ σὺ τηρήσεις αὐτοῦ πτέρναν. Καὶ τῇ γυναικὶ εἶπε· Πληθύνων πληθυνῶ τὰς λύπας σου, καὶ τὸν στεναγμόν σου, ἐν λύπαις τέξῃ τέκνα, καὶ πρὸς τὸν ἄνδρα σου ἡ ἀποστροφή σου, καὶ αὐτὸς σου κυριεύσει· τῷ δὲ Ἀδὰμ εἶπεν· Ὅτι ἤκουσας τῆς φωνῆς τῆς γυναικός σου, καὶ ἔφαγες ἀπὸ τοῦ ξύλου, οὗ ἐνετειλάμην σοι τούτου μόνου μὴ φαγεῖν, ἀπ' αὐτοῦ ἔφαγες, ἐπικατάρατος ἡ γῆ ἐν τοῖς ἔργοις σου, ἐν λύπαις φαγῇ αὐτὴν πάσας τὰς ἡμέρας τῆς ζωῆς σου, ἀκάνθας καὶ τριβόλους ἀνατελεῖ σοι, καὶ φαγῇ τὸν χόρτον τοῦ ἀγροῦ, ἐν ἱδρῶτι τοῦ προσώπου σου φαγῇ τὸν ἄρτον σου, ἕως τοῦ ἀποστρέψαι σε εἰς τὴν γῆν, ἐξ ἧς ἐλήφθης, ὅτι γῆ εἶ, καὶ εἰς γῆν ἀπελεύσῃ. Καὶ ἐκάλεσεν Ἀδὰμ τὸ ὄνομα τῆς γυναικὸς αὐτοῦ, Ζωή, ὅτι αὕτη μήτηρ πάντων τῶν ζώντων.

 

Προκείμενον Ἦχος πλ. β' Ψαλμὸς κ'

Ὑψώθητι, Κύριε, ἐν τῇ δυνάμει σου.

Στίχ. Κύριε, ἐν τῇ δυνάμει σου εὐφρανθήσεται ὁ βασιλεύς.

 

Παροιμιῶν τὸ Ἀνάγνωσμα

(Κεφ. Γ', 19-24)

Ὁ Θεὸς τῇ σοφίᾳ ἐθεμελίωσε τὴν γῆν ἡτοίμασε δὲ οὐρανοὺς ἐν φρονήσει. Ἐν αἰσθήσει αὐτοῦ ἄβυσσοι ἐρράγησαν, νέφη δὲ ἐρρύησαν δρόσον. Υἱέ, μὴ παραρρυῇς· τήρησον δὲ ἐμὴν βουλὴν καὶ ἔννοιαν, ἵνα ζῇ σὴ ψυχή, καὶ χάρις ᾖ ἐπὶ σῷ τραχήλῳ, ἔσται δὲ ἴασις ταῖς σαρξί σου, καὶ ἐπιμέλεια τοῖς ὀστέοις σου, ἵνα πορεύῃ πεποιθώς ἐν εἰρήνῃ πάσας τὰς ὁδούς σου, ὁ δὲ πούς σου οὐ μὴ προσκόψῃ· ἐὰν γὰρ κάθῃ, ἄφοβος ἔσῃ, ἐὰν δὲ καθεύδῃς, ἡδέως ὑπνώσεις, καὶ οὐ φοβηθήσῃ πτόησιν ἐπελθοῦσαν, οὐδὲ ὁρμὰς ἀσεβῶν ἐπερχομένας. Ὁ γὰρ Κύριος ἔσται ἐπὶ πασῶν ὁδῶν σου, καὶ ἐρείσει σὸν πόδα, ἵνα μὴ ἀγρευθῇς. Μὴ ἀπόσχου εὐποιεῖν ἐνδεῆ, ἡνίκα ἂν ἔχῃ ἡ χείρ σου βοηθεῖν. Μὴ εἴπῃς· Ἐπανελθὼν ἐπάνηκε, καὶ αὔριον δώσω, δυνατοῦ σου ὄντος εὐποιεῖν· οὐ γὰρ οἶδας τί τέξεται ἡ ἐπιοῦσα. Μὴ τέκταινε ἐπὶ σὸν φίλον κακά, παροικοῦντα καὶ πεποιθότα ἐπὶ σοί. Μὴ φιλεχθρήσῃς πρὸς ἄνθρωπον μάτην, ἵνα μή τι εἰς σὲ ἐργάσηται κακόν. Μὴ κτήσῃ κακῶν ἀνδρῶν ὀνείδη, μηδὲ ζηλώσῃς ταὰς ὁδοὺς αὐτῶν. Ἀκάθαρτος γὰρ ἔναντι Κυρίου πᾶς παράνομος, ἐν δὲ δικαίοις οὐ συνεδρεύει. Κατάρα Κυρίου ἐν οἴκοις ἀσεβῶν, ἐπαύλεις δὲ δικαίων εὐλογοῦνται. Κύριος ὑπερηφάνοις ἀντιτάσσεται, ταπεινοῖς δὲ δίδωσι χάριν.

 

Ἀπολυτίκιον Ἦχος β'

Μεγάλα τὰ τῆς πίστεως κατορθώματα! ἐν τῇ πηγῇ τῆς φλογός, ὡς ἐπὶ ὕδατος ἀναπαύσεως, ὁ Ἅγιος Μάρτυς Θεόδωρος ἠγάλλετο· πυρὶ γὰρ ὁλοκαυτωθείς, ὡς ἄρτος ἡδύς, τῇ Τριάδι προσήνεκται. Ταῖς αὐτοῦ ἱκεσίαις Χριστὲ ὁ Θεός, σῶσον τὰς ψυχὰς ἡμῶν.

 

Δόξα... τὸ αὐτὸ

 

Καὶ νῦν... Θεοτοκίον

Πάντα ὑπὲρ ἔννοιαν, πάντα ὑπερένδοξα τὰ σὰ Θεοτόκε Μυστήρια, τῇ ἁγνείᾳ ἐσφραγισμένη, καὶ παρθενίᾳ φυλαττομένη, Μήτηρ ἐγνώσθης ἀψευδής, Θεὸν τεκοῦσα ἀληθινόν. Αὐτὸν ἱκέτευε, σωθῆναι τὰς ψυχὰς ἡμῶν.

 

Κανὼν τοῦ Ἁγίου Θεοδώρου

 

Ποίημα Ἰωάννου τοῦ Δαμασκηνοῦ

ᾨδὴ α' Ἦχος πλ. δ'

Ὑγρὰν διοδεύσας ΤΟ ΑΚΟΥΤΕ

Θεοῦ σε Θεόδωρε ἐραστήν, εἰδὼς καὶ τῷ πόθῳ, τῷ ἀφίκτῳ σου πεδηθείς, ψυχήν τε καὶ σῶμα καὶ τοὺς λόγους, τῶν ἐγκωμίων ἀνατίθημι.

 

Ἐγράφετο δόγμα θεοστυγές, θυσίαν εἰδώλοις, καὶ οὐ ζῶντι φέρειν Θεῷ, ἀλλ' ἤχθης οὐ θήσων Ἀθλοφόρε, τῷ δὲ Θεῷ προσαχθησόμενος.

 

Ὁ ἔρωτι θείῳ καθηλωθείς, Θεοῦ τοῦ Ὑψίστου, τῷ Υἱῷ τῷ Μονογενεῖ, Θεόδωρε Μάρτυς ἐστρατεύθης, καὶ τῶν βραβείων οὐ διήμαρτες.

Θεοτοκίον

Τάξεις σε Ἀγγέλων καὶ τῶν βροτῶν, ἀνύμφευτε Μῆτερ, εὐφημοῦσιν ἀνελλιπῶς· τὸν Κτίστην γὰρ τούτων ὥσπερ βρέφος, ἐν ταῖς ἀγκάλαις σου ἐβάστασας.

 

ᾨδὴ γ'

Σὺ εἶ τὸ στερέωμα ΤΟ ΑΚΟΥΤΕ

Ὕμνον ἐκ χειλέων μου, καὶ ἐξ ὀδυνηρᾶς δέησιν, φέρω ψυχῆς, ἣν κατοικτειρήσαις, ἀθλοφόρε Θεόδωρε.

 

Σάρκα καθυπέταξας, τῷ αὐτοκράτορι ἔνδοξε, Μάρτυς νοΐ, καὶ δι' ἀμφοτέρων, θεραπεύεις τὸν Κτίσαντα.

 

Ἔστης ἐπὶ βήματος, τυραννικοῦ Χριστὸν ἄνακτα, θεολογῶν· θύειν γὰρ κιβδήλοις, ἀπηρνήσω Θεόδωρε.

Θεοτοκίον

Σὲ πάντες κεκτήμεθα, καταφυγὴν καὶ τεῖχος ἀεί, Χριστιανοί, σὲ δοξολογοῦμεν, ἀσιγήτως Ἀνύμφευτε.

 

ᾨδὴ δ'

Εἰσακήκοα Κύριε ΤΟ ΑΚΟΥΤΕ

Μυστηρίων γευσάμενος, θείων ἐν συνέσει Μάρτυς Θεόδωρε, ἀνεπαίσχυντον ἀνάρρυσιν, τῆς Θεοῦ γεννήσεως ὡμολόγησας.

 

Ἐμπαθῆ τὴν Θεότητα, ᾤ[τ1] οντο τοῖς πάθεσιν οἱ λατρεύοντες, οὓς ἐν Πνεύματι διήλεγξας, ἀθλητὰ Θεόδωρε φωτιζόμενος.

 

Λυτρωτὴν δι' ἐντεύξεως, τῶν σὲ ἀνυμνούντων μάκαρ Θεόδωρε, ἐκ ποικίλων περιστάσεων, καὶ παθῶν γενέσθαι ἱκετεύομεν.

Θεοτοκίον

Ἡ τὸν στάχυν βλαστήσασα, τὸν ζωοποιὸν ἀνήρωτος ἄρουρα, τὸν παρέχοντα τῷ Κόσμῳ ζωήν, Θεοτόκε σῷζε τοὺς ὑμνοῦντάς σε.

 

ᾨδὴ ε'

Ὀρθρίζοντες βοῶμέν σοι ΤΟ ΑΚΟΥΤΕ

Ποθεῖτε τὸν ποθήσαντα Κύριον, ἐπεφώνεις, ἀθλητὰ Θεόδωρε, τοῖς συναθλοῦσί σοι Μάρτυσιν.

 

Ὡς ζήλῳ Ἀθλοφόρε πυρούμενος, τὴν καρδίαν, θεὰν τὴν ψευδώνυμον, σὺν τῷ τεμένει κατέφλεξας.

 

Δυνάμει ἀηττήτῳ Θεόδωρε, ἀθλοφόρε, βαρβάρων θρασύτητα, κᾀμοῦ τὰ πάθη ἀνάλωσον.

Θεοτοκίον

Παρθένον μετὰ τόκον ὑμνοῦμέν σε, Θεοτόκε· σὺ γὰρ τὸν Θεὸν Λόγον, σαρκὶ τῷ Κόσμῳ ἐκύησας.

 

ᾨδὴ ς'

Ἱλάσθητί μοι Σωτὴρ ΤΟ ΑΚΟΥΤΕ

Ὡς χαῦνον ὡς ἀσθενές, Θεῶν ματαίων τὸ φρύαγμα, πρὸς ἄμυναν ἑαυτῶν, ἀνθρώπων ἐδέετο, ἐνστάσει νικώμενον, ἀψευδῶν Μαρτύρων, κηρυττόντων τὴν ἀλήθειαν. (Δίς)

 

Ῥωσθεὶς δυνάμει Θεοῦ, Μαρτύρων κλέος Θεόδωρε, τὰς στρέβλας τῶν ἀσεβῶν, νηπίων τοξεύματα, ἑώρας μακάριε, τὸ διαιωνίζον, τῶν μελλόντων προορώμενος.

Θεοτοκίον

Ῥυσθείημεν τῶν δεινῶν, πταισμάτων ταῖς ἱκεσίαις σου, Θεογεννῆτορ ἁγνή, καὶ τύχοιμεν Πάναγνε, τῆς θείας ἑλλάμψεως, τοῦ ἐκ σοῦ ἀφράστως, σαρκωθέντος Υἱοῦ τοῦ Θεοῦ.

 

Κοντάκιον Ἦχος πλ. δ' ΤΟ ΑΚΟΥΤΕ

Πίστιν Χριστοῦ ὡσεὶ θώρακα, ἔνδον λαβὼν ἐν καρδίᾳ σου, τὰς ἐναντίας δυνάμεις κατεπάτησας Πολύαθλε, καὶ στέφει οὐρανίῳ, ἐστέφθης αἰωνίως, ὡς ἀήττητος.

 

ᾨδὴ ζ'

Οἱ ἐκ τῆς Ἰουδαίας ΤΟ ΑΚΟΥΤΕ

Ἐμαστίχθης τὸ σῶμα, ὑπὲρ τοῦ μαστιχθέντος, Λόγου σαρκὶ δι' ἡμᾶς, καὶ τούτῳ εὐχαρίστως, γηθόμενος ἐβόας, ἀθλοφόρε, Θεόδωρε· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητός εἶ.

 

Ὡς ἐν τάφῳ ἐτέθη, καὶ ἑκὼν ἐσφραγίσθη ὁ Λυτρωτὴς τοῦ παντός, εἱρκτῇ ἐσφραγισμένη, παρῴκησας κραυγάζων, ἀθλοφόρε Θεόδωρε· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητός εἶ.

 

Νεκρωθεὶς καὶ τὰ πάθη, τῆς σαρκὸς προαιρέσει, ἐκτιναξάμενος, οὐ βρώσει Ἀθλοφόρε, τῷ πόθῳ δὲ τῷ θείω, ἐμελῴδεις τρεφόμενος· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητός εἶ.

 

Ἐν φρουρᾷ Ἀθλοφόρε, ὥσπερ ἐν τῇ καμίνῳ, τοὺς νεανίας ποτέ, ὁ εἷς τῆς ἀκηράτου, Τριάδος σὲ θαρρύνει, ὁραθεὶς ἀναμέλποντα· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητός εἶ.

Θεοτοκίον

Τὴν ἡμῶν σωτηρίαν, ὡς ἠθέλησας Σῶτερ οἰκονομήσασθαι, ἐν μήτρᾳ τῆς Παρθένου, κατῴκησας τῷ Κόσμῳ, ἣν προστάτιν ἀνέδειξας· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητός εἶ.

 

ᾨδὴ η'

Ἑπταπλασίως κάμινον ΤΟ ΑΚΟΥΤΕ

Πεπηρωμένος ἔννοιαν, τῶν ἀνόμων ὁ ἔξαρχος τῷ θεοσεβεῖ σοι ἀσεβῶς ἐπέπληττε. τί μάτην εἰς ἄνθρωπον, βιοθανῆ ἀνόητε, ἔθου τὰς ἐλπίδας; ἀλλὰ σὺ ἀνεβόας· οἱ Παῖδες εὐλογεῖτε, ἱερεῖς ἀνυμνεῖτε, λαὸς ὑπερυψοῦτε, Χριστὸν εἰς τὸν αἰῶνας.

 

Ὡς νουνεχὴς καὶ φρόνιμος, οἰκονόμος τῆς χάριτος, τῇ δεδωρημένῃ ἐκ Θεοῦ σοι χάριτι, ἐβόας Θεόδωρε, τῷ ἀσεβῶς προστάσσοντι· Αὕτη μοι αἰσχύνη, καὶ τοῖς μέλπουσιν ἤτω· οἱ Παῖδες εὐλογεῖτε, ἱερεῖς ἀνυμνεῖτε, λαὸς ὑπερυψοῦτε, Χριστὸν εἰς τοὺς αἰῶνας.

 

Νεανικῶς ἠγώνισαι, ἀποτόμως διήλεγξας. τί ἀνοηταίνεις, τῷ Τυράννῳ ἔκραζες· προστάττων τοῖς κτίσμασι, ψευδολατρεῖν τὸν Κτίσαντα, ἐγκαταλιπόντες; ἀλλ' ἐγὼ ἀναμέλπω· Οἱ Παῖδες εὐλογοῦσιν, ἱερεῖς ἀνυμνοῦσι, λαοὶ ὑπερυψοῦσι, Χριστὸν εἰς τοὺς αἰῶνας.

Θεοτοκίον

Σωματικαῖς μορφώσεσι, καὶ ποικίλοις αἰνίγμασι, καὶ συμβολικαῖς, καὶ τυπικαῖς ἐμφάσεσι, τὴν σὴν προεμήνυον, οἱ θεηγόροι Γέννησιν, τὴν ὑπερφυᾶ καὶ θαυμαστήν σου Παρθένε· διό σε γεγηθότες, εὐσεβῶς ἀνυμνοῦμεν, Χριστὸν ὑπερυψοῦντες, εἰς πάντας τοὺς αἰῶνας.

 

ᾨδὴ θ'

Σὲ τὴν ἀπειρόγαμον ΤΟ ΑΚΟΥΤΕ

Ὕλη μαρτυρίου σου, Θεοῦ Θεόδωρε ὁ πόθος· ὅθεν σοι καὶ γέγονε, τῷ ἐνύλῳ τὸ σῶμα πυρί, δι' οὗ πρὸς τὸ θεῖον χαίρων, πῦρ ἐξεδήμησας, ἀθλοφόρε θεραπευτὰ Θεοῦ Θεόδωρε.

 

Μάρτυς παναοίδιμε, κατέφλεξας, οὐ κατεφλέχθης· σὺ γὰρ τὴν ἀπάτην ἔφλεξας, τῷ Θεῷ δὲ παρίστασαι, ζῶν καὶ ἐν αὐτῷ μαρτυρικῶς εὐφραινόμενος, ἀθλοφόρε θεραπευτὰ Θεοῦ Θεόδωρε.

Δόξα...

Ἕνα σε γινώσκομεν, Χριστὸν τὸν ἕνα τῆς Τριάδος, ἐν δυσὶ τελείαις φύσεσι, τὸν λαόν σου διάσωσον, τοῦτον ὃν ἐκτήσω τῷ τιμίῳ σου Αἵματι, Θεοδώρου τοῦ ἀθλοφόρου ταῖς ἐντεύξεσι.

Καὶ νῦν... Θεοτοκίον

Σὲ τὴν τὸν ἀόρατον, Θεὸν βαστάσασαν ἀγκάλαις, τὸν ἐν οὐρανοῖς ὑμνούμενον, ὑπὸ πάσης, Δυνάμεως, καὶ διὰ σοῦ ἡμῖν δωρούμενον, πάντοτε σωτηρίαν, οἱ ἐν περιστάσει μεγαλύνομεν.

Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ

«Σὲ τὴν ἀπειρόγαμον Θεοῦ Μητέρα καὶ Παρθένον, σὲ τὴν ὑπὲρ νοῦν κυήσασαν, διὰ λόγου τὸν ὄντως Θεόν, τὴν ὑψηλοτέραν, τῶν ἀχράντων Δυνάμεων, ἀσιγήτοις δοξολογίαις μεγαλύνομεν».

 

Ἀπολυτίκιον

Ἀπολυτίκιον Ἦχος β'

Μεγάλα τὰ τῆς πίστεως κατορθώματα! ἐν τῇ πηγῇ τῆς φλογός, ὡς ἐπὶ ὕδατος ἀναπαύσεως, ὁ Ἅγιος Μάρτυς Θεόδωρος ἠγάλλετο· πυρὶ γὰρ ὁλοκαυτωθείς, ὡς ἄρτος ἡδύς, τῇ Τριάδι προσήνεκται. Ταῖς αὐτοῦ ἱκεσίαις Χριστὲ ὁ Θεός, σῶσον τὰς ψυχὰς ἡμῶν.

Δόξα... Τὸ Κοντάκιον

Πίστιν Χριστοῦ ὡσεὶ θώρακα, ἔνδον λαβὼν ἐν καρδίᾳ σου, τὰς ἐναντίας δυνάμεις κατεπάτησας Πολύαθλε, καὶ στέφει οὐρανίῳ, ἐστέφθης αἰωνίως, ὡς ἀήττητος.

Καὶ νῦν... Θεοτοκίον

Ἦχος πλ. δ'

Ὡς προστασίαν ἅπαντες, καὶ κραταιὰν ἀντίληψιν, οἱ ἑπταικότες κεκτήμεθα Πάναγνε, σοῦ τὴν θερμὴν βοήθειαν, Παρθενομῆτορ Μαρία, Χριστιανῶν σωτηρία· διὸ μὴ παύσῃ ὑπὲρ ἡμῶν δυσωποῦσα τὸν Σωτῆρα, δωρήσασθαι τὴν συγχώρησιν.

 

Τῼ ΣΑΒΒΑΤῼ ΤΗΣ Α' ΕΒΔΟΜΑΔΟΣ

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

 

Μετὰ τὴν β' Στιχολογίαν 

Καθίσματα τοῦ ἁγίου Θεοδώρου

Ἦχος γ' Θείας πίστεως ΤΟ ΑΚΟΥΤΕ

Ζέων πίστεως ὀρθοδοξία, πλάνην ἔσβεσας κακοδοξίας, καταργήσας τῶν εἰδώλων τὸ ἄθεον, καὶ ὁλοκαύτωμα θεῖον γενόμενος, θαυματουργίαις δροσίζεις τὰ πέρατα. Μάρτυς ἔνδοξε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.

Ὅμοιον

Θεῖον δῶρόν σε πρὸς σωτηρίαν, πάσῃ δέδωκε τῇ οἰκουμένῃ, ὁ ἐν τοῖς ἄθλοις δυναμώσας σε Κύριος, τὰς ψυχικὰς ἡμῶν νόσους ἰώμενος, καὶ τῶν σωμάτων τὰ πάθη τροπούμενος. Μάρτυς Θεόδωρε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.

Θεοτοκίον

Ἡ τὸν ἀχώρητον, Θεὸν ἐν μήτρᾳ σου, Παρθένε ἄχραντε, κυοφορήσασα, τὸν πρὸ αἰώνων ἐκ Πατρὸς ἀρρεύστως ἀνατείλαντα, Λόγον ἐνυπόστατον, καὶ Υἱὸν ὁμοούσιον, τοῦτον ἐκδυσώπησον, σὺν Προφήταις καὶ Μάρτυσιν. Ὁσίοις, Ἀσκηταῖς, καὶ Δικαίοις, δοῦναι ἡμῖν λύσιν πλημμελημάτων.

 

Ὁ Κανὼν

 

ᾨδὴ α' Ἦχος δ'

Ἀνοίξω τὸ στόμα μου ΤΟ ΑΚΟΥΤΕ

Ὁ πάντων ἐπέκεινα, σὲ τὴν ἀρρήτως γεννήσασαν, ἁπάντων προέθηκε, τῶν ἑαυτοῦ ἐκλεκτῶν· ὅθεν σήμερον, τὸν τούτου στεφανίτην, ὑμνοῦντες Πανύμνητε, σοὶ προεξάρχομεν.

 

Τὸν μέγαν ἐν Μάρτυσι, τὸν ἀθλητὴν τὸν ὑπέρλαμπρον, τὸν ὀνομαστότατον, καὶ περιβόητον, τὸν ἐν θαύμασιν, ἀπ ἄκρων γῆς εἰς ἄκρα, ἐπίσημον ᾄσματι, μέλψω Θεόδωρον.

 

Ἡμέρα εὐφρόσυνος, ἐν ταῖς πενθίμοις ἀνέτειλε, καὶ τὴν σκυθρωπότητα, τούτων ἐφαίδρυνε, προεόρτια, προοίμια μακρόθεν, ἐκλάμψασα χάριτι, τοῦ θείου Μάρτυρος.

 

Ῥαντίζει καθάρσια, τὴν Ἐκκλησίαν τοῖς αἵμασι, τὸ ἅγιον σφάγιον, ὃ προσελάβετο, ὁ τεθυμένος, καὶ θῦμα δεδεγμένος, τὸν ὑπεραθλήσαντα, τῆς θείας δόξης αὐτοῦ.

Θεοτοκίον

Ὡραῖον κἄν ἄωρον, τὸ ἑορτάζειν νενόμισται· ἡ γὰρ ὡραΐσασα, τὰ πάντα Δέσποινα, καὶ νῦν ἔδειξε, τῆς μνήμης κοινωνοῦσα, τῷ προκινδυνεύοντι ταύτης δι' αἵματος.

 

Ἕτερος Κανὼν

ᾨδὴ α' Ἦχος β'

Ὡς ἐν ἠπείρῳ ΤΟ ΑΚΟΥΤΕ

Ὁ θαυμαστὸς ἐν Ἁγίοις ὄντως Θεός, ἐν ἐμοὶ θαυμάστωσαν, τὰ ἐλέη σου Χριστέ, λόγον μοι δωρούμενος, ὡς ἄν, τὰ θαυμάσια τοῦ σοῦ, αἰνέσω Μάρτυρος.

 

Τὸ σταθερὸν ἐν τοῖς ἄθλοις καὶ καρτερόν, ἐν τοῖς πόνοις ἔδειξας, Ἀθλοφόρε τοῦ Χριστοῦ, τὸ ταχὺ δὲ πάλιν ἐφ' ἡμᾶς, βοηθείας φανερῶν, τῆς σῆς Θεόδωρε.

 

Τὴν εὐσεβῆ τῶν Πατέρων πίστιν ψυχῆς, τῆς αὐτοῦ ὁ τύραννος, ἀπωσάμενος κακῶς, ἀσεβῆ ἠθέλησε βουλήν, τῷ Θεῷ προσκεκρουκὼς, ἀεὶ πορεύεσθαι.

Θεοτοκίον

Θεορρημόνων προρρήσεις πάλαι ἀνδρῶν, ἐπὶ σοὶ πεπλήρωνται, Μητροπάρθενε σαφῶς, ὡς Θεὸν τεκοῦσαν ἀληθῆ, καὶ Θεὸν ἀληθινόν, ὑπερφυῶς καὶ φρικτῶς.

Καταβασία ΤΟ ΑΚΟΥΤΕ

«Ἀνοίξω τὸ στόμα μου, καὶ πληρωθήσεται Πνεύματος, καὶ λόγον ἐρεύξομαι, τῇ Βασιλίδι Μητρί, καὶ ὀφθήσομαι, φαιδρῶς πανηγυρίζων, καὶ ᾄσω γηθόμενος, ταύτης τὰ θαύματα».

 

ᾨδὴ γ'

Τοὺς σοὺς ὑμνολόγους ΤΟ ΑΚΟΥΤΕ

Ἰδεῖν τὴν ἡμέραν τοῦ Υἱοῦ σου, ποθῶν ὁ χριστώνυμος λαός, εἰς τύπον ταύτης Δέσποινα, τανῦν προεορτάζουσι, σὲ φέρουσαν ὑπόθεσιν, καὶ τὸν κλεινὸν Ἀθλοφόρον σου.

 

Νικᾷ πᾶσι τρόποις τὰ βελτίω· ὁ μέγιστος γὰρ ἐν ἀθληταῖς, εἰς εὐφροσύνην ἤμειψε, τὴν τοῦ καιροῦ κατήφειαν, τῆς εὐαγοῦς τὸ σύντονον, νηστείας τρέψας εἰς ἄνεσιν.

 

Οἰκεῖον καὶ πρέπον σοι τὸ δῶρον· καὶ γὰρ ἐξ οἰκείων Ἀθλητά· οὓς γὰρ αὐτὸς κατῴκισας, ἐν ταύτῃ τῇ μερίδι σου, περιχαρῶς τὰ δῶρά σοι, τὰ τῶν ἐπαίνων προσάγομεν.

 

Καλλίστην κρηπῖδα κατεβάλου, ταῖς σαῖς ἀριστείαις Ἀριστεῦ, τὸν θῆρα τὸν ὀλέθριον, τὸν πῦρ καὶ φόνον πνέοντα, καταβαλὼν ὡς πάρεργον, ὑπερφυοῦς γενναιότητος.

 

Λυττήσας ὁ νέος ἀποστάτης, κατ' ἴσον δεινῶς τῷ παλαιῷ, καθάρματα τοῖς βρώμασιν, ὥσπερ ἰῷ συνέφυρεν, ἀλλὰ ψευσθεὶς ὁ δείλαιος, κατεσοφίσθη τῷ Μάρτυρι.

Θεοτοκίον

Ἐπλήσθην μὲν σύμπασα Παρθένε, τοῦ γνῶναι τὸν Κύριον ἡ γῆ, ἐκ σοῦ τῷ Κόσμῳ φάναντα, ἀλλὰ τοῖς θείοις Μάρτυσι, χάρις πολλὴ κρατύνασι, δι' ἑαυτῶν τὴν ἀλήθειαν.

 

Εἱρμὸς ἄλλος

Οὐκ ἔστιν Ἅγιος ΤΟ ΑΚΟΥΤΕ

Ὁ πρὶν τῆς Εὔας τοῖς ὠσί, ψιθυρίσας δολίως, τὸν Ἀδὰμ δι' αὐτῆς δέ, ἀπατήσας δολερῶς, αὐτὸς καὶ νῦν τὸν ἰόν, τῆς κακίας πρὸς ἀπάτην κέχυκε.

 

Τὸν δόλον εἶχε κατ' αὐτοῦ, ἔτρεφε τὴν μανίαν, κατὰ τῶν εὐθηνούντων, καιρὸν ἐζήτει εὐθῆ, καθ' ὃν τὸ μῖσος τελεῖν, ἐμελέτα, ὁ παρανομώτατος.

 

Τῶν ἡμερῶν ἡ ἀπαρχή, τῶν ἁγίων ἐπέστη Νηστειῶν, ἐν αἷς ἅπας, Χριστιανὸς ἑαυτόν, δι' ἐγκρατείας πολλῆς, ἐκκαθαίρει, πάντων ἀπεχόμενος.

Θεοτοκίον

Ἐλπὶς τοῦ Κόσμου κραταιά, σκέπη καὶ προστασία, Παναγία Παρθένε, μὴ παρίδῃς ἀγαθὴ τὴν δέησιν οἰκετῶν, τῶν ἐκ πόθου, σὲ μακαριζόντων ἀεί.

Καταβασία ΤΟ ΑΚΟΥΤΕ

«Τος σος μνολγους Θεοτκε, ς ζσα καὶ ἄφθονος πηγ, θασον συγκροτσαντας πνευματικόν, στερωσον· καὶ ἐν τ θείᾳ δξ σου, στεφνων δξης ξωσον».

 

Κάθισμα Ἦχος πλ. δ'

Τὴν σοφίαν καὶ Λόγον ΤΟ ΑΚΟΥΤΕ

Θεϊκὴν παντευχίαν ἀναλαβών, καὶ εἰδώλων τὴν πλάνην καταβαλών, Ἀγγέλους διήγειρας, εὐφημεῖν τοὺς ἀγῶνάς σου· τῷ γὰρ θείῳ πόθῳ, τὸν νοῦν πυρπολούμενος, τοῦ ἐν πυρὶ θανάτου, στερρῶς κατεφρόνησας· ὅθεν φερωνύμως, τοῖς αἰτοῦσί σε νέμεις, τὰ θεῖα δωρήματα, ἰαμάτων χαρίσματα. Ἀθλοφόρε Θεόδωρε, πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην σου.

Δόξα...

Μαξιμίνου θωπείαις μὴ ἐκλυθείς, τοῦ Χριστοῦ δὲ τοῖς λόγοις ἀνδρειωθείς, εἰδώλων τὰ τεμένη, ἐν πυρὶ ἀπετέφρωσας, ἀθλητικῶς νικήσας, καλῶς τὸν ἀντίπαλον, προφητικῶς διῆλθες, τὸ πῦρ ὡς ἐν ὕδατι· ὅθεν ἐπαξίως, ἀμοιβὴν τῶν ἀγώνων, πηγάζεις ἰάματα, τοῖς αἰτοῦσιν ἐκ πίστεως. Ἀθλοφόρε Θεόδωρε, πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην σου.

Καὶ νῦν... Θεοτοκίον

Ὡς πανάμωμος Νύμφη τοῦ Ποιητοῦ, ὡς ἀπείρανδρος Μήτηρ τοῦ Λυτρωτοῦ, δοχεῖον ὡς ὑπάρχουσα, τοῦ Ὑψίστου Πανύμνητε ἀνομιῶν με ὄντα, αἰσχρὸν καταγώγιον καὶ ἐν γνώσει γενόμενον, τοῖς δαίμοσι παίγνιον, σπεῦσον καὶ τῆς τούτων, κακουργίας με ῥῦσαι, λαμπρὸν οἰκητήριον, δι' ἀρετῆς ἀπαρτίσασα, φωτοδόχε ἀκήρατε, δίωξον τὸ νέφος τῶν παθῶν, καὶ τῆς ἄνω λαμπρότητος ἀξίωσον, καὶ ἀκιβδήλου αἴγλης, φωτὸς ἀνεσπέρου σου.

 

ᾨδὴ δ'

Ὁ καθήμενος ἐν δόξῃ ΤΟ ΑΚΟΥΤΕ

Ὢ καινὴς καὶ παραδόξου, μίξεώς τε, καὶ κράσεως! παρθενίᾳ τόκον, ἥνωσε τεχθεὶς ὁ θεάνθρωπος, ταῖς σκυθρωπαῖς δὲ ἡμέραις, τὴν εὐφρόσυνον, τὸν οἰκεῖον τιμῶν, Ἀθλητὴν ἐγκατέμιξεν.

 

Ἴδε πῶς Χριστὸν ἐφίλει, ὁ Χριστῷ στρατευόμενος· τοὺς ἐχθροὺς γὰρ τούτου, ζήλῳ καὶ πυρὶ κατηνάλωσε, καὶ ἑαυτὸν τελευταῖον καλλιέργημα, καὶ δεκτὸν αὐτῷ θῦμα, προθύμως ἀπέδωκε.

 

Νικηφόρος ἐκ τῶν ἄθλων, ὁ Γεννάδας ἀνέλυσε, παρρησίᾳ λόγων, καὶ ὑπεροψίᾳ κολάσεων, τοὺς θεατὰς καταπλήξας, καὶ γενόμενος, πάσῃ κτίσει καινόν, καὶ παράδοξον θέατρον.

 

Ὀστοῦν μὲν οὐ συνετρίβη, τοῦ Θεοῦ καὶ Δεσπότου μου, ὢ μακροθυμίας! καὶ μετὰ τὴν νέκρωσιν πάσχοντος, τὸν δὲ αὐτοῦ Στρατιώτην πῦρ δεξάμενον, καὶ τροχὸς ηὐλαβήθη, θανόντος προσάψασθαι.

Θεοτοκίον

Συνθανόντες τῷ Δεσπότῃ, τῆς ζωῆς οἱ θεράποντες, καὶ συναναστάντες, ζῶσι παρ' αὐτῷ νῦν αἰώνια, καὶ τῷ Υἱῷ τὴν Μητέρα συνδοξάζουσιν, εὐλογοῦντες Πατέρα, Υἱόν, Πνεῦμα ἅγιον.

 

Ἄλλος

Χριστός μου δύναμις ΤΟ ΑΚΟΥΤΕ

Βουλὴν βουλεύεται, ὁ ἀσεβέστατος, καὶ σκοπεῖται, ὡς ὄντως ἐστὶ φρικτή· ἔγνω γὰρ ὁ δείλαιος, διὰ βρωμάτων μιαρῶν, τὸν λαὸν καταμολύνειν Χριστοῦ.

 

Εἰς ἔργον ἤνεγκε, βουλὴν τὴν ἄθεσμον, συσταλῆναι προστάξας τῶν καθαρῶν, ἐδεσμάτων ἔνθεσιν, καὶ προτεθῆναι ἃ αὐτός, κατεμόλυνε τοῖς αἵμασι.

 

Γέγονεν ἔκπυστον, καὶ διαβόητον, τὸ ἀνόμημα πᾶσι Χριστιανοῖς· ὅθεν ὡς ἐπέγνωσε, καὶ συνδρομὴ πάντων ὁμοῦ, εἰς Ναὸν Κυρίου ἅγιον.

Θεοτοκίον

Τὴν σὲ Κυήσασαν, τὸν προαιώνιον, ἐκ Πατρὸς γεννηθέντα νῦν οἱ πιστοί, πρέσβυν προβαλλόμεθα· ταύτης δεήσεσι καμφθείς, εὐμενὴς γενοῦ τοῖς δούλοις σου.

Καταβασία ΤΟ ΑΚΟΥΤΕ

«Ὁ καθήμενος ἐν δόξῃ, ἐπὶ θρόνου Θεότητος, ἐν νεφέλῃ κούφῃ, ἦλθεν Ἰησοῦς ὁ ὑπέρθεος, τῇ ἀκηράτῳ παλάμῃ, καὶ διέσωσε, τοὺς κραυγάζοντας· Δόξα Χριστὲ τῇ δυνάμει σου».

 

ᾨδὴ ε'

Ἐξέστη τὰ σύμπαντα ΤΟ ΑΚΟΥΤΕ

Ἀνοίγεται σήμερον, τὰ πρόθυρα τῆς χάριτος, καὶ ἡ καταπαύσιμος νῦν αὕτη, προεικονίζει τὴν ἀναστάσιμον, οὕτω λαμπροφόρος τὴν λαμπράν, Δέσποιναν γεραίρουσα, καὶ τὸν ἔνδοξον Μάρτυρα.

 

Δωρεῖται φερώνυμον, δῶρον Θεὸς Θεόδωρον τοῖς ἠγαπηκόσι τοῦ φανέντος, ἠγαπημένου τὴν ἐπιφάνειαν, παραδόξων ἔργων ποιητὴν θείων τε δυνάμεων, αὐτουργὸν ἐργασάμενον.

 

Οὐδὲν πρὸς τὸν Μάρτυρα, τὰ τόξα καὶ τὰ βέλη σου, ἐχθρὲ τῆς ἀνθρώπων σωτηρίας, καὶ τεθνηκὼς γάρ, ζῇ καὶ ἐγρήγορε, καὶ τοῖς κακουργήμασι τοῖς σοῖς, ἀντικαθιστάμενος, σῴζει πάντα ὀρθόδοξον.

Θεοτοκίον

Ξενίζον ἦν πρότερον, τὸ θαῦμα τῆς θεόπαιδος, ταῖς τῶν Ἀθλητῶν δὲ μαρτυρίαις, εἴληφε πίστιν, τὴν ἀναμφίβολον, καὶ τὸ πιστευόμενον ἀεί, μένει θαυμαζόμενον, καὶ πιστῶς προσκυνούμενον.

 

Ἄλλος

Τῷ θείῳ φέγγει σου Ἀγαθὲ ΤΟ ΑΚΟΥΤΕ

Ὁ τότε τοίνυν Ἀρχιερεὺς ὅλος θαμβηθεὶς τοῦ ἀσεβοῦς, ὡς ἔγνω τὸ διαβούλιον, ὕμνοις ἐν παννύχοις Θεὸν ἱκέτευε, μὴ παριδεῖν εἰς τέλος, λαὸν τὸν κλῆρον αὐτοῦ.

 

Ἀλλ' ὁ ταχὺς ὄντως βοηθός, τῶν ἐν ἀληθείᾳ καὶ θερμῇ, προσκαλουμένων δεήσει αὐτόν, οὐ παρεῖδεν ὅλως, ἀλλὰ ταχίστην αὐτοῖς ἐργάζεται τὴν λύσιν τοῦ ἐγχειρήματος.

 

Ἐκ τῶν ὑψίστων ὁ βοηθός, πέμπεται ὡς τάχιστα πρὸς γῆν, ὁ ἀθλοφόρος Θεόδωρος, καὶ τῷ Ἀρχιποίμενι ἐποπτάνεται, τὴν λύσιν ἐκδιδάσκων, τῆς παρανόμου βουλῆς.

Θεοτοκίον

Οὐδεὶς προστρέχων ἐπὶ τὴν σήν, Δέσποινα ἀντίληψιν θερμῶς, καταισχυνθήσεται πώποτε, ἀλλ' αἰτεῖται χάριν, καὶ δῶρον δέχεται, πρὸς τὸ συμφέρον θᾶττον, τῆς ἐξαιτήσεως.

Καταβασία ΤΟ ΑΚΟΥΤΕ

«Ἐξέστη τὰ σύμπαντα, ἐπὶ τῇ θείᾳ δόξῃ σου· σὺ γὰρ ἀπειρόγαμε Παρθένε, ἔσχες ἐν μήτρᾳ, τὸν ἐπὶ πάντων Θεόν, καὶ τέτοκας ἄχρονον Υἱόν, πᾶσι τοῖς ὑμνοῦσί σε, σωτηρίαν βραβεύουσα».

 

ᾨδὴ ς'

Τὴν θείαν ταύτην καὶ πάντιμον ΤΟ ΑΚΟΥΤΕ

Νηστεύειν Σῶτερ οὐ δύνανται, οἱ φίλοι καὶ υἱοὶ τοῦ νυμφῶνός σου· σὲ τὸν Νυμφίον γάρ, σὺν τῇ Μητρὶ καὶ τῷ φίλῳ σου, ξενίζουσι παρόντα, καὶ θεραπεύουσιν.

 

Ἀπέστη Θεοῦ τοῦ σῴζοντος, ἀπέστη καὶ φρενῶν ὁ δυσώνυμος, καὶ πρὸς ἀπόνοιαν, κατεξανέστη τῆς πίστεως, ἀλλ' ἀντὶ ταύτης εὗρε, τὸν μεγαλώνυμον.

 

Παθῶν κατέστη σοφώτερος, καὶ δράσας ὁ γενναῖος θερμότερος· τὴν πρὸς τυράννους γάρ, πάλην καὶ νίκην καλῶς ἀσκηθείς, οὐδὲ θανὼν ἀπέστη, τοῦ κατορθώματος.

Θεοτοκίον

Ῥυσθέντες σήμερον Δέσποινα, κινδύνου ψυχοφθόρου τῷ θαύματι, τοῦ Ἀθλοφόρου σου, κατὰ τὴν σὴν θείαν πρόνοιαν, τὴν χάριν ἀμφοτέροις, ἀντιτιθέαμεν.

 

Ἄλλος

Τοῦ βίου τὴν θάλασσαν ΤΟ ΑΚΟΥΤΕ

Τὸν ξένον θαμβούμενος, τῆς ὁράσεως τῆς σῆς, Ἀρχιερεὺς ἀντέφησε. Σὺ τίς εἶ Κύριε, ὁ λαλῶν ἐμοί; γνώρισον καὶ δίδαξον, πῶς εὑρήσωμεν θᾶττον τὴν βοήθειαν.

 

Θεόδωρος ἔφησεν· Ἐγὼ πέφυκα σαφῶς, ὁ ἀθλητὴς καὶ ἄκουσον. Σῖτον ἑψήσας, μέρισον τοῖς λαοῖς, καὶ οὕτω σωθήσεσθε, κεχραμένων βρωμάτων τοῦ ἀλάστορος.

 

Ὡς μέγα τὸ θαῦμά σου, καὶ παράδοξος ἡ σή, ἀντίληψις Θεόδωρε! διὸ θαρροῦντες πάντες εἰλικρινῶς, πρὸς σὲ καταφεύγομεν, καὶ δεόμεθα· Σῶσον τοὺς οἰκέτας σου.

Θεοτοκίον

Φωτὸς οἰκητήριον, καὶ δοχεῖον καθαρόν, τοῦ Λόγου ἐχρημάτισας, Πατρὸς τῇ εὐδοκίᾳ, καὶ τῇ ἐν σοί, ἐπισκέψει Πνεύματος, τοῦ ἁγίου· διό με φωταγώγησον.

Καταβασία ΤΟ ΑΚΟΥΤΕ

«Τὴν θείαν ταύτην καὶ πάντιμον, τελοῦντες ἑορτὴν οἱ θεόφρονες, τῆς Θεομήτορος, δεῦτε τὰς χεῖρας κροτήσωμεν, τὸν ἐξ αὐτῆς τεχθέντα, Θεὸν δοξάζοντες».

 

Κοντάκιον Αὐτόμελον

Ἦχος πλ. δ' ΤΟ ΑΚΟΥΤΕ

Πίστιν Χριστοῦ ὡσεὶ θώρακα, ἔνδον λαβὼν ἐν καρδίᾳ σου, τὰς ἐναντίας δυνάμεις κατεπάτησας Πολύαθλε, καὶ στέφει οὐρανίῳ ἐστέφθης αἰωνίως, ὡς ἀήττητος.

Ὁ Οἶκος

Τὸν ἐν θρόνῳ φωτὸς ἐποχούμενον, εὐχαρίστως ἐν πίστει ὑμνοῦμέν σε, ὅτι δώρημα θεῖον δεδώρησαι, τὸν γενναῖον τοῖς ἄθλοις Θεόδωρον, τὸν ἐν τῷ βίῳ τρισμακάριστον, ὡς ὑπέρμαχον ὄντα τῆς ἀληθείας, εὐσεβεῖ λογισμῷ κεκτημένος Χριστόν, ἀνεδείχθη κραταιὸς νικητὴς κατὰ τοῦ δολεροῦ, ὡς ἀήττητος.

 

Συναξάριον

Τῇ αὐτῇ ἡμέρᾳ, Σαββάτῳ τῆς πρώτης Ἑβδομάδος τῶν Νηστειῶν, τὸ διὰ τῶν Κολλύβων παράδοξον θαῦμα τοῦ ἁγίου καὶ ἐνδόξου Μεγαλομάρτυρος Θεοδώρου τοῦ Τήρωνος ἑορτάζομεν.

 

Στίχοι

Τροφῇ κολλύβων, ἑστιᾷ Τήρων πόλιν,

Τροφὴν τιθεὶς ἄπρακτον, ἠλιγισμένην.

 

Ταῖς αὐτοῦ πρεσβείαις, ὁ Θεός, ἐλέησον, καὶ σῶσον ἡμᾶς. Ἀμήν.

 

ᾨδὴ ζ'

Οὐκ ἐλάτρευσαν ΤΟ ΑΚΟΥΤΕ

Νόμον ἔφησας μὴ κεῖσθαι τοῖς δικαίοις σου, δίκαιε Δέσποτα· ὅθεν ἡ Μήτηρ ἡ σή, καὶ ὁ πολυθαύμαστος οὗτος θεράπων σου, τῇ φαιδρότητι, τῆς μνήμης τούτων σήμερον, νόμους λύουσι νηστείας.

 

Ὡς ἡδίστη καὶ μεγάλη καὶ χαρμόσυνος, ἡ νῦν πανήγυρις, ἣν ὁ Μαρτύρων ἡμῖν, κάλλιστος καὶ μέγιστος, νῦν ἐσχεδίασεν, ἑνὶ θαύματι, ἐξ ἀκαθάρτων ἄχραντον, τοῦ Χριστοῦ λαὸν τελέσας.

 

Τὸν πρὸς δράκοντας δεινοὺς ἀντιταξάμενον, καὶ κατισχύσαντα, τὸν ψυχοφθόρον τε νῦν, καὶ τὸν λυμαινόμενον, ἔμψυχα σώματα, ἀναδήσωμεν, ἐπινικίοις ᾄσμασι, καὶ στεφάνων ἐγκωμίοις.

Θεοτοκίον

Ὁ Γενάρχης μὲν προγνοὺς τὴν ψυχολέτειραν, βρῶσιν οὐκ ἔφυγεν, ὁ σὸς δὲ πιστὸς λαός, παρὰ τοῦ σοῦ μάρτυρος, προδιδαχθεὶς καὶ φυγών, τὴν ὀλέθριον, τροφὴν σύν τούτῳ Δέσποινα, τὰ σωτήριά σοι θύει.

 

Ἄλλος

Δροσοβόλον μὲν τὴν κάμινον ΤΟ ΑΚΟΥΤΕ

Δροσοβόλος ἀθυμίας καὶ φλογώσεως, νεφέλη ὤφθης Ἔνδοξε, καὶ διέσωσας, ἐκ καμίνου τῆς τυραννικῆς, κραυγάζοντας πάντας τοὺς πιστούς· Εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.

 

Βασιλεῦ παρανομώτατε αἰσχύνθητι, καὶ ἐμφραγείη στόμα τὸ σόν, τὸ μελετῆσαν, καθ' ἡμῶν παράνομον βουλήν· κατέλυσε γάρ σου τὴν ἰσχύν, ὁ βασιλεύων Βασιλεύς, καὶ πάντων Κύριος.

 

Ἰουλιανὲ ἀνόητε, καρδία σου ὅλη κακίας πέπλησται· φαρμακοῦται δέ, παρὰ τοῦ σοφοῦ ἡμῶν Θεοῦ, σχεθεῖσα δολίως καθ' ἡμῶν, τῶν ἐκβοώντων πρὸς αὐτόν, τὴν χάριν νέμει σαφῶς.

Θεοτοκίον

Ὑπὲρ λόγον σου ἡ σύλληψις γεγένηται, καὶ ὑπὲρ νοῦν ὁ τόκος σου, Παναμώμητε· Θεὸν γὰρ ἐγέννησας σαρκί, τὸν σώσαντα πάντας ἐκ φθορᾶς, εὐλογημένη· διὸ νῦν, Θεοτόκε σὲ δοξάζομεν.

Καταβασία ΤΟ ΑΚΟΥΤΕ

«Οὐκ ἐλάτρευσαν τῇ κτίσει οἱ θεόφρονες, παρὰ τὸν κτίσαντα, ἀλλὰ πυρὸς ἀπειλήν, ἀνδρείως πατήσαντες, χαίροντες ἔψαλλον· Ὑπερύμνητε, ὁ τῶν Πατέρων Κύριος, καὶ Θεός, εὐλογητὸς εἶ».

 

ᾨδὴ η'

Λυτρωτὰ τοῦ παντὸς ΤΟ ΑΚΟΥΤΕ

Ἡ χαρᾶς τῇ γεννήσει πληρώσασα, τὰ οὐράνια καὶ τὰ ἐπίγεια, τῇ τοῦ καιροῦ στυγνότητι, χάριν εὔκαιρον νέμει, τῷ στεφανίτῃ, συγκροτοῦσα λαμπρῶς τὰ ἑόρτια.

 

Σαββατίσωμεν ἄνθρωποι σήμερον, ἐκ τῶν κόπων τῶν χθὲς καταπαύοντες, διὰ τὸν εὐλογήσαντα, τὴν παροῦσαν ἡμέραν, τῇ καταπαύσει, καὶ τῇ νῦν πανηγύρει τοῦ Μάρτυρος.

 

Ἀληθῶς τοῦτο πρῶτον ἐν Σάββασι, καὶ Σαββάτων ἂν λέγοιτο Σάββατον, μαρτυρικῆς τε χάριτος, καὶ δυνάμεως θείας ἐμπεπλησμένον, σωτηρίας μεγίστης ἀνάκλησις.

 

Βασιλέως Θεοῦ ἁγνοῖς βρώμασι, βασιλείας ἀθέσμου μιάσματα, ὁ καθαρὸς κατήργησε, παραδόξῳ τε τρόπῳ, θαυματουργίας, τὴν ἁγίαν ἑβδόμην ἡγίασε.

Θεοτοκίον

Βεβαιοῖ τὸ σὸν Κόρη μυστήριον, τῶν Μαρτύρων ὁ πρόθυμος θάνατος· ὡς γὰρ Θεῷ πιστεύσαντες, τῷ τεχθέντι, κἄν πάθος, ἑκὼν ὑπέστη, ἑαυτοὺς οἱ γενναῖοι κατέθυσαν.

 

Ἄλλος

Ἐκ φλογὸς τοῖς Ὁσίοις ΤΟ ΑΚΟΥΤΕ

Ἐκ φλογὸς ὡς ἐρρύσθης Μάρτυς Θεόδωρε, θεϊκῇ δυναστείᾳ, οὕτω καὶ νῦν ἡμᾶς ἔσωσας αὐτός, ἐπιστασίᾳ θείᾳ σου, τῆς τοῦ Παρανόμου, βουλῆς κακομηχάνου.

 

Τὸ ἑσπέρας ηὐλίσθη κλαυθμὸς τοῖς δούλοις σου, πονηρᾶς ἐξ ἐνέδρας τοῦ ἀποστάτου ἡμῶν· ἀλλ΄ εἰς τὸ πρωῒ ἀγαλλίασις ἔλαμψε, Μάρτυς καρτερόφρον, θερμῇ σου βοηθείᾳ.

 

Λυτρωτήν σε εὑρόντες οἱ ἐν κινδύνοις ἡμεῖς, ἐμπεσόντες, καὶ ῥύστην τῆς τοῦ ἐχθροῦ μηχανῆς, Μάρτυς τοῦ Χριστοῦ, ἀθλοφόρε Θεόδωρε, σὲ δοξολογοῦμεν, εἰς πάντας τοὺς αἰῶνας.

Θεοτοκίον

Ἀπορεῖ νοῦς ἀνθρώπων τῆς σῆς λοχείας Ἁγνή, τὸ μυστήριον φράσαι, καὶ διὰ τοῦτό σε, πίστει εὐσεβῶς, ὡς Θεοτόκον σέβομεν, καὶ δοξολογοῦμεν, εἰς πάντας τούς αἰῶνας.

Καταβασία ΤΟ ΑΚΟΥΤΕ

«Παῖδας εὐαγεῖς ἐν τῇ καμίνῳ, ὁ τόκος τῆς Θεοτόκου διεσώσατο, τότε μὲν τυπούμενος, νῦν δὲ ἐνεργούμενος, τὴν οἰκουμένην ἅπασαν, ἀγείρει ψάλλουσαν· Τὸν Κύριον ὑμνεῖτε τὰ ἔργα, καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας».

 

ᾨδὴ θ'

Ὁ τόκος σου ἄφθορος ἐδείχθη ΤΟ ΑΚΟΥΤΕ

Συντρέχει τὰ πλήθη πανταχόθεν, ἐπὶ τὴν σκηνὴν τοῦ μαρτυρίου, καὶ τὴν ἔνοικον χάριν, τοῦ προλάμποντος, ἐν δόξῃ πάντων Μαρτύρων, σὺν τῇ Δεσποίνῃ τῶν ἁπάντων μεγαλύνομεν.

 

Ἀνδρίζου Χριστοῦ ἡ Ἐκκλησία, καὶ κράτει τῶν μάτην πολεμούντων· τοῦ Χριστοῦ γὰρ οἱ φίλοι, καὶ παρόντες σοῦ προκήδονται, καὶ ἀπόντες, ὡς ὁ Γενναῖος, ᾧ τελεῖς τὰ χαριστήρια.

 

Τὸν δόξαντα πάλαι τεθνηκέναι, τὰ πράγματα ζῇν καὶ μετὰ τέλος, καὶ τῆς πίστεως πάλιν, προστατεῖν μετὰ τοῦ ἴσου, δείκνυσι ζήλου, ὃν οἱ πλουτοῦντες, εὐεργέτην μεγαλύνομεν.

Θεοτοκίον

Ὡς θείαν σφραγῖδά σε τοῖς ὕμνοις, τὴν ἐσφραγισμένην Θεοῦ βίβλον, ἐπιτίθημι φέρων, καὶ συνάγω τοὺς ἐπαίνους εἰς σὲ Παρθένε, οὕτω δοξάζων, ἐπὶ πλέον τὸν σόν Μάρτυρα.

 

Ἄλλος

Θεὸν ἀνθρώποις ἰδεῖν ἀδύνατον ΤΟ ΑΚΟΥΤΕ

Καλῶς ἐδείχθης πρόμαχος Ἔνδοξε, καὶ κραταιὰ ἀντίληψις ἡμῖν τοῖς τιμῶσί σου, τὴν σεπτὴν καὶ ἀοίδιμον μνήμην νῦν, καὶ τῶν σῶν ἀθλημάτων τὰ κατορθώματα, καὶ τὴν γενομένην εἰς ἡμᾶς, θείαν ἀντίληψιν.

 

Τὸ σὸν παμμάκαρ θαῦμα Θεόδωρε, τὸ τελεσθὲν ἁγίαις ἑπομβρίαις ἐξᾴδεται, εἰς τὸν σύμπαντα Κόσμον μακάριε· ὅθεν καὶ ἐτησίως συναθροιζόμενοι, δόξαν ἀναπέμπομεν Χριστῷ, τῷ σὲ δοξάσαντι.

 

Ὁρῶν τὸν πόθον τῶν εὐφημούντων σε, Μάρτυς Χριστοῦ, τὴν χάριν ἀντιδώρησαι μείζονα, καὶ τὴν πίστιν εἰδὼς ὅση πέφυκεν, ἔνδοξε μὴ ἐλλίπῃς, πρέσβυς θερμότατος, μάρτυς καὶ μεσίτης, πρὸς Θεὸν ἡμῶν δεικνύμενος.

Θεοτοκίον

Ὑμνεῖν Παρθένε σὲ οὐ παυόμεθα, τὴν βοηθόν, τὴν σκέπην, τὴν ταχεῖαν ἀντίληψιν, τὴν προστάτιν ἡμῶν, ἀκαταίσχυντον, τήρησον σοὺς ἱκέτας, πάσης κακώσεως, πάσης μηχανῆς τοῦ πονηροῦ, ἐκλυτρουμένη ἀεί.

Καταβασία ΤΟ ΑΚΟΥΤΕ

«Ἅπας γηγενής, σκιρτάτω τῷ πνεύματι, λαμπαδουχούμενος, πανηγυριζέτω δέ, ἀΰλων Νόων φύσις γεραίρουσα, τὴν ἱερὰν πανήγυριν, τῆς Θεομήτορος, καὶ βοάτω· Χαίροις παμμακάριστε, Θεοτόκε ἁγνὴ ἀειπάρθενε».

 

Ἐξαποστειλάριον

Τοῖς Μαθηταῖς ΤΟ ΑΚΟΥΤΕ

Στεφανηφόρος Ἅγιε, παρεστὼς σὺν Ἀγγέλοις, τῷ τοῦ Χριστοῦ νῦν Βήματι, καὶ φωτὸς τοῦ ἐκεῖθεν, πληρούμενος Ἀθλοφόρε, τὴν εἰρήνην τῷ Κόσμῳ, ἀδιαλείπτως πρέσβευε, καὶ ἡμῖν σωτηρίαν τοῖς εὐσεβῶς, τὴν φωσφόρον μνήμην σου ἐκτελοῦσι, Θεόδωρε πανόλβιε, Μάρτυς ἠγλαϊσμένε.

Θεοτοκίον

Ἐν τῇ γαστρί σου Κύριος, ἀπολλύμενον Κόσμον, φθορᾶς ἀνακαλέσασθαι, βουληθεὶς ὥσπερ οἶδεν, ἐσκήνωσε Θεοτόκε. Σωτηρίαν οὖν πάντες, εὑρόντες ἐκβοῶμέν σοι· Χαῖρε τὸ τοῦ Ἀγγέλου, πανευκλεές, γυναιξὶν ἐν πάσαις εὐλογημένη· καὶ γὰρ χαρὰν ἐκύησας, πάσῃ τῇ οἰκουμένῃ.

 

Εἰς τοὺς Α ἲ ν ο υ ς

Ἦχος α' Τῶν οὐρανίων ταγμάτων ΤΟ ΑΚΟΥΤΕ

Τὸν ἀριστέα τῆς ἄνω, στρατολογίας πιστοί, ὡς καρτερὸν ὁπλίτην, τῆς ἡμῶν εὐσεβείας, συμφώνως συνελθόντες, ᾠδαῖς μυστικαῖς, εὐφημήσωμεν λέγοντες· Ἀξιοθαύμαστε Μάρτυς τοῦ Ἰησοῦ, εὔχου ὑπὲρ τῶν τιμώντων σε.

 

Τῇ φερωνύμῳ σου κλήσει, δῶρον Θεοῦ ἀληθῶς, τοῖς θλιβομένοις πᾶσι, θυμηδία ἐδόθης, Θεόδωρε τρισμάκαρ· πᾶς γὰρ τῷ σῷ, προσπελάζων Ναῷ ἀληθῶς, μέτ' εὐφροσύνης λαμβάνων τὰς ἀμοιβάς, τῶν θαυμάτων σου γεραίρει Χριστόν.

 

Τῆς εὐσεβείας τὸν πλοῦτον, καὶ τὴν λαμπρότητα, ἀθλητικοῖς καμάτοις, σεαυτῷ θησαυρίσας, πᾶσαν τὴν ἰσχύν σου, δῶρον δεκτόν, τῷ Θεῷ προσενήνοχας, ἀναπληρῶν ἐν τοῖς ἄθλοις μετὰ σπουδῆς, Θεοδώρητόν σου πρόσκλησιν.

 

Τῇ παμφαεῖ πανηγύρει, τοῦ θείου Μάρτυρος, εὐωχηθῶμεν πάντες, καὶ πιστῶς εὐφρανθῶμεν, φιλέορτοι τιμῶντες, φαιδρὰν ἑορτήν, τῆς αὐτοῦ τελειώσεως, ᾀσματικῶς ἀνυμνοῦντες τὸν Ἰησοῦν, τὸν δοξάσαντα τὴν μνήμην αὐτοῦ.

Δόξα... Ἦχος πλ. β'

Ἁγιωσύνης δωρεά, καὶ πλοῦτος θείας ζωῆς, πεφανέρωσαι τῷ Κόσμῳ Θεόδωρε. Χριστὸς γάρ σου σοφέ, τὴν μνήμην ἐδόξασεν· ἐν ᾗ συμφώνως οἱ πιστοί, γεγηθότες ὑμνοῦμεν, τοὺς ἀγῶνας τῶν πόνων σου.

Καὶ νῦν... Θεοτοκίον

Θεοτόκε σὺ εἶ ἡ ἄμπελος ἡ ἀληθινή, ἡ βλαστήσασα τὸν καρπὸν τῆς ζωῆς, σὲ ἱκετεύομεν, Πρέσβευε Δέσποινα, μετὰ τοῦ Ἀθλοφόρου, καὶ πάντων τῶν Ἁγίων, ἐλεηθῆναι, τὰς ψυχὰς ἡμῶν.

 

Ἀπόστιχα

Ἦχος γ'

Χορεύουσι στίφη Μαρτύρων χαρμονικῶς, νῦν ἐν τῷ τεμένει σου, ἀθλοφόρε Θεόδωρε, καὶ Ἀγγέλων τὰ τάγματα, τοὺς ἄθλους κροτοῦσι τῆς καρτερίας σου, καὶ αὐτός ὁ στεφοδότης Χριστὸς πάρεστι, πλουτοποιὰ χαρίσματα, τοῖς ὑμνῳδοῖς δεξιᾷ παρεχόμενος· ὃν ποθήσας ἐζήτεις, καὶ εὑρὼν ὡμίλησας, ὄνπερ ἐπόθησας. Ὃν ἱκέτευε σῶσαι, καὶ φωτίσαι τὰς ψυχὰς ἡμῶν.

 

Ἡ καθαρὰ καὶ πανάμωμος Νηστεία, ἐπιδημήσασα νῦν πρὸς ἡμᾶς, μαρτυρικῶν θαυμάτων, τελετὴν συνεισήγαγε· διὰ γὰρ νηστείας, τῶν ψυχικῶν μολυσμῶν, καὶ ῥύπων ἐκκαθαιρόμεθα, καὶ διὰ τῶν μαρτυρικῶν σημείων καὶ ἄθλων, γενναίως κατὰ τῶν παθῶν ἀνδριζόμεθα. Ὅθεν καὶ τῆς ἱερᾶς ἐγκρατείας τῇ χάριτι φωτιζόμενοι, καὶ ταῖς θαυματουργίαις, Θεοδώρου τοῦ Μάρτυρος, τῇ πρὸς Χριστὸν στηριζόμεθα πίστει, αἰτούμενοι αὐτόν, σωτηρίαν βραβεῦσαι ταῖς ψυχαῖς ἡμῶν.

 

Τῇ μαρτυρικῇ σου πρὸς Θεὸν παρρησίᾳ Θεόδωρε, τὸ τοῦ ἀποστάτου, κατὰ τῆς Χριστοῦ πίστεως μηχάνημα, μάταιον ἀπετέλεσας, ὑπέρμαχος, τῷ εὐσεβούντι χρηματίσας λαῷ, δι' ἐπιστασίας φρικτῆς, τῶν μεμολυσμένων βρωμάτων, θυσίαις εἰδωλικαῖς, αὐτοὺς λυτρωσάμενος· ὅθεν σε καὶ ὡς εἰδώλων καθαιρέτην, καὶ ὡς τῆς ποίμνης Χριστοῦ σωτῆρα καὶ φύλακα, καὶ προστάτην ἡμῶν εὐεπήκοον, τιμῶντες, δεόμεθα ἐν ᾄσμασιν, ἱλασμὸν καὶ φωτισμόν, διὰ σοῦ δωρηθῆναι ταῖς ψυχαῖς ἡμῶν.

Δόξα... Ἦχος πλ. δ'

Ἀθλητικὴν ἀνδρείαν, εὐσεβῶς καθοπλισθεὶς Ἀθλοφόρε Χριστοῦ, καὶ λογικὴν λατρείαν, μυστικῶς ὑπερμαχῶν τῇ δυνάμει αὐτοῦ, τῶν εἰδώλων τὸ ἀσεβές, καὶ τῶν τυράννων τὸ ἀπηνές, ἀσθενὲς ἀπέδειξας, καταφρονῶν τῶν βασάνων, καὶ τοῦ προσκαίρου πυρός· ἀλλ' ὢ θείων δωρεῶν, καὶ πρᾶγμα καὶ ὄνομα, τῇ πρεσβείᾳ σου σῷζε, τοὺς ἐκτελοῦντας τὴν μνήμην σου.

Καὶ νῦν... Θεοτοκίον

Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

 

ΕΙΣ ΤΗΝ ΛΕΙΤΟΥΡΓΙΑΝ

 

Τὰ Τυπικά, καὶ ἐν τοῖς Μακαρισμοῖς, ᾨδὴ γ' καὶ ς' ἐκ τοῦ Κανόνος τοῦ Ἁγίου.

 

Προκείμενον Ἦχος βαρὺς

Εὐφρανθήσεται δίκαιος ἐν Κυρίῳ.

Στίχ. Εἰσάκουσον, ὁ Θεός, τῆς φωνῆς μου.

 

Πρὸς Ἑβραίους Ἐπιστολῆς Παύλου τὸ Ἀνάγνωσμα

(Κεφ. Α', 1-12)

Πολυμερῶς καὶ πολυτρόπως πάλαι ὁ Θεὸς λαλήσας τοῖς, πατράσιν ἐν τοῖς Προφήταις, ἐπ ἐσχάτων τῶν ἡμερῶν τούτων ἐλάλησεν ἡμῖν ἐν Υἱῷ, ὃν ἔθηκε κληρονόμον πάντων, δι' οὗ καὶ τοὺς αἰῶνας ἐποίησεν, ὅς, ὢν ἀπαύγασμα τῆς δόξης, καὶ χαρακτὴρ τῆς ὑποστάσεως αὐτοῦ, φέρων τε τὰ πάντα τῷ ῥήματι τῆς δυνάμεως αὐτοῦ, δι' ἑαυτοῦ καθαρισμὸν ποιησάμενος τῶν ἁμαρτιῶν ἡμῶν, ἐκάθισεν ἐν δεξιᾷ τῆς μεγαλωσύνης ἐν ὑψηλοῖς, τοσούτῳ κρείττων γενόμενος τῶν Ἀγγέλων, ὅσῳ διαφορώτερον παρ' αὐτούς κεκληρονόμηκεν ὄνομα. Τίνι γὰρ εἶπέ ποτε τῶν Ἀγγέλων, Υἱός μου εἶ σύ, ἐγὼ σήμερον γεγέννηκά σε; Καὶ πάλιν. Ἐγὼ ἔσομαι αὐτῷ εἰς Πατέρα, καὶ αὐτὸς ἔσται μοι εἰς Υἱόν; Ὅταν δὲ πάλιν εἰσαγάγῃ τὸν Πρωτότοκον εἰς τὴν οἰκουμένην, λέγει· Καὶ προσκυνησάτωσαν αὐτῷ πάντες Ἄγγελοι Θεοῦ. Καὶ πρὸς μὲν τοὺς Ἀγγέλους λέγει, ὁ ποιῶν τοὺς Ἀγγέλους αὐτοῦ πνεύματα, καὶ τοὺς λειτουργοὺς αὐτοῦ πυρὸς φλόγα. Πρὸς δὲ τὸν Υἱόν· Ὁ θρόνος σου, ὁ Θεός, εἰς τὸν αἰῶνα τοῦ αἰῶνος, ῥάβδος εὐθύτητος ἡ ῥάβδος τῆς Βασιλείας σου. Ἠγάπησας δικαιοσύνην, καὶ ἐμίσησας ἀνομίαν· διὰ τοῦτο ἔχρισέ σε ὁ Θεός, ὁ Θεός σου ἔλαιον ἀγαλλιάσεως παρὰ τοὺς μετόχους σου. Καί, Σὺ καταρχάς, Κύριε, τὴν γῆν ἐθεμελίωσας, καὶ ἔργα τῶν χειρῶν σου εἰσὶν οἱ οὐρανοί, αὐτοὶ ἀπολοῦνται, σὺ δὲ διαμένεις, καὶ πάντες, ὡς ἱμάτιον, παλαιωθήσονται, καὶ ὡσεὶ περιβόλαιον ἑλίξεις αὐτούς, καὶ ἀλλαγήσονται, σὺ δὲ ὁ αὐτὸς εἶ, καὶ τὰ ἔτη σου οὐκ ἐκλείψουσιν.

 

Ἕτερος τοῦ Ἁγίου

Πρὸς Τιμόθεον Β' Ἐπιστολῆς Παύλου τὸ Ἀνάγνωσμα

(Κεφ. Β', 1-10)

Τέκνον Τιμόθεε, ἐνδυναμοῦ ἐν τῇ χάριτι τῇ ἐν Χριστῷ Ἰησοῦ, καὶ ἃ ἤκουσας παρ' ἐμοῦ διὰ πολλῶν μαρτύρων, ταῦτα παράθου πιστοῖς ἀνθρώποις, οἵτινες ἱκανοὶ ἔσονται καὶ ἑτέρους διδάξαι. Σὺ οὖν κακοπάθησον, ὡς καλὸς στρατιώτης Ἰησοῦ Χριστοῦ. Οὐδεὶς στρατευόμενος ἐμπλέκεται ταῖς τοῦ βίου πραγματείαις, ἵνα τῷ στρατολογήσαντι ἀρέσῃ. Ἐὰν δὲ καὶ ἀθλῇ τις, οὐ στεφανοῦται, ἐὰν μὴ νομίμως ἀθλήσῃ. Τὸν κοπιῶντα γεωργὸν δεῖ πρῶτον τῶν καρπῶν μεταλαμβάνειν. Νόει ἃ λέγω· δῴη γάρ σοι ὁ Κύριος σύνεσιν ἐν πᾶσι. Μνημόνευε Ἰησοῦν Χριστὸν ἐγηγερμένον ἐκ νεκρῶν, ἐκ σπέρματος Δαυΐδ, κατὰ τὸ εὐαγγέλιόν μου, ἐν ᾧ κακοπαθῶ μέχρι δεσμῶν, ὡς κακοῦργος, ἀλλ' ὁ λόγος τοῦ Θεοῦ οὐ δέδεται. Διὰ τοῦτο πάντα ὑπομένω διὰ τοὺς ἐκλεκτούς, ἵνα καὶ αὐτοὶ σωτηρίας τύχωσι, τῆς ἐν Χριστῷ, Ἰησοῦ, μετὰ δόξης αἰωνίου.

 

Ἀλληλούϊα Ἦχος δ'

Δίκαιος ὡς φοίνιξ ἀνθήσει καὶ ὡσεὶ κέδρος ἡ ἐν τῷ Λιβάνῳ πληθυνθήσεται.

 

Κοινωνικὸν

Εἰς μνημόσυνον αἰώνιον ἔσται Δίκαιος. Ἀλληλούϊα.

 

 

«Ὁ πάντα τελεσφορήσας τῷ λόγῳ σου, Κύριε, καὶ κελεύσας τῇ γῇ παντοδαποὺς ἐκφύειν καρπούς εἰς ἀπόλαυσιν καὶ τροφήν ἡμετέραν, ὁ τοῖς σπέρμασι τοὺς Τρεῖς Παῖδας καὶ Δανιὴλ τῶν ἐν Βαβυλῶνι ἁβροδιαίτων λαμπροτέρους ἀναδείξας, αὐτός, πανάγαθε Βασιλεῦ, καὶ τὰ σπέρματα ταῦτα σὺν τοῖς διαφόροις καρποῖς εὐλόγησον καὶ τοὺς ἐξ αὐτῶν μεταλαμβάνοντας πιστοὺς δούλους σου ἁγίασον∙ ὅτι εἰς δόξαν σήν, Κύριε, καὶ εἰς τιμήν καὶ μνήμην τοῦ ἁγίου καὶ ἐνδόξου μεγαλομάρτυρος Θεοδώρου τοῦ Τήρωνος, ταῦτα προετέθησαν παρὰ τῶν σῶν δούλων καὶ εἰς μνημόσυνον τῶν ἐν εὐσεβείᾳ καὶ πίστει τελειωθέντων. Παράσχου δὲ ἀγαθέ, τοῖς τε εὐτρεπίσασι ταῦτα καὶ τοῖς τὴν μνήμην ἐπιτελοῦσι,πάντα τὰ πρὸς σωτηρίαν αἰτήματα, καὶ τῶν αἰωνίων σου ἀγαθῶν τὴν ἀπόλαυσιν· πρεσβείαις τῆς Παναχράντου Δεσποίνης ἡμῶν Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, τοῦ Ἁγίου καὶ ἐνδόξου μεγαλομάρτυρος Θεοδώρου τοῦ Τήρωνος, οὗ καὶ τὴν μνήμην ἐπιτελοῦμεν, καὶ πάντων σου τῶν Ἁγίων. Ὅτι σὺ εἶ ὁ εὐλογῶν καὶ ἁγιάζων τὰ σύμπαντα, Χριστὲ ὁ Θεὸς ἡμῶν, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, σὺν τῷ ἀνάρχῳ σου Πατρί, καὶ τῷ παναγίῳ, και ἀγαθῷ καὶ ζωοποιῷ σου Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.»