Τῌ ΤΕΤΑΡΤῌ ΤΗΣ Β' ΕΒΔΟΜΑΔΟΣ

ΕΙΣ ΤΟΝ ΕΣΠΕΡΙΝΟΝ

 

Στιχηρὰ

Ἰδιόμελον Ἦχος α'

Τὴν πνευματικὴν ἀδελφοί, ἀναλαβόντες Νηστείαν, τῇ γλώσσῃ μὴ λαλεῖτε τὰ δόλια, μηδὲ τίθεσθε πρόσκομμα, τῷ ἀδελφῷ εἰς σκάνδαλον, ἀλλὰ τῇ μετανοίᾳ φαιδρύναντες, τὴν τῆς ψυχῆς λαμπάδα τοῖς δάκρυσι, βοήσωμεν τῷ Χριστῷ· Ἄφες ἡμῖν τὰ παραπτώματα ἡμῶν, ὡς φιλάνθρωπος. (Δίς)

Μαρτυρικὸν

Πανεύφημοι Μάρτυρες ὑμᾶς, οὐχ ἡ γῆ κατέκρυψεν, ἀλλ' οὐρανὸς ὑπεδέξατο, ἠνοίγησαν ὑμῖν, Παραδείσου πύλαι, καὶ ἐντὸς γενόμενοι, τοῦ ξύλου τῆς ζωῆς ἀπολαύετε, Χριστῷ πρεσβεύσατε, δωρηθῆναι, ταῖς ψυχαῖς ἡμῶν, τὴν εἰρήνην καὶ τὸ μέγα ἔλεος.

Στιχηρὰ Προσόμοια Ποίημα Ἰωσὴφ

Ἦχος γ'

Μεγάλη τῶν Μαρτύρων σου ΤΟ ΑΚΟΥΤΕ

Τῶν θείων Ἀποστόλων, Κύριε δεήσεσι, τὸν τῆς Νηστείας χρόνον, καλῶς ἡμᾶς τελέσαι, κατανύξει διανοίας καταξίωσον, ὡς ἀγαθὸς εὔσπλαγχνε, ἵνα σῳζόμενοι, σὲ δοξάζωμεν πάντες.

 

Μεγάλη καὶ φρικτή σου Κύριε ἡ ἔλευσις, ἐν ᾗ καθίσας κρίσιν, δικαίαν ἐκτελέσῃς! Μὴ οὖν κρίνῃς με, τὸν κατακεκριμένον, ἀλλ' ὡς Θεὸς φεῖσαί μου, τῶν Ἀποστόλων σου, εὐπροσδέκτοις πρεσβείαις.

Ἕτερον Ποίημα Θεοδώρου

Ἦχος πλ. β' Ὁλην ἀποθέμενοι ΤΟ ΑΚΟΥΤΕ

Χριστοῦ οἱ Ἀπόστολοι, τῶν γηγενῶν οἱ φωστῆρες, θησαυροὶ κοσμόπλουτοι, τῆς πανσόφου γνώσεως, τοῦ Θεοῦ ἡμῶν, τοὺς ὑμᾶς μέλποντας, πειρασμῶν ῥύσατε, ταῖς ἁγίαις προσευχαῖς ὑμῶν, καὶ τὸν καιρὸν ἡμῖν, τὸν τῶν Νηστειῶν διεξάγετε, νεανικῶς βραβεύοντες, ἐν εἰρήνῃ νῦν τὴν ζωὴν ἡμῶν, ἵνα εὐαρέστως, προφθάσαντες τὸ Πάθος τοῦ Χριστοῦ, ἐν παρρησίᾳ προσφέρωμεν, ὕμνοις τῷ Θεῷ ἡμῶν.

Καὶ τοῦ Μηναίου Προσόμοια δ'

Δόξα... Καὶ νῦν... Θεοτοκίον

 

Προκείμενον Ἦχος πλ. β' Ψαλμὸς λὰ'

Εὐφράνθητε ἐπὶ Κύριον, καὶ ἀγαλλιᾶσθε δίκαιοι.

Στίχ. Μακάριοι, ὧν ἀφέθησαν αἱ ἀνομίαι.

 

Γενέσεως τὸ Ἀνάγνωσμα

(Κεφ. Δ', 16-26)

Ἐξῆλθε Κάϊν ἀπὸ προσώπου τοῦ Θεοῦ, καὶ ᾤκησεν ἐν γῇ Ναΐδ, κατέναντι Ἐδέμ. Καὶ ἔγνω Κάϊν τὴν γυναῖκα αὐτοῦ, καὶ συλλαβοῦσα ἔτεκε τὸν Ἐνώχ. Καὶ ἦν οἰκοδομῶν πόλιν, καὶ ἐπωνόμασε τὴν πόλιν ἐπὶ τῷ ὀνόματι τοῦ υἱοῦ αὐτοῦ, Ἐνώχ. Ἐγεννήθη δὲ τῷ Ἐνὼχ Γαϊδάδ, καὶ Γαϊδὰδ ἐγέννησε τὸν Μαλελεήλ, καὶ Μαλελεὴλ ἐγέννησε τὸν Μαθουσάλα, καὶ Μαθουσάλα ἐγέννησε τὸν Λάμεχ. Καὶ ἔλαβεν ἑαυτῷ Λάμεχ δύο γυναῖκας, ὄνομα τῇ μιᾷ, Ἀδά, καὶ ὄνομα τῇ δευτέρᾳ Σελλά. Καὶ ἔτεκεν Ἀδὰ τόν Ἰωβήλ· οὗτος ἦν πατὴρ οἰκούντων ἐν σκηναῖς κτηνοτρόφων, καὶ ὄνομα τῷ ἀδελφῷ αὐτοῦ Ἰουβάλ· οὗτος ἦν ὁ καταδείξας ψαλτήριον καὶ κιθάραν, Σελλὰ δὲ καὶ αὐτὴ ἔτεκε τὸν Θόβελ, καὶ ἦν σφυροκόπος χαλκεὺς χαλκοῦ, καὶ σιδήρου· ἀδελφὴ δὲ Θόβελ, Νοεμά. Εἶπε δὲ Λάμεχ ταῖς ἑαυτοῦ γυναιξίν, Ἀδὰ καὶ Σελλά· Ἀκούσατέ μου τῆς φωνῆς, γυναῖκες Λάμεχ, ἐνωτίσασθέ μου τοὺς λόγους, ὅτι ἄνδρα ἀπέκτεινα εἰς τραῦμα ἐμοί, καὶ νεανίσκον εἰς μώλωπα ἐμοί. Ὅτι ἑπτάκις ἐκδεδίκηται ἐκ Κάϊν, ἐκ δὲ Λάμεχ ἑβδομηκοντάκις ἑπτά. Ἔγνω δὲ Ἀδὰμ Εὔαν τὴν γυναῖκα αὐτοῦ, καὶ συλλαβοῦσα ἔτεκεν υἱόν, καὶ ἐπωνόμασε τὸ ὄνομα αὐτοῦ, Σήθ, λέγουσα· Ἐξανέστησε γάρ μοι ὁ Θεὸς σπέρμα ἕτερον ἀντὶ Ἄβελ, ὃν ἀπέκτεινε Κάϊν. Καὶ τῷ Σὴθ ἐγένετο υἱός, ἐπωνόμασε δὲ τὸ ὄνομα αὐτοῦ. Ἐνώς· οὗτος ἤλπισεν ἐπικαλεῖσθαι τὸ ὄνομα Κυρίου τοῦ Θεοῦ.

 

Προκείμενον Ἦχος α' Ψαλμὸς λβ'

Γένοιτο, Κύριε, τὸ ἔλεός σου ἐφ' ἡμᾶς.

Στίχ. Ἀγαλλιᾶσθε δίκαιοι ἐν Κυρίῳ.

 

Παροιμιῶν τὸ Ἂ νάγνωσμα

(Κεφ. Ε', 15 - ΣΤ', 3)

Υἱέ, πίνε ὕδατα ἀπὸ σῶν ἀγγείων, καὶ ἀπὸ σῶν φρεάτων πηγῆς, ὑπερεκχείσθω σοι τὰ σὰ ὕδατα ἐκ τῆς σῆς πηγῆς, εἰς δὲ σὰς πλατείας διαπορευέσθω τὰ σὰ ὕδατα. Ἔστω σοι μόνῳ ὑπάρχοντα, καὶ μηδεὶς ἀλλότριος μετασχέτω σοι. Ἡ πηγή σου τοῦ ὕδατος ἔστω σοι ἰδία, καὶ συνευφραίνου μετὰ γυναικὸς τῆς ἐκ νεότητός σου. Ἔλαφος φιλίας, καὶ πῶλος σῶν χαρίτων ὁμιλείτω σοι· ἡ δὲ ἰδία ἡγείσθω σου, καὶ συνέστω σοι ἐν παντὶ καιρῷ· ἐν γὰρ τῇ ταύτης φιλίᾳ συμπεριφερόμενος, πολλοστὸς ἔσῃ. Μὴ πολὺς ἴσθι πρὸς ἀλλοτρίαν, μηδὲ συνέχου ἀγκάλαις ταῖς μὴ ἰδίαις· ἐνώπιον γάρ εἰσι τῶν τοῦ Θεοῦ ὀφθαλμῶν ὁδοὶ ἀνδρός, εἰς δὲ πάσας τροχιὰς αὐτοῦ σκοπεύει. Παρανομίαι ἄνδρα ἀγρεύουσι, σειραῖς δὲ τῶν ἑαυτοῦ ἁμαρτιῶν ἕκαστος σφίγγεται. Οὗτος τελευτᾷ μετὰ ἀπαιδεύτων, ἐκ δὲ πλήθους τῆς ἑαυτοῦ βιότητος ἐξερρίφη, καὶ ἀπώλετο δι' ἀφροσύνην. Υἱέ, ἐὰν ἐγγυήσῃ σὸν φίλον, παραδώσεις σὴν χεῖρα ἐχθρῷ· παγὶς γὰρ ἰσχυρὰ ἀνδρὶ τὰ ἴδια χείλη, καὶ ἁλίσκεται χείλεσιν ἰδίου στόματος. Ποίει υἱέ, ἃ ἐγώ σοι ἐντέλλομαι καὶ σῴζου. Καὶ τὰ λοιπὰ τῆς Λειτουργίας τῶν Προηγιασμένων.

 

Τῌ ΠΕΜΠΤῌ ΤΗΣ Β' ΕΒΔΟΜΑΔΟΣ

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

 

Εἰς τὴν β' Στιχολογίαν 

Καθίσματα Ἦχος γ'

Τὴν ὡραιότητα ΤΟ ΑΚΟΥΤΕ

Χριστὸς ἡ ἄμπελος, ὡραίους βότρυας, ὑμᾶς ἠνέγκατο, γλεῦκος σωτήριον, ἐναποστάζοντας τῇ γῇ, Ἀπόστολοι θεοφόροι· ὅθεν με λυτρώσατε, ἡδονῶν μέθης δέομαι, ῥεῖθρα κατανύξεως, τῇ ψυχῇ μου δωρούμενοι, τῇ θείᾳ τῆς Νηστείας ἡμέρᾳ, ὅπως σωθείς, ζωῆς ἐπιτύχω.

Θεοτοκίον

Τῆς συμπαθείας σου, πλοῦτον ἀμέτρητον, καὶ δυναστείας σου, κράτος τὸ ἄμαχον, ἀναλαβόμενος εἰς νοῦν, προσέδραμον τῇ σκέπῃ σου, θλίψει συνεχόμενος, καὶ δεινῶς ἀπορούμενος, κράζω ἐκ βαθέων μου, τῆς καρδίας σὺν δάκρυσι, Παρθένε Θεοτόκε βοήθει μοι, ἡ μόνη τοῦ κόσμου προστασία.

 

 Μετὰ τὴν γ' Στιχολογίαν

Καθίσματα Ἦχος πλ. β'

Κύριε, παρίστατο ΤΟ ΑΚΟΥΤΕ

Κύριε, εὐΐλατος γενοῦ ἡμῖν, ἐν τούτῳ τῷ θείῳ καιρῷ, καὶ δάκρυα πηγάζειν σοι, ἐκ καρδίας ἀξίωσον πάντοτε, πρὸς ἔκπλυσιν μολυσμάτων ψυχικῶν, καὶ βλάστησιν τῶν ἁγίων ἐντολῶν, ὡς ἂν οὕτω νηστεύοντες, ἐπαξίως εὐαρεστῶμέν σοι, καὶ τὸ πάνσεπτόν σου ἅπαντας Πάθος ἰδεῖν εὐδόκησον, εὐχαῖς τῶν σῶν κοσμοσώστων Ἀποστόλων, δόξα σοι.

Θεοτοκίον

Τῆς εὐσπλαγχνίας ΤΟ ΑΚΟΥΤΕ

Τῆς συμπαθείας τὴν πηγήν, ἄχραντε σεμνή, Παρθενομῆτορ Θεοτόκε, πλουσίως ἐν ἡμῖν ἁγνὴ ἐπίχεε, καὶ δώρησαι ἡμῖν πταισμάτων ἄφεσιν· σὺ γὰρ εἶ προστασια ἡμῶν, καὶ θεία σκέπη.

 

Ὁ Κανὼν

 

ᾨδὴ δ' Ἦχος γ'

Μὴ ἐν ποταμοῖς ΤΟ ΑΚΟΥΤΕ

Μέθην ἡδονῶν, ψυχοφθόρων σβέσαντες, τὸ τῆς κατανύξεως πόμα, διὰ νηστείας ἐμφορηθῶμεν.

 

Νήστευσον, ψυχή, ἀκρασίαν βρώσεως, τρύφησον καλῶν θεωρίαις, ἵνα τῆς ἄνω τραπέζης τύχῃς.

 

Ἄνθρακες πυρός, τοῦ ἀΰλου πέλοντες, φλέξατε παθῶν μου τὴν ὕλην, θεῖοι Ἀπόστολοι τοῦ Σωτῆρος.

Θεοτοκίον

Σάρκα τῷ Χριστῷ, ἐκ τῆς σῆς δανείσασα, νέκρωσον σαρκός μου τὰ πάθη, Θεοκυῆτορ ἁγνὴ Παρθένε.

Ἕτερον Ποίημα Θεοδώρου

Ἦχος πλ. β' Ἀκήκοεν ὁ Προφήτης ΤΟ ΑΚΟΥΤΕ

Ἡ δωδεκὰς Ἀποστόλων, Πέτρε, Παῦλε, Ἰάκωβε, καὶ Ἰωάννη, Ἀνδρέα, Βαρθολομαῖε, Φίλιππε, Θωμᾶ, καὶ Ματθαῖε, καὶ Ἰάκωβε, σὺν Σίμωνι, καὶ τῷ Ἰούδᾳ, λιτὰς ποιεῖτε, τῷ Χριστῷ σωθῆναι ἡμᾶς.

 

Τὰ δίκτυα τῶν δογμάτων, χαλάσαντες ἐν θαλάσσῃ τοῦ βίου ξένως, πρὸς τρισὶν ἑκατὸν καὶ πεντήκοντα, μυστικῶς τὰ ἔθνη, ὡς ἰχθύας τὸ πρίν, ἠγρεύσατε, ταῦτα Κυρίῳ προσαγαγόντες, ἅγιοι Ἀπόστολοι.

Δόξα...

Υἱὸν ἐκ Πατρὸς καὶ Πνεῦμα, δοξάζω ὡς ἐξ ἡλίου φῶς καὶ ἀκτῖνα· τὸ μὲν γεννητῶς, ὅτι καὶ γέννημα, τὸ δὲ προβλητῶς, ὅτι καὶ πρόβλημα, συνάναρχον θείαν Τριάδα προσκυνουμένην, ὑπὸ πάσης κτίσεως.

Καὶ νῦν... Θεοτοκίον

Παρθένος βρέφος τεκοῦσα, καὶ τὴν ἁγνείαν τηροῦσα, Σεμνὴ σὺ ὤφθης, τὸ Θεὸν γεννήσασα καὶ ἄνθρωπον, ἕνα τὸν αὐτὸν ἐν ἑκατέρᾳ μορφῇ, τὸ θαῦμα σου Παρθενομῆτορ ἐκπλήττει πᾶσαν, ἀκοὴν καὶ ἔννοιαν.

Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι

Ὑμεῖς ἐστε φῶς τοῦ Κόσμου, καθὼς ὑμῖν Χριστὸς ἔφη, λάμψει τοῦ λόγου, ἀλλ' ἱκετεύσατε Ἀπόστολοι, τοῦ μεγαλοψύχως διανύσαι ἡμᾶς, τὸ στάδιον τῆς ἐγκρατείας, καὶ προσκυνῆσαι, τὴν αὐτοῦ Ἀνάστασιν.

Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ

«Ἀκήκοεν ὁ Προφήτης, τὴν ἔλευσίν σου Κύριε, καὶ ἐφοβήθη, ὅτι μέλλεις ἐκ Παρθένου τίκτεσθαι, καὶ ἀνθρώποις δείκνυσθαι, καὶ ἔλεγεν· Ἀκήκοα τὴν ἀκοήν σου, καὶ ἐφοβήθην, δόξα τῇ δυνάμει σου Κύριε».

 

ᾨδὴ η'

Τὸν ἐν φλογί, τοῖς Παισὶ ΤΟ ΑΚΟΥΤΕ

Θανατωθείς, ταῖς πολλαῖς ἁμαρτίαις, νεκρὰν προσφέρω τὴν ψυχὴν ἐν τῷ βίῳ· διό με οἰκτείρατε, ζωηφόροις πρεσβείαις ταῖς ὑμῶν, θεόπται, Μαθηταὶ τοῦ Σωτῆρος.

 

Περισχεθείς, ἁμαρτίας ὁμίχλῃ, ᾍδῃ προσήγγισα, ἀπογνώσεως ὄντως· διό με φωτίσατε, τοῦ Ἡλίου τῆς δόξης, μυστικαὶ ἀκτῖνες, ὑπάρχοντες θεόπται.

 

Ἀπὸ παθῶν ἐγκράτεύου καὶ σῴζου, ψυχὴ ταλαίπωρε· ἀποχὴ γὰρ βρωμάτων νηστεία ἀπρόσδεκτος, τοῖς ὀρθῶς ἐκζητοῦσιν, εἰ μὴ καὶ σφαλμάτων, διόρθωσις ὑπάρξῃ.

Θεοτοκίον

Βάτον πυρί, καιομένην Μωσῆς σε, προεθεώρει Θεομῆτορ Παρθένε· διό μου κατάσβεσον τῶν παθῶν τὰς καμίνους, καὶ πυρὸς γεέννης, ἐξάρπασον καὶ σῶσον.

Εἱρμὸς ἄλλος

Ὃν Στρατιαί, οὐρανῶν ΤΟ ΑΚΟΥΤΕ

Ἐξ Ἰακώβ, ὡς τὸ δωδεκάφυλον, τῶν Ἀποστόλων ἐκ σοῦ, ἄλλη δωδεκάς, ὤφθη Χριστὲ ἐν Κόσμῳ, δι' ἧς ἀπεγεννήθη, πᾶς πιστὸς ἐν λόγῳ, σὲ ἀνυμνῶν εἰς τοὺς αἰῶνας.

 

Τοῦ νοητοῦ, Φαραὼ τὰ ἅρματα, βυθίσαντες μυστικῶς, ὡς ἐν ἐρυθρᾷ, τὸν λαὸν τοῦ Κυρίου, πρὸς γῆν θεογνωσίας, ἥξατε ὑμνοῦντα, Ἀπόστολοι εἰς τοὺς αἰῶνας.

Εὐλογοῦμεν Πατέρα, Υἱόν, καὶ ἅγιον Πνεῦμα

Ἕνα Θεόν, κατ' οὐσίαν σέβομαι, τρεῖς ὑποστάσεις ὑμνῶ, διοριστικῶς, ἄλλας, ἀλλ' οὐκ ἀλλοίας, ἐπεὶ Θεότης μία, ἐν τρισὶ τὸ κράτος· καὶ γὰρ Πατήρ, Υἱός, καὶ Πνεῦμα.

Καὶ νῦν... Θεοτοκίον

Ἐκ φωτεινῆς, προελθὼν νηδύος σου, Νυμφίος ὡς ἐκ παστοῦ, ἔλαμψε Χριστός, φῶς τοῖς ἐν σκότει μέγα· καὶ γὰρ δικαιοσύνης, Ἥλιος ἀστράψας, ἐφώτισεν Ἁγνή, τόν Κόσμον.

Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι

Οἱ τοῦ Χριστοῦ, μύσται καὶ συγκάθεδροι, ἐκτενῶς ὑπὲρ ἡμῶν, τῶν ἁμαρτωλῶν, πάντοτε δυσωποῦντες, καὶ νῦν παρακαλεῖτε, τὴν Νηστείαν πᾶσαν, εἰλικρινῶς ἀποπεράσαι.

Αἰνοῦμεν, εὐλογοῦμεν, καὶ προσκυνοῦμεν...

Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ

«Ὃν Στρατιαί, οὐρανῶν δοξάζουσι, καὶ φρίττει τὰ Χερουβίμ, καὶ τὰ Σεραφίμ, πᾶσα πνοὴ καὶ κτίσις, ὑμνεῖτε, εὐλογεῖτε, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας».

 

ᾨδὴ θ'

Ἐν Σιναίῳ τῷ ὄρει ΤΟ ΑΚΟΥΤΕ

Ποταμοὶ γεγονότες Ἀπόστολοι, τῆς πηγῆς τῆς νοητῆς, καὶ τὸ ὕδωρ τὸ ζῶν εὐπορήσαντες, ἐν καρδίᾳ καθαρᾷ, τῆς ἐμῆς ἁμαρτίας τὰ ῥεῖθρα, ξηράνατε ταῖς προσευχαῖς ὑμῶν, καὶ πρὸς σωτηρίας ὁδοὺς ὁδηγήσατε.

 

Ἁμαρτίας χειμάζει κλυδώνιον, τὴν ἀθλίαν μου ψυχήν· δεξιὰν ὡς τῷ Πέτρῳ μοι ἔκτεινον, Κυβερνῆτα ἀγαθέ, μὴ βυθός με καλύψῃ ὁ τῆς ἀπογνώσεως, βρῶμα μὴ γένωμαι, κήτους ψυχοφθόρου, Χριστὲ πολυέλεε.

 

Ἀποστόλων χορὸς ἱκετεύει σε, Ἰησοῦ Παμβασιλεῦ, δυσωπεῖ σε Ἀγγέλων τὰ τάγματα, τῷ λαῷ σου παράσχου, διὰ πλῆθος οἰκτιρμῶν, κακῶν ἀπολύτρωαιν, βίου διόρθωσιν, καὶ τῆς Βασιλείας τῆς σῆς τὴν οἰκείωσιν.

Θεοτοκίον

Παρθενία καὶ τόκος συνέδραμον, ὑπὲρ φύσιν ἐπὶ σέ, κιβωτὲ τοῦ σεπτοῦ ἁγιάσματος, Μητροπάρθενε ἁγνή· διὸ πίστει βοῶ σοι· ὅλον με ἁγίασον, ὅλον ἐκλύτρωσαι, πάσης ἐνεργείας παθῶν τῶν θλιβόντων με.

Εἱρμὸς ἄλλος

Ἀσπόρου συλλήψεως ΤΟ ΑΚΟΥΤΕ

Ἐν Κόσμῳ ὡς ἄσαρκοι, καὶ ἐν σαρκὶ ὡς Ἄγγελοι, τὸν Λόγον μόνον, ἐν καρδίᾳ φέροντες εἱλκύσατε τὰ ἔθνη, εἰς Χριστοῦ μίαν πίστιν, σοφοὺς καὶ ῥήτορας ὡς μωρούς, ἀπελέγξαντες τῇ γνώσει, παμμακάριστοι Ἀπόστολοι.

 

Ὁ Πέτρος της πίστεως, ἡ πέτρα καὶ θεμέλιος, Παῦλος ὁ κήρυξ, καὶ ἐθνῶν διδάσκαλος, Υἱοὶ τοῦ Ζεβεδαίου, σὺν τῇ λοιπῇ ὀκτάδι, Χριστῷ πρεσβεύσατε ἐκτενῶς, εὐσθενῶς ἡμᾶς περάσαι, τῆς Νηστείας τὸ διάστημα.

Δόξα...

Μόνε μονογεννήτωρ, μονογενοῦς Υἱοῦ Πατήρ, καὶ μόνε μόνου, φῶς φωτὸς ἀπαύγασμα, καὶ μόνον μόνος μόνου, Θεοῦ ἅγιον Πνεῦμα, Κυρίου Κύριον ὄντως ὄν· ὦ Τριάς Μονὰς ἁγία, σῶσόν με θεολογοῦντά σε.

Καὶ νῦν... Θεοτοκίον

Τὸ θαῦμα τοῦ τόκου σου, ἐκπλήττει με Πανάμωμε, πῶς συλλαμβάνεις, ἀσπόρως τὸν ἄληπτον, εἰπὲ πῶς παρθενεύεις, γεννήσασα ὡς Μήτηρ; Τὸ ὑπὲρ φύσιν πίστει λαβών, τὸ τικτόμενον προσκύνει· ὅσα θέλει γὰρ καὶ δύναται.

Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι

Δυνάμει τοῦ Πνεύματος, πρὸς βασιλεῖς καὶ ἄρχοντας, ἐκβεβηκότες, μηδόλως πτοούμενοι, οὐ πῦρ οὐδὲ μάχαιραν, τροποῦτε πᾶσαν πλάνην, καὶ διασῴζετε τοὺς βροτούς, στρατηγοὶ Κυρίου ὄντες, παμμακάριστοι Ἀπόστολοι.

Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ

«Ἀσπόρου συλλήψεως, ὁ τόκος ἀνερμήνευτος, Μητρὸς ἀνάνδρου, ἄφθορος ἡ κύησις· Θεοῦ γὰρ ἡ γέννησις, καινοποιεῖ τὰς φύσεις· διό σε πᾶσαι αἱ γενεαί, ὡς Θεόνυμφον Μητέρα, ὀρθοδόξως μεγαλύνομεν».

 

Ἀπόστιχα τῶν Αἴνων

Ἰδιόμελον Ἦχος πλ. δ'

Μετανοίας ὁ καιρός, καὶ ζωῆς αἰωνίου πρόξενος ἡμῖν ὁ τῆς Νηστείας ἀγών, ἐὰν ἐκτείνωμεν χεῖρας εἰς εὐποιΐαν· οὐδὲν γὰρ οὕτω σῴζει ψυχήν, ὡς ἡ μετάδοσις τῶν ἐπιδεομένων, ἡ ἐλεημοσύνη συγκεκραμένη τῇ νηστείᾳ, ἐκ θανάτου ῥύεται τὸν ἄνθρωπον· Αὐτὴν ἀσπασώμεθα, ἧς οὐδὲν ἴσον· ἱκανὴ γὰρ ὑπάρχει, σῶσαι τὰς ψυχὰς ἡμῶν. (Δίς)

Μαρτυρικὸν

Τὸν θώρακα τῆς Πίστεως, ἐνδυσάμενοι καλῶς, καὶ τῷ τύπῳ τοῦ Σταυροῦ, καθοπλίσαντες ἑαυτούς, στρατιῶται εὐσθενεῖς ἀνεδείχθητε, τοῖς τυράννοις ἀνδρείως ἀντικατέστητε, καὶ διαβόλου τὴν πλάνην κατηδαφίσατε, νικηταὶ γενόμενοι, τῶν στεφάνων ἠξιώθητε, πρεσβεύσατε Χριστῷ ὑπὲρ ἡμῶν, εἰς τὸ σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Δόξα... Καὶ νῦν... Θεοτοκίον

Ἐγὼ Παρθένε ἁγία Θεοτόκε, τῇ σκέπῃ σου προστρέχω, οἶδα ὅτι τεύξομαι τῆς σωτηρίας·

δύνασαι γάρ, Ἁγνή, βοηθῆσαί μοι.

 

ΕΙΣ ΤΗΝ ΤΡΙΘΕΚΤΗΝ

 

Τροπάριον τῆς Προφητείας

Ἦχος α'

Πεπτωκότας ἀνάστησον ἡμᾶς, ἀποστραφέντας ἐπίστρεψον πρὸς σὲ ὁ Θεὸς ὡς φιλάνθρωπος, ὁ τῆς γῆς συνέχων τὰ πέρατα.

 

Δόξα... Καὶ νῦν... Τὸ αὐτὸ

 

Προκείμενον Ἦχος πλ. β' Ψαλμὸς λγ'

Ἐξεζήτησα τὸν Κύριον, καὶ ἐπήκουσέ μου.

Στίχ. Εὐλογήσω τὸν Κύριον ἐν παντὶ καιρῷ.

 

Προφητείας Ἡσαΐου τὸ Ἀνάγνωσμα

(Κεφ. ς', 1-12)

Ἐγένετο τοῦ ἐνιαυτοῦ, οὗ ἀπέθανεν Ὀζίας ὁ βασιλεύς, εἶδον τὸν Κύριον καθήμενον ἐπὶ θρόνου ὑψηλοῦ, καὶ ἐπηρμένου, καὶ πλήρης ὁ οἶκος τῆς δόξης αὐτοῦ. Καὶ Σεραφὶμ εἱστήκεισαν κύκλῳ αὐτοῦ, ἓξ πτέρυγες τῷ ἑνί, καὶ ἓξ πτέρυγες τῷ ἑνί, καὶ ταῖς μὲν δυσί, κατεκάλυπτον τὸ πρόσωπον, ταῖς δὲ δυσί, κατεκάλυπτον τούς πόδας, καὶ ταῖς δυσὶν ἐπέταντο. Καὶ ἐκέκραγεν ἕτερος πρὸς τὸν ἕτερον, καὶ ἔλεγον· Ἅγιος, Ἅγιος, Ἅγιος Κύριος Σαβαώθ, πλήρης πᾶσα ἡ γῆ τῆς δόξης αὐτοῦ. Καὶ ἐπήρθη τὸ ὑπέρθυρον ἀπὸ τῆς φωνῆς, ἧς ἐκέκραγον, καὶ ὁ οἶκος ἐπλήσθη καπνοῦ. Καὶ εἶπον· Ὦ τάλας ἐγώ, ὅτι κατανένυγμαι, ὅτι ἄνθρωπος ὢν, καὶ ἀκάθαρτα χείλη ἔχων, ἐν μέσῳ λαοῦ ἀκάθαρτα χείλη ἔχοντος ἐγὼ οἰκῶ, καὶ τὸν Βασιλέα Κύριον Σαβαὼθ εἶδον τοῖς ὀφθαλμοῖς μου. Καὶ ἀπεστάλη πρός με ἓν τῶν Σεραφίμ, καὶ ἐν τῇ χειρὶ εἶχεν ἄνθρακα, ὃν τῇ λαβίδι ἔλαβεν ἀπὸ τοῦ θυσιαστηρίου, καὶ ἥψατο τοῦ στόματός μου, καὶ εἶπεν· Ἰδού, ἥψατο τοῦτο τῶν χειλέων σου, καὶ ἀφελεῖ τὰς ἀνομίας σου καὶ τὰς ἁμαρτίας σου περικαθαριεῖ. Καὶ ἤκουσα τῆς φωνῆς Κυρίου λέγοντος· Τίνα ἀποστείλω; καὶ τίς πορεύσεται πρὸς τὸν λαὸν τοῦτον, καὶ εἶπα· Ἰδού, ἐγώ εἰμι, ἀπόστειλόν με. Καὶ εἶπε· Πορεύθητι, καὶ εἰπὲ τῷ λαῷ τούτῳ· Ἀκοῇ ἀκούσετε, καὶ οὐ μὴ συνῆτε, καὶ βλέποντες βλέψετε, καὶ οὐ μὴ ἴδητε· ἐπαχύνθη γὰρ ἡ καρδία τοῦ λαοῦ τούτου, καὶ τοῖς ὠσὶν αὐτῶν βαρέως ἤκουσαν, καὶ τοὺς ὀφθαλμοὺς αὐτῶν ἐκάμμυσαν, μήποτε ἴδωσι τοῖς ὀφθαλμοῖς, καὶ τοῖς ὠσὶν ἀκούσωσι, καὶ τῇ καρδίᾳ συνῶσι, καὶ ἐπιστρέψωσι, καὶ ἰάσωμαι αὐτούς. Καὶ εἶπα· Ἕως πότε Κύριε; καὶ εἶπεν· Ἕως ἂν ἐρημωθῶσι πόλεις, παρὰ τὸ μὴ κατοικεῖσθαι, καὶ οἶκοι, παρὰ τὸ μὴ εἶναι ἀνθρώπους, καὶ ἡ γῆ καταλειφθήσεται ἔρημος. Καὶ μετὰ ταῦτα μακρυνεῖ ὁ Θεὸς τοὺς ἀνθρώπους, καὶ πληθυνθήσονται οἱ ἐγκαταλειφθέντες ἐπὶ τῆς γῆς.

 

Προκείμενον Ἦχος πλ. β' Ψαλμὸς λδ'

Ἐξεγέρθητι, Κύριε, καὶ πρόσχες τῇ κρίσει μου.

Στίχ. Δίκασον Κύριε, τοὺς ἀδικοῦντάς με, πολέμησον τοὺς πολεμοῦντάς με.