Τῌ ΤΕΤΑΡΤῌ ΤΗΣ Ε' ΕΒΔΟΜΑΔΟΣ

ΕΙΣ ΤΟΝ ΕΣΠΕΡΙΝΟΝ

 

Στιχηρὰ

 

Στίχ. Πεσοῦνται ἐν ἀμφιβλήστρῳ αὐτῶν...

Στιχηρὸν Ἰδιόμελον

Ἦχος πλ. δ'

Τοῖς τῶν ἐμῶν λογισμῶν, λῃσταῖς περιπεσών, ἐσυλήθην ὁ τάλας τὸν νοῦν, καὶ δεινῶς πληγωθείς, ὅλην μου τὴν ψυχὴν τετραυμάτισμαι, καὶ ἔνθεν κεῖμαι γυμνὸς ἀρετῶν, ἐν τῇ τοῦ βίου ὁδῷ, ἱερεὺς δὲ ἰδών με τῷ μώλωπι ὀδυνώμενον, διὰ τὸ ἀνίατον, παρορῶν, οὐκ ἐπιβλέπει. Λευΐτης δὲ πάλιν, μὴ φέρων τὴν ψυχοφθόρον ἀλγηδόνα, καὶ αὐτὸς κατιδών, ἀντιπαρῆλθέ μοι, σὺ δὲ ὁ εὐδοκήσας, οὐκ ἐκ Σαμαρείας, ἀλλ' ἐκ Μαρίας σαρκωθῆναι, Χριστὲ ὁ Θεός, τῇ φιλανθρωπίᾳ σου, παράσχου μοι τήν ἴασιν, ἐπιχέων ἐπ' ἐμέ, τὸ μέγα σου ἔλεος.

 

Στίχ. Φωνῇ μου πρὸς Κύριον ἐκέκραξα...

Πάλιν τὸ αὐτὸ

Στίχ. Ἐκχεῶ ἐνώπιον αὐτοῦ τὴν δέησίν μου...

Μαρτυρικὸν

Εἴ τις ἀρετὴ καὶ εἴ τις ἔπαινος, πρέπει τοῖς Ἁγίοις· ξίφεσι γὰρ ἔκλιναν τοὺς αὐχένας, διὰ σὲ τὸν κλίναντα οὐρανούς, καὶ καταβάντα, ἐξέχεαν τὸ αἷμα αὐτῶν, διὰ σὲ τὸν κενώσαντα ἑαυτόν, καὶ μορφὴν δούλου λαβόντα, ἐταπεινώθησαν ἕως θανάτου, τὴν πτωχείαν σου μιμούμενοι, ὧν ταῖς εὐχαῖς, κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου, ὁ Θεὸς ἐλέησον ἡμᾶς.

Στιχηρὰ Προσόμοια Ποίημα Ἰωσὴφ

Ἦχος πλ. δ'

Κύριε, εἰ καὶ κριτηρίῳ ΤΟ ΑΚΟΥΤΕ

Στίχ. Ἐν τῷ ἐκλείπειν ἐξ ἐμοῦ τὸ πνεῦμά μου...

 

Κύριε, σὺ τοὺς ἱεροὺς Μαθητάς σου, λογικοὺς οὐρανοὺς ἔδειξας, τούτων ἱεραῖς μεσιτείαις, τῶν τῆς γῆς κακῶν με λύτρωσαι, δι' ἐγκρατείας ὑψῶν, συνέσεως ἑκάστοτε, τῆς πρὸς τὰ πάθη τὸν λογισμόν μου, ὡς οἰκτίρμων καὶ φιλάνθρωπος.

 

Στίχ. Ἐν ὁδῷ ταύτῃ, ᾗ ἐπορευόμην...

 

Ἔχοντες, πάντες τὸν καιρὸν τῆς Νηστείας, ὡς συνεργὸν θείων πράξεων, κλαύσωμεν ἐξ ὅλης καρδίας, καὶ τῷ Σωτῆρι βοήσωμεν· Διὰ τῶν σῶν μαθητῶν, Κύριε πολυέλεε, σῶσον τοὺς φόβῳ ἀνυμνοῦντας, τὴν πολλὴν φιλανθρωπίαν σου.

Ἕτερον Ποίημα Θεοδώρου

Τὴν ἔνδοξον καὶ ἄχραντον ΤΟ ΑΚΟΥΤΕ

Στίχ. Κατενόουν εἰς τὰ δεξιὰ καὶ ἐπέβλεπον...

 

Ἀπόστολοι πανεύφημοι, οἱ τοῦ Κόσμου πρεσβευταί, ἀσθενούντων ἰατροί, τῆς ὑγείας φύλακες, ἀμφοτέρωθεν ἡμᾶς συντηρήσατε, τῆς Νηστείας τὸν χρόνον διϊππεύοντας, ἐν ἀλλήλοις ἐνθέως εἰρηνεύοντας, τὸν νοῦν ἀνενόχλητον τῶν παθῶν φυλάττοντες, ἵνα ᾄσωμεν Χριστῷ, ὡς νικητῇ ἐξαναστάντι, ὕμνον ἅπαντες.

Ἔτερα Προσόμοια κατ' Ἀλφάβητον

Ποίημα Συμεὼν τοῦ Μεταφραστοῦ

Ἦχος δ'

Ἤθελον δάκρυσιν ἐξαλεῖψαι ΤΟ ΑΚΟΥΤΕ

Στίχ. Ἀπώλετο φυγὴ ἀπ' ἐμοῦ...

 

Ἅπας ὁ βίος μου μετὰ πορνῶν, καὶ τελωνῶν ἐκδεδαπάνηται, ἄρα δυνήσομαι κᾂν ἐν γήρᾳ, μεταγνῶναι ἅπερ ἐξήμαρτον; Δημιουργὲ τῶν ἁπάντων, καὶ ἰατρὲ τῶν νοσούντων, Κύριε, πρὶν εἰς τέλος ἀπόλωμαι, σῶσόν με.

 

Στίχ. Ἐκέκραξα πρὸς σὲ Κύριε, Κύριε...

 

Βάρει συνέχομαι ἀμελείας, τῷ βορβόρῳ ἐγκυλινδούμενος, βέλει κεντούμενος τοῦ Βελίαρ, καὶ μολύνω τὸ κατ' εἰκόνα μου. Ἐπιστροφεῦ ἀμελούντων, καὶ λυτρωτὰ ἑπταισμένων, Κύριε, πρὶν εἰς τέλος ἀπόλωμαι, σῶσόν με.

 

Στίχ. Πρόσχες πρὸς τὴν δέησίν μου...

 

Γέγονα πρόσκομμα τῶν ἀνθρώπων, γεωργήσας ὡς γηγενής, γεηρά· γάμῳ ὡμίλησα σῇ προστάξει, καὶ παρέβην μιάνας κοίτην ἐμήν, ὁ ἀπὸ γῆς πλαστουργήσας, τὸ πλάσμα σου μὴ παρίδῃς, Κύριε, πρὶν εἰς τέλος ἀπόλωμαι, σῶσόν με.

 

Στίχ. Ῥῦσαί με ἐκ τῶν καταδιωκόντων με...

 

Δήμιος γέγονα τῇ ψυχῇ μου, τῆς σαρκός μου πρόνοιαν ποιησάμενος, δαίμοσι παίγνιον κατεστάθην, ἡδοναῖς δουλεύων καὶ ἀτοπήμασι· τῇ εὐσπλαγχνίᾳ σου φεῖσαι, φυγαδευτὰ τῶν δαιμόνων. Κύριε, πρὶν εἰς τέλος ἀπόλωμαι, σῶσόν με.

 

Στίχ. Ἐξάγαγε ἐκ φυλακῆς τὴν ψυχήν μου...

 

Ἑκὼν ἐξήμαρτον ὑπὲρ πάντας, διὰ τοῦτο ἐγκαταλέλειμμαι, ἔχω ἀντίδικον τῆς ψυχῆς μου, τῆς σαρκὸς τὸ φρόνημα καὶ σκοτίζει με. Ὁ φωτισμὸς τῶν ἐν σκότει, καὶ ὁδηγὸς πλανωμένων. Κύριε, πρὶν εἰς τέλος ἀπόλωμαι, σῶσόν με.

 

Στίχ. Ἐμὲ ὑπομενοῦσι δίκαιοι, ἕως οὗ ἀνταποδῷς μοι.

 

Ζήσεται ἔλεγεν ὁ Προφήτης, ἡ ψυχή μου Κύριε, καὶ αἰνέσει σε, ζήτησον πρόβατον πλανηθέν με, καὶ ἀρίθμησόν με τῇ ποίμνῃ σου· δός μοι καιρὸν μετανοίας, ἵνα στενάζων βοῶ σοι· Κύριε, πρὶν εἰς τέλος ἀπόλωμαι, σῶσόν με.

 

Στίχ. Ἐκ βαθέων ἐκέκραξά σοι, Κύριε...

 

Ἥμαρτον ἥμαρτον ἀθετήσας, τὰ προστάγματά σου Χριστὲ ὁ Θεός, ἵλεως γενοῦ μοι, ὦ Εὐεργέτα, ἵνα βλέψω τοῖς ἔνδοθεν ὀφθαλμοῖς, καὶ ἀποφύγω τοῦ σκότους, καὶ μετὰ φόβου βοήσω· Κύριε, πρὶν εἰς τέλος ἀπόλωμαι, σῶσόν με.

 

Στίχ. Γενηθήτω τὰ ὦτά σου προσέχοντα...

 

Θῆρές με ἄγριοι περιέσχον, ἀλλ' ἐξ αὐτῶν με ἅρπασον Δέσποτα· θέλεις γὰρ ἅπαντας τοῦ σωθῆναι, καὶ εἰς ἐπίγνωσιν ἀληθείας ἐλθεῖν, πάντας ἀνθρώπους ὡς Κτίστης, καὶ μετὰ πάντων με σῶσον. Κύριε, πρὶν εἰς τέλος ἀπόλωμαι, σῶσόν με.

 

Στίχ. Ἐὰν ἀνομίας παρατηρήσῃς Κύριε...

 

Ἴαμα γίνου μοι Εὐεργέτα, λυτρωτὰ σωτήρ μου καὶ μὴ ἀπώσῃ με, ἴδε με κείμενον ἀνομίαις, καὶ ἀνάστησόν με ὡς παντοδύναμος, ἵνα κᾀγὼ ἐξαγγέλλω, τὰς πράξεις μου καὶ βοῶ σοι· Κύριε, πρὶν εἰς τέλος ἀπόλωμαι, σῶσόν με.

 

Στίχ. Ἕνεκεν τοῦ ὀνόματός σου ὑπέμεινά σε...

 

Κρύψας τὸ τάλαντον τὸ δοθέν μοι, ὡς ἀγνώμων δοῦλος τῇ γῇ κατέχωσα· καὶ γὰρ ὡς ἄχρηστος κατεκρίθην, καὶ οὐ τολμῶ λοιπὸν ἐξαιτῆσαί σοι, ὡς ἀνεξίκακος οἴκτειρόν με, ἵνα κᾀγὼ ἀνακράζω· Κύριε, πρὶν εἰς τέλος ἀπόλωμαι, σῶσόν με.

 

Στίχ. Ἀπὸ φυλακῆς πρωΐας μέχρι νυκτός...

 

Λίμνην ἐξήρανας παθημάτων, τῆς Αἱμορροούσης ἁφῇ κρασπέδου σου, λήψομαι ἄφεσιν ἐγκλημάτων, ἀδιστάκτῳ πίστει σοι προσερχόμενος. Δέξαι κᾀμὲ ὡς ἐκείνην, καὶ ἴασαί μου τὸ ἄλγος. Κύριε, πρὶν εἰς τέλος ἀπόλωμαι, σῶσόν με.

 

Στίχ. Ὅτι παρὰ τῷ Κυρίῳ τὸ ἔλεος...

 

Μέλλεις καθέζεσθαι ἐπὶ θρόνου, ὁ ποιήσας λόγῳ τὸν οὐρανὸν καὶ τὴν γῆν, μέλλομεν ἅπαντες παραστῆναι, ἐξαγγέλλοντές σοι τὰς ἁμαρτίας ἡμῶν, πρὸ τῆς ἡμέρας ἐκείνης, ἐν μετανοίᾳ με δέξαι. Κύριε, πρὶν εἰς τέλος ἀπόλωμαι, σῶσόν με.

 

Στίχ. Αἰνεῖτε τὸν Κύριον πάντα τὰ ἔθνη...

 

Νεῦσον τῷ ὄμματι τῷ εὐσπλάγχνῳ, καὶ γενοῦ μοι ἵλεως μόνε Σωτήρ, νάματα δώρησαι ἰαμάτων, τῇ ἀθλίᾳ μου καὶ ταλαιπώρῳ ψυχῇ, ἀπόσμηξον ἐκ τοῦ ῥύπου, τῶν ἔργων μου ἵνα μέλψω· Κύριε, πρὶν εἰς τέλος ἀπόλωμαι, σῶσόν με.

 

Στίχ. Ὅτι ἐκραταιώθη τὸ ἔλεος αὐτοῦ...

 

Ξίφη ηὐτρέπισεν ὁ Βελίαρ, ἐκθηρεῦσαι σπεύδων τὴν ταπεινήν μου ψυχήν, ξένον ἐποίησέ με Οἰκτίρμον, φωτισμοῦ τῆς γνώσεως τοῦ προσώπου σου. Ὁ κραταιὸς ἐν ἰσχύϊ, τούτου σκευῶν ἅρπασόν με· Κύριε, πρὶν εἰς τέλος ἀπόλωμαι, σῶσόν με.

 

Στίχ. Πρὸς σὲ ἦρα τοὺς ὀφθαλμούς μου...

 

Ὅλος τοῖς πάθεσιν ἐδουλώθην, ἐγκαταλείψας νόμον καὶ θείας γραφάς, ὅλον με ἴασαι εὐεργέτα, δι' ἐμὲ κατ' ἐμὲ γεγονὼς ἀγαθέ, ἐπίστρεψόν με οἰκτίρμον, ὁ τῶν παθῶν καθαιρέτης. Κύριε, πρὶν εἰς τέλος ἀπόλωμαι, σῶσόν με.

 

Στίχ. Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς...

 

Πόρνη τοῖς δάκρυσι καταβρέχει, τοὺς ἀχράντους τε καὶ τιμίους πόδας σου, πάντας προτρέπουσα τοῦ προστρέχειν, καὶ λαμβάνειν λύσιν τῶν ἐγκλημάτων αὐτῶν. Αὐτῆς τὴν πίστιν παράσχου, κᾀμοὶ Σωτήρ του βοᾶν σοι, Κύριε, πρὶν εἰς τέλος ἀπόλωμαι, σῶσόν με.

Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι

Ῥύπον καθάρισον τῆς ψυχῆς μου, ὁ δι' ἐμὲ πτωχεύσας καὶ νηπιάσας σαρκί, ῥανίδα ἐλέους σου καταπέμψας, τῷ ἀσθενεῖ καὶ τεθλασμένῳ Χριστέ, ἀπόπλυνον ἐκ τοῦ ῥύπου, ἰάτρευσον ἀσθενοῦντα. Κύριε, πρὶν εἰς τέλος ἀπόλωμαι, σῶσόν με.

Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι

Στήριξον Δέσποτα τὴν ψυχήν μου, σοὶ προστρέχειν καὶ σοὶ δουλεύειν ἀεί· σκέπη ὑπάρχεις γάρ μου καὶ φύλαξ, καὶ ἀντίληψίς καὶ βοήθεια, ἀξίωσον Θεὲ Λόγε, βοᾶν με ἐν παρρησίᾳ· Κύριε, πρὶν εἰς τέλος ἀπόλωμαι, σῶσόν με.

Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι

Τεῖχος ἀπόρθητον ἡμῖν γενοῦ, Ἰησοῦ Σωτὴρ καὶ ἐλεῆμον Θεέ· τρόποις καὶ ἔργοις ἀπατηλοῖς γάρ, συμπεπτώκαμεν, ἀλλ' ἀνάστησον, ὡς εὐεργέτης τὸ πλάσμα, καὶ διαλλάγηθι ὡς οἰκτίρμον. Κύριε, πρὶν εἰς τέλος ἀπόλωμαι, σῶσόν με.

Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι

Υἱὸς ὁ ἄσωτος ἐγενόμην, διασκορπίσας τὸν πλοῦτον, λιμῷ νῦν τήκομαι, ὑπὸ τὴν σκέπην σου καταφεύγω, ὥσπερ ἐκεῖνον δέξαι με Πάτερ ἀγαθέ, καὶ μέτοχον τῆς τραπέζης, ἀξίωσον τοῦ βοᾶν σοι. Κύριε, πρὶν εἰς τέλος ἀπόλωμαι, σῶσόν με.

Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι

Φθόνῳ ἐξέβαλε Παραδείσου, τὸν πρωτόπλαστον ὁ ἀρχέκακος, φάσκων τὸ Μνήσθητι ἐπὶ ξύλου, ὁ Λῃστὴς ἀπέλαβε τὸν Παράδεισον, ἐγὼ δὲ πίστει καὶ φόβῳ, τὸ Μνήσθητί μου, βοῶ σοι· Κύριε, πρὶν εἰς τέλος ἀπόλωμαι, σῶσόν με.

Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι

Χεῖρά μοι ἔκτεινον ὡς τῷ Πέτρῳ, καὶ ἀνάγαγε τοῦ βυθοῦ ὁ Θεός, χάριν καὶ ἔλεός μοι παράσχου, τῇ πρεσβείᾳ τῆς παναμώμου Μητρός, τῆς σὲ τεκούσης ἀσπόρως, καὶ τῶν Ἁγίων σου πάντων. Κύριε, πρὶν εἰς τέλος ἀπόλωμαι, σῶσόν με.

Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι

Ψάλλοντα, δέξαι με καθ' ἑκάστην, ὁ Ἀμνὸς ὁ αἴρων τὴν ἁμαρτίαν μου, ψυχὴν καὶ σῶμά μου ὁλοκλήρως, εἰς τὰς χεῖράς σου παρατίθημι, καὶ ἐν νυκτὶ καὶ ἡμέρᾳ, χρεωστικῶς ἐκβοῶ σοι· Κύριε, πρὶν εἰς τέλος ἀπόλωμαι, σῶσόν με.

Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι

Ὢ τῆς ἀφάτου σου εὐσπλαγχνίας, ὑπεράγαθε ἀνεξίκακε Κύριε! ὦ ἀναμάρτητε καὶ οἰκτίρμον, μή με ἀπορρίψῃς ἀπὸ τοῦ προσώπου σου, ὅπως κᾀγὼ εὐχαρίστως, χαίρων καὶ ψάλλων βοῶ σοι· Κύριε, πρὶν εἰς τέλος ἀπόλωμαι, σῶσόν με.

Δόξα... Καὶ νῦν ... Θεοτοκίον

Ὢ τῇ ἀρρήτω συγκαταβάσει! ὢ τοῦ ξένου τόκου τὸ ὑπερθαύμαστον! ὢ πῶς Παρθένος βρέφος σε φέρει, ἐν ἀγκάλαις ταύτης τὸν Ποιητὴν καὶ Θεόν! ὁ ἐξ αὐτῆς σαρκωθῆναι, καταδεξάμενος εὐεργέτα, Κύριε, πρὶν εἰς τέλος ἀπόλωμαι, σῶσόν με.

 

Προκείμενον Ἦχος δ' Ψαλμὸς 93

Θεὸς ἐκδικήσεων Κύριος, Θεὸς ἐκδικήσεων.

Στίχ. Ὑψώθητι, ὁ κρίνων τὴν γῆν.

 

Γενέσεως τὸ Ἀνάγνωσμα

(Κεφ. ΙΖ', 1-9)

Ἐγένετο Ἄβραμ ἐτῶν ἐνενηκονταεννέα. Καὶ ὤφθη Κύριος τῷ Ἀβραμ, καὶ εἶπεν αὐτῷ· Ἐγώ εἰμι ὁ Θεός σου, εὐαρέστει ἐνώπιον ἐμοῦ, καὶ γίνου ἄμεμπτος καὶ θήσομαι τὴν διαθήκην μου ἀναμέσον ἐμοῦ, καὶ ἀναμέσον σοῦ, καὶ πληθυνῶ σε σφόδρα. Καὶ ἔπεσεν Ἄβραμ ἐπὶ πρόσωπον αὐτοῦ, καὶ ἐλάλησεν αὐτῷ ὁ Θεός, λέγων· Ἰδοὺ ἡ διαθήκη μου μετὰ σοῦ, καὶ ἔσῃ πατὴρ πλήθους ἐθνῶν. Καὶ οὐ κληθήσεται ἔτι τὸ ὄνομά σου Ἄβραμ, ἀλλ' ἔσται τὸ ὄνομά σου Ἀβραάμ, ὅτι πατέρα πολλῶν Ἐθνῶν τέθεικά σε. Καὶ αὐξανῶ σε σφόδρα σφόδρα, καὶ θήσω σε εἰς ἔθνη καὶ βασιλεῖς ἐκ σοῦ ἐξελεύσονται καὶ στήσω τὴν διαθήκην μου ἀναμέσον ἐμοῦ, καὶ ἀναμέσον σοῦ, καὶ ἀναμέσον τοῦ σπέρματός σου μετὰ σέ, εἰς τὰς γενεὰς αὐτῶν, εἰς διαθήκην αἰώνιον εἶναι σου Θεός, καὶ τοῦ σπέρματός σου μετὰ σέ. Καὶ δώσω σοι καὶ τῷ σπέρματί σου τήν γῆν, ἣν παροικεῖς, πᾶσαν τὴν γῆν Χαναάν, εἰς κατάσχεσιν αἰώνιον, καὶ ἔσομαι αὐτοῖς Θεός. Καὶ εἶπεν ὁ Θεὸς πρὸς Ἀβραάμ· Σὺ δὲ τὴν διαθήκην μου διατηρήσεις, σὺ καὶ τὸ σπέρμα σου μετὰ σέ, εἰς τὰς γενεὰς αὐτῶν.

 

Προκείμενον Ἦχος πλ. β' Ψαλμὸς 95

ᾌσατε τῷ Κυρίῳ ᾆσμα καινόν.

Στίχ. ᾌσατε τῷ Κυρίῳ, εὐλογήσατε τὸ ὄνομα αὐτοῦ.

 

Παροιμιῶν τὸ Ἀνάγνωσμα

(Κεφ. ΙΕ', 20 - ΙΣ', 9)

Υἱὸς σοφὸς εὐφραίνει πατέρα, υἱὸς δὲ ἄφρων μυκτηρίζει μητέρα αὐτοῦ. Ἄνοήτου τρίβοι, ἐνδεεῖς φρενῶν, ἀνὴρ δὲ φρόνιμος κατευθύνων πορεύεται. Ὑπερτίθενται λογισμοὺς οἱ μὴ τιμῶντες συνέδρια, ἐν δὲ καρδίαις βουλευομένων μένει βουλή. Οὐ μὴ ὑπακούσῃ ὁ κακὸς αὐτῇ, οὐδὲ μὴ εἴπῃ καίριόν τι καὶ καλὸν τῷ κοινῷ. Ὁδοὶ ζωῆς διανοήματα συνετοῦ, ἵνα ἐκκλίνας ἐκ τοῦ ᾍδου σωθῇ. Οἴκους ὑβριστῶν κατασπᾷ Κύριος, ἐστήριξε δὲ ὅριον χήρας. Βδέλυγμα Κυρίῳ λογισμὸς ἄδικος, ἁγνῶν δὲ ῥήσεις σεμναί. Ἐξόλλυσιν ἑαυτὸν ὁ δωρολήπτης, ὁ δὲ μισῶν δώρων λήψεις σῴζεται. Ἐλεημοσύναις καὶ πίστεσιν ἀποκαθαίρονται ἁμαρτίαι, τῷ δὲ φόβῳ Κυρίου, ἐκκλίνει πᾶς ἀπὸ κακοῦ. Καρδίαι δικαίων μελετῶσι πίστεις, στόμα δὲ ἀσεβῶν ἀποκρίνεται κακά. Δεκταὶ παρὰ Κυρίῳ ὁδοὶ ἀνδρῶν δικαίων, διὰ δὲ αὐτῶν καὶ οἱ ἐχθροὶ φίλοι γίνονται. Μακρὰν ἀπέχει ὁ Θεὸς ἀπὸ ἀσεβῶν, εὐχαῖς δὲ δικαίων ἐπακούει, θεωρῶν ὀφθαλμὸς καλά, εὐφραίνει καρδίαν, φήμη δὲ ἀγαθὴ πιαίνει ὀστᾶ. Ὁ εἰσακούων ἐλέγχους ζωῆς, ἐν μέσῳ σοφῶν αὐλισθήσεται. Ὃς ἀπωθεῖται παιδείαν, μισεῖ ἑαυτόν, ὁ δὲ τηρῶν ἐλέγχους, ἀγαπᾷ ψυχὴν ἑαυτοῦ. Φόβος Κυρίου παιδεία καὶ σοφία, καὶ ἀρχὴ δόξης ἀποκριθήσεται αὐτῇ. Τῷ ἀνθρώπῳ πρόθεσις καρδίας, καὶ παρὰ Κυρίῳ ὑπόκρισις γλώσσης. Ὅσῳ μέγας εἶ, τοσοῦτον ταπείνου σεαυτόν, καὶ ἔναντι Κυρίου τοῦ Θεοῦ σου εὑρήσεις χάριν. Πάντα τὰ ἔργα τοῦ ταπεινοῦ φανερὰ τῷ Θεῷ, καὶ ἑδράζων πνεύματα Κύριος. Κύλισον ἐπὶ Κύριον τὰ ἔργα σου, καὶ ἑδρασθήσονται οἱ λογισμοί σου. Πάντα εἰργάσατο Κύριος δι' ἑαυτὸν οἱ δὲ ἀσεβεῖς ἐν ἡμέρᾳ κακῇ ὀλοῦνται. Ἀκάθαρτος παρὰ Θεῷ πᾶς ὑψηλοκάρδιος, χειρὶ δὲ χεῖρας βαλὼν ἀδίκως, οὐκ ἀθωωθήσεται. Ἀρχὴ ὁδοῦ ἀγαθῆς τὸ ποιεῖν δίκαια, δεκτὰ δὲ παρὰ Θεῷ μᾶλλον, ἢ θύειν θυσίας. Ὁ ζητῶν τὸν Κύριον, εὑρήσει γνῶσιν μετὰ δικαιοσύνης, οἱ δὲ ὀρθῶς ζητοῦντες αὐτόν, εὑρήσουσιν εἰρήνην. Πάντα τὰ ἔργα τοῦ Κυρίου μετὰ δικαιοσύνης, φυλάσσεται δὲ ὁ ἀσεβὴς εἰς ἡμέραν κακήν. Κρεῖσσον ὀλίγη λῆψις μετὰ δικαιοσύνης, ἢ πολλὰ γεννήματα μετὰ ἀδικίας. Καρδία ἀνδρὸς λογιζέσθω δίκαια, ἵνα ὑπὸ τοῦ Θεοῦ διορθωθῇ τὰ διαβήματα αὐτοῦ.

 

ΠΕΜΠΤΗ ΤΗΣ Ε' ΕΒΔΟΜΑΔΟΣ

 

ΨΑΛΛΟΜΕΝ

ΤΗΝ ΚΑΤΑΝΥΚΤΙΚΗΝ ΑΚΟΛΟΥθΙΑΝ

ΤΟΥ ΜΕΓΑΛΟΥ ΚΑΝΟΝΟΣ

 

Ἐλέησόν με ὁ Θεός, ἐλέησόν με

 

ΚΑΝΩΝ Ο ΜΕΓΑΣ ΠΟΙΗΜΑ

ΤΟΥ ΑΓΙΟΥ ΑΝΔΡΕΟΥ ΚΡΗΤΗΣ

 

ᾨδὴ α' Ἦχος πλ. β'

Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ

«Βοηθὸς καὶ σκεπαστής, ἐγένετό μοι εἰς σωτηρίαν, οὗτός μου Θεός, καὶ δοξάσω αὐτόν, Θεὸς τοῦ Πατρός μου, καὶ ὑψώσω αὐτόν· ἐνδόξως γὰρ δεδόξασται». (Δίς)

 

Πόθεν ἄρξομαι θρηνεῖν, τὰς τοῦ ἀθλίου μου βίου πράξεις; ποίαν ἀπαρχήν, ἐπιθήσω Χριστέ, τῇ νῦν θρηνῳδίᾳ; ἀλλ' ὡς εὔσπλαγχνός μοι δός, παραπτωμάτων ἄφεσιν.

 

Δεῦρο τάλαινα ψυχή, σὺν τῇ σαρκί σου τῷ πάντων Κτίστῃ, ἐξομολογοῦ καὶ ἀπόσχου λοιπόν, τῆς πρὶν ἀλογίας, καὶ προσάγαγε Θεόν, ἐν μετανοίᾳ δάκρυα.

 

Τὸν πρωτόπλαστον Ἀδάμ, τῇ παραβάσει παραζηλώσας, ἔγνων ἐμαυτόν, γυμνωθέντα Θεοῦ, καὶ τῆς ἀϊδίου, βασιλείας καὶ τρυφῆς, διὰ τὰς ἁμαρτίας μου.

 

Οἴμοι τάλαινα ψυχή! τί ὡμοιώθης τῇ πρώτῃ Εὔᾳ; εἶδες γὰρ κακῶς, καὶ ἐτρώθης πικρῶς, καὶ ἥψω τοῦ ξύλου, καὶ ἐγεύσω προπετῶς, τῆς παραλόγου βρώσεως.

 

Ἀντὶ Εὔας αἰσθητῆς, ἡ νοητή μοι κατέστη Εὔα, ὁ ἐν τῇ σαρκί, ἐμπαθὴς λογισμός, δεικνὺς τὰ ἡδέα, καὶ γευόμενος ἀεί, τῆς πικρᾶς καταπόσεως.

 

Ἐπαξίως τῆς Ἐδέμ, προεξερρίφη ὡς μὴ φυλάξας, μίαν σου Σωτήρ, ἐντολὴν ὁ Ἀδάμ, ἐγὼ δὲ τί πάθω, ἀθετῶν διαπαντὸς τὰ ζωηρά σου λόγια;

 

Τὴν τοῦ Κάϊν ὑπελθών, μιαιφονίαν τῇ προαιρέσει, γέγονα φονεύς, συνειδότι ψυχῆς, ζωώσας τὴν σάρκα, καὶ στρατεύσας κατ' αὐτῆς, ταῖς πονηραῖς μου πράξεσι.

 

Τῇ τοῦ Ἄβελ Ἰησοῦ, οὐχ ὡμοιώθην δικαιοσύνῃ, δῶρά σοι δεκτά, οὐ προσῆξα ποτέ, οὐ πράξεις ἐνθέους, οὐ θυσίαν καθαράν, οὐ βίον ἀνεπίληπτον.

 

Ὡς ὁ Κάϊν καὶ ἡμεῖς, ψυχὴ ἀθλία τῷ πάντων Κτίστῃ, πράξεις ῥυπαράς, καὶ θυσίαν ψεκτήν, καὶ ἄχρηστον βίον, προσηγάγομεν ὁμοῦ· διὸ καὶ κατεκρίθημεν.

 

Τὸν πηλὸν ὁ κεραμεύς, ζωοπλαστήσας ἐνέθηκάς μοι, σάρκα καὶ ὀστᾶ, καὶ πνοὴν καὶ ζωήν. Ἀλλ' ὦ Ποιητά μου, Λυτρωτά μου καὶ Κριτὰ μετανοοῦντα δέξαι με.

 

Ἐξαγγέλλω σοι Σωτήρ, τὰς ἁμαρτίας ἃς εἰργασάμην, καὶ τὰς τῆς ψυχῆς, καὶ τοῦ σώματός μου πληγάς, ἃς μοι ἔνδον, μιαιφόνοι λογισμοί, λῃστρικῶς ἐναπέθηκαν.

 

Εἰ καὶ ἥμαρτον Σωτήρ, ἀλλ' οἶδα ὅτι φιλάνθρωπος εἶ, πλήττεις συμπαθῶς, καὶ σπλαγχνίζῃ θερμῶς, δακρύοντα βλέπεις, καὶ προστρέχεις ὡς Πατήρ, ἀνακαλῶν τόν Ἄσωτον.

 

Ἐρριμμένον με Σωτήρ, πρὸ τῶν θυρῶν σου κἂν ἐν τῷ γήρει, μή με ἀπορρίψῃς εἰς ᾍδου κενόν, ἀλλὰ πρὸ τοῦ τέλους, ὡς φιλάνθρωπός μοι δός, παραπτωμάτων ἄφεσιν.

 

Τὴν οὐσίαν μου Σωτήρ, καταναλώσας ἐν ἀσωτίᾳ, ἔρημός εἰμι, ἀρετῶν εὐ σεβῶν, λιμώττων δὲ κράζω· Ὁ Πατὴρ τῶν οἰκτιρμῶν, προφθάσας σύ με οἴκτειρον.

 

Ὁ λῃσταῖς περιπεσών, ἐγὼ ὑπάρχων τοῖς λογισμοῖς μου, ὅλως ὑπ' αὐτῶν τετραυμάτισμαι νῦν, ἐπλήσθην μωλώπων, ἀλλ' αὐτός μοι ἐπιστάς, Χριστὲ Σωτὴρ ἰάτρευσον.

 

Ἱερεύς με προϊδών, ἀντιπαρῆλθε, καὶ ὁ Λευΐτης, βλέπων ἐν δεινοῖς, ὑπερεῖδε γυμνόν, ἀλλ' ὁ ἐκ Μαρίας, ἀνατείλας Ἰησοῦς, σὺ ἐπιστάς με οἴκτειρον.

 

Ὁ Ἀμνὸς ὁ τοῦ Θεοῦ, ὁ αἴρων πάντων τὰς ἁμαρτίας, ἆρον τὸν κλοιὸν ἀπ' ἐμοῦ τὸν βαρύν, τὸν τῆς ἁμαρτίας, καὶ ὡς εὔσπλαγχνός μοι δός, δάκρυα κατανύξεως.

 

Μετανοίας ὁ καιρός, προσέρχομαί σοι τῷ Πλαστουργῷ μου· Ἆρον τὸν κλοιὸν ἀπ' ἐμοῦ τὸν βαρύν, τὸν τῆς ἁμαρτίας, καὶ ὡς εὔσπλαγχνός μοι δός, δάκρυα κατανύξεως.

 

Μὴ βδελύξῃ με Σωτήρ, μὴ ἀπορρίψῃς τοῦ σοῦ προσώπου, ἆρον τὸν κλοιόν, ἀπ' ἐμοῦ τὸν βαρύν, τὸν τῆς ἁμαρτίας, καὶ ὡς εὔσπλαγχνός μοι δός, παραπτωμάτων ἄφεσιν.

 

Τὰ ἑκούσια Σωτήρ, καὶ τὰ ἀκούσια πταίσματά μου, καὶ τὰ φανερά, καὶ κρυπτὰ καὶ γνωστά, καὶ ἄγνωστα πάντα, συγχωρήσας ὡς Θεός, ἱλάσθητι, καὶ σῶσόν με.

 

Ἐκ νεότητος Σωτὴρ τὰς ἐντολάς σου ἐπαρωσάμην, ὅλον ἐμπαθῶς, ἀμελῶν ῥαθυμῶν, παρῆλθον τὸν βίον· διὸ κράζω σοι Σωτήρ, κἂν ἐν τῷ τέλει, σῶσόν με.

 

Τὴν οὐσίαν τῆς ψυχῆς, καταναλώσας τῇ ἁμαρτίᾳ, ἔρημός εἰμι ἀρετῶν εὐσεβῶν, λιμώττων δὲ κράζω. ὁ ἐλέους χορηγός, προφθάσας σύ με οἴκτειρον.

 

Σοὶ προσπίπτω Ἰησοῦ. Ἡμάρτηκά σοι, ἱλάσθητί μοι, ἆρον τὸν κλοιὸν ἀπ' ἐμοῦ τὸν βαρύν, τὸν τῆς ἁμαρτίας, καὶ ὡς εὔσπλαγχνος Θεός, μετανοοῦντα δέξαι με.

 

Μὴ εἰσέλθῃς μετ' ἐμοῦ, ἐν κρίσει φέρων μου τὰ πρακτέα, λόγους ἐκζητῶν, καὶ εὐθύνων ὁρμάς, ἀλλ΄ ἐν οἰκτιρμοῖς σου, παρορῶν μου τὰ δεινά, σῶσόν με Παντοδύναμε.

Ὁσία τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν

Σήν μοι δίδου φωταυγῆ, ἐκ θείας ἄνωθεν προμηθείας, χάριν ἐκφυγεῖν, τῶν παθῶν σκοτασμόν, καὶ ᾆσαι προθύμως, τοῦ σοῦ βίου τὰ τερπνά, Μαρία διηγήματα.

Ὁσία τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν

Ὑποκύψασα Χριστοῦ, τοῖς θείοις νόμοις, τούτῳ προσῆλθες, τὰς τῶν ἡδονῶν ἀκαθέκτους ὁρμάς, λιποῦσα καὶ πᾶσαν, ἀρετὴν πανευλαβῶς, ὡς μίαν ἐκατώρθωσας.

Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν

Ἱκεσίαις σου ἡμᾶς, Ἀνδρέα ῥῦσαι παθῶν ἀτίμων, καὶ τῆς βασιλείας, νῦν Χριστοῦ κοινωνούς, τοὺς πίστει καὶ πόθῳ, ἀνυμνοῦντάς σε κλεινέ, ἀνάδειξον δεόμεθα.

Δόξα...

Ὑπερούσιε Τριάς, ἡ ἐν Μονάδι προσκυνουμένη, ἆρον τὸν κλοιόν, ἀπ' ἐμοῦ τὸν βαρύν, τὸν τῆς ἁμαρτίας, καὶ ὡς εὔσπλαγχνός μοι δός, δάκρυα κατανύξεως.

Καὶ νῦν ... Θεοτοκίον

Θεοτόκε ἡ ἐλπίς, καὶ προστασία τῶν σὲ ὑμνούντων, ἆρον τὸν κλοιόν, ἀπ' ἐμοῦ τὸν βαρύν, τὸν τῆς ἁμαρτίας, καὶ ὡς Δέσποινα ἁγνή, μετανοοῦντα δέξαι με.

 

ᾨδὴ β'

Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ

«Πρόσεχε, οὐρανὲ καὶ λαλήσω, καὶ ἀνυμνήσω Χριστόν, τὸν ἐκ Παρθένου σαρκί, ἐπιδημήσαντα». (Δίς)

 

Πρόσεχε, οὐρανέ, καὶ λαλήσω, γῆ ἐνωτίζου φωνῆς, μετανοούσης Θεῷ, καὶ ἀνυμνούσης αὐτόν.

 

Πρόσχες μοι, ὁ Θεὸς ὁ Σωτήρ μου, ἱλέῳ ὄμματί σου, καὶ δέξαι μου, τὴν θερμὴν ἐξομολόγησιν.

 

Ἡμάρτηκα, ὑπὲρ πάντας ἀνθρώπους, μόνος ἡμάρτηκά σοι, ἀλλ' οἴκτειρον ὡς Θεός, Σῶτερ τὸ ποίημά σου.

 

Ζάλη με, τῶν κακῶν περιέχει, εὔσπλαγχνε Κύριε, ἀλλ' ὡς τῷ Πέτρῳ κᾀμοί, τὴν χεῖρα ἔκτεινον.

 

Τὰ δάκρυα, τὰ τῆς πόρνης οἰκτίρμον, κᾀγὼ προβάλλομαι. Ἱλάσθητί μοι Σωτήρ, τῇ εὐσπλαγχνίᾳ σου.

 

Ἐσπίλωσα, τὸν τῆς σαρκός μου χιτῶνα, καὶ κατερρύπωσα, τὸ κατ' εἰκόνα Σωτήρ, καὶ καθ' ὁμοίωσιν.

 

Ἠμαύρωσα, τῆς ψυχῆς τὸ ὡραῖον, ταῖς τῶν παθῶν ἡδοναῖς, καὶ ὅλως ὅλον τὸν νοῦν, χοῦν ἀπετέλεσα.

 

Διέρρηξα, νῦν τὴν στολὴν μου τὴν πρώτην, ἣν ἐξυφάνατό μοι, ὁ Πλαστουργὸς ἐξ ἀρχῆς, καὶ ἔνθεν κεῖμαι γυμνός.

 

Ἐνδέδυμαι, διερρηγμένον χιτῶνα, ὃν ἐξυφάνατό μοι, ὁ ὄφις τῇ συμβουλῇ, καὶ καταισχύνομαι.

 

Προσέβλεψα, τοῦ φυτοῦ τὸ ὡραῖον, καὶ ἠπατήθην τὸν νοῦν, καὶ ἄρτι κεῖμαι γυμνός, καὶ καταισχύνομαι.

 

Ἐτέκταινον, ἐπὶ τὸν νῶτόν μου πάντες, οἱ ἀρχηγοὶ τῶν κακῶν, μακρύνοντες κατ' ἐμοῦ τὴν ἀνομίαν αὐτῶν.

 

Ἀπώλεσα, τὸ πρωτόκτιστον κάλλος, καὶ τὴν εὐπρέπειάν μου, καὶ ἄρτι κεῖμαι γυμνός, καὶ καταισχύνομαι.

 

Κατέρραψε, τοὺς δερματίνους χιτῶνας, ἡ ἁμαρτία κᾀμοί, γυμνώσασά με τῆς πρίν, θεοϋφάντου στολῆς.

 

Περίκειμαι, τὸν στολισμὸν τῆς αἰσχύνης, καθάπερ φύλλα συκῆς, εἰς ἔλεγχον τῶν ἐμῶν, αὐτεξουσίων παθῶν.

 

Ἐστόλισμαι, κατεστιγμένον χιτῶνα, καὶ ἠμαγμένον αἰσχρῶς, τῇ ῥύσει τῆς ἐμπαθοῦς, καὶ φιληδόνου ζωῆς.

 

Ἐσπίλωσα, τὸν τῆς σαρκός μου χιτῶνα, καὶ κατερρύπωσα, τὸ κατ' εἰκόνα Σωτήρ, καὶ καθ' ὁμοίωσιν.

 

Ὑπέπεσα, τῇ τῶν παθῶν ἀλγηδόνι, καὶ τῇ ἐνύλῳ φθορᾷ, καὶ ἔνθεν νῦν ὁ ἐχθρός, καταπιέζει με.

 

Φιλόϋλον, καὶ φιλοκτήμονα βίον, τῆς ἀκτησίας Σωτήρ, προκρίνας νῦν τὸν βαρύν, κλοιὸν περίκειμαι.

 

Ἐκόσμησα, τὸν τῆς σαρκὸς ἀνδριάντα, τῇ τῶν αἰσχρῶν λογισμῶν, ποικίλῃ περιβολῇ, καὶ κατακρίνομαι.

 

Τῆς ἔξωθεν, ἐπιμελῶς εὐκοσμίας, μόνης ἐφρόντισα, τῆς ἔνδον ὑπεριδών, Θεοτυπώτου σκηνῆς.

 

Μορφώσας μου, τὴν τῶν παθῶν ἀμορφίαν, ταῖς φιληδόνοις ὁρμαῖς, ἐλυμηνάμην τοῦ νοῦ τὴν ὡραιότητα.

 

Κατέχρωσα, τῆς πρὶν εἰκόνος τὸ κάλλος, Σῶτερ τοῖς πάθεσιν, ἀλλ' ὡς ποτὲ τὴν δραχμήν, ἀναζητήσας εὑρέ.

 

Ἡμάρτηκα, ὥσπερ ἡ Πόρνη βοῶ σοι, μόνος ἡμάρτηκά σοι, ὡς μύρον δέχου Σωτὴρ κᾀμοῦ τὰ δάκρυα.

 

Ὠλίσθησα, ὡς ὁ Δαυῒδ ἀκολάστως, καὶ βεβορβόρωμαι, ἀλλ' ἀποπλύναις κᾀμέ, Σωτὴρ τοῖς δάκρυσί μου.

 

Ἱλάσθητι, ὡς ὁ Τελώνης βοῶ σοι· Σῶτερ ἱλάσθητί μοι· οὐδεὶς γὰρ τῶν ἐξ Ἀδάμ, ὡς ἐγὼ ἥμαρτέ σοι.

 

Οὐ δάκρυα, οὐδὲ μετάνοιαν ἔχω, οὐδὲ κατάνυξιν, αὐτός μοι ταῦτα Σωτήρ, ὡς Θεὸς δώρησαι.

 

Τὴν θύραν σου, μὴ ἀποκλείσῃς μοι τότε, Κύριε, Κύριε, ἀλλ' ἄνοιξόν μοι αὐτὴν μετανοοῦντί σοι.

 

Φιλάνθρωπε, ὁ θέλων πάντας σωθῆναι, σὺ ἀνακαλέσαί με, καὶ δέξαι ὡς ἀγαθός, μετανοοῦντά με.

 

Ἐνώτισαι, τοὺς στεναγμοὺς τῆς ψυχῆς μου, καὶ τῶν ἐμῶν ὀφθαλμῶν, προσδέχου τοὺς σταλαγμούς· Κύριε σῶσόν με.

Θεοτοκίον

Ἄχραντε, Θεοτόκε Παρθένε μόνη πανύμνητε, ἱκέτευε ἐκτενῶς, εἰς τὸ σωθῆναι ἡμᾶς.

Εἱρμὸς ἄλλος ΤΟ ΑΚΟΥΤΕ

«Ἴδετε ἴδετε, ὅτι ἐγώ εἰμι Θεός, ὁ μάννα ἑπομβρήσας, καὶ τὸ ὕδωρ ἐκ πέτρας, πηγάσας πάλαι ἐν ἐρήμῳ τῷ λαῷ μου, τῇ μόνῃ δεξιᾷ, καὶ τῇ ἰσχύϊ τῇ ἐμῇ».

 

Ἴδετε ἴδετε, ὅτι ἐγώ εἰμι Θεός, ἐνωτίζου ψυχή μου, τοῦ Κυρίου βοῶντος, καὶ ἀποσπάσθητι τῆς πρώην ἁμαρτίας, καὶ φοβοῦ ὡς δικαστήν, καὶ ὡς κριτὴν καὶ Θεόν.

 

Τίνι ὡμοιώθης, πολυαμάρτητε ψυχὴ; οἴμοι τῷ πρώτῳ Κάϊν, καὶ τῷ Λάμεχ ἐκείνῳ, λιθοκτονήσασα τὸ σῶμα κακουργίαις, καὶ κτείνασα τὸν νοῦν, ταῖς παραλόγοις ὁρμαῖς.

 

Πάντας τοὺς πρὸ νόμου, παραδραμοῦσα ὦ ψυχή, τῷ Σὴθ οὐχ ὡμοιώθης, οὐ τὸν Ἐνὼς ἐμιμήσω, οὐ τὸν Ἐνὼχ τῇ μεταθέσει, οὐ τὸν Νῶε, ἀλλ' ὤφθης πενιχρά, τῆς τῶν δικαίων ζωῆς.

 

Μόνη ἐξήνοιξας, τοὺς καταρράκτας τῆς ὀργῆς, τοῦ Θεοῦ σου ψυχή μου, καὶ κατέκλυσας πᾶσαν, ὡς γῆν τὴν σάρκα, καὶ τὰς πράξεις, καὶ τὸν βίον, καὶ ἔμεινας ἐκτός, τῆς σωστικῆς Κιβωτοῦ.

 

Ἄνδρα ἀπέκτεινα, φησίν, εἰς μώλωπα ἐμοί, καὶ νεανίσκον εἰς τραῦμα, Λάμεχ θρηνῶν ἐβόα· σὺ δὲ οὐ τρέμεις ὦ ψυχή μου, ῥυπωθεῖσα, τὴν σάρκα καὶ τὸν νοῦν, κατασπιλώσασα.

 

Ὢ πῶς ἐζήλωσα, Λάμεχ τὸν πρώην φονευτήν, τὴν ψυχὴν ὥσπερ ἄνδρα, τὸν νοῦν ὡς νεανίσκον, ὡς ἀδελφὸν δέ μου τὸ σῶμα ἀποκτείνας, ὡς Κάϊν ὁ φονεύς, ταῖς φιληδόνοις ὁρμαῖς!

 

Πύργον ἐσοφίσω, οἰκοδομῆσαι, ὦ ψυχή, καὶ ὀχύρωμα πῆξαι, ταῖς σαῖς ἐπιθυμίαις, εἰμὴ συνέχεεν ὁ κτίστης τὰς βουλάς σου, καὶ κατέαξεν εἰς γῆν, τὰ μηχανήματά σου.

 

Τέτρωμαι, πέπληγμαι, ἰδοὺ τὰ βέλη τοῦ ἐχθροῦ, τὰ καταστίξαντά μου, τὴν ψυχὴν καὶ τὸ σῶμα, ἰδοὺ τὰ τραύματα, τὰ ἕλκη, αἱ πηρώσεις, βοῶσι τὰς πληγάς, τῶν αὐθαιρέτων μου παθῶν.

 

Ἕβρεξε Κύριος, παρὰ Κυρίου πῦρ ποτέ, ἀνομίαν ὀργῶσαν, πυρπολήσας Σοδόμων· σὺ δὲ τὸ πῦρ ἐξέκαυσας τὸ τῆς γεέννης, ἐν ᾧ μέλλεις ψυχή, συγκατακαίεσθαι πικρῶς.

 

Γνῶτε καὶ ἴδετε, ὅτι ἐγώ εἰμι Θεός, ὁ ἐρευνῶν καρδίας, καὶ κολάζων ἐννοίας, ἐλέγχων πράξεις, καὶ φλογίζων ἁμαρτίας, καὶ κρίνων ὀρφανόν, καὶ ταπεινὸν καὶ πτωχόν.

Ὁσία τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν

Ἥπλωσας χεῖράς σου, πρὸς τὸν οἰκτίρμονα Θεόν, Μαρία ἐν ἀβύσσῳ, κακῶν βυθιζομένη, καὶ ὡς τῷ Πέτρῳ φιλανθρώπως χεῖρα βοηθείας, ἐξέτεινε τὴν σήν, ἐπιστροφήν πάντως ζητῶν.

Ὁσία τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν

Ὅλῃ προθυμίᾳ, πόθῳ προσέδραμες Χριστῷ, τὴν πρὶν τῆς ἁμαρτίας, ὁδὸν ἀποστραφεῖσα, καὶ ἐν ἐρήμοις ταῖς ἀβάτοις τρεφομένη, καὶ τούτου καθαρῶς, τελοῦσα θείας ἐντολάς.

Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν

Ἴδωμεν ἴδωμεν, φιλανθρωπίαν ὦ ψυχή, τοῦ Θεοῦ καὶ Δεσπότου· διὰ τοῦτο πρὸ τέλους, αὐτῷ σὺν δάκρυσι, προσπέσωμεν βοῶντες· Ἀνδρέου ταῖς λιταῖς, Σῶτερ ἐλέησον ἡμᾶς.

Δόξα...

Ἄναρχε ἄκτιστε, Τριὰς ἀμέριστε Μονάς, μετανοοῦντά με δέξαι, ἡμαρτηκότα σῶσον, σὸν εἰμι πλάσμα, μὴ παρίδῃς, ἀλλὰ φεῖσαι καὶ ῥῦσαι, τοῦ πυρὸς τῆς καταδίκης με.

Καὶ νῦν ... Θεοτοκίον

Ἄχραντε Δέσποινα, Θεογεννῆτορ ἡ ἐλπίς, τῶν εἰς σὲ προστρεχόντων, καὶ λιμὴν τῶν ἐν ζάλῃ, τὸν ἐλεήμονα καὶ Κτίστην καὶ Υἱόν σου, ἱλέωσαι κᾀμοί, ταῖς ἱκεσίαις ταῖς σαῖς.

 

ᾨδὴ γ'

Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ

«Ἐπὶ τὴν ἀσάλευτον Χριστέ, πέτραν τῶν ἐντολῶν σου, τὴν Ἐκκλησίαν σου στερέωσον».

 

Πῦρ παρὰ Κυρίου ποτέ, Κύριος ἐπιβρέξας, τὴν γῆν Σοδόμων πρὶν κατέφλεξεν.

 

Εἰς τὸ ὄρος σῴζου ψυχή, ὥσπερ ὁ Λὼτ ἐκεῖνος, καὶ εἰς Σηγὼρ προανασώθητι.

 

Φεῦγε ἐμπρησμὸν ὦ ψυχή, φεῦγε Σοδόμων καῦσιν, φεῦγε φθορὰν θείας φλογώσεως.

 

Ἐξομολογοῦμαί σοι Σωτήρ. Ἥμαρτόν σοι ἀμέτρως, ἀλλ' ἄνες ἄφες μοι, ὡς εὔσπλαγχνος.

 

Ἥμαρτόν σοι μόνος ἐγώ, ἥμαρτον ὑπὲρ πάντας, Χριστὲ Σωτὴρ μὴ ὑπερίδῃς με.

 

Σὺ εἶ ὁ Ποιμὴν ὁ καλός, ζήτησόν με τὸν ἄρνα, καὶ πλανηθέντα μὴ παρίδῃς με.

 

Σὺ εἶ ὁ γλυκὺς Ἰησοῦς, σὺ εἶ ὁ Πλαστουργός μου, ἐν σοὶ Σωτὴρ δικαιωθήσομαι.

Ἁγία Τριάς, ὁ Θεός, ἐλέησον ἡμᾶς

Ὦ Τριὰς Μονὰς ὁ Θεός, σῶσον ἡμᾶς ἐκ πλάνης, καὶ πειρασμῶν καὶ περιστάσεων.

Θεοτοκίον

Χαῖρε θεοδόχε Γαστήρ, χαῖρε θρόνε Κυρίου, χαῖρε ἡ Μήτηρ τῆς ζωῆς ἡμῶν.

Ἄλλος Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ

«Στερέωσον Κύριε, ἐπὶ τὴν πέτραν τῶν ἐντολῶν σου, σαλευθεῖσαν τὴν καρδίαν μου, ὅτι μόνος ἅγιος ὑπάρχεις καὶ Κύριος». (Δίς)

 

Πηγὴν ζωῆς κέκτημαι, σὲ τοῦ θανάτου τὸν καθαιρέτην, καὶ βοῶ σοι ἐκ καρδίας μου, πρὸ τοῦ τέλους· Ἥμαρτον ἱλάσθητι σῶσόν με.

 

Τοὺς ἐπὶ Νῶε Σωτήρ, ἠσελγηκότας ἐμιμησάμην, τὴν ἐκείνων κληρωσάμενος, καταδίκην, ἐν κατακλυσμῷ καταδύσεως.

 

Ἡμάρτηκα Κύριε, ἡμάρτηκά σοι ἱλάσθητί μοι· οὐ γάρ ἐστιν ὃς τις ἥμαρτεν, ἐν ἀνθρώποις, ὃν οὐχ ὑπερέβην τοῖς πταίσμασι.

 

Τὸν Χὰμ ἐκεῖνον ψυχή, τὸν πατραλοίαν μιμησαμένη, τὴν αἰσχύνην οὐκ ἐκάλυψας, τοῦ πλησίον, ὀπισθοφανῶς ἀνακάμψασα.

 

Τὴν εὐλογίαν τοῦ Σήμ, οὐκ ἐκληρώσω ψυχὴ ἀθλία, οὐ πλατεῖαν τὴν κατάσχεσιν, ὡς Ἰάφεθ, ἔσχες ἐν τῇ γῇ τῆς ἀφέσεως.

 

Ἐκ γῆς Χαρρὰν ἔξελθε, τῆς ἁμαρτίας ψυχή μου, δεῦρο εἰς γῆν ῥέουσαν ἀείζωον, ἀφθαρσίαν, ἣν ὁ Ἀβραὰμ ἐκληρώσατο.

 

Τὸν Ἀβραὰμ ἤκουσας, πάλαι ψυχή μου καταλιπόντα, γῆν πατρῴαν, καὶ γενόμενον, μετανάστην, τούτου τὴν προαίρεσιν μίμησαι.

 

Ἐν τῇ δρυῒ τῇ Μαμβρῇ, φιλοξενήσας ὁ Πατριάρχης, τοὺς Ἀγγέλους ἐκληρώσατο, μετὰ γῆρας, τῆς ἐπαγγελίας τὸ θήραμα.

 

Τὸν Ἰσαὰκ τάλαινα, γνοῦσα ψυχή μου καινὴν θυσίαν, μυστικῶς ὁλοκαρπούμενον, τῷ Κυρίῳ, μίμησαι αὐτοῦ τὴν προαίρεσιν.

 

Τὸν Ἰσραὴλ ἤκουσας, νῆφε ψυχή μου ἐκδιωχθέντα, ὡς παιδίσκης ἀποκύημα, βλέπε μήπως, ὅμοιόν τι πάθῃς λαγνεύουσα.

 

Τῇ Ἄγαρ πάλαι ψυχή, τῇ Αἰγυπτίᾳ παρωμοιώθης, δουλωθεῖσα τὴν προαίρεσιν, καὶ τεκοῦσα, νέον Ἰσμαήλ, τὴν αὐθάδειαν.

 

Τὴν Ἰακὼβ κλίμακα, ἔγνως ψυχή μου δεικνυομένην, ἀπὸ γῆς πρὸς τὰ οὐράνια, τί μὴ ἔσχες, βάσιν ἀσφαλῆ, τὴν εὐσέβειαν;

 

Τὸν Ἱερέα Θεοῦ, καὶ βασιλέα μεμονωμένον, τοῦ Χριστοῦ τὸ ἀφομοίωμα, τοῦ ἐν κόσμῳ, βίου ἐν ἀνθρώποις μιμήθητι.

 

Μὴ γένῃ στήλη ἁλός, ψυχὴ στραφεῖσα εἰς τὰ ὀπίσω, τὸ ὑπόδειγμα φοβείτω σε, τῶν Σοδόμων, ἄνω εἰς Σηγὼρ διασώθητι.

 

Τὸν ἐμπρησμόν, ὥσπερ Λώτ, φεῦγε ψυχή μου τῆς ἁμαρτίας, φεῦγε Σόδομα καὶ Γόμορρα, φεῦγε φλόγα, πάσης παραλόγου ὀρέξεως.

 

Ἐλέησον Κύριε, ἐλέησόν με ἀναβοῶ σοι· ὅτε ἥξεις μετ' Ἀγγέλων σου, ἀποδοῦναι, πᾶσι κατ' ἀξίαν τῶν πράξεων.

 

Τὴν δέησιν Δέσποτα, τῶν σὲ ὑμνούντων μὴ ἀπορρίψῃς, ἀλλ' οἰκτείρησον φιλάνθρωπε, καὶ παράσχου, πίστει αἰτουμένοις τὴν ἄφεσιν.

Ὁσία τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν

Συνέχομαι κλύδωνι, καὶ τρικυμίᾳ Μῆτερ πταισμάτων, ἀλλ' αὐτή με νῦν διάσωσον, καὶ πρὸς ὅρμον, θείας μετανοίας εἰσάγαγε.

Ὁσία τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν

Ἰκέσιον δέησιν, νυνὶ Ὁσία προσαγαγοῦσα, πρὸς τὴν εὔσπλαγχνον πρεσβείᾳ σου, Θεοτόκον, ἄνοιξόν μοι θείας εἰσόδους σου.

Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν

Ταῖς σαῖς λιταῖς δώρησαι, κᾀμοὶ τὴν λύσιν τῶν ὀφλημάτων, ὦ Ἀνδρέα Κρήτης Πρόεδρε, μετανοίας· σὺ μυσταγωγὸς γὰρ πανάριστος.

Δόξα...

Μονὰς ἁπλὴ ἄκτιστε, ἄναρχε φύσις ἡ ἐν Τριάδι, ὑμνουμένη ὑποστάσεων, ἡμᾶς σῶσον, πίστει προσκυνοῦντας τὸ κράτος σου.

Καὶ νῦν ... Θεοτοκίον

Τὸν ἐκ Πατρὸς ἄχρονον, Υἱὸν ἐν χρόνῳ Θεογεννῆτορ, ἀπειράνδρως ἀπεκύησας, ξένον θαῦμα! μείνασα Παρθένος θηλάζουσα.

Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ

«Στερέωσον Κύριε, ἐπὶ τὴν πέτραν τῶν ἐντολών σου, σαλευθεῖσαν τὴν καρδίαν μου, ὅτι μόνος ἅγιος ὑπάρχεις καὶ Κύριος».

 

Κάθισμα Ποίημα Ἰωσὴφ

Ἦχος πλ. δ' Ἀνέστης ἐκ νεκρῶν ΤΟ ΑΚΟΥΤΕ

Φωστῆρες θεαυγεῖς, τοῦ Σωτῆρος αὐτόπται, φωτίσατε ἡμᾶς, τοὺς ἐν σκότει τοῦ βίου, ὅπως ὡς ἐν ἡμέρᾳ, νῦν εὐσχημόνως περιπατήσωμεν, φέγγει τῆς ἐγκρατείας, νυκτώδη πάθη ἀποδιώκοντες, καὶ τὰ λαμπρὰ κατίδωμεν Χριστοῦ Παθήματα χαίροντες.

Ἕτερον, Ποίημα Θεοδώρου

Δόξα... Τὸ προσταχθὲν ΤΟ ΑΚΟΥΤΕ

Τῶν Ἀποστόλων δωδεκὰς ἡ θεόλεκτος, ἱκετηρίαν τῷ Χριστῷ νῦν προσάγαγε, τὸ Νηστείας στάδιον πάντας διανύσαι, τελοῦντας ἐν κατανύξει τὰς προσευχάς, ποιοῦντας ἐν προθυμίᾳ τὰς ἀρετάς, ὅπως οὕτω προφθάσωμεν, ἰδεῖν Χριστοῦ τοῦ Θεοῦ τὴν ἔνδοξον Ἀνάστασιν, δόξαν αἶνον, προσάγοντες.

Καὶ νῦν ... Θεοτοκίον

Τὸν ἀπερίληπτον Θεοῦ Υἱὸν καὶ Λόγον, ἀνερμηνεύτως ὑπὲρ νοῦν ἐκ σοῦ τεχθέντα, Θεοτόκε ἱκέτευε σὺν τοῖς Ἀποστόλοις, εἰρήνην τῇ Οἰκουμένῃ εἰλικρινῆ, βραβεῦσαι, καὶ τῶν πταισμάτων δοῦναι ἡμῖν, πρὸ τοῦ τέλους συγχώρησιν, καὶ Βασιλείας οὐρανῶν, δι' ἄκραν ἀγαθότητα, ἀξιῶσαι τοὺς δούλους σου.

 

Τριῴδιον Ποίημα Ἰωσὴφ

ᾨδὴ δ' Ἦχος πλ. δ'

Εἰσακήκοα Κύριε ΤΟ ΑΚΟΥΤΕ

Ἀπόστολοι τοῦ Χριστοῦ, πρεσβεύσατε ὑπὲρ ἡμῶν

Ἐγκρατείᾳ συζήσαντες, οἱ πεφωτισμένοι Χριστοῦ Ἀπόστολοι, ἐγκρατείας τὸν καιρὸν ἡμῖν, μεσιτείαις θείαις εὐμαρίζουσι.

 

Δωδεκάχορδον ὄργανον, μέλος ἐκελάδησε τὸ σωτήριον, Μαθητῶν χορὸς ὁ ἔνθεος, πονηρὰ συγχέων μελῳδήματα.

 

Ἑπομβρίαις τοῦ Πνεύματος, πᾶσαν τὴν ὑφήλιον κατηρδεύσατε, τὸν αὐχμὸν ἀποδιώξαντες, τῆς πολυθεΐας Παμμακάριστοι.

Θεοτοκίον

Ταπεινώσασα σῶσόν με, τὸν ὑψηλοφρόνως πολιτευσάμενον, ἡ τεκοῦσα τὸν ὑψώσαντα, τὴν ταπεινωθεῖσαν φύσιν Πάναγνε.

Ἕτερον Τριῴδιον Ποίημα Θεοδώρου

Εἱρμὸς ἄλλος ΤΟ ΑΚΟΥΤΕ

«Εἰσακήκοα Κύριε, τὴν ἀκοήν σου καὶ ἐφοβήθην, κατενόησα τὰ ἔργα σου, καὶ ἐδόξασα τὸ κράτος σου Δέσποτα».

Ἀπόστολοι τοῦ Χριστοῦ, πρεσβεύσατε ὑπὲρ ἡμῶν

Ἀποστόλων ἡ πάνσεπτος, χοροστασία τῷ πάντων Κτίστῃ, δυσωποῦσα παρακλήθητι, ἐλεῆσαι ἡμᾶς τοὺς ἀνευφημοῦντάς σε.

 

Ὡς ἐργάται ὑπάρχοντες, Χριστοῦ Ἀπόστολοι πάντα Κόσμον θείῳ λόγῳ γεωργήσαντες, προσηγάγετε καρποὺς αὐτῷ πάντοτε.

 

Ἀμπελὼν ἐγενήθητε, Χριστῷ τῷ ὄντως ἠγαπημένῳ· τὸν γὰρ οἶνον τὸν τοῦ Πνεύματος, ἐξεβλύσατε τῷ Κόσμῳ Ἀπόστολοι.

Δόξα...

Ὑπεράρχιε σύμμορφε, πανσθενεστάτη Τριὰς ἁγία, Πάτερ Λόγε Πνεῦμα ἅγιον, Θεὲ φῶς καὶ ζωή, φύλαττε τὴν ποίμνην σου.

Καὶ νῦν ... Θεοτοκίον

Χαῖρε θρόνε πυρίμορφε, χαῖρε λυχνία λαμπαδηφόρε, χαιρε ὄρος ἁγιάσματος, κιβωτὲ τῆς ζωῆς, Ἁγίων ἁγία σκηνή.

 

ᾨδὴ δ'

Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ

«Ἀκήκοεν ὁ Προφήτης, τὴν ἔλευσίν σου Κύριε, καὶ ἐφοβήθη, ὅτι μέλλεις ἐκ Παρθένου τίκτεσθαι, καὶ ἀνθρώποις δείκνυσθαι καὶ ἔλεγεν· Ἀκήκοα τὴν ἀκοήν σου καὶ ἐφοβήθην, δόξα τῇ δυνάμει σου Κύριε». (Δίς)

 

Τὰ ἔργα σου μὴ παρίδῃς, τὸ πλάσμα σου μὴ παρόψῃ Δικαιοκρῖτα· εἰ καὶ μόνος ἥμαρτον ὡς ἄνθρωπος, ὑπὲρ πάντα ἄνθρωπον Φιλάνθρωπε, ἀλλ' ἔχεις ὡς Κύριος πάντων τὴν ἐξουσίαν, ἀφιέναι ἁμαρτήματα.

 

Ἐγγίζει ψυχὴ τὸ τέλος, ἐγγίζει καὶ οὐ φροντίζεις, οὐχ ἑτοιμάζῃ. Ὁ καιρὸς συντέμνει, διανάστηθι, ἐγγὺς ἐπὶ θύραις ὁ Κριτής ἐστιν, ὡς ὄναρ, ὡς ἄνθος ὁ χρόνος τοῦ βίου τρέχει, τί μάτην ταραττόμεθα;

 

Ἀνάνηψον ὦ ψυχή μου, τὰς πράξεις σου ἃς εἰργάσω ἀναλογίζου, καὶ ταύταις ἐπ' ὄψεσι προσάγαγε, καὶ σταγόνας στάλαξον δακρύων σου, εἰπὲ παρρησίᾳ τὰς πράξεις, τὰς ἐνθυμήσεις, Χριστῷ, καὶ δικαιώθητι.

 

Οὐ γέγονεν ἐν τῷ βίῳ, ἁμάρτημα οὐδὲ πρᾶξις, οὐδὲ κακία, ἣν ἐγὼ Σωτὴρ οὐκ ἐπλημμέλησα, κατὰ νοῦν καὶ λόγον, καὶ προαίρεσιν, καὶ θέσει, καὶ γνώμῃ, καὶ πράξει ἐξαμαρτήσας, ὡς ἄλλος οὐδεὶς πώποτε.

 

Ἐντεῦθεν καὶ κατεκρίθην, ἐντεῦθεν κατεδικάσθην ἐγὼ ὁ τάλας, ὑπὸ τῆς οἰκείας συνειδήσεως, ἧς οὐδὲν ἐν κόσμῳ βιαιότερον. Κριτὰ λυτρωτά μου καὶ γνῶστα, φεῖσαι καὶ ῥῦσαι, καὶ σῶσόν με τὸν δείλαιον.

 

Ἡ κλῖμαξ ἣν εἶδε πάλαι, ὁ μέγας ἐν Πατριάρχαις, δεῖγμα ψυχή μου, πρακτικῆς ὑπάρχει ἐπιβάσεως, γνωστικῆς τυγχάνει ἀναβάσεως, εἰ θέλεις οὖν πράξει, καὶ γνώσει καὶ θεωρίᾳ, βιοῦν ἀνακαινίσθητι.

 

Τὸν καύσωνα τῆς ἡμέρας, ὑπέμεινε δι' ἔνδειαν ὁ Πατριάρχης καὶ τὸν παγετὸν τῆς νυκτὸς ἤνεγκε, καθ' ἡμέραν κλέμματα ποιούμενος, ποιμαίνων, πυκτεύων, δουλεύων, ἵνα τὰς δύο, γυναῖκας εἰσαγάγηται.

 

Γυναῖκάς μοι δύο νόει, τὴν πρᾶξίν τε καὶ τὴν γνῶσιν ἐν θεωρίᾳ, τὴν μὲν Λείαν, πρᾶξιν ὡς πολύτεκνον· τὴν Ῥαχὴλ δέ, γνῶσιν ὡς πολύπονον· καὶ γὰρ ἄνευ πόνων, οὐ πρᾶξις, οὐ θεωρία, ψυχὴ κατορθωθήσεται.

 

Γρηγόρησον ὦ ψυχή μου, ἀρίστευσον ὡς ὁ μέγας ἐν Πατριάρχαις, ἵνα κτήσῃ πρᾶξιν μετὰ γνώσεως, ἵνα χρηματίσῃς νοῦς ὁρῶν τὸν Θεόν, καὶ φθάσῃς τὸν ἄδυτον γνόφον ἐν θεωρίᾳ, καὶ γένῃ μεγαλέμπορος.

 

Τοὺς δώδεκα Πατριάρχας, ὁ μέγας ἐν Πατριάρχαις παιδοποιήσας, μυστικῶς ἐστήριξέ σοι κλίμακα, πρακτικῆς ψυχὴ μου ἀναβάσεως, τοὺς παῖδας, ὡς βάθρα, τὰς βάσεις, ὡς ἀναβάσεις, πανσόφως ὑποθέμενος.

 

Ἡσαῦ τὸν μεμισημενον, ζηλοῦσα ψυχή, ἀπέδου τῷ πτερνιστῇ σου, τὰ τοῦ πρώτου κάλλους πρωτοτόκια, καὶ τῆς πατρικῆς εὐχῆς ἐξέπεσας, καὶ δὶς ἑπτερνίσθης ἀθλία, πράξει καί, γνώσει· διὸ νῦν μετανόησον.

 

Ἐδὼμ ὁ Ἡσαῦ ἐκλήθη, δι' ἄκραν θηλυμανίας ἐπιμιξίαν· ἀκρασίᾳ γὰρ ἀεὶ πυρούμενος, καὶ ταῖς ἡδοναῖς κατασπιλούμενος. Ἐδὼμ ὠνομάσθη, ὃ λέγεται θερμασία, ψυχῆς φιλαμαρτήμονος.

 

Ἰὼβ τὸν ἐπὶ κοπρίας, ἀκούσασα ὦ ψυχή μου δικαιωθέντα, τὴν αὐτοῦ ἀνδρείαν οὐκ ἐζήλωσας, τὸ στερρὸν οὐκ ἔσχες τῆς προθέσεως, ἐν πᾶσιν οἷς ἔγνως, οἷς οἶδας, οἷς ἐπειράσθης, ἀλλ' ὤφθης ἀκαρτέρητος.

 

Ὁ πρότερον ἐπὶ θρόνου, γυμνὸς νῦν ἐπὶ κοπρίας καθηλκωμένος, ὁ πολὺς ἐν τέκνοις καὶ περίβλεπτος, ἄπαις ἀφαιρέοικος αἰφνίδιον· παλάτιον γὰρ τὴν κοπρίαν, καὶ μαργαρίτας, τὰ ἕλκη ἐλογίζετο.

 

Βασίλειον τὴν ἀξίαν, διάδημα καὶ πορφύραν ἠμφιεσμένος, πολυκτήμων ἄνθρωπος καὶ δίκαιος, πλούτῳ ἐπιβρίθων καὶ βοσκήμασιν, ἐξαίφνης τὸν πλοῦτον, τὴν δόξαν, τὴν βασιλείαν, πτωχεύσας ἀπεκείρατο.

 

Εἰ δίκαιος ἦν ἐκεῖνος, καὶ ἄμεμπτος παρὰ πάντας, καὶ οὐκ ἀπέδρα, τὰ τοῦ πλάνου ἔνεδρα καὶ σκάμματα, σὺ φιλαμαρτήμων οὖσα τάλαινα, ψυχὴ τί ποιήσεις, ἐάν τι τῶν ἀδοκήτων, συμβῇ ἐπενεχθῆναί σοι;

 

Τὸ σῶμα κατερρυπώθην, τὸ πνεῦμα κατεσπιλώθην, ὅλως ἡλκώθην, ἀλλ' ὡς ἰατρὸς Χριστὲ ἀμφότερα, διὰ μετανοίας μοι θεράπευσον, ἀπόλουσον, κάθαρον, πλῦνον, δεῖξον Σωτήρ μου, χιόνος καθαρώτερον.

 

Τὸ Σῶμά σου καὶ τὸ Αἷμα, σταυρούμενος ὑπὲρ πάντων, ἔθηκας Λόγε, τὸ μὲν Σῶμα, ἵνα ἀναπλάσῃς με, τὸ δὲ Αἷμα, ἵνα ἀποπλύνῃς με, τὸ πνεῦμα παρέδωκας, ἵνα ἐμὲ προσάξῃς, Χριστὲ τῷ σῷ Γεννήτορι.

 

Εἰργάσω τὴν σωτηρίαν, ἐν μέσῳ τῆς γῆς οἰκτίρμον, ἵνα σωθῶμεν, ἑκουσίως ξύλῳ ἀνεσταύρωσαι, ἡ Ἐδὲμ κλεισθεῖσα ἀνεῴγνυτο· τὰ ἄνω, τὰ κάτω, ἡ κτίσις, τὰ ἔθνη πάντα, σωθέντα προσκυνοῦσί σε.

 

Γενέσθω μοι κολυμβήθρα, τὸ Αἷμα τὸ ἐκ πλευρᾶς σου, ἅμα καὶ πόμα, τὸ πηγάσαν ὕδωρ τῆς ἀφέσεως, ἵνα ἑκατέρωθεν καθαίρωμαι, χριόμενος, πίνων, ὡς χρῖσμα καὶ πόμα Λόγε, τὰ ζωηρά σου λόγια.

 

Γυμνός εἰμι τοῦ Νυμφῶνος, γυμνός εἰμι καὶ τοῦ γάμου, ἅμα καὶ δείπνου, ἡ λαμπὰς ἐσβέσθη ὡς ἀνέλαιος, ἡ παστὰς ἐκλείσθη μοι καθεύδοντι, τὸ δεῖπνον ἐβρώθη· ἐγὼ δὲ χεῖρας καὶ πόδας, δεθεὶς ἔξω ἀπέρριμμαι.

 

Κρατῆρα ἡ Ἐκκλησία, ἐκτήσατο τὴν Πλευράν σου τὴν ζωηφόρον, ἐξ ἧς ὁ διπλοῦς ἡμῖν ἐξέβλυσε, κρουνὸς τῆς ἀφέσεως καὶ γνώσεως, εἰς τύπον τῆς πάλαι, τῆς νέας, τῶν δύο ἅμα, Διαθηκῶν Σωτὴρ ἡμῶν.

 

Ὁ χρόνος ὁ τῆς ζωῆς μου, ὀλίγος καὶ πλήρης πόνων καὶ πονηρίας, ἀλλ' ἐν μετανοίᾳ με παράλαβε, καὶ ἐν ἐπιγνώσει ἀνακάλεσαι μὴ γένωμαι κτῆμα, μὴ βρῶμα τοῦ ἀλλοτρίου. Σωτὴρ αὐτός με οἴκτειρον.

 

Ὑψήγορος νῦν ὑπάρχω, θρασὺς δὲ καὶ τὴν καρδίαν, εἰκῇ καὶ μάτην· μὴ τῷ Φαρισαίῳ συγκαταδικάσῃς με, μᾶλλον τοῦ Τελώνου τὴν ταπείνωσιν, παράσχου μοι μόνε οἰκτίρμον, δικαιοκρῖτα, καὶ τούτῳ συναρίθμησον.

 

Ἐξήμαρτον ἐνυβρίσας, τὸ σκεῦος τὸ τῆς σαρκός μου, οἶδα οἰκτίρμον, ἀλλ' ἐν μετανοίᾳ με παράλαβε, καὶ ἐν ἐπιγνώσει ἀνακάλεσαι, μὴ γένωμαι κτῆμα, μὴ βρῶμα τοῦ ἀλλοτρίου· Σωτὴρ αὐτός με οἴκτειρον.

 

Αὐτείδωλον ἐγενόμην, τοῖς πάθεσι τὴν ψυχήν μου καταμολύνας, ἀλλ' ἐν μετανοίᾳ με παράλαβε, καὶ ἐν ἐπιγνώσει ἀνακάλεσαι, μὴ γένωμαι κτῆμα, μὴ βρῶμα τοῦ ἀλλοτρίου. Σωτὴρ αὐτός με οἴκτειρον.

 

Οὐκ ἤκουσα τῆς φωνῆς σου, παρήκουσα τῆς γραφῆς σου τοῦ Νομοθέτου, ἀλλ' ἐν μετανοίᾳ με παράλαβε, καὶ ἐν ἐπιγνώσει ἀνακάλεσαι, μὴ γένωμαι κτῆμα, μὴ βρῶμα τοῦ ἀλλοτρίου, Σωτὴρ αὐτός με οἴκτειρον.

Ὁσία τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν

Ἀσώματον πολιτείαν, ἐν σώματι μετελθοῦσα, χάριν Ὁσία, πρὸς Θεοῦ μεγίστην ὄντως εἴληφας, τῶν πιστῶς τιμώντων σε προΐστασο· διὸ δυσωποῦμεν, παντοίων πειρατηρίων, ἡμᾶς εὐχαῖς σου λύτρωσαι.

Ὁσία τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν

Μεγάλων ἀτοπημάτων, εἰς βάθος κατενεχθεῖσα, οὐ κατεσχέθης, ἀλλ' ἀνέδραμες λογισμῷ κρείττονι, πρὸς τὴν ἀκροτάτην διαπράξεως, σαφῶς ἀρετὴν παραδόξως, Ἀγγέλων φύσιν, Μαρία καταπλήξασα.

Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν

Ἀνδρέα Πατέρων κλέος, εὐχαῖς σου μὴ ἐπιλάθῃ καθικετεύων, παρεστὼς Τριάδα τὴν ὑπέρθεον, ὅπως λυτρωθῶμεν τῆς κολάσεως, οἱ πόθῳ προστάτην σε θεῖον, ἐπικαλοῦντες, τὸ Κρήτης ἐγκαλλώπισμα.

Δόξα...

Ἀμέριστον τῇ οὐσίᾳ, ἀσύγχυτον τοῖς προσώποις θεολογῶ σε, τὴν Τριαδικὴν μίαν Θεότητα, ὡς Ὁμοβασίλειον καὶ σύνθρονον, βοῶ σοι τὸ ᾎσμα, τὸ μέγα, τὸ ἐν ὑψίστοις, τρισσῶς ὑμνολογούμενον.

Καὶ νῦν ... Θεοτοκίον

Καὶ τίκτεις καὶ παρθενεύεις, καὶ μένεις δι' ἀμφοτέρων, φύσει Παρθένος, ὁ τεχθεὶς καινίζει νόμους φύσεως, ἡ νηδὺς δὲ κύει μὴ λοχεύουσα, Θεὸς ὅπου θέλει, νικᾶται φύσεως τάξις· ποιεῖ γὰρ ὅσα βούλεται.

 

ᾨδὴ ε'

Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ

«Ἐκ νυκτὸς ὀρθρίζοντα Φιλάνθρωπε, φώτισον δέομαι, καὶ ὁδήγησον κᾀμέ, ἐν τοῖς προστάγμασί σου, καὶ δίδαξόν με Σωτήρ, ποιεῖν τὸ θέλημά σου». (Δίς)

 

Ἐν νυκτὶ τὸν βίον μου διῆλθον ἀεί· σκότος γὰρ γέγονε, καὶ βαθεῖά μοι ἀχλύς, ἡ νὺξ τῆς ἁμαρτίας, ἀλλ' ὡς ἡμέρας υἱόν, Σωτὴρ ἀνάδειξόν με.

 

Τὸν Ῥουβὶμ μιμούμενος ὁ τάλας ἐγώ, ἔπραξα ἄθεσμον, καὶ παράνομον βουλήν, κατὰ Θεοῦ Ὑψίστου, μιάνας κοίτην ἐμήν, ὡς τοῦ πατρὸς ἐκεῖνος.

 

Ἐξομολογοῦμαί σοι Χριστὲ Βασιλεῦ. Ἥμαρτον ἥμαρτον, ὡς οἱ πρὶν τῷ Ἰωσήφ, ἀδελφοὶ πεπρακότες, τὸν τῆς ἁγνείας καρπόν, καὶ τὸν τῆς σωφροσύνης.

 

Ὑπὸ τῶν συγγόνων ἡ δικαία ψυχή, δέδοτο πέπρατο, εἰς δουλείαν ὁ γλυκύς, εἰς τύπον τοῦ Κυρίου· αὐτὴ δὲ ὅλη ψυχή, ἐπράθης τοῖς κακοῖς σου.

 

Ἰωσὴφ τὸν δίκαιον, καὶ σώφρονα νοῦν, μίμησαι τάλαινα, καὶ ἀδόκιμε ψυχή, καὶ μὴ ἀκολασταίνου, ταῖς παραλόγοις ὁρμαῖς, ἀεὶ παρανομοῦσα.

 

Εἰ καὶ λάκκῳ ᾤκησε ποτὲ Ἰωσήφ, Δέσποτα Κύριε, ἀλλ' εἰς τύπον τῆς Ταφῆς, καὶ τῆς Ἐγέρσεώς σου· ἐγὼ δέ τί σοι ποτέ, τοιοῦτο προσενέγκω;

 

Τοῦ Μωσέως ἤκουσας τὴν θίβην ψυχή, ὕδασι, κύμασι φερομένην ποταμοῦ, ὡς ἐν θαλάμῳ πάλαι, φυγοῦσαν δρᾶμα πικρόν, βουλῆς Φαραωνίτου.

 

Εἰ τὰς μαίας ἤκουσας κτεινούσας ποτέ, ἄνηβον τάλαινα, τὴν ἀρρενωπὸν ψυχή, τῆς σωφροσύνης πρᾶξιν, νῦν ὡς ὁ μέγας Μωσῆς, τιθηνοῦ τὴν σοφίαν.

 

Ὡς Μωσῆς ὁ μέγας τὸν Αἰγύπτιον νοῦν, πλήξασα τάλαινα, οὐκ ἀπέκτεινας ψυχή, καὶ πῶς οἰκήσεις λέγε, τὴν ἔρημον τῶν παθῶν, διὰ τῆς μετανοίας;

 

Τὰς ἐρήμους ᾤκησεν ὁ μέγας Μωσῆς, δεῦρο ἵνα καὶ τῆς δὲ μίμησαι, τὴν αὐτοῦ διαγωγήν, ἐν βάτῳ, θεοφανείας ψυχή, ἐν θεωρίᾳ γένῃ.

 

Τὴν Μωσέως ῥάβδον εἰκονίζου ψυχή, πλήττουσαν θάλασσαν, καὶ πηγνύουσαν βυθόν, τύπῳ Σταυροῦ τοῦ θείου, δι' οὗ δυνήσῃ καὶ σύ, μεγάλα ἐκτελέσαι.

 

Ἀαρὼν προσέφερε τὸ πῦρ τῷ Θεῷ, ἄμωμον ἄδολον, ἀλλ' ὀφνεῖ, καὶ Φινεές, ὡς σὺ ψυχὴ προσῆγον, ἀλλότριον τῷ Θεῷ, ῥερυπωμένον βίον.

 

Ὡς βαρὺς τὴν γνώμην Φαραὼ τῷ πικρῷ, γέγονα Κύριε, Ἰαννὴς καὶ Ἰαμβρὴς τὴν ψυχὴν καὶ τὸ σῶμα, καὶ ὑποβρύχιος νοῦς, ἀλλὰ βοήθησόν μοι.

 

Τῷ πηλῷ συμπέφυρμαι ὁ τάλας τὸν νοῦν, πλῦνόν με Δέσποτα, τῷ λουτῆρι τῶν ἐμῶν, δακρύων δέομαί σου, τὴν τῆς σαρκός μου στολήν, λευκάνας ὡς χιόνα.

 

Ἐὰν ἐρευνήσω μου τὰ ἔργα Σωτήρ, ἅπαντα ἄνθρωπον, ὑπερβάντα ἐμαυτόν, ὁρῶ ταῖς ἁμαρτίαις, ὅτι ἐν γνώσει φρενῶν, ἥμαρτον, οὐκ ἀγνοίᾳ.

 

Φεῖσαι φεῖσαι Κύριε, τοῦ πλάσματός σου. Ἥμαρτον ἄνες μοι, ὁ τῇ φύσει καθαρός, αὐτὸς ὑπάρχων μόνος, καὶ ἄλλος πλήν σου οὐδείς, ὑπάρχει ἔξω ῥύπου.

 

Δι' ἐμὲ Θεὸς ὢν ἐμορφώθης ἐμέ, ἔδειξας θαύματα, ἰασάμενος λεπρούς, καὶ παραλύτους σφίγξας, Αἱμόρρου στήσας Σωτήρ, ἁφῇ κρασπέδου ῥύσιν.

 

Τὴν Αἱμόρρουν μίμησαι ἀθλία ψυχὴ πρόσδραμε κράτησον, τοῦ κρασπέδου τοῦ Χριστοῦ, ἵνα ῥυσθῇς μαστίγων, ἀκούσῃς δὲ παρ' αὐτοῦ· Ἡ πίστις σου σέσωκέ σε.

 

Τὴν χαμαὶ συγκύπτουσαν μιμοῦ ὦ ψυχή, πρόσελθε, πρόσπεσον, τοῖς ποσὶ τοῦ Ἰησοῦ, ἵνα σε ἀνορθώσῃ, καὶ βηματίσεις ὀρθῶς, τὰς τρίβους τοῦ Κυρίου.

 

Εἰ καὶ φρέαρ Δέσποτα ὑπάρχεις βαθύ, βλῦσόν μοι νάματα, ἐξ ἀχράντων σου φλεβῶν, ἵν' ὡς ἡ Σαμαρεῖτις, μηκέτι πίνων διψῶ· ζωῆς γὰρ ῥεῖθρα βρύεις.

 

Σιλωὰμ γενέσθω μοι τὰ δάκρυά μου, Δέσποτα Κύριε, ἵνα νίψωμαι κᾀγώ, τὰς κόρας τῆς καρδίας, καὶ ἴδω σε νοερῶς, τὸ φῶς τὸ πρὸ αἰώνων.

Ὁσία τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν

Ἀσυγκρίτῳ ἔρωτι πανόλβιε, ξύλον ποθήσασα, προσκυνῆσαι τοῦ Σταυροῦ, ἠξίωσαι τοῦ πόθου, ἀξίωσον οὖν κᾀμέ, τυχεῖν τῆς ἄνω δόξης.

Ὁσία τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν

Ῥεῖθρον Ἰορδάνειον περάσασα, εὗρες ἀνάπαυσιν, τὴν ἀνώδυνον σαρκός, ἡδονὴν ἐκφυγοῦσα, ἧς καὶ ἡμᾶς ἐξελοῦ, σαῖς προσευχαῖς Ὁσία.

Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν

Ὡς ποιμένων ἄριστον Ἀνδρέα σόφε, πρόκριτον ὄντα σε, πόθῳ δέομαι πολλῷ, καὶ φόβῳ σαῖς πρεσβείαις, τῆς σωτηρίας τυχεῖν, καὶ ζωῆς αἰωνίου.

Δόξα...

Σὲ Τριὰς δοξάζομεν τὸν ἕνα Θεόν, Ἅγιος, Ἅγιος, Ἅγιος εἶ ὁ Πατήρ, ὁ Υἱὸς καὶ τὸ Πνεῦμα, ἁπλὴ οὐσία Μονάς, ἀεὶ προσκυνουμένη.

Καὶ νῦν ... Θεοτοκίον

Ἐκ σοῦ ἠμφιάσατο τὸ φύραμά μου, ἄφθορε ἄνανδρε, Μητροπάρθενε Θεός, ὁ κτίσας τοὺς αἰῶνας, καὶ ἥνωσεν ἑαυτῷ, τὴν τῶν ἀνθρώπων φύσιν.

 

ᾨδὴ ς'

Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ

«Ἐβόησα ἐν ὅλῃ καρδίᾳ μου, πρὸς τὸν οἰκτίρμονα Θεόν, καὶ ἐπήκουσέ μου ἐξ ᾍδου κατωτάτου, καὶ ἀνήγαγεν ἐκ φθορᾶς τὴν ζωήν μου». (Δίς)

 

Τὰ δάκρυα Σωτὴρ τῶν ὀμμάτων μου, καὶ τοὺς ἐκ βάθους στεναγμούς, καθαρῶς προσφέρω, βοώσης τῆς καρδίας, ὁ Θεὸς ἡμάρτηκά σοι, ἱλάσθητί μοι.

 

Ἐξένευσας ψυχὴ τοῦ Κυρίου σου, ὥσπερ Δαθὰν καὶ Ἀβειρών· ἀλλὰ φεῖσαι κράξον, ἐξ ᾍδου κατωτάτου, ἵνα μὴ τὸ χάσμα, τῆς γῆς σὲ συγκαλύψῃ.

 

Ὡς δάμαλις ψυχὴ παροιστρήσασα, ἐξωμοιώθης τῷ Ἐφραίμ, ὡς δορκὰς ἐκ βρόχων, ἀνάσωσον τὸν βίον, πτερωθεῖσα πράξει, καὶ νῷ καὶ θεωρίᾳ.

 

Ἡ χεὶρ ἡμᾶς Μωσέως πιστώσεται, ψυχὴ πῶς δύναται Θεός, λεπρωθέντα βίον, λευκάναι καὶ καθάραι· καὶ μὴ ἀπογνῷς σεαυτήν, κἂν ἐλεπρώθης.

 

Τὰ κύματα, Σωτὴρ τῶν πταισμάτων μου, ὡς ἐν θαλάσσῃ Ἐρυθρᾷ, ἐπαναστραφέντα, ἐκάλυψέ με ἄφνω, ὡς τοὺς Αἰγυπτίους, ποτὲ καὶ τοὺς τριστάτας.

 

Ἀγνώμονα, ψυχὴ τὴν προαίρεσιν, ἔσχες ὡς πρὶν ὁ Ἰσραήλ· τοῦ γὰρ θείου μάννα, προέκρινας ἀλόγως, τὴν φιλήδονον, τῶν παθῶν ἀδηφαγίαν.

 

Τὰ ὕεια, κρέα καὶ τοὺς λέβητας, καὶ τὴν Αἰγύπτιον τροφήν, τῆς ἐπουρανίου, προέκρινας ψυχή μου ὡς ὁ πρὶν ἀγνώμων, λαὸς ἐν τῇ ἐρήμῳ.

 

Τὰ φρέατα, ψυχὴ προετίμησας, τῶν Χαναναίων ἐννοιῶν, τῆς φλεβὸς τὴν πέτραν, ἐξ ἧς ὁ τῆς σοφίας, ὡς κρατὴρ προχέει, κρουνοὺς θεολογίας.

 

Ὡς ἔπληξε, Μωσῆς ὁ θεράπων σου, ῥάβδῳ τὴν πέτραν τυπικῶς, τὴν ζωοποιόν σου, Πλευρὰν προδιετύπου, ἐξ ἧς πάντες πόμα, ζωῆς Σωτὴρ ἀντλοῦμεν.

 

Ἐρεύνησον, ψυχὴ κατασκόπευσον, ὡς Ἰησοῦς ὁ τοῦ Ναυῆ, τῆς κληροδοσίας, τὴν γῆν ὁποία ἐστί, καὶ κατοίκησον, ἐν αὐτῇ δι' εὐνομίας.

 

Ἀνάστηθι, καὶ καταπολέμησον, ὡς Ἰησοῦς τὸν Ἀμαλήκ, τῆς σαρκὸς τὰ πάθη, καὶ τοὺς Γαβαωνίτας, τοὺς ἀπατηλοὺς λογισμούς, ἀεὶ νικῶσα.

 

Διάβηθι, τοῦ χρόνου τὴν ῥέουσαν, φύσιν ὡς πρὶν ἡ Κιβωτός, καὶ τῆς γῆς ἐκείνης, γενοῦ ἐν κατασχέσει, τῆς ἐπαγγελίας ψυχή, Θεὸς κελεύει.

 

Ὡς ἔσωσας, τὸν Πέτρον βοήσαντα, σῶσον προφθάσας με Σωτήρ, τοῦ θηρός με ῥῦσαι, ἐκτείνας σου τὴν χεῖρα, καὶ ἀνάγαγε τοῦ βυθοῦ τῆς ἁμαρτίας.

 

Λιμένα σε, γινώσκω γαλήνιον, Δέσποτα Δέσποτα Χριστέ, ἀλλ' ἐκ τῶν ἀδύτων, βυθῶν τῆς ἁμαρτίας, καὶ τῆς ἀπογνώσεώς με, προφθάσας ῥῦσαι.

 

Ἐγώ εἰμι, Σωτὴρ ἣν ἀπώλεσας, πάλαι βασίλειον δραχμήν, ἀλλ' ἀνάψας λύχνον, τὸν Πρόδρομόν σου Λόγε, ἀναζήτησον, καὶ εὑρὲ τὴν σὴν εἰκόνα.

Ὁσία τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν

Ἵνα παθῶν, φλογμὸν κατασβέσῃς, δακρύων ἔβλυζες ἀεί, ὀχετοὺς Μαρία, ψυχὴν πυρπολουμένην, ὧν τὴν χάριν νέμοις, κᾀμοὶ τῷ σῷ οἰκέτῃ.

Ὁσία τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν

Ἀπάθειαν, ἐκτήσω οὐράνιον, δι' ἀκροτάτης ἐπὶ γῆς, πολιτείας, Μῆτερ· διὸ τοὺς σὲ ὑμνοῦντας, ἐκ παθῶν ῥυσθῆναι, πρεσβείαις σου δυσώπει.

Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν

Τῆς Κρήτης σε, Ποιμένα καὶ πρόεδρον, καὶ Οἰκουμένης πρεσβευτήν, ἐγνωκὼς προστρέχω, Ἀνδρέα καὶ βοῶ σοι· Ἐξελοῦ με Πάτερ, βυθοῦ τῆς ἁμαρτίας.

Δόξα...

Τριάς εἰμι, ἁπλὴ ἀδιαίρετος, διαιρετὴ προσωπικῶς, καὶ Μονὰς ὑπάρχω, τῇ φύσει ἡνωμένη. Ὁ Πατήρ φησιν, ὁ Υἱὸς καὶ θεῖον Πνεῦμα.

Καὶ νῦν ... Θεοτοκίον

Ἡ μήτρα σου, Θεὸν ἡμῖν ἔτεκε, μεμορφωμένον καθ' ἡμᾶς, ἀλλ' ὡς Κτίστην πάντων, δυσώπει Θεοτόκε, ἵνα ταῖς πρεσβείαις, ταῖς σαῖς δικαιωθῶμεν.

Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ

«Ἐβόησα ἐν ὅλῃ καρδίᾳ μου, πρὸς τὸν οἰκτίρμονα Θεόν, καὶ ἐπήκουσέ μου ἐξ ᾍδου κατωτάτου, καὶ ἀνήγαγεν ἐκ φθορᾶς τὴν ζωήν μου».

 

Κοντάκιον

Ἦχος πλ. β' ΤΟ ΑΚΟΥΤΕ

Ψυχή μου ψυχή μου, ἀνάστα, τί καθεύδεις; τὸ τέλος ἐγγίζει, καὶ μέλλεις θορυβεῖσθαι, ἀνάνηψον οὖν, ἵνα φείσηταί σου Χριστὸς ὁ Θεός, ὁ πανταχοῦ παρών, καὶ τὰ πάντα πληρῶν.

Ὁ Οἶκος

Τὸ τοῦ Χριστοῦ ἰατρεῖον βλέπων ἀνεῳγμένον, καὶ τὴν ἐκ τούτου τῷ Ἀδὰμ πηγάζουσαν ὑγείαν, ἔπαθεν, ἐπλήγη ὁ διάβολος, καὶ ὡς κινδυνεύων ὠδύρετο, καὶ τοῖς αὐτοῦ φίλοις ἀνεβόησε· τί ποιήσω τῷ Υἱῷ τῆς Μαρίας; κτείνει με ὁ Βηθλεεμίτης, ὁ πανταχοῦ παρών, καὶ τὰ πάντα πληρῶν.

 

Συναξάριον

Τῇ αὐτῇ ἡμέρᾳ, Πέμπτῃ τῆς πέμπτης Ἑβδομάδος τῶν Νηστειῶν, κατὰ τὴν ἀρχαίαν παράδοσιν, ψάλλομεν τὴν Ἀκολουθίαν τοῦ Μεγάλου καὶ κατανυκτικοῦ Κανόνος.

Στίχοι

Τρόπους, Ἰησοῦ, κατανύξεως δίδου,

ᾌδουσι νυνὶ Κανόνα σοι τὸν Μέγαν.

 

Ταῖς τοῦ ἁγίου Ἀνδρέου πρεσβείαις, ὁ Θεὸς ἐλέησον καὶ σῶσον ἡμᾶς.

 

Ἦχος πλ. β'

Ἐν τῇ Βασιλείᾳ σου μνήσθητι ἡμῶν Κύριε, ὅταν ἔλθῃς ἐν τῇ βασιλείᾳ σου

Λῃστὴν τοῦ Παραδείσου Χριστὲ πολίτην, ἐπὶ Σταυροῦ σοι βοήσαντα, τὸ Μνήσθητί μου προαπειργάσω, αὐτοῦ τῆς μετανοίας ἀξίωσον κᾀμὲ τὸν ἀνάξιον.

Μακάριοι οἱ πτωχοὶ τῷ πνεύματι, ὅτι αὐτῶν ἐστιν ἡ Βασιλεία τῶν Οὐρανῶν

Τὸν Μανωὲ ἀκούεις πάλαι ψυχή μου, Θεοῦ ἐν φαντασίᾳ γενόμενον, καὶ τὸν ἐκ στείρας τότε λαβόντα, καρπὸν ἐπαγγελίας, αὐτοῦ τὸ εὐσεβὲς μιμησώμεθα.

Μακάριοι οἱ πενθοῦντες, ὅτι αὐτοὶ παρακληθήσονται

Τὴν τοῦ Σαμψὼν ζηλώσασα ῥαθυμίαν, τὴν δόξαν ἀπεκείρω τῶν ἔργων σου, ψυχὴ προδοῦσα τοῖς ἀλλοφύλοις, διὰ φιληδονίας, τὴν σώφρονα ζωὴν καὶ μακάριον.

Μακάριοι οἱ πρᾳεῖς, ὅτι αὐτοὶ κληρονομήσουσι τὴν γῆν

Ὁ πρὶν ἐν σιαγόνι ὄνου νικήσας, τοὺς ἀλλοφύλους νῦν παρανάλωμα, τῆς ἐμπαθοῦς λαγνείας εὑρέθη, ἀλλ' ἔκφυγε ψυχή μου, τὴν μίμησιν, τὴν πρᾶξιν, τὴν χαύνωσιν.

Μακάριοι οἱ πεινῶντες καὶ διψῶντες τὴν δικαιοσύνην, ὅτι αὐτοὶ χορτασθήσονται

Βαρὰκ καὶ Ἰεφθάε οἱ στρατιάρχαι, κριταὶ τοῦ Ἰσραὴλ προεκρίθησαν, μεθ' ὧν Δεβόρρα ἡ ἀρρενόφρων, αὐτῶν ταῖς ἀριστείαις, ψυχὴ ἀρρενωθεῖσα κρατύνθητι.

Μακάριοι οἱ ἐλεήμονες, ὅτι αὐτοὶ ἐλεηθήσονται

Τὴν Ἰαὴλ ἀνδρείαν ἔγνως ψυχή μου, τὴν τὸν Σισάρα πρὶν σκολοπίσασαν, καὶ σωτηρίαν ἐργασαμένην, τὸν πάσσαλον ἀκούεις, δι' οὗ σοι ὁ Σταυρὸς εἰκονίζεται.

Μακάριοι οἱ καθαροὶ τῇ καρδίᾳ, ὅτι αὐτοὶ τὸν Θεὸν ὄψονται

Θῦσον ψυχὴ θυσίαν ἐπαινουμένην, πρᾶξιν ὡς θυγατέρα προσάγαγε, τῆς Ἰεφθάε καθαρωτέραν, καὶ σφάξον ὥσπερ θῦμα, τὰ πάθη τῆς σαρκὸς τῷ Κυρίῳ σου.

Μακάριοι οἱ εἰρηνοποιοί, ὅτι αὐτοὶ Υἱοὶ Θεοῦ κληθήσονται

Τοῦ Γεδεὼν τὸν πόκον νόει ψυχή μου, ἐξ οὐρανοῦ τὴν δρόσον ὑπόδεξαι, καὶ κύψον ὥσπερ δορκὰς καὶ πίε, τὸ νᾶμα τὸ ἐκ νόμου, ῥυὲν τῇ ἀποθλίψει τοῦ γράμματος.

Μακάριοι οἱ δεδιωγμένοι ἕνεκεν δικαιοσύνης, ὅτι αὐτῶν ἐστιν ἡ Βασιλεία τῶν οὐρανῶν

Ἠλεῖ τοῦ Ἱερέως τὴν καταδίκην, ψυχή μου ἐπεσπάσω δι' ἔνδειαν, φρενῶν ἀνασχομένη τὰ πάθη, ἐν σοὶ ὥσπερ ἐκεῖνος, τὰ τέκνα ἐνεργεῖν τὰ παράνομα.

Μακάριοι ἐστέ, ὅταν ὀνειδίσωσιν ὑμᾶς, καὶ διώξωσι, καὶ εἴπωσι πᾶν πονηρὸν ῥῆμα, καθ' ὑμῶν ψευδόμενοι, ἕνεκεν ἐμοῦ.

Ἐν τοῖς κριταῖς Λευΐτης δι' ἐμμελείας, τὴν ἑαυτοῦ γυναίκα ταῖς δώδεκα, φυλαῖς διεῖλε ψυχή μου, ἵνα τὸ μῖσος θριαμβεύσῃ, τὸ ἐκ Βενιαμὶν τὸ παράνομον.

Χαίρετε καὶ ἀγαλλιᾶσθε, ὅτι ὁ μισθὸς ὑμῶν πολὺς ἐν τοῖς οὐρανοῖς

Ἡ φιλοσώφρων Ἄννα προσευχομένη, τὰ χείλη μὲν ἐκίνει πρὸς αἴνεσιν, φωνὴ δὲ ταύτης οὐκ ἐξηχεῖτο· ἀλλ' ὅμως στεῖρα οὖσα, Υἱὸν τῆς προσευχῆς τίκτει ἄξιον.

Μνήσθητι ἡμῶν, Κύριε, ὅταν ἔλθῃς ἐν τῇ Βασιλείᾳ σου

Ἐν τοῖς κριταῖς ὁ Ἄννης ἐκρίθη γόνος, ὁ μέγας Σαμουήλ, ὃν ἐθρέψατο, ἡ Ἀρμαθὲμ ἐν οἴκῳ Κυρίου, αὐτὸν ζήλου ψυχή μου, καὶ κρῖναι πρὸς τῶν ἄλλων τὰ ἔργα σου.

Μνήσθητι ἡμῶν, Δέσποτα, ὅταν ἔλθῃς ἐν τῇ Βασιλείᾳ σου

Δαυῒδ εἰς Βασιλέα ἐκλελεγμένος, βασιλικῶς ἐχρίσθη τῷ κέρατι, τοῦ θείου μύρου· σὺ οὖν ψυχή μου, τὴν ἄνω Βασιλείαν εἰ θέλεις, μύρῳ χρῖσαι τοῖς δάκρυσιν.

Μνήσθητι ἡμῶν, Ἅγιε, ὅταν ἔλθῃς ἐν τῇ Βασιλείᾳ σου

Ἐλέησον τὸ πλάσμα σου Ἐλεῆμον, οἴκτειρον τῶν χειρῶν σου τὸ ποίημα, καὶ φεῖσαι πάντων ἡμαρτηκότων, κᾀμοῦ τοῦ ὑπὲρ πάντας, τοῖς σοῖς ὑπεριδόντος προστάγμασι.

Δόξα...

Ἀνάρχῳ καὶ γεννήσει τε καὶ προόδῳ, Πατέρα προσκυνῶ τὸν γεννήσαντα, Υἱὸν δοξάζω τὸν γεννηθέντα, ὑμνῶ τὸ συνεκλάμπον Πατρί τε, καὶ Υἱῷ, Πνεῦμα Ἅγιον.

Καὶ νῦν ... Θεοτοκίον

Τὸν ὑπερ φύσιν Τόκον σου προσκυνοῦμεν, τὴν κατὰ φύσιν δόξαν τοῦ βρέφους σου, μὴ διαιροῦντες Θεογεννῆτορ· ὁ εἷς γὰρ τῷ προσώπῳ, διττὸς ὁμολογεῖται ταῖς φύσεσιν.

 

ᾨδὴ ζ'

Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ

«Ἡμάρτομεν, ἠνομήσαμεν, ἠδικήσαμεν ἐνώπιόν σου, οὐδὲ συνετηρήσαμεν, οὐδὲ ἐποιήσαμεν, καθὼς ἐνετείλω ἡμῖν. Ἀλλὰ μὴ παραδῴης ἡμᾶς εἰς τέλος, ὁ τῶν Πατέρων Θεός». (Δίς)

 

Ἡμάρτηκα, ἐπλημμέλησα, καὶ ἠθέτησα τὴν ἐντολήν σου, ὅτι ἐν ἁμαρτίαις προήχθην, καὶ προσέθηκα τοῖς μώλωψι τραῦμα ἐμοί, ἀλλ' αὐτός με ἐλέησον ὡς εὔσπλαγχνος, ὁ τῶν Πατέρων Θεός.

 

Τὰ κρύφια τῆς καρδίας μου, ἐξηγόρευσά σοι τῷ Κριτῇ μου, ἴδε μου τὴν ταπείνωσιν, ἴδε καὶ τὴν θλίψιν μου, καὶ πρόσχες τῇ κρίσει μου νῦν, καὶ αὐτός με ἐλέησον ὡς εὔσπλαγχνος ὁ τῶν Πατέρων Θεός.

 

Σαοὺλ ποτέ, ὡς ἀπώλεσε, τοῦ πατρὸς αὐτοῦ ψυχὴ τὰς ὄνους, πάρεργον τὸ βασίλειον εὗρε, πρὸς ἀνάρρησιν. Ἀλλ' ὅρα μὴ λάθῃς σαυτήν, τὰς κτηνώδεις ὀρέξεις σου, προκρίνουσα τῆς βασιλείας Χριστοῦ.

 

Δαυῒδ ποτέ, ὁ πατρόθεος, εἰ καὶ ἥμαρτε διττῶς ψυχή μου, βέλει μὲν τοξευθεὶς τῆς μοιχείας, τῷ δὲ δόρατι ἁλοὺς τῆς τοῦ φόνου ποινῆς· ἀλλ' αὐτὴ τὰ βαρύτερα τῶν ἔργων νοσεῖς, ταῖς κατὰ γνώμην ὁρμαῖς.

 

Συνῆψε μέν, ὁ Δαυῒδ ποτέ, ἀνομήματι τὴν ἀνομίαν· φόνῳ γὰρ τὴν μοιχείαν ἐκίρνα, τὴν μετάνοιαν εὐθὺς παραδείξας διπλῆν· ἀλλ' αὐτὴ πονηρότερα εἰργάσω, ψυχή, μὴ μεταγνοῦσα Θεῷ.

 

Δαυῒδ ποτὲ ἀνεστήλωσε, συγγραψάμενος ὡς ἐν εἰκόνι, ὕμνον, δι' οὗ τὴν πρᾶξιν ἐλέγχει, ἣν εἰργάσατο κραυγάζων· Ἐλέησόν με· σοὶ γὰρ μόνῳ ἐξήμαρτον, τῷ πάντων Θεῷ, αὐτὸς καθάρισόν με.

 

Ἡ Κιβωτός, ὡς ἐφέρετο, ἐπιδίφριος ὁ Ζὰν ἐκεῖνος, ὅτε ἀνατραπέντος τοῦ μόσχου, μόνον ἥψατο, Θεοῦ ἐπειράθη ὀργῆς, ἀλλ' αὐτοῦ τὴν αὐθάδειαν, φυγοῦσα ψυχή, σέβου τὰ θεῖα καλῶς.

 

Ἀκήκοας, τοῦ Ἀβεσσαλώμ, πῶς τῆς φύσεως ἀντεξανέστη, ἔγνως τὰς ἐναγεῖς αὐτοῦ πράξεις, αἷς ἐξύβρισε, τὴν κοίτην Δαυῒδ τοῦ πατρός· ἀλλ' αὐτὴ ἐμιμήσω, τὰς αὐτοῦ ἐμπαθεῖς, καὶ φιληδόνους ὁρμάς.

 

Ὑπέταξας, τὸ ἀδούλωτον, σοῦ ἀξίωμα τῷ σώματί σου· ἄλλον γάρ, Ἀχιτόφελ εὑροῦσα τὸν ἐχθρὸν σὺ ψυχή, συνῆλθες ταῖς τούτου βουλαῖς. Ἀλλ' αὐτὰς διεσκέδασεν, αὐτὸς ὁ Χριστός, ἵνα σὺ πάντων σωθῇς.

 

Ὁ Σολομών, ὁ θαυμάσιος, ὁ καὶ χάριτος σοφίας πλήρης, οὗτος τὸ πονηρὸν ἐναντίον, τοῦ Θεοῦ ποτέ, ποιήσας ἀπέστη αὐτοῦ, ᾧ αὐτὴ τὸν ἐπάρατόν σου βίον, ψυχὴ προσαφωμοίωσας.

 

Ταῖς ἡδοναῖς, ἐξελκόμενος, τῶν παθῶν αὐτοῦ κατερρυποῦτο, οἴμοι! ὁ ἐραστὴς τῆς σοφίας, ἐραστὴς πορνῶν γυναικῶν, καὶ ξένος Θεοῦ, ὃν αὐτὴ ἐμιμήσω, κατὰ νοῦν ὦ ψυχή, ἡδυπαθείαις αἰσχραῖς.

 

Τὸν Ῥοβοάμ, παρεζήλωσας, ἀλογήσαντα βουλὴν πατρῴαν, ἅμα δὲ καὶ τὸν κάκιστον δοῦλον, Ἱεροβοάμ, τὸν πρὶν ἀποστάτην ψυχή. Ἀλλὰ φεῦγε τὴν μίμησιν, καὶ κράζε Θεῷ· Ἥμαρτον οἴκτειρόν με.

 

Τὸν Ἀχαὰβ παρεζήλωσας, τοῖς μιάσμασι ψυχή μου, οἴμοι! γέγονας σαρκικῶν μολυσμάτων, καταγώγιον καὶ σκεῦος αἰσχρὸν τῶν παθῶν. Ἀλλ' ἐκ βάθους σου στέναξον, καὶ λέγε Θεῷ, τὰς ἁμαρτίας σου.

 

Ἐκλείσθη σοι, οὐρανὸς ψυχή, καὶ λιμὸς Θεοῦ κατέλαβέ σε, ὅτε τοῖς Ἠλιοῦ τοῦ θεσβίστου, ὡς ὁ Ἀχαάβ, ἠπείθησας λόγοις ποτέ. Ἀλλὰ τῇ Σαραφθίᾳ ὁμοιώθητι, θρέψον Προφήτου ψυχήν.

 

Τοῦ Μανασσῆ, ἐπεσώρευσας, τὰ ἐγκλήματα τῇ προαιρέσει, στήσασα ὡς βδελύγματα πάθη, καὶ πληθύνουσα ψυχή, προσωχθίσματα. Ἀλλ' αὐτοῦ τὴν μετάνοιαν, ζηλοῦσα θερμῶς, κτῆσαι κατάνυξιν.

 

Προσπίπτω σοι, καὶ προσάγω σοι, ὥσπερ δάκρυα τὰ ῥήματά μου, ἥμαρτον, ὡς οὐχ ἥμαρτε Πόρνη, καὶ ἠνόμησα, ὡς ἄλλος οὐδεὶς ἐπὶ γῆς. Ἀλλ' οἰκτείρησον Δέσποτα τὸ ποίημά σου, καὶ ἀνακάλεσαί με.

 

Κατέχρωσα, τὴν εἰκόνα σου, καὶ παρέφθειρα τὴν ἐντολήν σου, ὅλον ἀπημαυρώθη τὸ κάλλος, καὶ τοῖς πάθεσιν ἐσβέσθη Σωτὴρ ἡ λαμπάς· ἀλλ' οἰκτείρας ἀπόδος μοι, ὡς ψάλλει Δαυῒδ τὴν ἀγαλλίασιν.

 

Ἐπίστρεψον, μετανόησον, ἀνακάλυψον τὰ κεκρυμμένα, λέγε Θεῷ τῷ τὰ πάντα εἰδότι. Σὺ γινώσκεις μου τὰ κρύφια μόνε Σωτήρ, καὶ αὐτός με ἐλέησον, ὡς ψάλλει Δαυΐδ, κατὰ τὸ ἔλεός σου.

 

Ἐξέλιπον, αἱ ἡμέραι μου, ὡς ἐνύπνιον ἐγειρομένου· ὅθεν ὡς Ἐζεκίας δακρύω, ἐπὶ κλίνης μου προσθῆναί μοι χρόνους ζωῆς. Ἀλλὰ τίς Ἡσαΐας, παραστήσεταί μοι ψυχή, εἰ μὴ ὁ πάντων Θεός;

Ὁσία τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν

Βοήσασα, πρὸς τὴν ἄχραντον, Θεομήτορα πρὶν ἀπεκρούσω, λύσσαν παθῶν βιαίων ὀχλούντων, καὶ κατῄσχυνας, ἐχθρὸν τὸν πτερνίσαντα. Ἀλλὰ δὸς νῦν βοήθειαν ἐκ θλίψεως, κᾀμοὶ τῷ δούλῳ σου.

Ὁσία τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν

Ὃν ἔστερξας, ὃν ἐπόθησας, δι' ὃν ἔτηξας σάρκας Ὁσία, αἴτησαι νῦν Χριστὸν ὑπὲρ δούλων, ὅπως ἵλεως γενόμενος πᾶσιν ἡμῖν, εἰρηναίαν κατάστασιν βραβεύσειε, τοῖς σεβομένοις αὐτόν.

Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν

Τῆς πίστεως ἐν τῇ πέτρᾳ με, ταῖς πρεσβείαις σου στήριξον Πάτερ, φόβῳ με τῷ ἐνθέῳ τειχίζων, καὶ μετάνοιαν, Ἀνδρέα παράσχου μοι νῦν, δυσωπῶ σε καὶ ῥῦσαί με, παγίδος ἐχθρῶν, τῶν ἐκζητούντων με.

Δόξα...

Τριὰς ἁπλή, ἀδιαίρετε, Ὁμοούσιε Μονὰς ἁγία, φῶτα καὶ φῶς καὶ ἅγια τρία, καὶ ἓν ἅγιον ὑμνεῖται Θεὸς ἡ Τριάς, ἀλλ' ἀνύμνησον, δόξασον ζωὴν καὶ ζωάς, ψυχὴ τὸν πάντων Θεόν.

Καὶ νῦν ... Θεοτοκίον

Ὑμνοῦμέν σε, εὐλογοῦμέν σε, προσκυνοῦμέν σε Θεογεννῆτορ, ὅτι τῆς ἀχωρίστου Τριάδος, ἀπεκύησας τὸν ἕνα Υἱὸν καὶ Θεόν, καὶ αὐτὴ προηνέῳξας ἡμῖν, τοῖς ἐν γῇ τὰ ἐπουράνια.

 

Τὰ Τριῴδια

ᾨδὴ η' Ἦχος πλ. δ'

Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ

Τὸν ἄναρχον Βασιλέα τῆς δόξης, ὃν φρίττουσιν οὐρανῶν αἱ Δυνάμεις, καὶ τρέμουσι τῶν Ἀγγέλων αἱ τάξεις, ὑμνεῖτε Ἱερεῖς, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

Ἀπόστολοι τοῦ Χριστοῦ, πρεσβεύσατε ὑπὲρ ἡμῶν

Ὡς ἄνθρακες τοῦ πυρὸς τοῦ ἀΰλου, συμφλέξατε τὰ ὑλώδη μου πάθη, ἀνάπτοντές μοι νῦν, τὸν ἔρωτα τῆς θείας, Ἀπόστολοι ἀγάπης.

 

Τὰς σάλπιγγας τὰς εὐήχους τοῦ Λόγου, τιμήσωμεν, δι' ὧν πέπτωκε τείχη, ἀνίδρυτα ἐχθροῦ, καὶ τῆς θεογνωσίας, ἑδράσθησαν ἐπάλξεις.

 

Ἰνδάλματα ἐμπαθῆ τῆς ψυχῆς μου, συντρίψατε οἱ ναούς τε καὶ στήλας, συντρίψαντες ἐχθροῦ, Ἀπόστολοι Κυρίου, ναοὶ ἡγιασμένοι.

Θεοτοκίον

Ἐχώρησας τὸν ἀχώρητον φύσει, ἐβάστασας τὸν βαστάζοντα πάντα, ἐθήλασας Ἁγνή, τὸν τρέφοντα τὴν Κτίσιν, Χριστὸν τὸν ζωοδότην.

Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ

(Πρὸς τὸ Τὸν ἄναρχον Βασιλέα τῆς δόξης 8089)

«Τοῦ Πνεύματος τῇ ἀρχιτεκτονίᾳ, δειμάμενοι πᾶσαν τὴν Ἐκκλησίαν, Ἀπόστολοι Χριστοῦ, ἐν ταύτῃ εὐλογεῖτε, Χριστὸν εἰς τοὺς αἰῶνας».

 

Σαλπίσαντες σάλπιγξι τῶν δογμάτων, κατέστρεψαν οἱ Ἀπόστολοι πᾶσαν, πλάνην εἰδωλικήν, Χριστὸν ὑπερυψοῦντες, εἰς πάντας τοὺς αἰῶνας.

 

Ἀπόστολοι ἡ καλὴ μετοικία, οἱ ἔφοροι Κόσμου, καὶ τῶν Οὐρανῶν πολῖται, τοὺς ὑμᾶς ἀεὶ ἀνευφημοῦντας, λυτρώσατε κινδύνων.

Δόξα...

Τρισήλιε παμφαὴς θεαρχία, ὁμόδοξε καὶ ὁμόθρονε φύσις, Πατὴρ ὁ παντουργός, Υἱὲ καὶ θεῖον Πνεῦμα, ὑμνῶ σε εἰς αἰῶνας.

Καὶ νῦν ... Θεοτοκίον

Ὡς ἔντιμον καὶ ὑπέρτατον θρόνον, ὑμνήσωμεν τοῦ Θεοῦ τὴν Μητέρα, ἀπαύστως οἱ λαοί, τὴν μόνην μετὰ τόκον, Μητέρα καὶ Παρθένον.

 

ᾨδὴ η'

Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ

«Ὃν Στρατιαί, οὐρανῶν δοξάζουσι, καὶ φρίττει τὰ Χερουβίμ, καὶ τὰ Σεραφίμ, πᾶσα πνοὴ καὶ κτίσις ὑμνεῖτε, εὐλογεῖτε, καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας». (Δίς)

 

Ἡμαρτηκότα, Σωτὴρ ἐλέησον, διέγειρόν μου τὸν νοῦν, πρὸς ἐπιστροφήν, δέξαι μετανοοῦντα, οἰκτείρησον βοῶντα· Ἥμαρτόν σοι, σῶσον, ἠνόμησα, ἐλέησόν με.

 

Ὁ διφρηλάτης, Ἠλίας, ἅρματι, ταῖς ἀρεταῖς ἐπιβάς, ὡς εἰς οὐρανόν, ἤγετο ὑπεράνω, ποτὲ τῶν ἐπιγείων· τούτου οὖν ψυχή μου, τὴν ἄνοδον ἀναλογίζου.

 

Τοῦ Ἰορδάνου, τὸ ῥεῖθρον πρότερον, τῇ μηλωτῇ Ἠλιού, δι' Ἐλισσαιέ, ἔστη ἔνθα καὶ ἔνθα, αὐτὴ δὲ ὦ ψυχή μου, ταύτης οὐ μετέσχες, τῆς χάριτος δι' ἀκρασίαν.

 

Ὁ Ἐλισσαῖος, ποτὲ δεξάμενος, τὴν μηλωτὴν Ἠλιού, ἔλαβε διπλῆν, χάριν παρὰ Κυρίου, αὐτὴ δὲ ὦ ψυχή μου, ταύτης οὐ μετέσχες, τῆς χάριτος δι' ἀκρασίαν.

 

Ἡ Σωμανῖτις, ποτὲ τὸν δίκαιον, ἐξένισεν ὦ ψυχή, γνώμῃ ἀγαθῇ· σὺ δὲ οὐκ εἰσῳκίσω, οὐ ξένον, οὐχ ὁδίτην· ὅθεν τοῦ νυμφῶνος, ῥιφήσῃ ἔξω θρηνῳδοῦσα.

 

Τοῦ Γιεζῆ, ἐμιμήσω τάλαινα, τὴν γνώμην τὴν ῥυπαράν, πάντοτε ψυχή· οὗ τὴν φιλαργυρίαν, ἀπώθου κᾂν ἐν γήρει, φεῦγε τῆς γεέννης, τὸ πῦρ ἐκστᾶσα τῶν κακῶν σου.

 

Σὺ τὸν Ὀζίαν, ψυχὴ ζηλώσασα, τὴν τούτου λέπραν ἐν σοί, ἔσχες ἐν διπλῷ· ἄτοπα γὰρ λογίζῃ, παράνομα δὲ πράττεις, ἄφες ἃ κατέχεις, καὶ πρόσδραμε τῇ μετανοίᾳ.

 

Τοὺς Νινευΐτας, ψυχὴ ἀκήκοας, μετανοοῦντας Θεῷ, σάκκῳ καὶ σποδῷ, τούτους οὐκ ἐμιμήσω, ἀλλ' ὤφθης σκαιοτέρα, πάντων τῶν πρὸ νόμου, καὶ μετὰ νόμον ἑπταικότων.

 

Τὸν ἐν τῷ λάκκῳ, βορβόρου ἤκουσας, Ἱερεμίαν ψυχή, πόλιν τὴν Σιών, θρήνοις καταβοῶντα, καὶ δάκρυα ζητοῦντα, μίμησαι τὸν τούτου, θρηνώδη βίον καὶ σωθήσῃ.

 

Ὁ Ἰωνᾶς, εἰς Θαρσεῖς ἀπέδραμε, προγνοὺς τὴν ἐπιστροφήν, τῶν Νινευϊτῶν· ἔγνω γὰρ ὡς προφήτης, Θεοῦ τὴν εὐσπλαγχνίαν· ὅθεν παρεζήλου, τὴν προφητείαν μὴ ψευσθῆναι.

 

Τὸν Δανιήλ, ἐν τῷ λάκκῳ ἤκουσας, πῶς ἔφραξεν ὦ ψυχή, στόματα θηρῶν, ἔγνωκας πῶς οἱ Παῖδες, οἱ περὶ Ἀζαρίαν, ἔσβεσαν τῇ πίστει, καμίνου φλόγα καιομένην.

 

Τῆς παλαιᾶς, Διαθήκης ἅπαντας, παρήγαγόν σοι ψυχή, πρὸς ὑπογραμμόν, μίμησαι τῶν δικαίων, τὰς φιλοθέους πράξεις, ἔκφυγε δὲ πάλιν, τῶν πονηρῶν τὰς ἁμαρτίας.

 

Δικαιοκρῖτα, Σωτὴρ ἐλέησον, καὶ ῥῦσαί με τοῦ πυρός, καὶ τῆς ἀπειλῆς, ἧς μέλλω ἐν τῇ κρίσει, δικαίως ὑποστῆναι, ἄνες μοι πρὸ τέλους, δι' ἀρετῆς καὶ μετανοίας.

 

Ὡς ὁ Λῃστὴς ἐκβοῶ σοι· Μνήσθητι, ὡς Πέτρος κλαίω πικρῶς. Ἄνες μοι Σωτήρ, κράζω ὡς ὁ Τελώνης, δακρύω ὡς ἡ Πόρνη, δέξαι μου τὸν θρῆνον, καθὼς ποτὲ τῆς Χαναναίας.

 

Τὴν σηπεδόνα, Σωτὴρ θεράπευσον, τῆς ταπεινῆς μου ψυχῆς, μόνε ἰατρέ, μάλαγμά μοι ἐπίθες, καὶ ἔλαιον καὶ οἶνον, ἔργα μετανοίας, κατάνυξιν μετὰ δακρύων.

 

Τὴν Χαναναίαν, κᾀγὼ μιμούμενος· Ἐλέησόν με βοῶ, τῷ Υἱῷ Δαυΐδ, ἅπτομαι τοῦ κρασπέδου, ὡς ἡ Αἱμορροοῦσα, κλαίω ὡς ἡ Μάρθα, καὶ Μαρία ἐπὶ Λαζάρου.

 

Τὸ τῶν δακρύων, Σωτὴρ ἀλάβαστρον, ὡς μύρον κατακενῶν, ἐπὶ κεφαλῆς, κράζω σοι ὡς ἡ Πόρνη, τὸν ἔλεον ζητοῦσα, δέησιν προσάγω, καὶ ἄφεσιν αἰτῶ λαβεῖν με.

 

Εἰ καὶ μηδείς, ὡς ἐγώ σοι ἥμαρτεν, ἀλλ, ὅμως δέξαι κᾀμέ, εὔσπλαγχνε Σωτήρ, φόβῳ μετανοοῦντα, καὶ πόθῳ κεκραγότα· Ἥμαρτόν σοι μόνῳ, ἠνόμησα, ἐλέησόν με.

 

Φεῖσαι Σωτήρ, τοῦ ἰδίου πλάσματος, καὶ ζήτησον ὡς ποιμήν, τὸ ἀπολωλός, πρόβατον πλανηθέντα, ἐξάρπασον τοῦ λύκου, ποίησόν με θρέμμα, ἐν τῇ νομῇ τῶν σῶν προβάτων.

 

Ὅταν Κριτής, καθίσῃς ὡς εὔσπλαγχνος, καὶ δείξῃς τὴν φοβεράν, δόξαν σου Χριστέ, ᾧ ποῖος φόβος τότε! καμίνου καιομένης, πάντων δειλιώντων, τὸ ἄστεκτον τοῦ βήματός σου.

Ὁσία τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν

Ἡ τοῦ Φωτός, τοῦ ἀδύτου Μῆτέρ σε, φωτίσασα σκοτασμοῦ, ἔλυσε παθῶν· ὅθεν εἰσδεδεγμένη, τοῦ Πνεύματος τὴν χάριν, φώτισον Μαρία, τοὺς σὲ πιστῶς ἀνευφημοῦντας.

Ὁσία τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν

Θαῦμα καινόν, κατιδὼν ἐξίστατο, ὁ θεῖος ὄντως ἐν σοί, Μῆτερ Ζωσιμᾶς. Ἄγγελον γὰρ ἑώρα, ἐν σώματι καὶ θάμβους, ὅλος ἐπληροῦτο, Χριστὸν ὑμνῶν εἰς τοὺς αἰῶνας.

Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν

Ὡς παρρησίαν, ἔχων πρὸς Κύριον, Ἀνδρέα Κρήτης σεπτόν, κλέος δυσωπῶ, πρέσβευε τοῦ δεσμοῦ με, τῆς ἀνομίας λύσιν, νῦν εὑρεῖν εὐχαῖς σου, Διδάσκαλε, Ὁσίων δόξα.

Εὐλογοῦμεν Πατέρα, Υἱόν, καὶ ἅγιον Πνεῦμα

Ἄναρχε Πάτερ, Υἱὲ συνάναρχε, Παράκλητε ἀγαθέ, Πνεῦμα τὸ εὐθές, Λόγου Θεοῦ Γεννῆτορ, Πατρὸς ἀνάρχου Λόγε, Πνεῦμα ζῶν καὶ κτίζον. Τριὰς Μονὰς ἐλέησόν με.

Καὶ νῦν ... Θεοτοκίον

Ὡς ἐκ βαφῆς, ἁλουργίδος Ἄχραντε, ἡ νοητὴ πορφυρίς, τοῦ Ἐμμανουήλ, ἔνδον ἐν τῇ γαστρί σου, ἡ σάρξ συνεξυφάνθη· ὅθεν Θεοτόκον, ἐν ἀληθείᾳ σε τιμῶμεν.

Αἰνοῦμεν, εὐλογοῦμεν καὶ προσκυνοῦμεν τὸν Κύριον.

Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ

«Ὃν Στρατιαί, οὐρανῶν δοξάζουσι, καὶ φρίττει τὰ Χερουβίμ, καὶ τὰ Σεραφίμ, πᾶσα πνοὴ καὶ κτίσις, ὑμνεῖτε, εὐλογεῖτε, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας».

 

Τὰ Τριῴδια

ᾨδὴ θ' Ἦχος πλ. δ'

Κυρίως Θεοτόκον ΤΟ ΑΚΟΥΤΕ

Ἀπόστολοι τοῦ Χριστοῦ, πρεσβεύσατε ὑπὲρ ἡμῶν

Πηγαὶ τοῦ σωτηρίου, νάματος δειχθέντες, τὴν ἐκτακεῖσαν ψυχήν μου, Ἀπόστολοι, τῆς ἁμαρτίας τῇ δίψῃ, καταδροσίσατε.

 

Νηχόμενον πελάγει, τῷ τῆς ἀπωλείας, καὶ ὑποβρύχιον ἤδη γενόμενον, σῇ δεξιᾷ, ὡς τὸν Πέτρον, Κύριε σῶσόν με.

 

Ὡς ἅλας τῶν νοστίμων, ὄντες διδαγμάτων, τὴν σηπεδόνα νοός μου ξηράνατε, καὶ τῆς ἀγνοίας τὸ σκότος, ἀποδιώξατε.

Θεοτοκίον

Χαρὰν ὡς τετοκυῖα, πένθος μοι παράσχου, δι' οὗ τὴν θείαν παράκλησιν Δέσποινα, ἐν τῇ μελλούσῃ ἡμέρᾳ εὐρεῖν δυνήσομαι.

Εἱρμὸς ἄλλος ΤΟ ΑΚΟΥΤΕ

«Σὲ τὴν οὐρανοῦ καὶ γῆς μεσῖτιν, πᾶσαι γενεαὶ μεγαλύνομεν· σωματικῶς γὰρ ἐσκήνωσεν ἐν σοί, τὸ πλήρωμα Παρθένε τῆς Θεότητος».

 

Σὲ τὸ εὐκλεὲς τῶν Ἀποστόλων, σύστημα ᾠδαῖς μεγαλύνομεν· τῆς οἰκουμένης φωστῆρες γὰρ φαιδροί, ἐδείχθητε τὴν πλάνην ἐκδιώκοντες.

 

Εὐαγγελικὴ ὑμῶν σαγήνη, λογικοὺς ἰχθύας ἀγρεύοντες, αὐτοὺς προσφέρετε πάντοτε Χριστῷ, ὀψώνιον Ἀπόστολοι μακάριοι.

 

Ἐν τῇ πρὸς Θεὸν ὑμῶν αἰτήσει, μέμνησθε ἡμῶν Ἀπόστολοι, ἀπὸ παντὸς λυτρωθῆναι πειρασμοῦ, δεόμεθα, τοὺς πόθῳ ἀνυμνοῦντας ὑμᾶς.

Δόξα...

Σὲ τὴν τρισυπόστατον Μονάδα, Πάτερ, καὶ Υἱὲ σὺν τῷ Πνεύματι, ἕνα Θεὸν ὁμοούσιον ὑμνῶ, Τριάδα ὁμοδύναμον καὶ ἄναρχον.

Καὶ νῦν ... Θεοτοκίον

Σὲ τὴν παιδοτόκον καὶ Παρθένον, πᾶσαι γενεαὶ μακαρίζομεν, ὡς διὰ σοῦ λυτρωθέντες τῆς ἀρᾶς· χαρὰν γὰρ ἡμῖν ἔτεκες τὸν Κύριον.

 

ᾨδὴ θ'

Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ

Ἀσπόρου συλλήψεως, ὁ τόκος ἀνερμήνευτος, Μητρὸς ἀνάνδρου, ἄφθορος ἡ κύησις· Θεοῦ γὰρ ἡ γέννησις, καινοποιεῖ τὰς φύσεις. Διό σε πᾶσαι αἱ γενεαί, ὡς Θεόνυμφον Μητέρα, ὀρθοδόξως μεγαλύνομεν. (Δίς)

 

Ὁ νοῦς τετραυμάτισται, τὸ σῶμα μεμαλάκισται, νοσεῖ τὸ πνεῦμα, ὁ λόγος ἠσθένησεν, ὁ βίος νενέκρωται, τὸ τέλος ἐπὶ θύραις· διό μοι τάλαινα ψυχή, τί ποιήσεις ὅταν ἔλθῃ, ὁ Κριτὴς ἀνερευνῆσαι τὰ σά;

 

Μωσέως παρήγαγον, ψυχὴ τὴν κοσμογένεσιν, καὶ ἐξ ἐκείνου, πᾶσαν ἐνδιάθετον, γραφὴν ἱστοροῦσάν σοι, δικαίους καὶ ἀδίκους, ὧν τοὺς δευτέρους ὦ ψυχή, ἐμιμήσω, οὐ τοὺς πρώτους, εἰς Θεὸν ἐξαμαρτήσασα.

 

Ὁ Νόμος ἠσθένησεν, ἀργεῖ το Εὐαγγέλιον, Γραφὴ δὲ πᾶσα, ἐν σοὶ παρημέληται, Προφῆται ἠτόνησαν, καὶ πᾶς δικαίου λόγος, αἱ τραυματίαι σου ὦ ψυχή, ἐπληθύνθησαν, οὐκ ὄντος, ἰατροῦ τοῦ ὑγιοῦντός σε.

 

Τῆς νέας παράγω σοι, Γραφῆς τὰ ὑποδείγματα, ἐνάγοντά σε, ψυχὴ πρὸς κατάνυξιν, δικαίους οὖν ζήλωσον, ἁμαρτωλοὺς ἐκτρέπου, καὶ ἐξιλέωσαι Χριστόν, προσευχαῖς τε καὶ νηστείαις, καὶ ἁγνείᾳ καὶ σεμνότητι.

 

Χριστὸς ἐνηνθρώπησε, καλέσας εἰς μετάνοιαν, λῃστὰς καὶ πόρνας, ψυχὴ μετανόησον, ἡ θύρα ἠνέῳκται, τῆς Βασιλείας ἤδη, καὶ προαρπάζουσιν αὐτήν, Φαρισαῖοι καὶ Τελῶναι, καὶ μοιχοὶ μεταποιούμενοι.

 

Χριστὸς ἐνηνθρώπησε, σαρκὶ προσομιλήσας μοι, καὶ πάντα ὅσα, ὑπάρχει τῆς φύσεως, βουλήσει ἐπλήρωσε, τῆς ἁμαρτίας δίχα, ὑπογραμμόν σοι ὦ ψυχή, καὶ εἰκόνα προδεικνύων, τῆς αὐτοῦ συγκαταβάσεως.

 

Χριστὸς Μάγους ἔσωσε, Ποιμένας συνεκάλεσε, Νηπίων δήμους, ἀπέδειξε Μάρτυρας, Πρεσβύτην ἐδόξασε, καὶ γηραλέαν Χήραν, ὧν οὐκ ἐζήλωσας ψυχή, οὐ τὰς πράξεις, οὐ τὸν βίον, ἀλλ' οὐαί σοι ἐν τῷ κρίνεσθαι!

 

Νηστεύσας ὁ Κύριος, ἡμέρας τεσσαράκοντα, ἐν τῇ ἐρήμῳ, ὕστερον ἐπείνασε, δεικνὺς τὸ ἀνθρώπινον. Ψυχὴ μὴ ἀθυμήσῃς, ἂν σοι προσβάλλῃ ὁ ἐχθρός, προσευχῇ τε καὶ νηστείᾳ, ἐκ ποδῶν ἀποκρουσθήτω σοι.

 

Χριστὸς ἐπειράζετο, Διάβολος ἐπείραζε, δεικνὺς τοὺς λίθους, ἵνα ἄρτοι γένωνται, εἰς ὄρος ἀνήγαγεν, ἰδεῖν τὰς βασιλείας, τοῦ Κόσμου πάσας ἐν ῥιπῇ· Φοβοῦ ὦ ψυχὴ τὸ δρᾶμα, νῆφε, εὔχου, πᾶσαν ὥραν Θεῷ.

 

Τρυγὼν ἡ φιλέρημος, φωνὴ βοῶντος ἤχησε, Χριστοῦ ὁ λύχνος, κηρύττων μετάνοιαν, Ἡρῴδης ἠνόμησε, σὺν τῇ Ἡρῳδιάδι. Βλέπε ψυχή μου μὴ παγῇς, τῶν ἀνόμων ταῖς παγίσιν, ἀλλ' ἀσπάζου τὴν μετάνοιαν.

 

Τὴν ἔρημον ᾤκησε, τῆς χάριτος ὁ Πρόδρομος, καὶ Ἰουδαία, πᾶσα καὶ Σαμάρεια, ἀκούοντες ἔτρεχον, καὶ ἐξωμολογοῦντο, τὰς ἁμαρτίας ἑαυτῶν, βαπτιζόμενοι προθύμως, οὓς αὐτὴ οὐκ ἐμιμήσω ψυχή.

 

Ὁ γάμος μὲν τίμιος, ἡ κοίτη δὲ ἀμίαντος· ἀμφότερα γάρ, Χριστὸς προευλόγησε, σαρκὶ ἐσθιόμενος, καὶ ἐν Κανᾷ τῷ γάμῳ, τὸ ὕδωρ οἶνον ἐκτελῶν, καὶ δεικνύων πρῶτον θαῦμα, ἵνα σὺ μετατεθῇς ὦ ψυχή.

 

Παράλυτον ἔσφιγξε, Χριστὸς τὴν κλίνην ἄραντα, καὶ νεανίσκον, θανέντα ἐξήγειρε, τῆς χήρας τὸ κύημα, καὶ τοῦ Ἑκατοντάρχου, καὶ Σαμαρείτιδι φανείς, τὴν ἐν πνεύματι λατρείαν, σοὶ ψυχὴ προεζωγράφησεν.

 

Αἱμόρρουν ἰάσατο, ἁφῇ κρασπέδου Κύριος, λεπροὺς καθῆρε, τυφλοὺς καὶ χωλεύοντας, φωτίσας ἠνώρθωσε, κωφούς τε καὶ ἀλάλους, καὶ τὴν συγκύπτουσαν χαμαί, ἐθεράπευσε τῷ λόγῳ, ἵνα σὺ σωθῇς ἀθλία ψυχή.

 

Τὰς νόσους ἰώμενος, πτωχοῖς εὐηγγελίζετο, Χριστὸς ὁ Λόγος, κυλλοὺς ἐθεράπευσε, τελώναις συνήσθιεν, ἁμαρτωλοῖς ὡμίλει, τῆς Ἰαείρου θυγατρός, τὴν ψυχὴν προμεταστάσαν, ἐπανήγαγεν ἁφῇ τῆς χειρός.

 

Τελώνης ἐσῴζετο, καὶ Πόρνη ἐσωφρόνιζε, καὶ Φαρισαῖος, αὐχῶν κατεκρίνετο· ὁ μὲν γάρ, Ἱλάσθητι, ἡ δέ, Ἐλέησόν με, ὁ δὲ ἐκόμπαζε, βοῶν· ὁ Θεὸς εὐχαριστῶ σοι, καὶ ἑξῆς τὰ τῆς ἀνοίας ῥητά.

 

Ζακχαῖος Τελώνης ἦν, ἀλλ' ὅμως διεσῴζετο, καὶ Φαρισαῖος, ὁ Σίμων ἐσφάλλετο, καὶ Πόρνη ἐλάμβανε, τὰς ἀφεσίμους λύσεις, παρὰ τοῦ ἔχοντος ἰσχύν, ἀφιέναι ἁμαρτίας, ἣν ψυχὴ σπεῦσον μιμήσασθαι.

 

Τὴν Πόρνην ὦ τάλαινα, ψυχή μου οὐκ ἐζήλωσας, ἥτις λαβοῦσα, μύρου τὸ ἀλάβαστρον, σὺν δάκρυσιν ἤλειψε, τοὺς πόδας τοῦ Κυρίου, ἐξέμαξε δὲ ταῖς θριξί, τῶν ἀρχαίων ἐγκλημάτων, τὸ χειρόγραφον ῥηγνύοντος αὐτῇ.

 

Τὰς πόλεις αἷς ἔδωκε, Χριστὸς τὸ Εὐαγγέλιον, ψυχή μου ἔγνως, ὅπως κατηράθησαν, φοβοῦ τὸ ὑπόδειγμα, μὴ γένῃ ὡς ἐκεῖναι· ταῖς ἐν Σοδόμοις γὰρ αὐτάς, ὁ Δεσπότης παρεικάσας, ἕως ᾍδου κατεδίκασε.

 

Μὴ χείρων ὦ ψυχή μου, φανῇς δι' ἀπογνώσεως, τῆς Χαναναίας, τὴν πίστιν ἀκούσασα, δι' ἧς τὸ θυγάτριον, λόγῳ Θεοῦ ἰάθη. Υἱὲ Δαυῒδ σῶσον κᾀμέ, ἀναβόησον ἐκ βάθους, τῆς καρδίας ὡς ἐκείνη Χριστῷ.

 

Σπλαγχνίσθητι σῶσόν με, Υἱὲ Δαυῒδ ἐλεησον, ὁ δαιμονῶντας, λόγῳ ἰασάμενος, φωνὴν δὲ τὴν εὔσπλαγχνον, ὡς τῷ Λῃστῇ μοι φράσον· Ἀμήν σοι λέγω μετ' ἐμοῦ, ἔσῃ ἐν τῷ Παραδείσῳ, ὅταν ἔλθω ἐν τῇ δόξῃ μου.

 

Λῃστὴς κατηγόρει σοι, Λῃστὴς ἐθεολόγει σοι· ἀμφότεροι γάρ, σταυρῷ συνεκρέμαντο, ἀλλ' ὦ Πολυεύσπλαγχνε, ὡς τῷ πιστῷ Λῃστῇ σου, τῷ ἐπιγνόντι σε Θεόν, κᾀμοὶ ἄνοιξον τὴν θύραν, τῆς ἐνδόξου βασιλείας σου.

 

Ἡ κτίσις συνείχετο, σταυρούμενόν σε βλέπουσα, ὄρη καὶ πέτραι, φόβῳ διερρήγνυντο, καὶ γῆ συνεσείετο, καὶ ᾍδης ἐγυμνοῦτο, καὶ συνεσκότασε τὸ φῶς, ἐν ἡμέρᾳ καθορῶν σε, Ἰησοῦ, προσηλωμένον σαρκί.

 

Ἀξίους μετανοίας, καρποὺς μὴ ἀπαιτήσῃς με· ἡ γὰρ ἰσχύς μου, ἐν ἐμοὶ ἐξέλιπε, καρδίαν μοι δώρησαι, ἀεὶ συντετριμμένην, πτωχείαν δὲ πνευματικήν, ἵνα ταῦτά σοι προσοίσω, ὡς δεκτὴν θυσίαν μόνε Σωτήρ.

 

Κριτά μου καὶ γνῶστά μου, ὁ μέλλων πάλιν ἔρχεσθαι, σὺν τοῖς Ἀγγέλοις, κρῖναι Κόσμον ἅπαντα, ἱλέῳ σου ὄμματι, τότε ἰδών με φεῖσαι, καὶ οἴκτειρόν με Ἰησοῦ, τὸν ὑπὲρ τὴν πᾶσαν φύσιν, τῶν ἀνθρώπων ἁμαρτήσαντα.

Ὁσία τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν

Ἀπάσας ἐξέστησας, τῇ ξένῃ πολιτείᾳ σου, Ἀγγέλων τάξεις, βροτῶν τὰ συστήματα, ἀΰλως βιώσασα, καὶ φύσιν ὑπερβᾶσα, ἀνθ' ὧν ὡς ἄϋλος τοῖς ποσίν, ἐπιβαίνουσα Μαρία, Ἰορδάνην διεπέρασας.

Ὁσία τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν

Τὸν Κτίστην ἱλέωσαι, ὑπὲρ τῶν εὐφημούντων σε, ὁσία Μῆτερ, ῥυσθῆναι κακώσεων, καὶ θλίψεων τῶν κύκλῳ, συνεπιτιθεμένων, ἵνα ῥυσθέντες τῶν πειρασμῶν, μεγαλύνωμεν ἀπαύστως, τὸν δοξάσαντά σε Κύριον.

Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν

Ὁ δείξας ἐράσμιον τὸ Νύμφης Κάλλος ἄριστον, Ῥουβῆν, Ἀνδρέας, ζήτω ψάλτης κράτιστος, Χριστὸν ἱλασκόμενος, καὶ μὴ ἀποθανέτω, ἀλλ' ὥσπερ στόμα Θεοῦ, πολλούς ἀδελφούς, Χριστῷ προσάγοι, ἐπὶ τράχηλον Ἐχθροῦ ἀτελεύτητον.

Δόξα...

Πατέρα δοξάσωμεν, Υἱὸν ὑπερυψώσωμεν, τὸ θεῖον Πνεῦμα, πιστῶς προσκυνήσωμεν, Τριάδα ἀχώριστον, Μονάδα κατ' οὐσίαν, ὡς φῶς καὶ φῶτα καὶ ζωήν, καὶ ζωὰς ζωοποιοῦσαν, καὶ φωτίζουσαν τὰ πέρατα.

Καὶ νῦν ... Θεοτοκίον

Τὴν Πόλιν σου φύλαττε, Θεογεννῆτορ πάναγνε· ἐν σοὶ γὰρ αὕτη, πιστῶς βασιλεύουσα, ἐν σοὶ καὶ κρατύνεται, καὶ διὰ σοῦ νικῶσα, τροποῦται πάντα πειρασμόν, καὶ σκυλεύει πολεμίους καὶ διέπει τὸ ὑπήκοον.

Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ

Ἀσπόρου συλλήψεως, ὁ τόκος ἀνερμήνευτος, Μητρὸς ἀνάνδρου, ἄφθορος ἡ κύησις· Θεοῦ γὰρ ἡ γέννησις, καινοποιεῖ τὰς φύσεις· διό σε πᾶσαι αἱ γενεαί, ὡς Θεόνυμφον Μητέρα, ὀρθοδόξως μεγαλύνομεν.

 

Εἰς τὰ Ἀπόστιχα τῶν Αἴνων

Ἰδιόμελον Ἦχος πλ. δ'

Ταῖς λῃστρικαῖς ἐφόδοις, περιπεσοῦσα ψυχή μου, δεινῶς τετραυμάτισαι, ἐξ οἰκείων πταισμάτων, παραδοθεῖσα ἀνοήτοις ἐχθροῖς, ἀλλ' ὡς ἔχουσα καιρόν, ἐν κατανύξει βόησον· Ἐλπὶς ἀπηλπισμένων, ζωὴ ἀπεγνωσμένων, Σωτὴρ ἀνάστησον, καὶ σῶσόν με.

 

Στίχ. Ἐνεπλήσθημεν τὸ πρωῒ τοῦ ἐλέους σου...

Καὶ πάλιν τὸ αὐτὸ

Στίχ. Καὶ ἔστω ἡ λαμπρότης Κυρίου τοῦ Θεοῦ...

Μαρτυρικὸν

Τὸν θώρακα τῆς Πίστεως, ἐνδυσάμενοι καλῶς, καὶ τῷ τύπῳ τοῦ Σταυροῦ, καθοπλίσαντες ἑαυτούς, στρατιῶται εὐσθενεῖς ἀνεδείχθητε, τοῖς τυράννοις ἀνδρείως ἀντικατέστητε, καὶ διαβόλου τὴν πλάνην κατηδαφίσατε, νικηταὶ γενόμενοι, τῶν στεφανων ἠξιώθητε, πρεσβεύσατε ἀεὶ ὑπὲρ ἡμῶν, εἰς τὸ σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Δόξα... Καὶ νῦν ... Θεοτοκίον

Δέχου τὰς φωνὰς τῶν οἰκετῶν σου, πάναγνε Παρθένε Θεοτόκε, καὶ πρέσβευε ἀπαύστως, πλημμελημάτων λύσιν, καὶ εἰρήνην δωρηθῆναι ἡμῖν.

 

ΕΙΣ ΤΗΝ ΤΡΙΘΕΚΤΗΝ

 

Τροπάριον τῆς προφητείας

Ἦχος πλ. β'

Εὔσπλαγχνε μακρόθυμε, Παντοκράτορ Κύριε, κατάπεμψον τὸ ἔλεός σου, ἐπὶ τὸν λαόν σου.

 

Δόξα... Καὶ νῦν Τὸ αὐτὸ

 

Προκείμενον Ἦχος πλ. β' Ψαλμὸς 96

Ὁ Κύριος ἐβασίλευσεν, ἀγαλλιάσθω ἡ γῆ.

Στίχ. Προσκυνήσατε αὐτῷ πάντες Ἄγγελοι αὐτοῦ.

 

Προφητείας Ἡσαΐου τὸ Ἀνάγνωσμα

(Κεφ. ΜΒ', 5-16)

Οὕτω λέγει Κύριος ὁ Θεός, ὁ ποιήσας τὸν οὐρανόν, καὶ πήξας αὐτόν, ὁ στερεώσας τὴν γῆν καὶ τὰ ἐν αὐτῇ, καὶ διδοὺς πνοὴν τῷ λαῷ τῷ ἐπ' αὐτῆς, καὶ πνεῦμα τοῖς πατοῦσιν αὐτήν. Ἐγὼ Κύριος ὁ Θεὸς ἐκάλεσά σε ἐν δικαιοσύνῃ, καὶ κρατήσω τῆς χειρός σου, καὶ ἐνισχύσω σε, καὶ ἔδωκά σε εἰς διαθήκην γένους, εἰς φῶς ἐθνῶν, ἀνοῖξαι ὀφθαλμοὺς τυφλῶν, ἐξαγαγεῖν ἐκ δεσμῶν δεδεμένους, καὶ ἐξ οἴκου φυλακῆς καθημένους ἐν σκότει. Ἐγὼ Κύριος ὁ Θεός, τοῦτό μού ἐστι τὸ ὄνομα, τὴν δόξαν μου ἑτέρῳ οὐ δώσω, οὐδὲ τὰς ἀρετάς μου τοῖς γλυπτοῖς, τὰ ἀπ' ἀρχῆς ἰδοὺ ἥκασι, καὶ καινά, ἃ ἐγὼ ἀναγγέλλω, καὶ πρὸ τοῦ ἀναγγεῖλαι ἐδηλώθη ἡμῖν. Ὑμνήσατε τῷ Κυρίῳ ὕμνον καινόν, ἡ ἀρχὴ αὐτοῦ ἄνω, δοξάζετε τὸ ὄνομα αὐτοῦ ἀπ' ἄκρου τῆς γῆς, οἱ καταβαίνοντες εἰς τὴν θάλασσαν, καὶ πλέοντες αὐτήν, αἱ νῆσοι, καὶ οἱ κατοικοῦντες αὐτάς. Εὐφράνθητι ἔρημος, καὶ αἱ κῶμαι αὐτῆς, ἐπαύλεις, καὶ οἱ κατοικοῦντες Κηδάρ, εὐφρανθήσονται οἱ κατοικοῦντες πέτραν, ἀπ' ἄκρου τῶν ὀρέων βοήσουσι, δώσουσι τῷ Θεῷ δόξαν, τὰς ἀρετὰς αὐτοῦ ἐν ταῖς νήσοις ἀναγγελοῦσι. Κύριος ὁ Θεὸς τῶν δυνάμεων ἐξελεύσεται, καὶ βοήσεται ἐπὶ τοὺς ἐχθρούς αὐτοῦ μετὰ ἰσχύος. Ἐσιώπησα ἀπ' αἰῶνος, μὴ καὶ ἀεὶ σιωπήσομαι, καὶ ἀνέξομαι; ὡς ἡ τίκτουσα ἐκαρτέρησα, ἐκστήσω καὶ ξηρανῶ ἅμα, ἐρημώσω ὄρη καὶ βουνούς, καὶ πάντα χόρτον αὐτῶν ξηρανῶ· καὶ θήσω ποταμοὺς εἰς νήσους, καὶ ἕλη ξηρανῶ, καὶ ἄξω τυφλοὺς ἐν ὁδῷ, ᾗ οὐκ ἔγνωσαν, καὶ τρίβους, ἃς οὐκ ᾔδεισαν, πατῆσαι ποιήσω αὐτούς, ποιήσω αὐτοῖς τὸ σκότος εἰς φῶς, καὶ τὰ σκολιὰ εἰς εὐθεῖαν, ταῦτα τὰ ῥήματα ποιήσω αὐτοῖς, καὶ οὐκ ἐγκαταλείψω αὐτούς.

 

Προκείμενον Ἦχος πλ. β' Ψαλμὸς 96

ᾌσατε τῷ Κυρίῳ ᾆσμα καινόν.

Στίχ. Ἀλαλάξατε τῷ Θεῷ πᾶσα ἡ γῆ.