Τῌ ΔΕΥΤΕΡᾼ ΤΗΣ Β' ΕΒΔΟΜΑΔΟΣ

ΕΙΣ ΤΟΝ ΕΣΠΕΡΙΝΟΝ

 

Στιχηρὰ

Ἦχος πλ. δ'

Τὶ ὑμᾶς καλέσωμεν ΤΟ ΑΚΟΥΤΕ

Τίνι ὡμοιώθης ταλαίπωρε, ῥαθυμοῦσα, ὦ ψυχή, καὶ μὴ ποιοῦσα τὰ καλά, ἀλλὰ στέργουσα ἀεί, τῇ τῶν κακῶν ἐπιμονῆ; ἡ κρίσις ἐπὶ θύραις, μετανόησον, νηστείᾳ, καὶ δεήσει καθαγνίσθητι, καὶ τῷ Δεσπότῃ σου βόησον· Ἡμάρτηκά σοι, συγχώρησον, ὡς εὔσπλαγχνος, καὶ τὴν ἄφεσίν μοι δώρησαι.

 

Ἔχων ἀγαθότητος πέλαγος, τὰ πελάγη τῶν ἐμῶν, ἁμαρτιῶν τὰ πονηρά, ἀποξήρανον Χριστέ, ὡς ἀναμάρτητος Θεός, καὶ δίδου, τῇ καρδίᾳ μου κατάνυξιν, χειμάρρους, ἀνομίας ἀναστέλλουσαν, ἵνα ὑμνῶ καὶ δοξάζω σου, τὴν εὐσπλαγχνίαν τὴν ἄφατον, μακρόθυμε, εὐεργέτα τῶν ψυχῶν ἡμῶν.

Ἕτερον τοῦ κυρίου Θεοδώρου

Ὁ ἐν Ἐδὲμ Παράδεισος ΤΟ ΑΚΟΥΤΕ

Ὁ ἀγαγὼν καὶ νῦν ἡμᾶς Θεός, τοῦ χρόνου περίοδον, τῶν πανσέπτων Νηστειῶν διατελεῖν, καὶ χαρισάμενος ἡμῖν, εἰς τὸ ἅγιον στάδιον, τῆς δευτέρας Ἑβδομάδος εἰσελθεῖν, αὐτὸς ἀξίωσον Κύριε, καὶ πρὸς τὸ μέλλον εὐδρομεῖν, τὸ σῶμα καὶ τὴν ψυχὴν ἡμῶν, καὶ χαριτῶν καὶ δυναμῶν, ὅπως προφθάσωμεν, ἐκτελέσαντες τὸν δρόμον ἀνδρικῶς, τὴν κυρίαν ἡμέραν, τῆς Ἀναστάσεώς σου πάντες ἐν χαρᾷ καὶ στεφανηφοροῦντες, ἀκαταπαύστως αἰνέσωμεν.

Καὶ τοῦ Μηναίου, Προσόμοια γ'

 

Δόξα... Καὶ νῦν... Θεοτοκίον

 

Προκείμενον Ἦχος α' Ψαλμὸς κγ'

Κύριος κραταιὸς καὶ δυνατός.

Στίχ. Τοῦ Κυρίου ἡ γῆ, καὶ τὸ πλήρωμα αὐτῆς.

 

Γενέσεως τὸ Ἀνάγνωσμα

(Κεφ. Γ', 21 - Δ', 7)

Ἐποίησε Κύριος ὁ Θεὸς τῷ Ἀδὰμ καὶ τῇ γυναικὶ αὐτοῦ χιτῶνας δερματίνους, καὶ ἐνέδυσεν αὐτούς. Καὶ εἶπεν ὁ Θεός· Ἰδού, Ἀδὰμ γέγονεν ὡς εἷς ἐξ ἡμῶν, τοῦ γινώσκειν καλὸν καὶ πονηρόν, καὶ νῦν μή ποτε ἐκτείνῃ τὴν χεῖρα αὐτοῦ, καὶ λάβῃ ἀπὸ τοῦ ξύλου τῆς ζωῆς, καὶ φάγῃ, καὶ ζήσεται εἰς τὸν αἰῶνα. Καὶ ἐξαπέστειλεν αὐτόν Κύριος ὁ Θεὸς ἐκ τοῦ Παραδείσου τῆς τρυφῆς, ἐργάζεσθαι τὴν γῆν, ἐξ ἧς ἐλήφθη. Καὶ ἐξέβαλε τὸν Ἀδάμ, καὶ κατῴκισεν αὐτὸν ἀπέναντι τοῦ Παραδείσου τῆς τρυφῆς, καὶ ἔταξε τὰ Χερουβίμ, καὶ τὴν φλογίνην ῥομφαίαν τὴν στρεφομένην, φυλάσσειν τὴν ὁδὸν τοῦ ξύλου τῆς ζωῆς, Ἀδὰμ δὲ ἔγνω Εὔαν τὴν γυναῖκα αὐτοῦ· καὶ συλλαβοῦσα ἔτεκε τὸν Κάϊν, καὶ εἶπεν· Ἐκτησάμην ἄνθρωπον διὰ τοῦ Θεοῦ. Καὶ προσέθετο τεκεῖν τὸν ἀδελφὸν αὐτοῦ Ἄβελ, καὶ ἐγένετο Ἄβελ ποιμὴν προβάτων, Κάϊν δὲ ἦν ἐργαζόμενος τὴν γῆν. Καὶ ἐγένετο μεθ' ἡμέρας, ἤνεγκε Κάϊν ἀπὸ τῶν καρπῶν τῆς γῆς θυσίαν τῷ Κυρίῳ. Καὶ Ἄβελ ἤνεγκε καὶ αὐτὸς ἀπὸ τῶν πρωτοτόκων τῶν προβάτων αὐτοῦ, καὶ ἀπὸ τῶν στεάτων αὐτῶν. Καὶ ἐπεῖδεν ὁ Θεὸς ἐπὶ Ἄβελ, καὶ ἐπὶ τοῖς δώροις αὐτοῦ, ἐπὶ δὲ Κάϊν, καὶ ἐπὶ ταῖς θυσίαις αὐτοῦ οὐ προσέσχε. Καὶ ἐλύπησε τὸν Κάϊν λίαν, καὶ συνέπεσε τὸ πρόσωπον αὐτοῦ. Καὶ εἶπε Κύριος ὁ Θεὸς τῷ Κάϊν· Ἵνα τί περίλυπος ἐγένου; καὶ ἵνα τί συνέπεσε τὸ πρόσωπόν σου; οὐκ ἐὰν ὀρθῶς προσενέγκῃς, ὀρθῶς δὲ μὴ διέλῃς, ἥμαρτες; ἡσύχασον, πρὸς σὲ ἡ ἀποστροφὴ αὐτοῦ, καὶ σὺ ἄρξεις αὐτοῦ.

 

Προκείμενον Ἦχος πλ. β' Ψαλμὸς κδ'

Ἐπίβλεψον ἐπ' ἐμέ, καὶ ἐλέησόν με.

Στίχ. Πρὸς σέ, Κύριε, ἦρα τὴν ψυχήν μου.

 

Παροιμιῶν τὸ Ἀνάγνωσμα

(Κεφ. Γ', 34 - Δ', 22)

Κύριος ὑπερηφάνοις ἀντιτάσσεται, ταπεινοῖς δὲ δίδωσι χάριν. Δόξαν σοφοὶ κληρονομήσουσιν, οἱ δὲ ἀσεβεῖς ὕψωσαν ἀτιμίαν. Ἀκούσατε παῖδες παιδείαν πατρός, καὶ προσέχετε γνῶναι ἔννοιαν. Δῶρον γὰρ ἀγαθὸν δωροῦμαι ὑμῖν, τὸν ἐμὸν λόγον μὴ ἐγκαταλίπητε. Υἱὸς γὰρ ἐγενόμην κᾀγώ, πατρὶ ὑπήκοος, καὶ ἀγαπώμενος ἐν προσώπῳ μητρός. Οἳ ἐδίδασκόν με, καὶ ἔλεγον· Ἐρειδέτω ὁ ἡμέτερος λόγος εἰς σὴν καρδίαν, φύλασσε ἐντολάς, μὴ ἐπιλάθῃ. Κτῆσαι σοφίαν, κτῆσαι σύνεσιν, μὴ ἐπιλάθῃ, μηδὲ παρίδῃς ῥῆσιν ἐμοῦ στόματος, μηδὲ ἐκκλίνῃς ἀπὸ ῥημάτων στόματός μου. Μὴ ἐγκαταλίπῃς αὐτήν, καὶ ἀνθέξεταί σου, ἐράσθητι αὐτῆς, καὶ τηρήσει σε. Ἀρχὴ σοφίας, κτῆσαι σοφίαν, καὶ ἐν πάσῃ κτήσει σου κτῆσαι σύνεσιν. Περιχαράκωσον αὐτήν, καὶ ὑψώσει σε, τίμησον αὐτήν, ἵνα σε περιλάβῃ, καὶ ἵνα δῷ τῇ σῇ κεφαλῇ στέφανον χαρίτων, στεφάνῳ δὲ τρυφῆς ὑπερασπίσῃ σου. Ἄκουε υἱέ, καὶ δέξαι ἐμοὺς λόγους, καὶ πληθυνθήσεταί σοι ἔτη ζωῆς σου, ἵνα σοι γένωνται πολλαὶ ὁδοὶ βίου. Ὁδοὺς γὰρ σοφίας διδάσκων σε, ἐμβιβάζω δέ σε τροχιαῖς ὀρθαῖς. Ἐὰν γὰρ πορεύῃ, οὐ συγκλεισθήσεταί σου τὰ διαβήματα, ἐὰν δὲ τρέχῃς, οὐ κοπιάσεις, Ἐπιλαβοῦ ἐμῆς παιδείας, μὴ ἀφῇς, ἀλλὰ φύλαξον αὐτὴν σεαυτῷ εἰς ζωήν σου. Ὁδοὺς ἀσεβῶν μὴ ἐπέλθῃς, μηδὲ ζηλώσῃς ὁδοὺς παρανόμων. Ἐν ᾧ ἂν τόπῳ στρατοπεδεύσωσι, μὴ ἐπέλθῃς ἐκεῖ, ἔκκλινον δὲ ἀπ' αὐτῶν, καὶ παράλλαξον. Οὐ γὰρ μὴ ὑπνώσουσιν, ἐὰν μὴ κακοποιήσωσιν, ἀφήρηται ὁ ὕπνος ἀπ' αὐτῶν, καὶ οὐ κοιμῶνται. Οἳ δὲ γάρ σιτοῦνται σῖτα ἀσεβείας, οἴνῳ δὲ παρανόμῳ μεθύσκονται. Αἱ δὲ ὁδοὶ τῶν δικαίων ὁμοίως φωτὶ λάμπουσι, προπορεύονται καὶ φωτίζουσιν, ἕως ἂν κατορθώσῃ ἡμέρα. Αἱ δὲ ὁδοὶ τῶν ἀσεβῶν σκοτειναί, οὐκ οἴδασι πῶς προσκόπτουσιν. Υἱέ, ἐμῇ ῥήσει πρόσεχε, τοῖς δὲ ἐμοῖς λόγοις παράβαλλε σὸν οὖς. Ὅπως μὴ ἐκλίπωσί σε αἱ πηγαὶ σου, φύλασσε αὐτὰς ἐν σῇ καρδίᾳ. Ζωὴ γάρ ἐστι πᾶσι τοῖς εὑρίσκουσιν αὐτάς, καὶ πάσῃ τῇ σαρκὶ αὐτῶν ἴασις.

 

Ἀπόστιχα

Ἰδιόμελον Ἦχος γ'

Τὴν πνευματικὴν Νηστείαν νηστεύσωμεν, διάρρήξωμεν πᾶσαν στραγγαλιάν, ἐκφευξώμεθα δὲ καὶ τῶν σκανδάλων τῆς ἁμαρτίας, ἀφήσωμεν ἀδελφοῖς τὰ ὀφειλήματα, ἵνα καὶ ἡμῖν ἀφεθῇ τὰ παραπτώματα ἡμῶν· οὕτω γὰρ βοῆσαι δυνησόμεθα. Κατευθυνθήτω ἡ προσευχὴ ἡμῶν, ὡς θυμίαμα, ἐνώπιόν σου Κύριε. (Δίς)

Μαρτυρικὸν

Προφῆται καὶ Ἀπόστολοι Χριστοῦ, καὶ Μάρτυρες ἐδίδαξαν ὑμνεῖσθαι, Τριάδα ὁμοούσιον καὶ ἐφώτισαν τὰ ἔθνη τὰ πεπλανημένα, καὶ κοινωνοὺς Ἀγγέλων ἐποίησαν, τούς υἱοὺς τῶν ἀνθρώπων.

Δόξα... Καὶ νῦν... Θεοτοκίον

Εἰς τέλος τῶν πενήτων σου, μὴ ἐπιλάθῃ Δέσποινα, ἀλλὰ ταῖς σαῖς πρεσβείαις, μελλούσης ἡμᾶς λύτρωσαι ἀπειλῆς, καὶ ἐνεστώσης βλάβης, καὶ τῆς ὀργῆς Κυρίου ἐξάρπασον, Θεοτόκε σοὺς δούλους.

 

Τῌ ΤΡΙΤῌ ΤΗΣ Β' ΕΒΔΟΜΑΔΟΣ

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

 

Εἰς τὴν β' Στιχολογίαν 

Κάθισμα Ἦχος πλ. δ'

Ἀνέστης ἐκ νεκρῶν ΤΟ ΑΚΟΥΤΕ

Τὰ πάθη χαλινῷ, τῆς ἀμώμου Νηστείας, ἐπέχοντες τὸν νοῦν, πρὸς σεπτὰς θεωρίας, πίστει τελειοτάτῃ, ἀναπτερῶσαι πάντες σπουδάσωμεν, ὅπως τῆς χαμαιζήλου, τοῦ βίου τρυφῆς καταφρονήσωμεν, καὶ οὐρανίου τύχωμεν ζωῆς, καὶ θείας ἐλλάμψεως.

Θεοτοκίον

Εἰς πέλαγος δεινόν, ἐμπεσὼν ἀθυμίας, ἐκ πλήθους πονηρῶν, καὶ ἀθέσμων μου ἔργων, ἦλθον εἰς ἀπορίαν, καὶ ἀπογνώσει νυνὶ συνέχομαι, Δέσποινα Θεοτόκε, αὐτή με σῶσον, αὐτὴ βοήθησον· ἁμαρτωλῶν γὰρ σὺ ὁ ἱλασμός, καὶ κάθαρσις σωτήριος.

 

Εἰς τὴν γ' Στιχολογίαν 

Κάθισμα Ἦχος πλ. δ'

Ἀνέστης ἐκ νεκρῶν ΤΟ ΑΚΟΥΤΕ

Προθεῖσα μυστικήν, ἡ νηστεία τράπεζαν, προτρέπεται ἡμᾶς, δαψιλῶς ἐμφορηθῆναι, φάγωμεν ὥσπερ βρῶσιν, τὰ ἀείζῳα δῶρα τοῦ Πνεύματος, πίωμεν ὥσπερ πόμα, τὰ τῶν δακρύων ῥεῖθρα θεόρρυτα, καὶ εὐφρανθέντες αἶνον τῷ Θεῷ ἀπαύστως προσοίσωμεν.

Θεοτοκίον

Ἐκ πάσης ἀπειλῆς, καὶ κακίας ἀνθρώπων, διάσωσον ἡμᾶς, Παναγία Παρθένε· σὲ γὰρ ἔχομεν σκέπην, καὶ προστασίαν οἱ καταφεύγοντες, ἐπὶ σοὶ Θεομῆτορ, καὶ τόν τεχθέντα ἐκ σοῦ Θεὸν ἡμῶν, ὃν ἐκδυσώπει ῥύσασθαι ἡμᾶς, κινδύνων καὶ θλίψεων.

 

Ὁ Κανὼν

 

ᾨδὴ β' Ἦχος πλ. δ'

Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ

«Ἴδετε, ἴδετε, ὅτι ἐγώ εἰμι ὁ Θεὸς ὑμῶν, ὁ πρὸ τῶν αἰώνων γεννηθεὶς ἐκ τοῦ Πατρός, καὶ ἐκ τῆς Παρθένου ἐπ' ἐσχάτων, δίχα ἀνδρὸς κυηθείς, καὶ λύσας τὴν ἁμαρτίαν, τοῦ προπάτορος Ἀδὰμ ὡς φιλάνθρωπος».

 

Στέναξον δάκρυσον, ψυχὴ ἐπίστρεψον μετανόησον, ἤγγικεν ἡ ἡμέρα, ἐπὶ θύραις ὁ Κριτής, πρὸς ἀπολογίαν ἑτοιμάζου, καὶ βόησον· Ἡμάρτηκά σοι Οἰκτίρμον, ἐλεῆμον ἀγαθέ, σύ με οἴκτειρον.

 

Κόρον ἁμαρτίας, ψυχή μου μίσησον τὸν ὀλέθριον, τρύφησον τῷ κόρῳ τῆς νηστείας ἐμμελῶς, τὰς σωτηριώδεις ἐντολάς, βρῶμα ποίησον, ἀπόλαυσιν προξενούσας, αἰωνίων ἀγαθῶν διὰ πίστεως.

 

Ἄγγελοι, Δυνάμεις, Ἀρχαί, Ἀρχάγγελοι, Κυριότητες, θρόνοι, Ἐξουσίαι, Χερουβίμ, καὶ Σεραφίμ, τὸν ἀγαθοδότην, καὶ Θεὸν ἱκετεύσατε, συγχώρησιν ὀφλημάτων, καὶ παθῶν ἀπαλλαγήν, δωρηθῆναι ἡμῖν.

Θεοτοκίον

Ἡ μόνη κυήσασα, τὸν ἄναρχον Λόγον Πανάμωμε, ἐκ σοῦ σαρκωθέντα, καὶ μὴ τραπέντα, ὅπερ ἦν, μείνασα παρθένος, μετὰ τόκον ἀνύμφευτε, ἱκέτευε ὑπὲρ πάντων λυτρωθῆναι, ἐκ φθορᾶς τὴν ζωὴν ἡμῶν.

Ἕτερον Ποίημα Θεοδώρου

Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ

«Ἴδετε ἴδετε, ὅτι ἐγώ εἰμι ὁ Θεὸς ἡμῶν, ὁ καθιερώσας ἀπαρχὴν ὑμῖν δεκτήν, τὴν ἐξ ἡμερῶν ὅλου τοῦ ἔτους ἀποδεκάτωσιν, καὶ ταύτην δοὺς τῷ λαῷ μου, εἰς ἐκλύτρωσιν παθῶν, εἰς σωτηρίας ἀρχήν».

 

Ἴδομεν, ἔγνωμεν, ὡς ἀγαθὸς ἡμῖν εἰς μετάνοιαν, ὃν καιρὸν ὡρίσω, ἀλλ' ἐν τούτῳ ὁ Θεὸς πρόσδεξαι ἡμῶν τὰς προσευχάς, καὶ κατεύθυνον ἐνώπιόν σου Οἰκτίρμον, ὡς θυμίαμα καλόν, ὥσπερ θυσίαν δεκτήν.

 

Φρίττω καὶ πτοοῦμαι, κατανοούμενος ὅσα ἥμαρτον· Πῶς σοι ὑπαντήσω; πῶς ὀφθῶ σοι φοβερὲ; πῶς δὲ παραστῶ τῷ ἀδεκάστῳ σου Βήματι; διὸ φεῖσαί μου Οἰκτίρμον ἐν τῇ ὥρᾳ, ὅταν μέλλῃς κρῖναι πᾶσαν τὴν γῆν.

Δόξα...

Ὑπερτελεστάτη Μονάς, ὑπέρθεε, τρισυπόστατε, ἀγέννητε Πάτερ, καὶ Υἱὲ μονογενές, Πνεῦμα ἐκ Πατρὸς ἐκπορευθέν, δι' Υἱοῦ δὲ φανέν, οὐσία μία καὶ φύσις, κυριότης βασιλεία, σῶσον πάντας ἡμᾶς.

Καὶ νῦν... Θεοτοκίον

Ἄρρητον τὸ θαῦμα, τῆς σῆς κυήσεως Μητροπάρθενε· πῶς γὰρ καὶ λοχεύεις, καὶ ἁγνεύεις ἐνταυτῶ; πῶς παιδοτοκεῖς καὶ ἀγνοεῖς, πεῖραν ὅλως ἀνδρός; Ὡς οἶδεν ὁ ὑπὲρ φύσιν, ἐξ ἐμοῦ καινοπρεπῶς, Λόγος Θεοῦ γεννηθείς.

Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι

Σὺ τοὺς Νινευΐτας, μετανοήσαντας καὶ νηστεύσαντας, τῆς ἀπειλουμένης, ἐπανήγαγες ὀργῆς, τοὺς δὲ Σοδομίτας, ἐν πυρὶ ἀπετέφρωσας, ἐν πλησμονῇ ἀσελγοῦντας. Ἀλλὰ ῥῦσαί με Χριστέ, τῆς ἀπειλῆς αὐτῶν.

Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ

«Ἴδετε ἴδετε, ὅτι ἐγώ εἰμι ὁ Θεὸς ἡμῶν, ὁ καθιερώσας ἀπαρχὴν ὑμῖν δεκτήν, τὴν ἐξ ἡμερῶν ὅλου τοῦ ἔτους ἀποδεκάτωσιν, καὶ ταύτην δοὺς τῷ λαῷ μου, εἰς ἐκλύτρωσιν παθῶν, εἰς σωτηρίας ἀρχήν».

 

ᾨδὴ η'

Οἱ θεορρήμονες Παῖδες ΤΟ ΑΚΟΥΤΕ

Ὁ δικαιώσας στενάξαντα τὸν Τελώνην, ὁ οἰκτειρήσας τὴν Πόρνην, ἀπὸ καρδίας δακρύσασαν, σῶσον οἴκτειρον Σῶτερ, ψυχὰς τῶν ὑμνούντων σε.

 

Καρποφορήσωμεν πράξεις ἐναρέτους, διὰ νηστείας Κυρίῳ, καὶ βλαβερῶν ἀποσχώμεθα, λογισμῶν, ἵνα ὅλως, τρυφῆς ἐπιτύχωμεν.

 

Οἱ τῶν Ἀγγέλων χοροί σε δυσωποῦσι, τῶν Ἀποστόλων οἱ δῆμοι, καὶ τῶν Μαρτύρων τὰ τάγματα, Ἰησοῦ τῷ λαῷ σου, συγχώρησιν δώρησαι.

Θεοτοκίον

Τὸ ἀλατόμητον ὄρος τὴν Παρθένον, τὴν φωτοφόρον λυχνίαν, τὴν εὐδιάβατον κλίμακα, καὶ Θεοῦ τὸ χωρίον, πιστοὶ μακαρίσωμεν.

Εἱρμὸς ἄλλος

Τὸν ἐν ὄρει, ἁγίῳ ΤΟ ΑΚΟΥΤΕ

Ἐν εὐσήμῳ, ἡμέρᾳ ἐγκρατείας, δεῦτε πάντες, σαλπίσωμεν τοῖς ὕμνοις, καὶ ὡς τρυφὴν τοῖς θείοις εὐωχούμενοι, Κύριον ὑμνοῦμεν, καὶ ὑπερυψοῦμεν, εἰς πάντας τούς αἰῶνας.

 

Τὶς βιβρώσκει, Θεοῦ ἄνθρωπον πάλαι; θὴρ ὁ λέων, ἐκ πλάνης τοῦ Προφήτου, παρακοῆς τὰ βρώματα δεξάμενον. Βλέπε οὖν ψυχή μου, μή σε ἀπατήσῃ, γαστριμαργίας ὄφις.

Εὐλογοῦμεν Πατέρα, Υἱόν, καὶ ἅγιον Πνεῦμα

Ὡς Μονάδα, τῇ οὐσίᾳ ὑμνῶ σε, ὡς Τριάδα, τοῖς προσώποις σὲ σέβω, Πάτερ, Υἱέ, καὶ Πνεῦμα τὸ πανάγιον, ἄναρχον τὸ κράτος, τῆς σῆς βασιλείας, δοξάζω εἰς αἰῶνας.

Καὶ νῦν... Θεοτοκίον

Σὺ τὸ ὄρος, τοῦ Θεοῦ ἀνεδείχθης, Θεοτόκε, ἐν ᾧ Χριστὸς οἰκήσας, θείους ναοὺς εἰργάσατο τοὺς ψάλλοντας· Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι

Τὴν Νηστείαν, ὡς φύλακα ἁγνείας, καὶ μητέρα, ἀπαθείας τιμῶντες, δεῦτε λαοὶ ἐκ πόθου ἀσπασώμεθα, Κύριον ὑμνοῦντες, καὶ ὑπερυψοῦντες, εἰς πάντας τοὺς αἰῶνας.

Αἰνοῦμεν, εὐλογοῦμεν, καὶ προσκυνοῦμεν...

Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ

«Τὸν ἐν Ὄρει, ἁγίῳ δοξασθέντα, καὶ ἐν βάτῳ, πυρὶ τὸ τῆς Ἀειπαρθένου, τῷ Μωϋσῇ μυστήριον γνωρίσαντα, Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας».

 

ᾨδὴ θ'

Τὸν προδηλωθέντα ΤΟ ΑΚΟΥΤΕ

Ἡ καλὴ νηστεία, πιαίνουσα τὴν καρδίαν, στάχυν ἀρετῶν ὥριμον, ἐνθέως ἐκβλαστάνει, ἣν ποθήσωμεν, ἐν ἁγίαις ἡμέραις, τὸν ἁγιασμὸν ὑποδεχόμενοι.

 

Τὸν ἐν ἁμαρτίαις, πολλαῖς κατεσπιλωμένον, τετραυματισμένον ὁρῶν καὶ κατακεκριμένον, τῷ σῷ ἐλέει οἰκτείρας, σῶσον ἱκεσίαις Ἐλεῆμον, τῶν Ἁγίων σου.

 

Οἴμοι παναθλία, ψυχὴ πῶς ἀπολογήσῃ; ποία φρίκη σε λήψεται, Κριτοῦ καθεζομένου, μυριάδων παρισταμένων Ἀγγέλων; Σπεῦσον οὖν πρὸ τέλους μετανόησον.

Θεοτοκίον

Τὸ βασιλικὸν ὄχημα, τὴν φαιδρὰν νεφέλην, ὄρος τὸ πιώτατον, ὄρος τετυρωμένον, ἀπειρόγαμε δυσωποῦμεν Παρθένε. Ἴασαι τὰ πάθη τῶν ψυχῶν ἡμῶν.

Εἱρμὸς ὁ αὐτὸς

Ἀληθῆ νηστείαν, νηστεύσωμεν τῷ Κυρίῳ, ὡς βρωμάτων ἐγκράτειαν, γλώσσης θυμοῦ καὶ ψεύδους, καὶ παντὸς ἄλλου ἀλλοτρίωσιν πάθους, ἵνα καθαρῶς τὸ Πάσχα ἴδωμεν.

 

Σὺ τὸν Σαμουὴλ ἤνθησας, καρπὸν ἡ νηστεία, σὺ ἐτιθηνήσω Σαμψὼν τὸν μέγαν ἀριστέα, σὺ τελειοῖς Ἱερεῖς καὶ Προφήτας, σὺ ἡμᾶς ἁγίασον, νηστεία σεμνή.

Δόξα...

Τὸ τρισσοφαὲς Κύριε, τῆς σῆς μοναρχίας, ἐκφαντορικαῖς λάμψεσιν, εἰς νοῦν ἡμῶν ἀστράπτον, ἀπὸ πλάνης πολυσχιδοῦς ἐπιστρέφει, πρὸς ἑνωτικὴν ἡμᾶς ἐνθέωσιν.

Καὶ νῦν... Θεοτοκίον

Σὺ εἶ Θεοτόκε, τὰ ὅπλα ἡμῶν καὶ τεῖχος, σὺ εἶ ἡ ἀντίληψις, τῶν εἰς σὲ προστρεχόντων, σὲ καὶ νῦν εἰς πρεσβείαν κινοῦμεν, ἵνα λυτρωθῶμεν τῶν ἐχθρῶν ἡμῶν.

Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι

Ἔχοντες τὸ Πνεῦμα, τὸ ἅγιον τῆς νηστείας, ἑστιάτορα πλούσιον, τῶν αὐτοῦ χαρισμάτων, ἐμφορηθῶμεν καὶ δαψιλῶς ἐντρυφῶμεν, τοῦτο ἀνυμνοῦντες ὡς Θεὸν ἡμῶν.

Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ

«Τὸν προδηλωθέντα, ἐν ὄρει τῷ Νομοθέτῃ, ἐν πυρὶ καὶ βάτῳ, τόκον, τὸν τῆς Ἀειπαρθένου, εἰς ἡμῶν τῶν πιστῶν σωτηρίαν, ὕμνοις ἀσιγήτοις μεγαλύνομεν».

 

Ἀπόστιχα τῶν Αἴνων

Ἰδιόμελον Ἦχος πλ. α'

Ἵνα τί ῥαθυμοῦσα ψυχή μου, τῇ ἁμαρτίᾳ δουλεύεις; καὶ ἵνα τί ἀσθενοῦσα, τῷ ἰατρῷ οὐ προστρέχεις; Ἰδοὺ καιρὸς εὐπρόσδεκτος, ἰδοὺ σωτηρίας νῦν ἡμέρα ἀληθής, διεγέρθητι, νίψον σου τὸ πρόσωπον τοῖς τῆς μετανοίας δάκρυσι, καὶ ἐλαίῳ εὐποιΐας, τὴν λαμπάδα φαίδρυνον, ὅπως εὕρῃς ἱλασμόν, παρὰ Χριστοῦ τοῦ Θεοῦ, καὶ τὸ μέγα ἔλεος. (Δίς)

Μαρτυρικὸν

Οἱ Ἀθλοφόροι σου Κύριε, τὰς τάξεις τῶν Ἀγγέλων μιμησάμενοι, ὡς ἀσώματοι, ταῖς βασάνοις ἐνεκαρτέρησαν, μονολόγιστον ἐλπίδα ἔχοντες, τῶν ἐπηγγελμένων ἀγαθῶν τὴν ἀπόλαυσιν. Ταῖς αὐτῶν πρεσβείαις Χριστὲ ὁ Θεὸς ἡμῶν, τὴν εἰρήνην δώρησαι τῷ Κόσμῳ σου, καὶ ταῖς ψυχαῖς ἡμῶν τὸ μέγα ἔλεος.

Δόξα... Καὶ νῦν... Θεοτοκίον

Μακαρίζομέν σε, Θεοτόκε, Παρθένε, καὶ δοξάζομέν σε, οἱ πιστοὶ κατὰ χρέος, τὴν πόλιν τὴν ἄσειστον, τὸ τεῖχος τὸ ἄρρηκτον, τὴν ἀρραγῆ προστασίαν, καὶ καταφυγήν τῶν ψυχῶν ἡμῶν.

 

ΕΙΣ ΤΗΝ ΤΡΙΘΕΚΤΗΝ

 

Τροπάριον τῆς Προφητείας

Ἦχος πλ. β'

Ἀξίως ἀνυμνεῖν σε οὐκ ἔχομεν, ἀλλ' αἰτοῦμεν δεόμενοι· Μὴ συναπολέσῃς ἡμᾶς, ταῖς ἀνομίαις ἡμῶν, εὐδιάλλακτε Κύριε.

 

Δόξα... Καὶ νῦν... Τὸ αὐτὸ

 

Προκείμενον Ἦχος δ' Ψαλμὸς κε'

Κύριε, ἠγάπησα εὐπρέπειαν Οἴκου σου.

Στίχ. Κρῖνόν με, Κύριε, ὅτι ἐγὼ ἐν ἀκακίᾳ μου ἐπορεύθην.

 

Προφητείας Ἡσαΐου τὸ Ἀνάγνωσμα

(Κεφ. Ε' 7-16)

Τάδε λέγει Κύριος, ὁ ἀμπελὼν Κυρίου Σαβαώθ, οἶκος τοῦ Ἰσραήλ ἐστι, καὶ ὁ ἄνθρωπος τοῦ Ἰούδα, νεόφυτον ἠγαπημένον. Ἔμεινα, ἵνα ποιήσῃ κρίσιν, ἐποίησε δὲ ἀνομίαν, καὶ οὐ δικαιοσύνην, ἀλλὰ κραυγήν· οὐαὶ οἱ συνάπτοντες οἰκίαν πρὸς οἰκίαν, καὶ ἀγρὸν πρὸς ἀγρὸν προσεγγίζοντες, ἵνα τοῦ πλησίον ἀφέλωνταί τι! Μὴ οἰκήσετε μόνοι ἐπὶ τῆς γῆς; ἠκούσθη γὰρ εἰς τὰ ὦτα Κυρίου Σαβαὼθ ταῦτα· Ἐὰν γὰρ γένωνται οἰκίαι πολλαί, εἰς ἐρήμωσιν ἔσονται μεγάλαι καὶ καλαί, καὶ οὐκ ἔσονται οἱ ἐνοικοῦντες ἐν αὐταῖς. Οὗ γὰρ ἐργῶνται δέκα ζεύγη βοῶν, ποιήσει κεράμιον ἕν, καὶ ὁ σπείρων ἀρτάβας ἕξ, ποιήσει μέτρα τρία· οὐαί, οἱ ἐγειρόμενοι τὸ πρωΐ, καὶ τὰ σίκερα διώκοντες, οἱ μένοντες τὸ ὀψέ! ὁ γὰρ οἶνος αὐτοῦ συγκαύσει αὐτούς· μετὰ γὰρ κιθάρας καὶ ψαλτηρίου καὶ τυμπάνων καὶ αὐλῶν, τὸν οἶνον πίνουσι, τὰ δὲ ἔργα Κυρίου οὐκ ἐμβλέπουσι, καὶ τὰ ἔργα τῶν χειρῶν αὐτοῦ οὐ κατανοοῦσι. Τοίνυν αἰχμάλωτος ὁ λαός μου ἐγενήθη, διὰ τὸ μὴ εἰδέναι αὐτοὺς τόν Κύριον, καὶ πλῆθος ἐγενήθη νεκρῶν, διὰ λιμὸν καὶ δίψος ὕδατος. Καὶ ἐπλάτυνεν ὁ ᾍδης τὴν ψυχὴν αὐτοῦ καὶ διήνοιξε τὸ στόμα αὐτοῦ τοῦ μὴ διαλιπεῖν, καὶ καταβήσονται οἱ ἔνδοξοι, καὶ οἱ μεγάλοι, καὶ οἱ πλούσιοι, καὶ οἱ λοιμοὶ αὐτῆς, καὶ ὁ ἀγαλλιώμενος ἐν αὐτῇ. Καὶ ταπεινωθήσεται ἄνθρωπος, καὶ ἀτιμασθήσεται ἀνήρ, καὶ οἱ ὀφθαλμοὶ οἱ μετέωροι ταπεινωθήσονται. Καὶ ὑψωθήσεται Κύριος Σαβαὼθ ἐν κρίματι, καὶ ὁ Θεὸς ὁ ἅγιος δοξασθήσεται ἐν δικαιοσύνῃ.

 

Προκείμενον Ἦχος γ' Ψαλμὸς κς'

Κύριος φωτισμός μου, καὶ Σωτήρ μου.

Στίχ. Κύριος ὑπερασπιστὴς τῆς ζωῆς μου.