Τῌ ΠΕΜΠΤῌ ΠΡΟ ΤΩΝ ΒΑΪΩΝ

ΕΙΣ ΤΟΝ ΕΣΠΕΡΙΝΟΝ

 

Στιχηρὰ Προσόμοια Ποίημα Ἰωσὴφ

Ἦχος δ' Ὁ ἐξ ὑψίστου κληθεὶς ΤΟ ΑΚΟΥΤΕ

Τῶν Ἀποστόλων δυὰς ἱερωτάτη, ἕνα τῆς Τριάδος σε, ἐπισταμένη Χριστέ, νῦν παρὰ σοῦ ἀποστέλλεται, ἀγάγαι πῶλον, ὑποζυγίου υἱὸν ὡς γέγραπται, ἐφ΄ ᾧ ταπεινούμενος, καθίσεις εὔσπλαγχνε, τὴν ἐν ὑψίστοις θελήματι, καθέδραν πᾶσι, τοῖς σὲ ποθοῦσιν ἑτοιμαζόμενος, καὶ τοὺς ἀλόγοις ὑποκύψαντας, φρενοβλαβῶς Λόγε πάθεσι λογισμούς ἀπεργάσω. Ὡσαννά σοι ἀνακράζοντας.

 

Καθυποδέχου Σιὼν τὸν Βασιλέα, ἰδού σοι πρᾳότατος, ἤδη ἐφίσταται, ἐξαναστῆσαι τὸν Λάζαρον, καὶ καταλῦσαι, τὸ τοῦ θανάτου πικρὸν βασίλειον. Πληθὺς θεοσύλλεκτε, τῶν ἱερῶν Μοναστῶν, μετὰ Μιγάδων ἀθροίσθητε, καθυπαντῆσαι, μετὰ Βαΐων Χριστῷ κραυγάζοντες· Εὐλογημένος ὁ ἐρχόμενος, σῶσαι γένος βροτῶν διὰ πάθους Σταυροῦ, καὶ ἀπάθειαν πᾶσι, παρασχεῖν δι' ἀγαθότητα.

Ἕτερον Ποίημα Θεοδώρου

Ἦχος πλ. δ' Ὁ ἐν Ἐδὲμ Παράδεισος ΤΟ ΑΚΟΥΤΕ

Ὁ Σεραφὶμ τοῖς ἄνω φοβερός, Χριστὲ ἐποχούμενος, ὡς Θεός τε καὶ τῶν ὅλων ποιητής, αὐτὸς ἐν πώλῳ ἐπὶ γῆς, καθεσθῆναι ἐπείγεσαι, ὡς ὑπάρχων καθ' ἡμᾶς ἀνθρωπικῶς, ἡ Βηθανία ἀγάλλεται, ὡς δεχομένη σε Σωτήρ, Ἱεροσόλυμα χαίρει δέ, ὡς προσδοκῶντά σε λαβεῖν, θάνατος τέθνηκε, προαισθόμενος τὸν Λάζαρον, φοιτᾶν ἐκ τῶν νεκρῶν, καὶ ἡμεῖς τοῖς Βαΐοις, προϋπαντὴν τελοῦντες ἐν χαρᾷ, ἀνυμνοῦμεν τὸ κράτος, τῆς ἀγαθότητός σου Κύριε.

Καὶ τοῦ Μηναίου, Προσόμοια γ'

Δόξα... Καὶ νῦν ... Σταυροθεοτοκίον

Προκείμενον Ἦχος πλ. β' Ψαλμὸς ριθ'

Πρὸς Κύριον ἐν τῷ θλίβεσθαί με, ἐκέκραξα.

Στίχ. Κύριε, ῥῦσαι τὴν ψυχήν μου ἀπὸ χειλέων ἀδίκων.

 

Γενέσεως τὸ Ἀνάγνωσμα

(Κεφ. ΜΣΤ' 1-7)

Ἀπάρας Ἰσραήλ, αὐτὸς καὶ πάντα τὰ αὐτοῦ, ἦλθεν ἐπὶ τὸ φρέαρ τοῦ ὅρκου, καὶ ἔθυσε θυσίαν τῷ Θεῷ τοῦ πατρὸς αὐτοῦ Ἰσραήλ. Εἶπε δὲ ὁ Θεὸς Ἰσραὴλ ἐν ὁράματι τῆς νυκτός, εἰπών· Ἰακώβ, Ἰακώβ. Ὁ δὲ εἶπε· Τί ἐστιν; Ὁ δὲ λέγει αὐτῷ· Ἐγώ εἰμι ὁ Θεὸς τῶν πατέρων σου, μὴ φοβοῦ καταβῆναι εἰς Αἴγυπτον· εἰς γὰρ ἔθνος μέγα ποιήσω σε ἐκεῖ, καὶ ἐγὼ καταβήσομαι μετὰ σοῦ εἰς Αἴγυπτον, καὶ ἐγὼ ἀναβιβάσω σε εἰς τέλος, καὶ Ἰωσὴφ ἐπιβαλεῖ τὰς χείρας αὐτοῦ ἐπὶ τοὺς ὀφθαλμούς σου. Ἀνέστη δὲ Ἰακὼβ ἀπὸ τοῦ φρέατος τοῦ ὅρκου, καὶ ἀνέλαβον οἱ υἱοὶ Ἰσραὴλ τὸν πατέρα αὐτῶν, καὶ τὴν ἀποσκευήν, καὶ τὰς γυναῖκας αὐτῶν ἐπὶ τὰς ἁμάξας, ἃς ἀπέστειλεν Ἰωσὴφ ἆραι αὐτόν. Καὶ ἀναλαβόντες τὰ ὑπάρχοντα αὐτῶν καὶ πᾶσαν τὴν κτῆσιν, ἣν ἐκτήσαντο ἐν γῇ Χαναάν, εἰσῆλθον εἰς Αἴγυπτον, Ἰακώβ, καὶ πᾶν τὸ σπέρμα αὐτοῦ, οἱ υἱοί, καὶ οἱ υἱοὶ τῶν υἱῶν αὐτοῦ μετ' αὐτοῦ, αἱ θυγατέρες αὐτοῦ, καὶ αἱ θυγατέρες τῶν θυγατέρων αὐτοῦ, καὶ πᾶν τὸ σπέρμα αὐτοῦ ἤγαγεν εἰς Αἴγυπτον.

 

Προκείμενον Ἦχος πλ. δ' Ψαλμὸς ρκ'

Κύριος φυλάξαι σε ἀπὸ παντὸς κακοῦ, φυλάξοι τὴν ψυχήν σου ὁ Κύριος.

Στίχ. Ἦρα τοὺς ὀφθαλμούς μου εἰς τὰ ὄρη.

 

Παροιμιῶν τὸ Ἀνάγνωσμα

(Κεφ. ΚΓ', 15 - ΚΔ', 5)

Υἱέ, ἐὰν σοφὴ γένηταί σου ἡ καρδία, εὐφρανεῖς καὶ τὴν ἐμὴν καρδίαν, καὶ ἐνδιατρίψει λόγοις τὰ σὰ χείλη πρὸς τὰ ἐμὰ χείλη, ἐὰν ὀρθὰ ὦσι. Μὴ ζηλούτω ἡ καρδία σου ἁμαρτωλούς, ἀλλὰ ἐν φόβῳ Κυρίου ἴσθι ὅλην τὴν ἡμέραν· ἐὰν γὰρ τηρήσῃς αὐτά, ἔσται σοι ἔκγονα, ἡ δὲ ἐλπίς σου οὐκ ἀποστήσεται. Ἄκουε, υἱέ, καὶ σοφός γίνου, καὶ κατεύθυνε ἐννοίας σῆς καρδίας. Μὴ ἴσθι οἰνοπότης, μηδὲ ἐκτείνου συμβουλαῖς, κρεῶν τε ἀγορασμοῖς· πᾶς γὰρ μέθυσος καὶ πορνοκόπος πτωχεύσει, καὶ ἐνδύσεται διερρηγμένα καὶ ῥακώδη πᾶς ὑπνώδης. Ἄκουε, υἱὲ πατρὸς τοῦ γεννήσαντός σε, καὶ μὴ καταφρόνει ὅτι γεγήρακέ σου ἡ μήτηρ. Ἀλήθειαν κτῆσαι καὶ μὴ ἀπώσῃ σοφίαν καὶ παιδείαν καὶ σύνεσιν. Καλῶς ἐκτρέφει πατὴρ δίκαιος, ἐπὶ δὲ υἱῷ σοφῷ εὐφραίνεται ἡ ψυχὴ αὐτοῦ. Εὐφραινέσθω ὁ πατὴρ καὶ ἡ μήτηρ ἐπὶ σοί, καὶ χαιρέτω ἡ τεκοῦσά σε. Δός μοι, υἱέ, σὴν καρδίαν· οἱ δὲ σοὶ ὀφθαλμοὶ ἐμᾶς ὁδοὺς τηρείτωσαν. Πίθος γὰρ τετριμμένος ἐστὶν ἀλλότριος οἶκος, καὶ φρέαρ στενόν ἀλλότριον· οὗτος γὰρ συντόμως ἀπολεῖται, καὶ πᾶς παράνομος ἀναλωθήσεται. Τίνι οὐαί; τίνι θόρυβος; τίνι κρίσεις; τίνι ἀηδίαι καὶ λέσχαι; τίνι συντρίμματα διακενῆς; τίνος πελιδνοὶ οἱ ὀφθαλμοὶ; οὐ τῶν ἐγχρονιζόντων ἐν οἴνοις; οὐ τῶν ἰχνευόντων ποῦ πότοι γίνονται; μὴ μεθύσκεσθε οἴνῳ, ἀλλὰ ὁμιλεῖτε ἀνθρώποις δικαίοις, καὶ ὁμιλεῖτε ἐν περιπάτοις· ἐὰν γὰρ εἰς τὰς φιάλας καὶ τὰ ποτήρια δῷς τοὺς ὀφθαλμούς σου, ὕστερον περιπατήσεις γυμνότερος ὑπέρου· τὸ δὲ ἔσχατον, ὥσπερ ὑπὸ ὄφεως πεπληγὼς ἐκτείνεται, καὶ ὥσπερ ὑπὸ κεράστου διαχεῖται αὐτοῦ ὁ ἰός. Οἱ ὀφθαλμοί σου ὅταν ἴδωσιν ἀλλοτρίαν, τὸ στόμα σου τότε λαλήσει σκολιά, καὶ κατακείσῃ ὥσπερ ἐν καρδίᾳ θαλάσσης, καὶ ὥσπερ κυβερνήτης ἐν πολλῷ κλύδωνι. Ἐρεῖς δέ· Ἔτυπτόν με, καὶ οὐκ ἐπόνεσα, καὶ ἐνέπαιξάν μοι· ἐγὼ δὲ οὐκ ᾔδειν, πότε ὄρθρος ἔσται, ἵνα ἐλθὼν ζητήσω μεθ' ὧν συνελεύσομαι. Υἱέ, μὴ ζηλώσῃς κακοὺς ἄνδρας, μηδὲ ἐπιθυμήσῃς εἶναι μέτ' αὐτῶν· ψευδῆ γὰρ μελετᾷ ἡ καρδία αὐτῶν, καὶ πόνους τὰ χείλη αὐτῶν λαλεῖ. Μετὰ σοφίας οἰκοδομεῖται οἶκος, καὶ μετὰ συνέσεως ἀνορθοῦται. Μετὰ αἰσθήσεως, ἐμπίπλανται τὰ ταμιεῖα ἐκ παντὸς πλούτου τιμίου καὶ καλοῦ. Κρείσσων σοφὸς ἰσχυροῦ, καὶ ἀνὴρ φρόνησιν ἔχων γεωργίου μεγάλου.

 

Εἰς τὰ Ἀπόστιχα

Ἰδιόμελον Ἦχος πλ. δ'

Τοῦ Πλουσίου τῆς ἀσυμπαθοῦς ὁμοιώσεως, καὶ ἀμεταδότσυ γνώμης, ῥῦσαί με Χριστὲ ὁ Θεός, ὁ διὰ Σταυροῦ σου, καθαρισμὸν τῶν ἁμαρτιῶν ἡμῶν ποιησάμενος, Λαζάρου δὲ τοῦ πτωχοῦ, τῆς εὐχαρίστου ὑπομονῆς, ζηλωτὴν ἀνάδειξον, καὶ τῶν κόλπων τοῦ Πατριάρχου Ἀβραάμ, μὴ ἀποξενώσῃς με, διὰ τὸ μέγα σου ἔλεος. (Δίς)

Μαρτυρικὸν

Μάρτυρες Κυρίου, πάντα τόπον ἁγιάζετε, καὶ πᾶσαν νόσον θεραπεύετε, καὶ νῦν πρεσβεύσατε, ῥυσθῆναι τῶν παγίδων τοῦ ἐχθροῦ, τὰς ψυχὰς ἡμῶν δεόμεθα.

Δόξα... Καὶ νῦν ... Σταυροθεοτοκίον

Ὢ τοῦ παραδόξου θαύματος ΤΟ ΑΚΟΥΤΕ

Ὢ τοῦ παραδόξου θαύματος! ὢ μυστηρίου φρικτοῦ! ὢ φρικτῆς ἐγχειρήσεως! ἡ Παρθένος ἔλεγεν, ἐν Σταυρῷ σε ὡς ἔβλεψεν, ἐν μέσῳ δύο λῃστῶν κρεμάμενον, ὃν ἀνωδύνως, φρικτῶς ἐκύησεν, ἔκλαιε λέγουσα· Οἴμοι Τέκνον φίλτατον! πῶς ὁ δεινός, δῆμος καὶ ἀχάριστος, σταυρῷ προσήλωσε;

 

Τῌ ΠΑΡΑΣΚΕΥῌ ΠΡΟ ΤΩΝ ΒΑΪΩΝ

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

 

Μετὰ τὴν β' Στιχολογίαν 

Καθίσματα Ἦχος δ'

Ταχὺ προκατάλαβε ΤΟ ΑΚΟΥΤΕ

Δυὰς ἀποστέλλεται, τῶν Μαθητῶν ἀγαγεῖν, τὸν πῶλον ὡς γέγραπται, ἐν ᾧ Χριστὸς ἐπιβάς, ὡραῖος ἐλεύσεται, αἴνεσιν ἐκ νηπίων, καταρτίσασθαι θείαν. Τοῦτον οὖν ὑπαντῆσαι, ἐπειχθῶμεν σπουδαίως, Βαΐα ἐναρέτων, αὐτῷ φέροντες πράξεων.

Σταυροθεοτοκίον

Παρθένε πανάμωμε, Μήτηρ Χριστοῦ τοῦ Θεοῦ, ῥομφαία διῆλθέ σου, τὴν παναγίαν ψυχήν, ἡνίκα σταυρούμενον, ἔβλεψας ἑκουσίως, τὸν Υἱὸν καὶ Θεόν σου, ὅν περ εὐλογημένη, δυσωποῦσα μὴ παύσῃ, συγχώρησιν πταισμάτων, καιρῷ νηστείας δωρήσασθαι.

 

Μετὰ τὴν γ' Στιχολογίαν 

Καθίσματα Ἦχος πλ. δ'

Ἀνέστης ἐκ νεκρῶν ΤΟ ΑΚΟΥΤΕ

Δυὰς τῶν Μαθητῶν, ἀποστέλλεται σήμερον, τὸν πῶλον ἀγαγεῖν, τῷ Δεσπότῃ τῶν ἁπάντων, ἔρχεται ἐπιβῆναι, ὁ ὀχούμενος Σεραφὶμ πλήθεσιν, ἄρχεται δειματοῦσθαι, ὁ κοσμοκράτωρ παμφάγος θάνατος, διὰ Λαζάρου πρῶτον σκυλευθείς, τὸ γένος τῶν ἀνθρώπων.

Σταυροθεοτοκίον

Τῷ πάθει τοῦ Υἱοῦ, ἡ Ἁγνὴ ἐφεστῶσα, θρηνοῦσα γοερῶς, κατηλάλαζε μέλος. Πῶς σε τὸν ἀσιγήτως, Ἀγγέλων ὕμνοις δοξολογούμενον, παῖδες Ἑβραίων φεῦ μοι! Πιλάτου κρίσει Υἱὲ παρέστησαν! Ὑμνολογῶ σου Λόγε τὴν πολλήν, καὶ ἄρρητον εὐσπλαγχνίαν.

 

ᾨδὴ ε' Ἦχος δ'

Ἀνάτειλόν μοι Κύριε ΤΟ ΑΚΟΥΤΕ

Ἐπὶ Σταυροῦ σὺ Κύριε, ὑπνώσας μεταβέβληκας, εἰς ὕπνον Δέσποτα τὸν θάνατον· Λάζαρος γὰρ ἐβόας, ὁ φίλος κεκοίμηται, ἀλλὰ ἀπελεύσομαι, ἐξυπνῆσαι νῦν αὐτόν.

 

Τῶν Προφητῶν κηρύγματα, πληρῶν προφητευόμενα, προφητοκτόνον πρὸς τὴν πόλιν Χριστέ, οἰκτίρμον παρεγένου, κτανθῆναι θελήματι, τὸν ἀποκτανθέντα με, διασῴζων τῆς φθορᾶς.

 

Οἱ σῶμα τὸ δυσήνιον, τῷ λόγῳ ὑποτάξαντες, δι' ἐγκρατείας καὶ δεήσεως, μονασταὶ καὶ μιγάδες, Χριστῷ ὑπαντήσατε, πώλῳ ἐπιβαίνοντι, ἐρχομένῳ τε παθεῖν.

Θεοτοκίον

Ῥανίσι τοῦ ἐλέους σου, κατάρδευσον Πανάχραντε, τὴν ἐκτακεῖσάν μου καρδίαν, φλογμῷ τῆς ἁμαρτίας, καὶ τὸν ἐσβεσμένον μου, τῆς καρδίας ἄναψον, λύχνον πύλη τοῦ φωτός.

Ἕτερον Ποίημα Θεοδώρου

Ἦχος πλ. δ' Τὸν ζόφον τῆς ψυχῆς μου ΤΟ ΑΚΟΥΤΕ

Δυάδα Μαθητῶν σου, ἐν τῷ μέλλειν σε φθάνειν εἰς Βηθανίαν Χριστέ, στέλλεις ἀγάγαι σοι πῶλον, ἐφ' ὃν οὐδεὶς ἀνθρώπων ἐκάθισε· πλὴν γάρ σου, οὐδεὶς τὰ ἄλογα ἔθνη, Σωτὴρ καθυπέταξε.

 

Συνῆλθεν Ἰουδαίων, ἐξ Ἱεροσολύμων εἰς Βηθανίαν πληθύς, καὶ ταῖς συγγόνοις Λαζάρου, σήμερον μὲν συμπάσχει, ἐπὰν δὲ αὔριον γνῷ, τοῦτον ἐκ τάφου πηδῶντα, κινεῖται πρὸς φόνον Χριστοῦ.

Δόξα...

Τριὰς ἡ παναγία, ὁ Πατήρ, ὁ Υἱός, καὶ Πνεῦμα τὸ παντουργόν, ἡ μακαρία Θεότης, ἡ ἄναρχος οὐσία, τὸ τριλαμπέστατον φῶς, τὸ πανδερκέστατον κράτος, τοὺς δούλους σου φύλαττε.

Καὶ νῦν ... Σταυροθεοτοκίον

Σταυρῷ σε κατιδοῦσα, ἐμπεπαρμένον τοῖς ἥλοις, Χριστὲ ἡ Μήτηρ σου, καὶ ἐκ πλευρᾶς ζωηρᾶς σου, ῥυὲν Αἷμα καὶ ὕδωρ, κατετιτρώσκετο, τῇ μητρικῇ συμπαθείᾳ· Υἱόν γάρ σε ἔγνω αὐτῆς.

Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι

Ἰδοὺ παρεσκευάσθη, ὁ Χριστὸς ἐπιστῆναι, πρὸς τὴν Ἱερουσαλήμ, οἱ ἐν τοῖς ὄρεσι πάντες, καὶ ἐν ταῖς ἐρημίαις, συνέλθετε μονασταί, αὐτῷ χαρὰ ὑπαντῆσαι, σύν πάσῃ τῇ ὑπ' οὐρανῷ.

Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ

«Τὸν ζόφον τῆς ψυχῆς μου, διασκέδασον φωτοδότα Χριστὲ ὁ Θεός, ὁ τὸ ἀρχέγονον σκότος, διώξας τῆς ἀβύσσου, καὶ δώρησαί μοι τὸ φῶς, τῶν προσταγμάτων σου Λόγε, ἵνα ὀρθρίζων δοξάζω σε».

 

ᾨδὴ η'

Γῆ καὶ πάντα τὰ ἐν αὐτῇ ΤΟ ΑΚΟΥΤΕ

Τὴν ἀνάστασιν καὶ ζωήν, ἔχουσαι Γυναῖκες προσφιλῆ, τί ἀποδύρεσθε πικρῶς; παραγίνεται καὶ ζωώσει, τὸν γνήσιον φίλον, τῇ αὐτοῦ ἀναστάσει τὴν ἔγερσιν, πάντων προμηνύων, ὁ πάντων εὐεργέτης.

 

Καταγώγια μοναστῶν, ἀθροίσθητε ὡς ἄρνες λογικοί, τῷ ἀρχιποίμενι Χριστῷ, ὑπαντῆσαι νῦν κλαδηφόροι, προέρχεται θέλων, ὡς ἀρνίον σφαγῆναι ὁ Κύριος, ὅπως τήν τοῦ λύκου, ἐξάρῃ τυραννίδα.

 

Ἐρχομένου πρὸς Βηθσφαγῆ, κρότου σου ποδῶν ὁ δυσμενής, ᾔσθετο ᾍδης, καὶ ποδῶν τοῦ Λαζάρου ἥπτετο λέγων· Εἰ μέλλει φωνεῖν σε ἡ ζωή, μὴ μελήσῃς, ἀλλ' ἔξελθε· ἔγνων τὴν ἐμὴν γάρ, κατάλυσιν ἐν τάχει.

Θεοτοκίον

Ἱεραί σε τῶν Προφητῶν, κηρύττουσι φωναὶ συμβολικῶς, πύλην καὶ ὄρος καὶ σκηνὴν τὴν ἁγίαν, φωτὸς νεφέλην, ἐξ ἧς τοῖς ἐν σκότει, καὶ σκιᾷ καθημένοις ἀνέτειλεν, Ἥλιος Παρθένε, ὁ μόνος φωτοδότης.

 

Εἱρμὸς ἄλλος

Ἄγγελοι καὶ οὐρανοὶ ΤΟ ΑΚΟΥΤΕ

Ἡ δυὰς τῶν Μαθητῶν, ἀποσταλεῖσα φέρει ὑποζύγιον, τῷ ἐπὶ ταῖς νεφέλαις ἐπιβαίνοντι, ὃν τὰ πάντα ὑμνοῦσι, καὶ ὑπερυψοῦσιν, εἰς πάντας τοὺς αἰῶνας.

 

Ἐπὶ θύραις ὁ Χριστός, λοιπὸν ἡ Βηθανία μὴ σκυθρώπαζε· εἰς γὰρ χαρὰν τὸ πένθος μεταβάλλει σου, τὸ σὸν θρέμμα ἐγείρων, Λάζαρον ἐκ τάφου, αὐτὸν ὑμνολογοῦντα.

Εὐλογοῦμεν Πατέρα, Υἱόν, καὶ ἅγιον Πνεῦμα

Εἷς Θεὸς οὖν ἡ Τριάς, οὐ τοῦ Πατρὸς ἐκστάντος εἰς υἱότητα, οὐδὲ Υἱοῦ τραπέντος εἰς ἐκπόρευσιν, ἀλλ' ἰδίᾳ καὶ ἄμφω, φῶς Θεὸν τὰ τρία, δοξάζω εἰς αἰῶνας.

Καὶ νῦν ... Θεοτοκίον

Μόνη ἄφθορος κύεις, μόνη θηλάζεις βρέφος μὴ λοχεύουσα, μόνη τὸν κτίστην τίκτεις, καὶ Δεσπότην σου, εἰ καὶ Μήτηρ καὶ δούλη, Σὲ Παρθενομῆτορ, ὑμνοῦμεν εἰς αἰῶνας.

Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι

Τοῖς φυτοῖς τῶν ἀρετῶν, καὶ αἰσθητῶς τοῖς κλάδοις, ὡς διπλοῦν Χριστόν, ἑτοιμασθῶμεν πάντες ὑποδέξασθαι, ὀχούμενον ἐν πώλῳ, ὃν ὑπερυψοῦμεν, εἰς πάντας τούς αἰῶνας.

Αἰνοῦμεν, εὐλογοῦμεν, καὶ προσκυνοῦμεν τὸν Κύριον

Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ

Ἄγγελοι καὶ οὐρανοί, τὸν ἐπὶ θρόνου δόξης ἐποχούμενον, καὶ ὡς Θεὸν ἀπαύστως δοξαζόμενον, εὐλογεῖτε, ὑμνεῖτε, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

 

ᾨδὴ θ'

Ὅτι ἐποίησέ μοι μεγαλεῖα

Ἰδοὺ προανεφώνεις, ἀναβαίνομεν Ἰησοῦ, πρὸς Πόλιν, τὴν ἁγίαν, καὶ χερσὶν μιαιφόνων ἀληθῶς, παραδοθήσομαι σταυρῷ, ἀποκτανθῆναι σαρκί.

 

Θανάτου θέλων Λόγε, ἐξαρπάσαι φίλον τὸν σόν, σαρκὶ θανατωθῆναι δι' ἡμᾶς, κατεπείγῃ τοὺς βροτούς, ἀθανατίζων τοὺς πιστούς, μόνε ἀθάνατε.

 

Βαΐα σωφροσύνης, ἐπεισοίσωμεν τῷ Χριστῷ, ἐν πώλῳ μετριάζοντι σαρκί, καὶ προσείπωμεν αὐτῷ· Ἐπὶ τὸ πάθος ὁ ἐλθών, εὐλογητὸς εἶ Σωτήρ.

Θεοτοκίον

Φρικτή σου ἡ λοχεία, Θεοτόκε Μήτηρ Χριστοῦ· διό σε μακαρίζομεν πιστῶς, καὶ δοξάζομεν σεπτῶς, αἱ γενεαὶ τῶν γενεῶν, εἰς τοὺς αἰῶνας, Ἀμήν.

 

Ἄλλος

Τὸν προδηλωθέντα ΤΟ ΑΚΟΥΤΕ

Ἄρτι ἀποστέλλων, τοὺς Μαθητὰς Χριστὸς ἔφη· Λύσαντές μοι πῶλον, ἀγάγετε ἐπιβῆναι, ἵνα λύσω τῆς ἀλογίας τὰ ἔθνη, καὶ καθυποτάξω, ὡς Υἱὸς τῷ Πατρί.

 

Ἔρχεται ὁ Κύριος, ἄνοιξόν σου τὰς πύλας, Βηθανία πρόσδεξαι, ἐν πίστει τὸν Δεσπότην· καὶ γὰρ ἥκει ἐξαναστῆσαι ἐκ τάφου, Λάζαρον ὡς μόνος παντοδύναμος.

Δόξα...

Τὸ τρισσοφαὲς Κύριε, τῆς σῆς μοναρχίας, ἐκφαντορικαῖς λάμψεσιν, εἰς νοῦν ἡμῶν ἀστράπτον, ἀπὸ πλάνης πολυσχιδοῦς ἐπιστρέφει, πρὸς ἑνωτικὴν ἡμᾶς ἐνθέωσιν.

Καὶ νῦν ... Θεοτοκίον

Χαίροις τὸ παλάτιον, τοῦ πάντων Βασιλέως, δι' ἧς τὰ βασίλεια οὐρανῶν ἠνεῴχθη, τοῖς ἐπὶ γῆς Θεοτόκε Παρθένε, καὶ ἡ μετὰ Ἀγγέλων συγκατοίκησις.

Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι

Οἱ ἐν ταῖς ἐρήμοις, καὶ ὄρεσι καὶ σπηλαίοις, ἥκατε ἀθροίσθητε, σὺν ἡμῖν βαϊοφόροι, ὑπαντῆσαι τῷ Βασιλεῖ καὶ Δεσπότῃ· ἔρχεται γὰρ σῶσαι τὰς ψυχὰς ἡμῶν.

Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ

«Τὸν προδηλωθέντα, ἐν ὄρει τῷ Νομοθέτῃ, ἐν πυρὶ καὶ βάτῳ, τόκον τὸν τῆς Ἀειπαρθένου, εἰς ἡμῶν τῶν πιστῶν σωτηρίαν, ὕμνοις ἀσιγήτοις μεγαλύνομεν».

 

Εἰς τὰ Ἀπόστιχα τῶν Αἴνων

Ἰδιόμελον Ἦχος δ'

Ποίημα Λέοντος τοῦ Βασιλέως

Περιφρονήσασα ψυχή μου τῶν θείων χρησμῶν, εὐάλωτος γέγονας, ταῖς μηχαναῖς τοῦ ἐχθροῦ· οἰκείᾳ ῥοπῇ, παραδοθεῖσα τῇ φθορᾷ, καὶ καρωθεῖσα ὑπὸ ἁμαρτίας πολλῆς, τὸ θεότευκτον ἄμφιον ἐρρύπωσας, καὶ ἀνευτρέπιστον τοῦ βασιλικοῦ γάμου πεποίηκας, ἀλλ' ἵνα μὴ σὺν τῇ ἁμαρτίᾳ ἑλκυσθῇς, καὶ ὑποκεκρυμμένη τῶν παθῶν τῷ ἐνδύματι, ἀνακλιθεῖσα, τὰς εὐθύνας τῆς εἰσόδου εἰσπραχθῇς, καὶ τοῦ νυμφῶνος ἐκβληθῇς, τῷ Σωτῆρι κράξον. Τὸ φοβερὸν ὄμμα, ὁ λαβὼν ὅπερ εἰμί, καὶ ὃς ἧς μὴ ἐάσας, καὶ πρὸ σταυροῦ, χλαμύδα ἐμπαιγμοῦ δι' ἐμὲ φορέσας, τὸν σάκκον μου διάρρηξον, καὶ εὐφροσύνην ἀμφίασον, καὶ ἐκ σκότους ἐξωτέρου, καὶ κλαυθμοῦ αἰωνίου ῥῦσαί με, καὶ ἐλέησόν με. (Δίς)

Μαρτυρικὸν

Τοὺς Ἀθλοφόρους τοῦ Χριστοῦ δεῦτε λαοὶ ἅπαντες τιμήσωμεν, ὕμνοις καὶ ᾠδαῖς πνευματικαῖς, τοὺς φωστῆρας τοῦ Κόσμου, καὶ κήρυκας τῆς Πίστεως, τὴν πηγὴν τήν ἀένναον, ἐξ ἧς ἀναβλύζει, τοῖς πιστοῖς τὰ ἰάματα, αὐτῶν ταῖς ἱκεσίαις Χριστὲ ὁ Θεὸς ἡμῶν, τὴν εἰρήνην δώρησαι τῷ Κόσμῳ σου, καὶ ταῖς ψυχαῖς ἡμῶν τὸ μέγα ἔλεος.

Δόξα... Ἰδιόμελον

Ἦχος πλ. δ'

Τὴν ψυχωφελῆ, πληρώσαντες Τεσσαρακοστήν, καὶ τὴν ἁγίαν Ἑβδομάδα τοῦ Πάθους σου, αἰτοῦμεν κατιδεῖν Φιλάνθρωπε, τοῦ δοξάσαι ἐν αὐτῇ τὰ μεγαλεῖά σου, καὶ τήν ἄφατον δι' ἡμᾶς οἰκονομίαν σου, ὁμοφρόνως μελῳδοῦντες, Κύριε δόξα σοι.

 

Καὶ νῦν ... Τὸ αὐτὸ

 

ΕΙΣ ΤΗΝ ΤΡΙΘΕΚΤΗΝ

 

Τροπάριον τῆς Προφητείας

Ἦχος γ'

Ἀνυπόστατος Κύριε ἡ ὀργή, τῆς ἐπὶ ἁμαρτωλοὺς ἀπειλῆς σου· καὶ οὐκ ἐσμὲν ἄξιοι ατενίσαι, καὶ αἰτῆσαι παρὰ σοῦ ἔλεος, μὴ τῷ θυμῷ σου, μηδὲ τῇ ὀργῇ σου ἀπολέσῃς ἡμᾶς, οὓς ἐκ γῆς τῇ χειρί σου ἔπλασας.

 

Δόξα... Καί νῦν ... Τὸ αὐτὸ

 

Προκείμενον Ἦχος δ' Ψαλμὸς ρκα'

Εὐφράνθην ἐπὶ τοῖς εἰρηκόσι μοι. Εἰς οἶκον Κυρίου πορευσόμεθα.

Στίχ. Ἕνεκα τοῦ οἴκου Κυρίου τοῦ Θεοῦ ἡμῶν ἐξεζήτησα ἀγαθά σοι.

 

Προφητείας Ἡσαΐου τὸ Ἀνάγνωσμα

(Κεφ. ΞΣΤ', 10-24)

Εὐφράνθητι, Ἱερουσαλήμ, καὶ πανηγυρίσατε ἐν αὐτῇ, πάντες οἱ ἀγαπῶντες αὐτήν, καὶ οἱ κατοικοῦντες αὐτήν, χάρητε ἅμα αὐτῇ χαρᾷ πάντες ὅσοι ἐπενθεῖτε ἐπ' αὐτῇ, ἵνα θηλάσητε, καὶ ἐμπλησθῆτε ἀπὸ μαστοῦ παρακλήσεως αὐτῆς, καὶ ἵνα ἐκθηλάσαντες, τρυφήσητε ἀπὸ εἰσόδου δόξης αὐτῆς. Ὅτι τάδε λέγει Κύριος· Ἰδοὺ ἐγὼ ἐκκλίνω εἰς αὐτούς, ὡς ποταμὸς εἰρήνης, καὶ ὡς χειμάρρους ἐπικλύζων δόξαν ἐθνῶν, τὰ παιδία αὐτῶν ἐπ' ὤμων ἀρθήσονται, καὶ ἐπὶ γονάτων παρακληθήσονται, ὡς εἴ τινα μήτηρ παρακαλέσει, οὕτω κᾀγὼ παρακαλέσω ὑμᾶς, καὶ ἐν Ἱερουσαλὴμ παρακληθήσεσθε. Καὶ ὄψεσθε, καὶ χαρήσεται ἡ καρδία ὑμῶν, καὶ τὰ ὀστᾶ ὑμῶν ὡς βοτάνη ἀνατελεῖ, καὶ γνωστὴ ἔσται ἡ χεὶρ Κυρίου τοῖς φοβουμένοις αὐτόν, καὶ ἀπειλήσει τοῖς ἀπειθοῦσιν. Ἰδοὺ γὰρ Κύριος ὡς πῦρ ἥξει, καὶ ὡς καταιγὶς τὰ ἅρματα αὐτοῦ, ἀποδοῦναι ἐν θυμῷ ἐκδίκησιν, καὶ ἀποσκορακισμὸν αὐτοῦ ἐν φλογὶ πυρός· ἐν γὰρ τῷ πυρὶ Κυρίου κριθήσεται πᾶσα ἡ γῆ, καὶ ἐν τῇ ῥομφαίᾳ αὐτοῦ πᾶσα σάρξ. Πολλοὶ τραυματίαι ἔσονται ὑπὸ Κυρίου, οἱ ἁγνιζόμενοι καὶ καθαριζόμενοι εἰς τοὺς κήπους, καὶ ἐν τοῖς προθύροις οἱ ἐσθίοντες κρέας ὕειον, καὶ τὰ βδελύγματα, καὶ τὸν μῦν, ἐπὶ τὸ αὐτὸ ἀναλωθήσονται, εἶπε Κύριος· κᾀγὼ τὰ ἔργα αὐτῶν, καὶ τὸν λογισμὸν αὐτῶν ἐπίσταμαι, καὶ ἐγὼ ἔρχομαι συναγαγεῖν πάντα τὰ ἔθνη, καὶ τὰς γλώσσας, καὶ ἥξουσι, καὶ ὄψονται τὴν δόξαν μου, καὶ καταλείψω ἐπ' αὐτῶν σημεῖον, καὶ ἐξαποστελῶ ἐξ αὐτῶν σεσωσμένους εἰς τὰ ἔθνη, εἰς Θαρσεῖς, καὶ Φούδ, καὶ Λούδ, καὶ Μοσόχ, καὶ εἰς Θοβέβ, καὶ εἰς τὴν Ἑλλάδα, καὶ εἰς τὰς νήσους τὰς πόρρω, οἳ οὐκ ἀκηκόασί μου τὸ ὄνομα, οὔτε ἑωράκασί μου τὴν δόξαν. Καὶ ἀναγγελοῦσι τὴν δόξαν μου ἐν τοῖς ἔθνεσι, καὶ ἄξουσι τοὺς ἀδελφοὺς ἡμῶν ἐκ πάντων τῶν ἐθνῶν, δῶρον Κυρίῳ, μεθ' ἵππων καὶ ἁρμάτων ἐν λαμπήναις ἡμιόνων, μετὰ σκιαδίων εἰς τὴν ἁγίαν πόλιν Ἱερουσαλήμ, εἶπε Κύριος· ὡς ἂν εἰσενέγκοιεν ἐμοὶ οἱ υἱοὶ Ἰσραὴλ τὰς θυσίας αὐτῶν μετὰ εὐφροσύνης, καὶ μετὰ ψαλμῶν εἰς τὸν οἶκον Κυρίου, καὶ ἀπ΄ αὐτῶν λήψομαι Ἱερεῖς καὶ Λευΐτας, εἶπε Κύριος. Ὃν τρόπον γὰρ ὁ οὐρανὸς καινός, καὶ ἡ γῆ καινή, ἃ ἐγὼ ποιῶ, μένει ἐνώπιον ἐμοῦ, λέγει Κύριος· οὕτω στήσεται τὸ σπέρμα ὑμῶν, καὶ τὸ ὄνομα ὑμῶν. Καὶ ἔσται μὴν ἐκ μηνός, καὶ σάββατον ἐκ σαββάτου, καὶ ἥξει πᾶσα σάρξ τοῦ προσκυνῆσαι ἐνώπιον ἐμοῦ ἐν Ἱερουσαλήμ, εἶπε Κύριος. Καὶ ἐξελεύσονται, καὶ ὄψονται τὰ κῶλα τῶν ἀνθρώπων τῶν παραβεβηκότων ἐν ἐμοί· ὁ γὰρ σκώληξ αὐτῶν οὐ τελευτήσει, καὶ τὸ πῦρ αὐτῶν οὐ σβεσθήσεται, καὶ ἔσονται εἰς ὅρασιν πάσῃ σαρκί.

 

Προκείμενον Ἦχος πλ. β' Ψαλμὸς ρκβ'

Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς.

Στίχ. Πρὸς σὲ ἦρα τοὺς ὀφθαλμούς μου.