Τῌ ΠΕΜΠΤῌ ΤΗΣ Γ' ΕΒΔΟΜΑΔΟΣ

ΕΙΣ ΤΟΝ ΕΣΠΕΡΙΝΟΝ

 

Στιχηρὰ

Ἦχος πλ. α' Χαίροις ἀσκητικῶν ΤΟ ΑΚΟΥΤΕ

Σῶτερ ὁ ἀληθὴς γλυκασμός, ὁ τὰ πικρότατα Μερρᾶς πάλαι ὕδατα, γλυκάνας, τυποῦντι τότε, ξύλῳ τοῦ θείου Σταυροῦ, ἁπλωθεὶς ἐν τούτῳ, ὡς εὐδόκησας, χολῆς ἀπεγεύσω δέ, τὴν πλευρὰν ἐκκεντούμενος, ἐξ ἧς τῷ Κόσμῳ, ὕδωρ βρύεις ἀφέσεως, εἰς ἀνάπλασιν, τοῦ βροτείου φυράματος· ὅθεν δοξολογοῦμέν σου, τὴν ἄφατον δύναμιν, καὶ δυσωποῦμεν. Παράσχου, ἡμῖν τὸν φόβον σου Κύριε, καιρῷ τῆς Νηστείας, καὶ συγχώρησιν πταισμάτων, καὶ μέγα ἔλεος.

 

Λόγε ὁ ἁπλωθεὶς ἐν σταυρῷ, ἐπισυνάγων τὰ μακρὰν διεστῶτά σου, ὑψώσας τὸν λογισμόν μου, ἀπὸ κοπρίας παθῶν, ἀρεταῖς παντοίαις, καταπλούτισον, διδοὺς τῇ καρδίᾳ μου, τὸν ἁγνότατον φόβον σου, καὶ τῇ ψυχῇ μου, τὴν τελείαν ἀγάπησιν, τῆς πρὸς σάρκα με, ἀγαπήσεως τέμνουσαν, ὅπως δι' ἐγκρατείας σοι, εὐχῆς καὶ δεήσεως, ἐν ταῖς παρούσαις ἡμέραις, εὐαρεστήσω καὶ βλέψω σου, φαιδρῶς τὴν ἡμέραν, τῆς Ἐγέρσεως λαμβάνων, τὸ μέγα ἔλεος.

Ἕτερον Προσόμοιον

Ποίημα Θεοδώρου Ἦχος α'

Νεφέλην σε φωτὸς ΤΟ ΑΚΟΥΤΕ

Τὴν τρίτην τῶν σεπτῶν, Νηστειῶν Ἑβδομάδα, Χριστὲ Λόγε περάσαντες, τὸ ξύλον τοῦ ζωηφόρου Σταυροῦ σου, κατιδεῖν ἀξίωσον ἡμᾶς καὶ σεπτῶς προσκυνῆσαι, καὶ ᾄδοντας ἀξίως, δοξάσαι τὸ κράτος σου, ὑμνῆσαι τὰ Πάθη σου, προφθάσαι τὴν ἔνδοξον καθαρῶς, καὶ ἁγίαν Ἀνάστασιν, τὸ Πάσχα τὸ μυστικόν, δι' οὗ Ἀδὰμ ἐπανῆλθεν, εἰς τὸν Παράδεισον.

Καὶ τοῦ Μηναίου, Προσόμοια γ'

Δόξα... Καὶ νῦν ... Σταυροθεοτοκίον

 

Προκείμενον Ἦχος πλ. δ' Ψαλμὸς νε'

Ἐλέησόν με, ὁ Θεός, ὅτι κατεπάτησέ με ἄνθρωπος.

Στίχ. Κατεπάτησάν με οἱ ἐχθροί μου ὅλην τὴν ἡμέραν.

 

Γενέσεως τὸ Ἀνάγνωσμα

(Κεφ. Ζ', 11 - Η', 3)

Ἐγένετο ἐν τῷ ἑξακοσιοστῷ ἔτει, ἐν τῇ ζωῇ τοῦ Νῶε, τοῦ δευτέρου μηνός, ἑβδόμῃ καὶ εἰκάδι τοῦ μηνός, τῇ ἡμέρᾳ ταύτῃ ἐρράγησαν πᾶσαι αἱ πηγαὶ τῆς ἀβύσσου, καὶ οἱ καταρράκται τοῦ οὐρανοῦ ἠνεῴχθησαν. Καὶ ἐγένετο ὁ ὑετὸς ἐπὶ τῆς γῆς τεσσαράκοντα ἡμέρας, καὶ τεσσαράκοντα νύκτας. Ἐν τῇ ἡμέρᾳ ταύτῃ εἰσῆλθε Νῶε, Σήμ, Χάμ, Ἰάφεθ, οἱ υἱοὶ Νῶε, καὶ ἡ γυνὴ Νῶε, καὶ αἱ τρεῖς γυναῖκες τῶν υἱῶν αὐτοῦ μέτ' αὐτοῦ εἰς τὴν κιβωτόν, καὶ πάντα τὰ θηρία κατὰ γένος, καὶ πάντα τὰ κτήνη κατὰ γένος, καὶ πᾶν ἑρπετὸν κινούμενον ἐπὶ γῆς κατὰ γένος, καὶ πᾶν ὄρνεον πετεινὸν κατὰ γένος αὐτοῦ, εἰσῆλθον πρὸς Νῶε εἰς τὴν κιβωτόν, δύο δύο, ἄρσεν καὶ θῆλυ, ἀπὸ πάσης σαρκός, ἐν ᾧ ἐστι πνεῦμα ζωῆς. Καὶ τὰ εἰσπορευόμενα, ἄρσεν καὶ θῆλυ, ἀπὸ πάσης σαρκός, εἰσῆλθε, καθὰ ἐνετείλατο Κύριος ὁ Θεός τῷ Νῶε, καὶ ἔκλεισε Κύριος ὁ Θεὸς τὴν κιβωτὸν ἔξωθεν αὐτοῦ. Καὶ ἐγένετο ὁ κατακλυσμὸς τεσσαράκοντα ἡμέρας, καὶ τεσσαράκοντα νύκτας ἐπὶ τῆς γῆς, καὶ ἐπληθύνθη τὸ ὕδωρ, καὶ ἐπῆρε τὴν κιβωτόν, καὶ ὑψώθη ἀπὸ τῆς γῆς, καὶ ἐπεκράτει τὸ ὕδωρ, καὶ ἐπληθύνετο σφόδρα ἐπὶ τῆς γῆς, καὶ ἐπεφέρετο ἡ κιβωτὸς ἐπάνω τοῦ ὕδατος, τὸ δὲ ὕδωρ ἐπεκράτει σφόδρα ἐπὶ τῆς γῆς, καὶ ἐκάλυψε πάντα τὰ ὄρη τὰ ὑψηλά, ἃ ἦν ὑποκάτω τοῦ οὐρανοῦ. Πεντεκαίδεκα πήχεις ὑπεράνω ὑψώθη τὸ ὕδωρ, καὶ ἐπεκάλυψε πάντα τὰ ὄρη τὰ ὑψηλά. Καὶ ἀπέθανε πᾶσα σάρξ κινουμένη ἐπὶ τῆς γῆς τῶν πετεινῶν, καὶ τῶν κτηνῶν, καὶ τῶν θηρίων, καὶ πᾶν ἑρπετὸν κινούμενον ἐπὶ τῆς γῆς, καὶ πᾶς ἄνθρωπος, καὶ πάντα ὅσα ἔχει πνοὴν ζωῆς, καὶ πᾶν ὃ ἦν ἐπὶ τῆς ξηρᾶς ἀπέθανε. Καὶ ἐξήλειψε πᾶν τὸ ἀνάστημα, ὃ ἦν ἐπὶ προσώπου πάσης τῆς γῆς, ἀπὸ ἀνθρώπου ἕως κτήνους, καὶ ἑρπετῶν, καὶ τῶν πετεινῶν τοῦ οὐρανοῦ, καὶ ἐξηλείφθησαν ἀπὸ τῆς γῆς, καὶ κατελείφθη Νῶε μόνος, καὶ οἱ μετ' αὐτοῦ, ἐν τῇ κιβωτῷ. Καὶ ὑψώθη τὸ ὕδωρ ἐπὶ τῆς γῆς, ἡμέρας ἑκατὸν πεντήκοντα. Καὶ ἐμνήσθη ὁ Θεὸς τοῦ Νῶε, καὶ πάντων τῶν θηρίων, καὶ πάντων τῶν κτηνῶν, καὶ πάντων τῶν πετεινῶν, καὶ πάντων τῶν ἑρπετῶν, ὅσα ἦν μετ΄ αὐτοῦ ἐν τῇ κιβωτῷ, καὶ ἐπήγαγεν ὁ Θεὸς πνεῦμα ἐπὶ τὴν γῆν, καὶ ἐκόπασε τὸ ὕδωρ. Καὶ ἐπεκαλύφθησαν αἱ πηγαὶ τῆς ἀβύσσου, καὶ οἱ καταρράκται τοῦ οὐρανοῦ, καὶ συνεσχέθη ὁ ὑετὸς ἀπὸ τοῦ οὐρανοῦ, καὶ ἐνεδίδου τὸ ὕδωρ, πορευόμενον ἀπὸ τῆς γῆς, καὶ ἠλαττονοῦτο τὸ ὕδωρ, μετὰ ἑκατόν πεντήκοντα ἡμέρας.

 

Προκείμενον Ἦχος βαρὺς Ψαλμὸς νς'

Ἐλέησόν με, ὁ Θεός, ἐλέησόν με, ὅτι ἐπὶ σοὶ πέποιθεν ἡ ψυχή μου.

Στίχ. Καὶ ἐν τῇ σκιᾷ τῶν πτερύγων σου ἐλπιῶ, ἕως οὗ παρέλθῃ ἡ ἀνομία.

 

Παροιμιῶν τὸ Ἀνάγνωσμα

(Κεφ. Ι', 1-22)

Υἱὸς σοφὸς εὐφραίνει πατέρα, υἱὸς δὲ ἄφρων λύπη τῇ μητρί, οὐκ ὠφελήσουσι θησαυροὶ ἀνόμους, δικαιοσύνη δὲ ῥύσεται ἐκ θανάτου, οὐ λιμοκτονήσει Κύριος ψυχήν δικαίαν, ζωὴν δὲ ἀσεβῶν ἀνατρέψει. Πενία ἄνδρα ταπεινοῖ, χεῖρες δὲ ἀνδρείων πλουτίζουσι. Διεσώθη ἀπὸ καύματος υἱὸς νοήμων, ἀνεμόφθορος δὲ γίνεται ἐν ἀμητῷ υἱὸς παράνομος. Εὐλογία Κυρίου ἐπὶ κεφαλὴν δικαίου, στόμα δὲ ἀσεβῶν καλύψει πένθος ἄωρον. Μνήμη δικαίου μέτ' ἐγκωμίων, ὄνομα δὲ ἀσεβοῦς σβέννυται. Σοφός ἐν καρδίᾳ δέξεται ἐντολάς. Ὁ δὲ ἄστεγος χείλεσι σκολιάζων ὑποσκελισθήσεται, ὃς πορεύεται ἁπλῶς, πορεύεται πεποιθώς. Ὁ δὲ διαστρέφων τὰς ὁδοὺς αὐτοῦ γνωσθήσεται, ὁ ἐννεύων ὀφθαλμοῖς μετὰ δόλου, συνάγει ἀνδράσι λύπας. Ὁ δὲ ἐλέγχων μετὰ παρρησίας εἰρηνοποιεῖ. Πηγὴ ζωῆς ἐν χειρὶ δικαίου, στόμα δὲ ἀσεβοῦς καλύψει ἀπώλεια. Μῖσος ἐγείρει νεῖκος, πάντας δὲ τοὺς μὴ φιλονεικοῦντας καλύψει φιλία. Ὃς ἐκ χειλέων προσφέρει σοφίαν, ῥάβδῳ τύπτει ἄνδρα ἀκάρδιον. Σοφοὶ κρύψουσιν αἴσθησιν, στόμα δὲ προπετοῦς ἐγγίζει συντριβή. Κτῆσις πλουσίων, πόλις ὀχυρά, συντριβὴ δὲ ἀσεβῶν, πενία. Ἔργα δικαίων ζωὴν ποιεῖ, καρποὶ δὲ ἀσεβῶν, ἁμαρτίας. Ὁδούς δικαίας ζωῆς φυλάσσει παιδεία, παιδεία δὲ ἀνεξέλεγκτος πλανᾶται. Καλύπτουσιν ἔχθραν χείλη δίκαια, οἱ δὲ ἐκφέροντες λοιδορίας, ἀφρονέστατοί εἰσιν. Ἐκ πολυλογίας οὐκ ἐκφεύξῃ ἁμαρτίαν, φειδόμενος δὲ χειλέων, νοήμων ἔσῃ. Ἄργυρος πεπυρωμένος γλῶσσα δικαίου, καρδία δὲ ἀσεβοῦς ἐκλείψει. Χείλη δικαίων ἐπίστανται ὑψηλά, οἱ δὲ ἄφρονες ἐν ἐνδείᾳ τελευτῶσιν. Εὐλογία Κυρίου ἐπὶ κεφαλὴν δικαίου, αὕτη πλουτίζει, καὶ οὐ μὴ προστεθῇ αὐτῇ λύπη ἐν καρδίᾳ.

 

Ἀπόστιχα

Ἰδιόμελον Ἦχος πλ. β'

Ἡ ἐν τῷ ξύλῳ τοῦ Σταυροῦ, κρεμασθεῖσα ζωὴ τῶν ἁπάντων, Χριστε ὁ Θεός, ζωοποίησόν μου τὴν ψυχήν, τεθανατωμένην τοῖς παραπτώμασι, καὶ μὴ παντελῶς ἀπολέσθαι, τὸ σὸν συγχωρήσῃς πρόβατον, ὁ Ποιμὴν ὁ καλός· ἀπεσκίρτησα γὰρ τῶν σῶν ἐντολῶν, καὶ τὸν τῆς ἀναμαρτησίας πλοῦτον, ὃν ἐδωρήσω μοι, διεσκόρπισα φιλαμαρτήμονι προαιρέσει, διεφθάρην τε, καὶ ἑβδελύχθην, ἐν τοῖς τῆς ἀσωτείας ἐπιτηδεύμασιν. Ἀλλ' ἀνακαίνισόν με, πρὸς μετάνοιαν ἑλκύσας, ὁ μόνος πολυέλεος. (Δίς)

Μαρτυρικὸν

Οἱ Μάρτυρες σου Κύριε, οὐκ ἠρνήσαντό σε, οὐκ ἀπέστησαν ἀπο τῶν ἐντολῶν σου, ταῖς αὐτῶν πρεσβείαις ἐλέησον ἡμᾶς.

Δόξα... Καὶ νῦν ... Σταυροθεοτοκίον

Ὁρῶσά σε σταυρούμενον, Χριστέ, ἡ σὲ κυήσασα, ἀνεβόα· Τί τὸ ξένον, ὃ ὁρῶ, μυστήριον Υἱέ μου, πῶς ἐπὶ ξύλου θνῄσκεις, σαρκὶ κρεμάμενος ζωῆς χορηγὲ;

 

Τῌ ΠΑΡΑΣΚΕΥῌ ΤΗΣ Γ' ΕΒΔΟΜΑΔΟΣ

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

 

Μετὰ τὴν β' Στιχολογίαν 

Καθίσματα Ἦχος πλ. α'

Τὸν συνάναρχον Λόγον ΤΟ ΑΚΟΥΤΕ

Τῷ τῆς βρώσεως ξύλῳ, πάλαι θανέντες βροτοὶ τῷ Σταυρῷ σου οἰκτίρμον, ἀνεζωώθημεν· οὗ τῇ δυνάμει Ἀγαθέ, ἡμᾶς ἐνίσχυσον, τῆς ἐγκρατείας τὸν καιρόν, ἐν κατανύξει διελθεῖν, ποιοῦντας τὸ θέλημά σου, καὶ κατιδεῖν τὴν ἡμέραν, τῆς λαμπροφόρου Ἀναστάσεως.

Δόξα... Καὶ νῦν ... Σταυροθεοτοκίον

Ἐν Σταυρῷ σε ὁρῶσα, Χριστὲ ἡ Μήτηρ σου, ἑκουσίως ἐν μέσῳ, λῄστῶν κρεμάμενον, καὶ κοπτομένη μητρικῶς, τὰ σπλάγχνα ἔλεγεν· Ἀναμάρτητε Υἱέ, πῶς ἀδίκως ἐν σταυρῷ ὥσπερ κακοῦργος ἐπάγης, τὸ τῶν ἀνθρώπων ὁ θέλων, ζωῶσαι γένος ὡς εὔσπλαγχνος;

 

Μετὰ τὴν γ' Στιχολογίαν 

Καθίσματα Ἦχος α'

Τοῦ λίθου σφραγισθέντος ΤΟ ΑΚΟΥΤΕ

Τὴν σάρκα καθαρθέντας, ὑπὸ τῆς ἐγκρατείας, καὶ ἐν προσευχαῖς ἐλλαμφθέντας, τὰς ψυχὰς ἡμῶν Κύριε, τὸν τίμιον Σταυρόν σου καὶ σεπτόν, ἀξίωσον θεάσασθαι ἡμᾶς, καὶ ἐν φόβῳ προσκυνῆσαι, ἐν ὑμνῳδίαις ᾄδοντας καὶ λέγοντας· Δόξα τῷ ζωηφόρω σου Σταυρῷ, δόξα τῇ θείᾳ Λόγχῃ σου· ὅθεν ἀνεζωώθημεν, μόνε φιλάνθρωπε.

 

Δόξα... Τὸ αὐτὸ

 

Καὶ νῦν ... Σταυροθεοτοκίον

Τὸν Ἄρνα ἐπὶ ξύλου, ἡ Ἀμνὰς θεωροῦσα, μετὰ λῃστῶν μακρόθυμε, σταυρούμενόν σε Λόγε, καὶ λόγχῃ ἐκκεντούμενον πλευράν, ἠλάλαζε βοῶσα μητρικῶς· Τί τὸ ξένον καὶ φρικῶδες, Ἰησοῦ μου μυστήριον, πῶς καλύπτῃ τάφῳ, ὁ ἀπερίγραπτος Θεός; ἄφραστον τὸ τελούμενον! μή με τὴν τεκοῦσαν μόνην ἐάσῃς, Υἱέ μου γλυκύτατε.

 

ᾨδὴ ε' Ἦχος πλ. α'

Ὁ ἀναβαλλόμενος ΤΟ ΑΚΟΥΤΕ

Ἴασαί με Κύριε, καὶ ἰαθήσομαι, τῷ μώλωπί σου, τοὺς τῆς ψυχῆς μου, ἐκκαθάρας μώλωπας, ὁ σαρκὶ τὰ πάθη, Χριστὲ καταδεξάμενος.

 

Σὲ ὡς ἐθεάσατο, σαρκὶ κρεμάμενον, Χριστὲ ἐν ξύλῳ, τὸ φῶς εἰς σκότος, μετέβαλεν ἥλιος καὶ γῆ ἐσαλεύθη, καὶ πέτραι διερράγησαν.

 

Ἀκανθοφορήσασαν, καὶ χερσωθεῖσάν μου, ψυχὴν παντοίων, παθῶν ἰδέαις, Κύριε καθάρισον, ὁ στεφθεὶς ἀκάνθας δι' ἄκραν ἀγαθότητα.

Θεοτοκίον

Νέον ἀπεκύησας ὡς βρέφος Πάναγνε, τὸν Πλαστουργόν μου, ὃν δυσωποῦσα, πεπαλαιωμένον με ἐν πολλῇ κακίᾳ, ἀνακαινίσαι δέομαι.

Ἕτερον Ποίημα τοῦ κυρίου Θεοδώρου

Ἦχος α' Ἐκ νυκτὸς ὀρθρίζοντες ΤΟ ΑΚΟΥΤΕ

Ἐν τῷ τόπῳ τοῦ Κρανίου, Ἰουδαῖοί σε σταυρώσαντες Χριστέ, ἐκίνουν κεφαλὰς αὐτῶν, γελῶντες μυκτηρίζοντες· Σὺ δὲ ἠνέσχου, εἰς τὸ σῶσαι ἡμᾶς.

 

Ἐν τῷ τίτλῳ τοῦ Σταυροῦ σου, ἐπιγράψας ὁ Πιλᾶτος, τρισσῶς τὸν ἕνα τῆς Τριάδος σε, ἑκὼν παθόντα ἐδήλου, ὑπὲρ τῆς πάντων σωτηρίας Χριστέ.

Δόξα...

Τῆς ὑπερφώτου Τριάδος, τὸ τρισήλιον ὑμνήσωμεν πιστοί, φῶς τὸν Πατέρα σέβοντες, φῶς τὸν Υἱὸν δοξάζοντες, φῶς καὶ τὸ Πνεῦμα καταγγέλλοντες.

Καὶ νῦν ... Θεοτοκίον

Τῶν Ἀγγέλων ἀνωτέραν, ὁ ἐκ σοῦ τεχθείς σε ἔδειξε Σεμνή· ὃν γὰρ ἐκεῖνοι τρέμουσιν, ὡς Θεῷ ἀτενίσαι, σὺ ἀγκαλίζῃ ὡς Υἱόν σου Ἁγνή.

Δόξα σοι, ὁ Θεὸς ἡμῶν δόξα σοι

Ὁ Σταυρὸς ὁ Πάνσεπτος, ὁ σωτήριος τοῦ Κόσμου φυλακτήρ, φρούρησόν με νηστεύοντα, καὶ ἄξιον ἀνάδειξον, τῆς σῆς ἀχράντου προσκυνήσεως.

Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ

«Ἐκ νυκτὸς ὀρθρίζοντες, ἀνυμνοῦμέν σε Χριστὲ ὁ Θεός, τὸν δι' ἡμᾶς πτωχεύσαντα, καὶ σταυρὸν καὶ θάνατον, ἐν τῇ σαρκί σου ὑπομείναντα».

 

ᾨδὴ η'

Σοὶ τῷ παντουργῷ ΤΟ ΑΚΟΥΤΕ

Ἥπλωσας σταυρῷ, τὰς σὰς Χριστὲ παλάμας, χειρὸς τοῦ Προπάτορος, τὸ ἀκρατὲς ἀναιρῶν, ξύλῳ δὲ ξύλου ἰάσω τὴν κατάραν· ὅθεν σε ὑμνοῦμεν, εἰς πάντας τοὺς αἰῶνας.

 

Σοὶ τῷ θελητῇ, τῆς σωτηρίας Λόγε, προσπίπτω, θελήματα τὰ πονηρότατα, παῦσον ἐν τάχει, ἐκ τῆς ἐμῆς καρδίας, ὁ σταυρὸν καὶ πάθη, θελήσει ὑπομείνας.

 

Ἄσωτον ζωήν, ῥερυπωμένον βίον, ποθήσας ἠμαύρωμαι, ἐγὼ ὁ ἄσωτος, λάμψον ἀκτῖνα, ἐπιστροφῆς μοι Λόγε, ὁ ἡλίου φέγγος, τῷ πάσχειν ἀμαυρώσας.

Θεοτοκίον

Παῦσον τῆς ἐμῆς, πολυωδύνου πᾶσαν, καρδίας τὴν κάκωσιν, Μῆτερ Χριστοῦ τοῦ Θεοῦ, θραῦσον δαιμόνων, τὰ βέλη καὶ τὰ τόξα, τῶν ἐκπολεμούντων, τὴν ταπεινὴν ψυχήν μου.

Εἱρμὸς ἄλλος

Τὸν τοὺς ὑμνολόγους ΤΟ ΑΚΟΥΤΕ

Τί σοι παθόντι προσενέγκωμεν, τῷ τῶν ἁπάντων Δεσπότῃ, ἡμεῖς οἱ τάλανες; δι' ἡμᾶς γὰρ σταυρὸν κατεδέξω Χριστέ, ὑμνοῦμεν τοῦ ὑπερμετρήτου, ἐλέους σου τήν χάριν.

 

Ἐπὶ ξύλου ἐπαράτου Χριστέ, Ἰουδαῖοί σε κτείναντες φθόνῳ, οὐκ ἐλυμήναντο, τὸ τῆς δόξης σου κράτος παράνομοι· ὑπάρχεις γὰρ πάντων Δεσπότης, παθῶν ἐθελουσίως.

Εὐλογοῦμεν Πατέρα, Υἱόν, καὶ ἅγιον Πνεῦμα

Τῆς ὑπερουσίου Θεότητος, τρία πρόσωπα σέβω, Πατέρα τὸν προάναρχον, τὸν Υἱόν, καὶ τὸ Πνεῦμα τὸ ἅγιον τῇ φύσει, ἄτμητον οὐσίαν, δοξάζω εἰς αἰῶνας.

Καὶ νῦν ... Θεοτοκίον

Τὴν τῶν οὐρανῶν ὑψηλοτέραν, καὶ Χερουβὶμ ὑπερτέραν, τὴν ἁγιόπρωτον, καὶ ἀμίαντον Κόρην, τοῦ πάντων Θεοῦ ὑμνοῦμεν, καὶ ὑπερυψοῦμεν, εἰς πάντας τοὺς αἰῶνας.

Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι

Τρισμακάριστε Σταυρε τοῦ Χριστοῦ, τὸ οὐρανόγραφον νῖκος, ὁ ἐκ τῆς γῆς ἡμῖν ἐκβλαστήσας, τῆς σῆς προσκυνήσεως, ἀξίους δεῖξον ἡμᾶς πάντας, νηστείᾳ καθαρθέντας.

Αἰνοῦμεν, εὐλογοῦμεν, καὶ προσκυνοῦμεν τὸν Κύριον

Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ

«Τὸν τοὺς ὑμνολόγους ἐν καμίνῳ, διαφυλάξαντα Παῖδας, καὶ τὴν βροντῶσαν κάμινον, μεταβαλόντα εἰς δρόσον, Χριστὸν τὸν Θεὸν ὑμνοῦμεν, καὶ ὑπερυψοῦμεν εἰς πάντας τοὺς αἰῶνας».

 

ᾨδὴ θ'

Ἡσαΐα χόρευε ΤΟ ΑΚΟΥΤΕ

Τὴν λιθώδη πώρωσιν, τῆς ψυχῆς μου, εὔσπλαγχνε Σωτήρ, ἀπόπλυνον καὶ πηγήν, δός μοι ἀγαθέ, θείας κατανύξεως, ὁ ἐκ πλευρᾶς, βλύσας μοι ζωήν, καὶ τὸ ἀνθρώπινον, ἀνελκύσας πρὸς σὲ Κύριε.

 

Ἐμαυτὸν ἀπέρριψα, εἰς τὰ βάθη, τῶν ἁμαρτιῶν, τὰ ὕψη καταλιπών, τὰ τῶν ἀρετῶν, ἀλλ' ἕλκυσον, σῶσόν με, ὁ ἀνελθών, ἐπὶ τοῦ Σταυροῦ, καὶ τὸ ἀνθρώπινον, ἀνελκύσας πρὸς σὲ Κύριε.

 

Γλυκασμὸς ὢν Κύριε, καὶ ἡδύτης, ὡς Δημιουργός, χολῆς ἐγεύσω Χριστέ, τὴν ἐξ ἡδονῆς, ὑπάρξασαν ἔκπτωσιν, τοῖς ἐξ Ἀδάμ, σὺ ἐπανορθῶν· ὅθεν ὑμνοῦμέν σε, οἱ σωθέντες σου τοῖς πάθεσι.

Θεοτοκίον

Παναγία Δέσποινα, ἡ ἐλπίς μου καὶ καταφυγή, τὰ τραύματα τῆς ἐμῆς, ἴασαι ψυχῆς, τὸν νοῦν μου εἰρήνευσον, ἵνα κᾀγώ, χαίρων ἀνυμνῶ, τὰ μεγαλεῖά σου, Θεοτόκε ἀειπάρθενε.

Εἱρμὸς ἄλλος

Σὲ ἥν περ εἶδε Μωϋσῆς ΤΟ ΑΚΟΥΤΕ

Σὲ ὃν οἱ ἄνομοι Χριστέ, περιέβαλον παικτῶς, πορφύραν καὶ στέφανον, ὡς Βασιλέα παίοντες, καλάμῳ τὴν κάραν σου σταυροῦντες φθόνῳ, καὶ χολὴν ποτίζοντες, ὕμνοις πάντες πιστοὶ μεγαλύνομεν.

 

Σὲ ὅν περ ἥλιος ἰδών, πεπονθότα ἐν σταυρῷ, τὸ φῶς ἐναπέκρυψε, πάσης ὁμοῦ τῆς κτίσεως, Δεσπότου ταῖς ὕβρεσι συγκλονουμένης, καὶ σχιζομένων τῶν πετρῶν, ὕμνοις Χριστὲ Σωτὴρ μεγαλύνομεν.

Δόξα...

Φῶς, καὶ ζωὴ καὶ παντουργός, ἡ τρισήλιος Μονάς, Θεός τε καὶ Κύριος, φωτὶ ἑνὶ λαμπόμενος, τρισὶ συναστράπτων τοῖς χαρακτῆρσιν, ἐν μιᾷ Θεότητι, ταύτην πάντες πιστοὶ μεγαλύνομεν.

Καὶ νῦν ... Θεοτοκίον

Σὲ ἣν Δαυῒδ ὁ μελῳδός, προεκήρυξε Σιών, ἐν ᾗπερ κατῴκησεν, ὁ Οὐρανοῖς ἀχώρητος, καὶ ἀνεδομήσατο, ἐκ τῆς σαρκός σου. Κόσμου ἱλαστήριον, ὕμνοις Μῆτερ ἁγνὴ μεγαλύνομεν.

Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι

Σοῦ τὸν σωτήριον Σταυρόν, τὸν φωστῆρα τῶν πιστῶν, ἀξίωσον Κύριε, δι' ἐγκρατείας τρέχοντας, προφθάσαι θεάσασθαι, καὶ προσκυνῆσαι, εἰς ἁγιασμὸν ἡμῶν, ἵνα σε δι' αὐτοῦ μεγαλύνωμεν.

Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ

«Σὲ ἥν περ εἶδε Μωϋσῆς, ἀκατάφλεκτον βάτον, καὶ κλίμακα ἔμψυχον, ἣν Ἰακὼβ τεθέαται, καὶ πύλην οὐράνιον, δι' ἧς διῆλθε Χριστὸς ὁ Θεὸς ἡμῶν, ὕμνοις Μῆτερ ἁγνὴ μεγαλύνομεν».

 

Ἀπόστιχα τῶν Αἴνων

Ἰδιόμελον Ἦχος πλ. β'

Τῆς πατρικῆς δωρεὰς διασκορπίσας τὸν πλοῦτον, ἀσωτίᾳ τὸν βίον κατηνάλωσα, τοῖς πονηροῖς λογισμοῖς τῆς ἁμαρτίας μου συναπαχθείς, καὶ γλυκασμῷ ἐμπαθείας ἐνηδόμενος, τοῖς ἀνοήτοις κτήνεσιν ὡμοιώθην, τῇ τῶν σωτηρίων ἐντολῶν παραβάσει. Ἀλλ' ὁ ἐπὶ σταυροῦ κρεμασθῆναι, δι' ἐμὲ εὐδοκήσας Χριστὲ ὁ Θεός, μὴ ἀποκηρύξῃς με τῆς σῆς υἱοθεσίας, ἀλλ' ἐπιστρέφοντα δέξαι, ὡς τὸν Ἄσωτον Υἱόν, καὶ σῶσόν με. (Δίς)

Μαρτυρικὸν

Κύριε, ἐν τῇ μνήμῃ τῶν Μαρτύρων σου, πᾶσα ἡ Κτίσις ἑορτάζει. Οὐρανοὶ ἀγάλλονται σὺν τοῖς Ἀγγέλοις, καὶ ἡ γῆ εὐφραίνεται σὺν τοῖς ἀνθρώποις, αὐτῶν ταῖς παρακλήσεσιν ἐλέησον ἡμᾶς.

Δόξα... Καὶ νῦν ... Σταυροθεοτοκίον

Τριήμερος ἀνέστης ΤΟ ΑΚΟΥΤΕ

Ἡ Πάναγνος ὡς εἶδέ σε, ἐπὶ σταυροῦ κρεμάμενον, θρηνῴδοῦσα ἀνεβόα μητρικῶς· Υἱέ μου καὶ Θεέ μου, γλυκύτατόν μου Τέκνον, πῶς φέρεις πάθος ἐπονείδιστον;

 

ΕΙΣ ΤΗΝ ΤΡΙΘΕΚΤΗΝ

Τροπάριον τῆς Προφητείας

Ἦχος πλ. δ'

Λόγῳ τὰ πάντα σῇ κατηρτίσω δυνάμει ὁ Θεός, καὶ εἰς τὸ εἶναι ἐκ τοῦ μὴ ὄντος παρήγαγες ἡμᾶς. Μὴ παραδῴης ἡμᾶς ταῖς ἀνομίαις ἡμῶν, ἀναμάρτητε Κύριε δεόμεθα.

 

Δόξα... Καὶ νῦν ... Τὸ αὐτὸ

 

Προκείμενον Ἦχος πλ. β' Ψαλμὸς νζ'

Εἰ ἀληθῶς ἄρα δικαιοσύνην λαλεῖτε, εὐθείας κρίνατε, υἱοὶ τῶν ἀνθρώπων.

Στίχ. Εὐφρανθήσεται δίκαιος, ὅταν ἴδῃ ἐκδίκησιν.

 

Προφητείας Ἡσαΐου τὸ Ἀνάγνωσμα

(Κεφ. ΙΓ', 2-13)

Τάδε λέγει Κύριος· Ἐπ' ὅρους πεδινοῦ ἄρατε σημεῖον, ὑψώσατε τὴν φωνὴν αὐτοῖς, μὴ φοβεῖσθε, παρακαλεῖτε τῇ χειρί, ἀνοίξατε οἱ ἄρχοντες. Ἐγὼ συντάσσομαι, καὶ ἐγὼ ἄγω αὐτούς, γίγαντες ἔρχονται πληρῶσαι τὸν θυμόν μου, χαίροντες ἅμα καὶ ὑβρίζοντες. Φωνὴ ἐθνῶν πολλῶν, φωνὴ βασιλέων καὶ ἐθνῶν συνηγμένων. Κύριος Σαβαὼθ ἐντέταλται ἔθνει ὁπλομάχῳ, ἔρχεσθαι ἐκ γῆς πόρρωθεν ἀπ' ἄκρου θεμελίου τοῦ οὐρανοῦ, Κύριος καὶ οἱ ὁπλομάχοι αὐτοῦ, καταφθεῖραι πᾶσαν τὴν Οἰκουμένην. Ὀλολύζετε· ἐγγὺς γὰρ ἡμέρα Κυρίου, καὶ συντριβὴ παρὰ τοῦ Θεοῦ ἥξει. Διὰ τοῦτο πᾶσα χεὶρ ἐκλυθήσεται, καὶ πᾶσα ψυχὴ ἀνθρώπου δειλιάσει. Ταραχθήσονται οἱ πρέσβεις, καὶ ὠδῖνες αὐτοὺς ἕξουσιν, ὡς γυναικὸς τικτούσης, καὶ συμφοράσουσιν ἕτερος πρὸς τὸν ἕτερον, καὶ ἐκστήσονται, καὶ τὸ πρόσωπον αὐτῶν, ὡς φλὸξ μεταβαλοῦσιν. Ἰδοὺ γὰρ ἡμέρα Κυρίου ἔρχεται ἀνίατος, θυμοῦ καὶ ὀργῆς, θεῖναι τὴν Οἰκουμένην ἔρημον, καὶ τοὺς ἁμαρτωλοὺς ἀπολέσαι ἐξ αὐτῆς. Οἱ γὰρ ἀστέρες τοῦ οὐρανοῦ, καὶ ὁ Ὠρίων, καὶ πᾶς ὁ κόσμος τοῦ οὐρανοῦ, τὸ φῶς αὐτῶν οὐ δώσουσι, καὶ σκοτισθήσεται τοῦ ἡλίου ἀνατέλλοντος, καὶ ἡ σελήνη οὐ δώσει τὸ φῶς αὐτῆς. Καὶ ἐντελοῦμαι τῇ Οἰκουμένῃ ὅλῃ κακά, καὶ τοῖς ἀσεβέσι τὰς ἁμαρτίας αὐτῶν, καὶ ἀπολῶ ὕβριν ἀνόμων, καὶ ὕβριν ὑπερηφάνων ταπεινώσω. Καὶ ἔσονται οἱ καταλελειμμένοι ἔντιμοι μᾶλλον, ἢ τὸ χρυσίον τὸ ἄπυρον, καὶ ἄνθρωπος μᾶλλον ἔντιμος ἔσται, ἢ ὁ λίθος ὁ ἐκ σαπφείρου. Ὁ γὰρ οὐρανὸς θυμωθήσεται, καὶ ἡ γῆ σεισθήσεται ἐκ τῶν θεμελίων αὐτῆς, διὰ θυμὸν ὀργῆς Κυρίου Σαβαώθ, ἐν τῇ ἡμέρᾳ, ᾗ ἂν ἐπέλθῃ ὁ θυμὸς αὐτοῦ.

 

Προκείμενον Ἦχος βαρὺς Ψαλμὸς νη'

Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, ὁ Θεός.

Στίχ. Ὁ Θεός, ἀντιλήπτωρ μου εἶ, ὁ Θεός μου τὸ ἔλεός μου.