Τῌ ΤΡΙΤῌ ΤΗΣ Β' ΕΒΔΟΜΑΔΟΣ

ΕΙΣ ΤΟΝ ΕΣΠΕΡΙΝΟΝ

 

Στιχηρὰ

Ἦχος α' Πανεύφημοι Μάρτυρες ΤΟ ΑΚΟΥΤΕ

Σταυρῷ ἐξεπέτασας Χριστέ, τὰς ἀχράντους χεῖράς σου, ἐπισυνάγων τὰ πέρατα· διὸ κραυγάζω σοι· Τὸν ἐσκορπισμένον, νοῦν μου ἐπισύναξον, αἰχμάλωτον ἑλκόμενον πάθεσι, καὶ παθημάτων με, κοινωνὸν τῶν σῶν ἀνάδειξον, ἐγκρατείᾳ ὅλον καθαιρόμενον.

 

Τοὺς Παῖδας στομώσασα ποτέ, ἡ νηστεία ἔδειξε, δυνατωτέρους ὡς γέγραπται, πυρὸς φλογίζοντος. Ταπεινὴ ψυχή μου, νήστευσον ἀνάπτουσα, ἐν σοὶ τὴν τοῦ Δεσπότου ἀγάπησιν, δι' ἧς τὴν μέλλουσαν, ἐκφυγεῖν δυνήσῃ γέενναν, καὶ τὰ πάθη φλέξαι τὰ ὀλέθρια.

Ἕτερον Ποίημα Θεοδώρου

Ἦχος γ' Γενναῖοι Μάρτυρες ΤΟ ΑΚΟΥΤΕ

Καιρὸς εὐφρόσυνος τῆς Νηστείας, διὰ ἁγνείας φωτοειδοῦς, καὶ ἀγάπης εἰλικρινοῦς, προσευχῆς φωταυγοῦς, καὶ πάσης ἄλλης ἀρετῆς, ἐμφορηθέντες πλουσίως, φαιδρῶς ἐκβοήσωμεν· Σταυρὲ τοῦ Χριστοῦ πανάγιε, ὁ βλαστήσας τὴν τρυφὴν τῆς ζωῆς, πάντας καθαρᾷ σε προσκυνῆσαι καρδίᾳ, ἀξίωσον ἡμᾶς, ἱλασμὸν ἡμῖν διδούς, καὶ τὸ μέγα ἔλεος.

Καὶ τοῦ Μηναίου, Προσόμοια γ'

Δόξα... Καὶ νῦν... Σταυροθεοτοκίον

 

Προκείμενον Ἦχος πλ. β' Ψαλμὸς κζ'

Σῶσον, Κύριε, τὸν λαόν σου, καὶ εὐλόγησον τὴν κληρονομίαν σου.

Στίχ. Πρὸς σέ, Κύριε, κεκράξομαι, ὁ Θεός μου.

 

Γενέσεως τὸ Ἀνάγνωσμα

(Κεφ. Δ', 8-15)

Εἶπε Κάϊν πρὸς Ἄβελ τὸν ἀδελφὸν αὐτοῦ· Διέλθωμεν δὴ εἰς τὸ πεδίον. Καὶ ἐγένετο, ἐν τῷ εἶναι αὐτοὺς ἐν τῷ πεδίῳ, ἀνέστη Κάϊν ἐπὶ Ἄβελ τὸν ἀδελφὸν αὐτοῦ, καὶ ἀπέκτεινεν αὐτόν. Καὶ εἶπεν ὁ Θεὸς πρὸς Κάϊν· Ποῦ ἐστιν Ἄβελ ὁ ἀδελφός σου; καὶ εἶπεν· Οὐ γινώσκω, μὴ φύλαξ τοῦ ἀδελφοῦ μου εἰμὶ ἐγὼ; Καὶ εἶπεν ὁ Θεός· Τί ἐποίησας τοῦτο; φωνὴ αἵματος τοῦ ἀδελφοῦ σου βοᾷ πρός με ἐκ τῆς γῆς. Καὶ νῦν ἐπικατάρατος σὺ ἐπὶ τῆς γῆς, ἣ ἔχανε τὸ στόμα αὐτῆς δέξασθαι τὸ αἷμα τοῦ ἀδελφοῦ σου ἐκ τῆς χειρός σου, ὅτε ἐργᾷ τὴν γῆν, καὶ οὐ προσθήσει τὴν ἰσχὺν αὐτῆς δοῦναί σοι, στένων καὶ τρέμων ἔσῃ ἐπὶ τῆς γῆς. Καὶ εἶπε Κάϊν πρὸς Κύριον· Μείζων ἡ αἰτία μου τοῦ ἀφεθῆναί με, καὶ εἰ ἐκβάλῃς με σήμερον ἀπὸ προσώπου τῆς γῆς, ἀπὸ τοῦ προσώπου σου κρυβήσομαι, καὶ ἔσομαι στένων καὶ τρέμων ἐπὶ τῆς γῆς, καὶ ἔσται, πᾶς ὁ εὑρίσκων με, ἀποκτενεῖ με. Καὶ εἶπεν αὐτῷ Κύριος ὁ Θεός· οὐχ οὕτω, πᾶς ὁ ἀποκτείνας Κάϊν, ἑπτὰ ἐκδικούμενα παραλύσει. Καὶ ἔθετο Κύριος ὁ Θεὸς σημεῖον τῷ Κάϊν, τοῦ μὴ ἀνελεῖν αὐτόν, πάντα τὸν εὑρίσκοντα αὐτόν.

 

Προκείμενον Ἦχος βαρὺς Ψαλμὸς κη'

Κύριος ἰσχὺν τῷ λαῷ αὐτοῦ δώσει.

Στίχ. Ἐνέγκατε τῷ Κυρίῳ υἱοὶ Θεοῦ.

 

Παροιμιῶν τὸ Ἀνάγνωσμα

(Κεφ. Ε', 1-15)

Υἱέ, ἐμῇ σοφίᾳ πρόσεχε, ἐμοῖς δὲ λόγοις παράβαλλε σὸν οὖς, ἵνα φυλάξης ἔννοιαν ἀγαθήν· αἴσθησιν δὲ ἐμῶν χειλέων ἐντέλλομαί σοι. Μὴ πρόσεχε φαύλῃ γυναικί· μέλι γὰρ ἀποστάζει ἀπὸ χειλέων γυναικὸς πόρνης, ἣ πρός καιρὸν λιπαίνει σὸν φάρυγγα, ὕστερον μέντοι πικρότερον χολῆς εὑρήσεις, καὶ ἠκονημένον μᾶλλον μαχαίρας διστόμου· τῆς γὰρ ἀφροσύνης πόδες κατάγουσι τοὺς χρωμένους αὐτῇ μετὰ θανάτου εἰς τὸν ᾍδην, τὰ δὲ ἴχνη αὐτῆς οὐκ ἐρείδεται. Ὁδοὺς γὰρ ζωῆς οὐκ ἐπέρχεται, σφαλεραὶ δὲ αἱ τροχιαὶ αὐτῆς, καὶ οὐκ εὔγνωστοι. Νὺν οὖν, υἱέ, ἄκουέ μου, καὶ μὴ ἀκύρους ποιήσῃς ἐμοὺς λόγους. Μακρὰν ποίησον ἀπ' αὐτῆς σὴν ὁδόν, μὴ ἐγγίσῃς πρὸς θύραις οἴκων αὐτῆς, ἵνα μῄ πρόῃ ἄλλοις ζωήν σου, καὶ σὸν βίον ἀνελεήμοσιν, ἵνα μὴ πλησθῶσιν ἀλλότριοι σῆς ἰσχύος, οἱ δὲ σοὶ πόνοι εἰς οἴκους ἀλλοτρίους εἰσέλθωσι, καὶ μεταμεληθήσῃ ἐπ' ἐσχάτων σου, ἡνίκα ἂν κατατριβῶσι σάρκες σώματός σου, καὶ ἐρεῖς· Πῶς ἐμίσησα παιδείαν, καὶ ἐλέγχους δικαίων ἐξέκλινεν ἡ καρδία μου. Οὐκ ἤκουον φωνῆς παιδεύοντός με καὶ διδάσκοντός με, οὐδὲ παρέβαλον τὸ οὖς μου, παρ' ὀλίγον ἐγενόμην ἐν παντὶ κακῷ, ἐν μέσῳ ἐκκλησίας καὶ συναγωγῆς. Υἱέ, πίνε ὕδατα ἀπὸ σῶν ἀγγείων, καὶ ἀπὸ σῶν φρεάτων πηγῆς.

 

Ἀπόστιχα

Ἰδιόμελον Ἦχος γ'

Ὁ σαρκὶ σταυρωθεὶς Κύριε, καὶ σαυτῷ συσταυρώσας, τὸν παλαιὸν ἡμῶν ἄνθρωπον, τῇ δὲ λόγχῃ νυγεὶς τὴν πλευράν, καὶ τὸν ἀνθρωπόλεθρον συνεκκεντήσας ὄφιν, καθήλωσον τῷ φόβῳ σου τὰς σάρκας μου, καὶ τῷ πόθῳ σου τρῶσόν μου τὴν ψυχήν, ἵνα τὸ σὸν κατοπτριζόμενος πάθος, ἐγκρατῶς διανύσω τὴν τῆς νηστείας προθεσμίαν, μὴ μόνον γαστρός, ἀλλὰ καὶ τῶν ἄλλων εἰσόδων τῆς ἁμαρτίας κρατῶν, συντριβὴν δὲ καρδίας, καὶ πνεύματος ταπείνωσιν θύσω σοι, περὶ τῶν προγεγονότων μοι πταισμάτων ἀφ' ὧν με ῥῦσαι φιλάνθρωπε. (Δίς)

Μαρτυρικὸν

Προφῆται, καὶ Ἀπόστολοι Χριστοῦ, καὶ Μάρτυρες, ἐδίδαξαν ὑμνεῖσθαι, Τριάδα ὁμοούσιον, καὶ ἐφώτισαν τὰ ἔθνη τὰ πεπλανημένα, καὶ κοινωνοὺς Ἀγγέλων ἐποίησαν, τοὺς υἱοὺς τῶν ἀνθρώπων.

Δόξα... Καὶ νῦν... Σταυροθεοτοκίον

Μεγάλη τοῦ Σταυροῦ σου ΤΟ ΑΚΟΥΤΕ

Ὁρῶσα τὸν ἐκ σοῦ τεχθέντα Παναμώμητε, κρεμάμενον ἐν ξύλῳ, ἠλάλαζες βοῶσα· Ποθεινότατόν μου Τέκνον, ποῦ σου ἔδυ τὸ κάλλος τὸ φωσφόρον, ὃ ἐκαλλώπισε, τῶν ἀνθρώπων τήν φύσιν.

 

Τῌ ΤΕΤΑΡΤῌ ΤΗΣ Β' ΕΒΔΟΜΑΔΟΣ

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

 

 Εἰς τὴν β' Στιχολογίαν

Καθίσματα Ἦχος α'

Τὸν τάφον σου Σωτὴρ ΤΟ ΑΚΟΥΤΕ

Χριστὲ ἐπὶ Σταυροῦ, ἁπλωθεὶς ἐνεκρώθης, νεκρώσας τὸν ἐχθρόν, καὶ ἀρχέκακον ὄφιν, ζωώσας δὲ τοὺς δήγματι, τῷ ἐκείνου τεθνήξαντας· ὅθεν δέομαι, τὴν νεκρωθεῖσαν ψυχήν μου, Σῶτερ ζώωσον, ἐν προσευχῇ καὶ νηστείᾳ, πρὸς σὲ ἀτενίζουσαν.

Σταυροθεοτοκίον

Ὡς εἶδεν ἐν Σταυρῷ, ἡ, Ἀμνὰς σε τὸν Ἄρνα, κρεμάμενον Χριστέ, τῶν κακούργων ἐν μέσῳ ἐβόα δακρύουσα, καὶ πικρῶς ὀλολύζουσα, τέκνον φίλτατον, τί τὸ ὁρώμενον θαῦμα; Μῆτερ ἄχραντε, ζωὴ παγκόσμιος τοῦτο, ἀντέφης γνωσθήσεται.

 

 Μετὰ τὴν γ' Στιχολογίαν

Καθίσματα Ἦχος γ'

Τὴν ὡραιότητα ΤΟ ΑΚΟΥΤΕ

ᾈσμάτων σάλπιγγι, κατασαλπίσωμεν, ἡμέραν εὔσημον, διεξερχόμενοι, τῆς ἐγκρατείας τὸν καιρόν, καὶ κράξωμεν ἐκβοῶντες· Αὕτη τὴν ζωὴν ἡμῶν ἐν τῷ Κόσμῳ ἐξήνθησεν, ἐναπομαράνασα, ἀκρασίας τὸν θάνατον, δυνάμει τοῦ Σταυροῦ σου Χριστὲ Λόγε, ἐν ταύτῃ τοὺς δούλους σου φύλαττε.

Σταυροθεοτοκίον

Τὸν ἐπονείδιστον, Οἰκτίρμον θάνατον, διὰ σταυρώσεως, ἑκὼν ὑπέμεινας, ὃν ἡ Τεκοῦσά σε Χριστέ, ὁρῶσα ἐτιτρώσκετο· σπλάγχνα κοπτομένη γάρ, μητρικῶς ἐπωδύρετο, ἧς ταῖς παρακλήσεσι, διὰ σπλάγχνα ἐλέους σου, οἰκτείρησον, καὶ σῶσον τὸν Κόσμον, ὁ αἴρων τὴν τούτου ἁμαρτίαν.

 

Ὁ Κανὼν

 

ᾨδὴ γ' Ἦχος α'

Στερεωθήτω ἡ καρδία μου ΤΟ ΑΚΟΥΤΕ

Σταυρῷ παλάμας ἐξεπέτασας, τῆς ταθείσης πάλαι χειρὸς τοῦ Ἀδάμ, πρὸς τὸ τῆς γνώσεως φυτόν, ἀναιρῶν τὸ ἁμάρτημα, διὰ σπλάγχνα οἰκτιρμῶν, Λόγε Θεοῦ ὑπεράγαθε.

 

Στερέωσόν μου τὴν διάνοιαν, κλονουμένην φθόνῳ τοῦ ὄφεως, τὰς τῶν παθῶν ἐπαγωγάς, τῷ σῷ πάθει ἀνάστειλον, ὁ παθῶν καὶ τὴν ἀπάθειαν, πιστοῖς χαρισάμενος.

 

Ἡ τῆς Νηστείας χάρις ἔλαμψεν, ἀκρασίας σκότος διώκουσα. Ἰδοὺ εὐπρόσδεκτος καιρός, καὶ ἡμέρα σωτήριος, μετανοίας ἐνδειξώμεθα, καρποὺς καὶ ζησώμεθα.

Θεοτοκίον

Καταπιπτόντων ἐπανόρθωσις, ἡδονῶν κρημνῷ συμπτωθέντα με, καὶ ἁμαρτίαις χαλεπαῖς, ἐμπεσόντα εἰς βάραθρα, ἐξανάστησον Ἁγνή, καὶ πρὸς ζωὴν καθοδήγησον.

Ἕτερον Ποίημα Θεοδώρου

Ἦχος γ'

Στερέωσον Κύριε, τὰς καρδίας ΤΟ ΑΚΟΥΤΕ

Στερέωσον Κύριε, τὰς καρδίας ἡμῶν, τῷ σῷ Σταυρῷ, μὴ ἐκκλίνειν ἀπὸ σοῦ, ἐπὶ λόγους πονηρούς, ἢ εἰς πράξεις βδελυράς.

 

Τοῦ πάθους σου Δέσποτα, ὁ οὐρανὸς καὶ ἡ γῆ, αἰσθόμενοι ἠλλοιοῦντο ἐμφανῶς, Βασιλέα τοῦ παντός, σὲ δεικνύντες ἀληθῶς.

Δόξα...

Ἰσότιμε ἄναρχε, παναγία Τριάς, ζωοποιέ, καὶ ἀρχίφωτε Μονάς, ὁ Πατὴρ καὶ ὁ Υἱός, καὶ τὸ Πνεῦμά με σῶσον.

Καὶ νῦν... Θεοτοκίον

Μητρόθεε ἄνανδρε, τίκτεις μόνη Θεόν, μὴ φθαρεῖσα παρθενίας τὸ ἁγνόν, ἀλλὰ μείνασα σεμνή, ὥσπερ ἦς πρὸ τοῦ τόκου.

Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι

Τὴν κόκκινον χλαῖνάν σου, ἥλους καὶ τὸν Σταυρόν, τὸν σπόγγον τε, καὶ τὴν λόγχην Ἰησοῦ, προσκυνῶ καὶ ἀνυμνῶ, τὰ ζωώσαντα τὸ πᾶν.

Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ

«Στερέωσον Κύριε, τὰς καρδίας ἡμῶν, καὶ φώτισον εἰς τὴν σὴν ὑμνῳδίαν, τοῦ δοξάζειν σε Σωτήρ, εἰς τοὺς αἰῶνας ἅπαντας».

 

ᾨδὴ η'

Τὸν τοὺς ὑμνολόγους ΤΟ ΑΚΟΥΤΕ

Ὁ μετὰ ἀνομων λογισθῆναι, διὰ πλήθους ἐλέους καταδεξάμενος, τὰς ἐμὰς ἁμαρτίας, ἐξάλειψον ἐν πίστει, ὅπως σὲ δοξάζω, εἰς πάντας τοὺς αἰῶνας.

 

Τῶν ἁμαρτιῶν μου τὸ χειρόγραφον, τῇ σῇ διάρρηξον λόγχῃ, καὶ τῆς καρδίας μου τὰς ὀδύνας, θεράπευσον Κύριε, πληγείσης βέλει τῆς κακίας, τῶν πονηρῶν δαιμόνων.

 

Μεμελανωμένην τὴν καρδίαν μου, τῆς ἁμαρτίας τῷ λύθρῳ, τῷ σῷ ἀπόπλυνον ἐκ πλευρᾶς ἀποστάζοντι, Αἵματι Χριστέ μου, ἵνα σε δοξάζω, εἰς πάντας τοὺς αἰῶνας.

Θεοτοκίον

Ἡ ἀγεωργήτως βλαστήσασα, τὸν ἐπουράνιον Στάχυν, τὸν διατρέφοντα θεϊκῇ δυναστείᾳ τὰ σύμπαντα, Παρθένε, ἔμπλησον πεινῶσαν, τὴν ταπεινὴν ψυχήν μου.

Εἱρμὸς ἄλλος

Τὸν ἐν φλογί, τοῖς Παισὶ ΤΟ ΑΚΟΥΤΕ

Χαίροις Σταυρέ, δι' οὗ ἀνεγνωρίσθη, μιᾷ ῥοπῇ Λῃστὴς θεολόγος κραυγάζων· Μνήσθητί μου Κύριε ἐν τῇ σῇ Βασιλείᾳ, οὗπερ τῆς μερίδος, κοινωνοὺς ἡμᾶς δεῖξον.

 

Σὺ λογχευθείς, τῇ φλογίνῃ ῥομφαίᾳ, ἀνθυποστρέφεις Χριστέ, καὶ βροτοῖς ἐξανοίγεις, πάλιν τὸν Παράδεισον, ἐν ᾧ καὶ εἰσιόντες, σοῦ τῆς ἀθανάτου, ζωῆς ἀεὶ τρυφῶμεν.

Εὐλογοῦμεν Πατέρα, Υἱόν, καὶ ἅγιον Πνεῦμα

Σὺν τῷ Πατρί, τὸν Υἱὸν προσκυνοῦμεν, καὶ Πνεῦμα ἅγιον, ἐν μιᾷ τῇ οὐσίᾳ, ἀσιγήτως κράζοντες, τοῖς πηλίνοις στόμασι· Δόξα ἐν ὑψίστοις, Θεῷ τῷ ἐν Τριάδι.

Καὶ νῦν... Θεοτοκίον

Παιδοτοκεῖς παρθενεύουσα μόνη Θεοχαρίτωτε, τὸ Μυστήριον μέγα, φρικτὸν τὸ τεράστιον! Θεὸν γὰρ ἐγέννησας, σεσωματωμένον τὸν Σωτῆρα τοῦ Κόσμου.

Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι

Σταυρὲ Χριστοῦ, ἡ ἐλπὶς τῶν περάτων, διαπεράσαι ἡμᾶς ἐν τῇ σῇ κυβερνήσει, γαληνῶς τὸ πέλαγος, τῆς καλλίστης Νηστείας ἀξίωσον σώσας, ἐκ τρικυμίας πταισμάτων.

Αἰνοῦμεν, εὐλογοῦμεν, καὶ προσκυνοῦμεν τὸν Κύριον

Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ

«Τὸν ἐν φλογί, τοῖς Παισὶ τῶν Ἑβραίων, συγκαταβάντα θεϊκῇ τῇ δυνάμει, καὶ ὀφθέντα Κύριον· Ἱερεῖς εὐλογεῖτε, καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας».

 

ᾨδὴ θ'

Τὴν ζωοδόχον πηγὴν ΤΟ ΑΚΟΥΤΕ

Νενηστευκὼς Ἐλισσαῖος ἀνέστησε, νενεκρωμένον τὸν παῖδα, ὡς γέγραπται, καὶ ἡμεῖς νηστεύοντες, σαρκικὰ φρονήματα ἀπονεκρῶσαι πιστοὶ κατεπειχθῶμεν, ἵνα ζωῆς τῆς ἐκεῖ ἐπιτύχωμεν.

 

Οἴμοι ψυχή! φοβερὸν τὸ κριτήριον, καὶ τοῦ Κριτοῦ ἡ φρικώδης ἀπόφασις, σπεῦσον μετανόησον, Χριστῷ διαλλάγηθι, τῷ διὰ σὲ ἐν Σταυρῷ ἀναρτηθέντι, καὶ ῥυσαμένῳ πιστοὺς κατακρίσεως.

 

Τῆς μετανοίας μοι πύλας διάνοιξον, τὰς τῶν παθῶν μου εἰσόδους ἀπόκλεισον, ὁ Λῃστῇ τὴν εἴσοδον δείξας εὐεπίβατον, τοῦ Παραδείσου Χριστέ, τῇ σῇ Σταυρώσει, ἵνα δοξάζω τὴν σὴν ἀγαθότητα.

Θεοτοκίον

Ὅτι εἰς βάθη κακίας ἀπέρριμμαι, καὶ λογισμοῖς ἐναντίοις χειμάζομαι, δαίμοσι πειθόμενος, ἡδοναῖς δουλούμενος, βοήθησόν μοι ἁγνὴ Παρθενομῆτορ, πρὸς σωτηρίας ὁδὸν ὁδηγοῦσά με.

Εἱρμὸς ἄλλος

Ἐν Σιναίῳ τῷ ὄρει ΤΟ ΑΚΟΥΤΕ

Παρεδόθης ἑκὼν καὶ ὑπήγαγες, ἑαυτὸν τοῖς φονευταῖς, κριτηρίῳ παρέστης τυπτόμενος, ἐξ ὧν ἔπλασας χειρῶν, ἐσταυρώθης ἐπαίχθης, ἑλογχεύθης Κύριε, ἔπαθες σώματι πάντα ἐνεγκὼν συμπαθῶς, ἵνα σώσῃς ἡμᾶς.

 

Τῶν Ἀγγέλων οἱ δῆμοι ἐτρόμαξαν, βλέποντές σε ἐν Σταυρῷ, οἱ φωστῆρες τὸ φέγγος ἀπέλιπον, καὶ ἐσείετο ἡ γῆ, ἐδονεῖτο τὰ πάντα τῇ ὕβρει σου Κύριε, θείοις σου Πάθεσιν, εἰργάσω ἡμῖν, ὁ Θεὸς τὸ σωτήριον.

Δόξα...

Τῇ οὐσίᾳ Μονάς ἐστιν ἄτμητος, ἡ ὑπέρθεος Τριάς, ἑνουμένη τῇ φύσει μερίζεται, τοῖς προσώποις ἰδικῶς· μὴ τμωμένη γὰρ τμᾶται, ἓν οὖσα τρισσεύεται, αὕτη Πατήρ ἐστιν, ὁ Υἱὸς καὶ Πνεῦμα τὸ ζῶν, ἡ φρουροῦσα τὸ πᾶν.

Καὶ νῦν... Θεοτοκίον

Παιδοτόκον παρθένον τίς ἤκουσε, καὶ μητέρα πλὴν ἀνδρός; Μαριὰμ ἐκτελεῖς τὸ τεράστιον, ἀλλὰ φράζε μου τὸ Πῶς; Μὴ ἐρεύνα τὰ βάθη, τῆς παιδοτοκίας μου, τοῦτο παναληθές, ὑπὲρ δὲ ἀνθρώπινον νοῦν ἡ κατάληψις.

Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι

Τῷ σῷ μώλωπι πάντες ἰάθημεν, ἐκ παθῶν ἁμαρτιῶν· ἐν Σταυρῷ γὰρ ἀρθεὶς ἐτραυμάτισας, τὸν ἀρχέκακον ἐχθρόν. Ἀλλὰ ἀκατακρίτως ἡμᾶς καταξίωσον, καὶ τὴν Ἀνάστασιν φθάσαι διανύσαντας, τὸν τῆς Νηστείας καιρόν.

Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ

«Ἐν Σιναίῳ τῷ ὄρει κατεῖδέ σε, ἐν τῇ βάτῳ Μωϋσῆς, τὴν ἀφλέκτως τὸ πῦρ τῆς Θεότητος, συλλαβοῦσαν ἐν γαστρί, Δανιὴλ δέ σε εἶδεν, ὄρος ἁλατόμητον, ῥάβδον βλαστήσασαν Ἡσαΐας, κέκραγε, τὴν ἐκ ῥίζης Δαυΐδ».

 

Ἀπόστιχα τῶν Αἴνων

Ἰδιόμελον Ἦχος βαρὺς

Ὁ διὰ σταυροῦ σου Κύριε, λύσας θάνατον, ἐπεισαχθέντα τῷ Κόσμῳ, διὰ ξύλου βρῶσιν, ἣν ἀπηγόρευσας ἐν Παραδείσῳ, αὐτός, διὰ τῆς ἐνεστώσης Νηστείας ἡμᾶς, ῥῦσαι πάσης ἡδονῆς ψυχοφθόρου, καὶ ἀξίωσον ἐργάζεσθαι τὴν μένουσαν βρῶσιν, εἰς ζωὴν αἰώνιον, ἵνα τύχωμεν τῶν στεφάνων τῆς ἀφθάρτου τρυφῆς, ὧν ἡτοίμασας, τοῖς ἀληθέσι νηστευταῖς δεόμεθα. (Δίς)

Μαρτυρικὸν

Φωστῆρες ἀνεδείχθησαν Οἰκουμένης, οἱ πανεύφημοι Ἀθλοφόροι, Χριστῷ βοῶντες· Κύριε δόξα σοι.

Δόξα... Καὶ νῦν... Σταυροθεοτοκίον

Οὐκέτι κωλυόμεθα ΤΟ ΑΚΟΥΤΕ

Ἐν ξύλῳ προσπαγέντα σε ἑκουσίως, ὡς ἑώρακεν ἡ Πανάμωμος, θρηνῳδοῦσα ὕμνει τὸ κράτος σου.

 

ΕΙΣ ΤΗΝ ΤΡΙΘΕΚΤΗΝ

 

Τροπάριον τῆς Προφητείας

Ἦχος πλ. β'

Ὕψιστε ὁ ἐν οὐρανοῖς κατοικῶν, ὁ κτίσας πᾶσαν πνοήν, σῶσον ἡμᾶς ὁ Θεός· ἐπὶ σοὶ γὰρ ἠλπίσαμεν Σωτὴρ ἡμῶν.

 

Δόξα... Καὶ νῦν... Τὸ αὐτὸ

 

Προκείμενον Ἦχος πλ. α' Ψαλμὸς κθ'

Πρὸς σέ, Κύριε, κεκράξομαι ὁ Θεός μου.

Στίχ. Ὑψώσω σε, Κύριε, ὅτι ὑπέλαβές με.

 

Προφητείας Ἡσαϊου τὸ Ἀνάγνωσμα

(Κεφ. Ε', 16-25)

Ὑψωθήσεται Κύριος Σαβαὼθ ἐν κρίματι, καὶ ὁ Θεὸς ὁ ἅγιος δοξασθήσεται ἐν δικαιοσύνῃ. Καὶ βοσκηθήσονται οἱ διηρπασμένοι ὡς ταῦροι, καὶ τὰς ἐρήμους τῶν ἀπειλημμένων ἄρνες φάγονται, οὐαί, οἱ ἐπισπώμενοι τὰς ἁμαρτίας αὐτῶν, ὡς σχοινίῳ μακρῷ, καὶ ὡς ζυγοῦ ἱμάντι δαμάλεως τὰς ἀνομίας αὐτῶν! οὐαὶ οἱ λέγοντες· Τὸ τάχος ἐγγισάτω ἃ ποιήσει, ἵνα ἴδωμεν, καὶ ἐλθέτω ἡ βουλὴ τοῦ Ἁγίου Ἰσραήλ, ἵνα γνῶμεν, οὐαί, οἱ λέγοντες τὸ πονηρόν, καλόν, καὶ τὸ καλόν, πονηρόν, οἱ τιθέντες τὸ σκότος φῶς, καὶ τὸ φῶς σκότος, οἱ τιθέντες τὸ πικρὸν γλυκύ, καὶ τὸ γλυκὺ πικρόν! οὐαί, οἱ συνετοὶ ἐν ἑαυτοῖς, καὶ ἐνώπιον αὐτῶν ἐπιστήμονες! οὐαί, οἱ ἰσχύοντες ὑμῶν, οἱ πίνοντες τὸν οἶνον, καὶ οἱ δυνάσται, καὶ οἱ κεραννύντες τὰ σίκερα, οἱ δικαιοῦντες τὸν ἀσεβῆ ἕνεκεν δώρων, καὶ τὸ δίκαιον τοῦ δικαίου αἴροντες. Διὰ τοῦτο, ὃν τρόπον καυθήσεται καλάμη ὑπὸ ἄνθρακος πυρός, καὶ συγκαυθήσεται ὑπὸ φλογὸς ἀνημμένης, ἡ ῥίζα αὐτῶν ὡς χοῦς ἔσται, καὶ τὸ ἄνθος αὐτῶν ὡς κονιορτός ἀναβήσεται· οὐ γὰρ ἠθέλησαν τὸν νόμον Κυρίου Σαβαώθ, ἀλλὰ τὸ λόγιον τοῦ Ἁγίου Ἰσραὴλ παρώξυναν. Καὶ ἐθυμώθη ὀργῇ Κύριος Σαβαὼθ ἐπὶ τὸν λαὸν αὐτοῦ, καὶ ἐπέβαλε τὴν χεῖρα αὐτοῦ ἐπ' αὐτούς, καὶ ἐπάταξεν αὐτούς, καὶ παρωξύνθη τὰ ὄρη, καὶ ἐγενήθη τὰ θνησιμαῖα αὐτῶν, ὡς κοπρία ἐν μέσῳ ὁδοῦ, καὶ ἐν πᾶσι τούτοις οὐκ ἀπεστράφη ὁ θυμὸς αὐτοῦ, ἀλλ' ἔτι ἡ χεὶρ αὐτοῦ ὑψηλή.

 

Προκείμενον Ἦχος πλ. β' Ψαλμὸς λ'

Ἐπὶ σοί, Κύριε, ἤλπισα, μὴ καταισχυνθείην εἰς τὸν αἰῶνα.

Στίχ. Ἐν τῇ δικαιοσύνῃ σου ῥῦσαί με, καὶ ἐξελοῦ με.