ΚΥΡΙΑΚΗ
ΤΩΝ ΑΓΙΩΝ ΤΙΗ' ΘΕΟΦΟΡΩΝ ΠΑΤΕΡΩΝ, ΠΛ Β' ΗΧΟΣ
Στιχηρὰ Ἀναστάσιμα τῆς Ὀκτωήχου Ἦχος πλ. β΄ Νίκην ἔχων Χριστέ, τὴν κατὰ τοῦ ᾍδου, ἐν τῷ Σταυρῷ ἀνῆλθες, ἵνα τοὺς ἐν σκοτει θανάτου καθημένους, συναναστήσῃς σεαυτῷ, ὁ ἐν νεκροῖς ἐλεύθερος, ὁ πηγάζων ζωὴν ἐξ οἰκείου φωτός, Παντοδύναμε Σωτήρ, ἐλέησον ἡμᾶς. Ἦχος πλ. β΄ Σήμερον ὁ Χριστός, θάνατον πατήσας, καθὼς εἶπεν ἀνέστη, καὶ τὴν ἀγαλλίασιν τῷ κόσμῳ ἐδωρήσατο, ἵνα πάντες κραυγάζοντες τὸν ὕμνον οὕτως εἴπωμεν· Ἡ πηγὴ τῆς ζωῆς, τὸ ἀπρόσιτον φῶς, παντοδύναμε Σωτήρ, ἐλέησον ἡμᾶς. Ἦχος πλ. β΄ Σὲ Κύριε τὸν ὄντα ἐν πάσῃ τῇ κτίσει, ἁμαρτωλοὶ ποῦ φύγωμεν; ἐν τῷ οὐρανῶ; αὐτὸς κατοικεῖς, ἐν τῷ ᾍδῃ; ἐπάτησας θάνατον, εἰς τὰ βάθη τὰ τῆς θαλάσσης; ἐκεῖ ἡ χείρ σου Δέσποτα. Πρὸς σὲ καταφεύγομεν, σοὶ προσπίπτοντες ἱκετεύομεν· Ὁ ἀναστὰς ἐκ τῶν νεκρῶν, ἐλέησον ἡμᾶς. Τῆς Ἀναλήψεως Ἦχος πλ. β΄ Ὁ Κύριος ἀνελήφθη εἰς οὐρανούς, ἵνα πέμψῃ τὸν Παράκλητον τῷ κόσμῳ. Οἱ οὐρανοὶ ἡτοίμασαν τὸν θρόνον αὐτοῦ, νεφέλαι τὴν ἐπίβασιν αὐτοῦ, Ἄγγελοι θαυμάζουσιν, ἄνθρωπον ὁρῶντες ὑπεράνω αὐτῶν, ὁ Πατὴρ ἐκδέχεται, ὃν ἐν κόλποις ἔχει συναΐδιον, τὸ Πνεῦμα τὸ ἅγιον, κελεύει πᾶσι τοῖς Ἀγγέλοις αὐτοῦ. Ἄρατε πύλας οἱ ἄρχοντες ὑμῶν, πάντα τὰ ἔθνη κροτήσατε χεῖρας, ὅτι ἀνέβη Χριστός, ὅπου ἦν τὸ πρότερον. Ἦχος πλ. β΄ Κύριε τῇ σῇ Ἀναλήψει, ἐξεπλάγησαν τὰ Χερουβίμ, θεωρήσαντά σε τὸν Θεόν, ἐπὶ νεφελῶν ἀνερχόμενον, τὸν ἐπ' αὐτῶν καθεζόμενον, καὶ δοξάζομέν σε, ὅτι χρηστόν τὸ ἔλεός σου, Δόξα σοι. Ἦχος πλ. β΄ Ἐν τοῖς ὄρεσι τοῖς ἁγίοις, θεωροῦντές σου τὰς ὑψώσεις Χριστέ, τὸ ἀπαύγασμα τῆς δόξης τοῦ Πατρός, ἀνυμνοῦμέν σου τὴν φωτοειδῆ τοῦ προσώπου μορφήν, προσκυνοῦμέν σου τὰ Παθήματα, τιμῶμεν τὴν Ἀνάστασιν, τὴν ἔνδοξον Ἀνάληψιν δοξάζοντες, Ἐλέησον ἡμᾶς. Τῶν ἁγίων Πατέρων Ἦχος πλ. β΄ Ἡ ἀπεγνωσμένη Ἐκ γαστρὸς ἐτέχθης πρὸ ἑωσφόρου, ἐκ Πατρὸς ἀμήτωρ πρὸ τῶν αἰώνων, κἂν Ἄρειος κτίσμα σε, καὶ οὐ Θεὸν δοξάζῃ, τόλμῃ συνάπτων σε τὸν κτίστην, τοῖς κτίσμασιν ἀφρόνως, ὕλην πυρὸς τοῦ αἰωνίου, ἑαυτῷ θησαυρίζων· ἀλλ' ἡ σύνοδος ἡ ἐν Νικαίᾳ, Υἱὸν Θεοῦ σε ἀνεκήρυξε, Κύριε, Πατρὶ καὶ Πνεύματι σύνθρονον. Στιχηρὰ Ἰδιόμελα τοῦ Παραλύτου Ἦχος πλ. β΄ Τίς σου τὸν χιτῶνα Σῶτερ διεῖλεν, Ἄρειος, σὺ ἔφης, ὁ τῆς Τριάδος, τεμὼν τὴν ὁμότιμον ἀρχὴν εἰς διαιρέσεις, οὗτος ἠθέτησέ σε εἶναι, τὸν ἕνα τῆς Τριάδος, οὗτος Νεστόριον διδάσκει, Θεοτόκον μὴ λέγειν· ἀλλ' ἡ Σύνοδος ἡ ἐν Νικαίᾳ, Υἱὸν Θεοῦ σε ἀνεκήρυξε, Κύριε, Πατρὶ καὶ Πνεύματι σύνθρονον. Ἦχος πλ. β΄ Κρημνῷ περιπίπτει τῆς ἁμαρτίας, Ἄρειος, ὁ μύσας τὸ φῶς μὴ βλέπειν, καὶ θείῳ σπαράττεται, ἀγκίστρῳ τοῖς ἐγκάτοις, πᾶσαν ἐκδοῦναι τὴν οὐσίαν, καὶ τὴν ψυχήν βιαίως, ἄλλος Ἰούδας χρηματίσας, τῇ γνώμῃ καὶ τῷ τρόπῳ· ἀλλ' ἡ Σύνοδος ἡ ἐν Νικαίᾳ, Υἱὸν Θεοῦ σε ἀνεκήρυξε, Κύριε, Πατρὶ καὶ Πνεύματι σύνθρονον. Ἦχος πλ. β΄ Ἄρειος ὁ ἄφρων, τῆς Παναγίας, τέτμηκε Τριάδος τὴν μοναρχίαν, εἰς τρεῖς ἀνομίους τε καὶ ἐκφύλους οὐσίας· ὅθεν Πατέρες θεοφόροι, συνελθόντες προθύμως, ζήλῳ πυρούμενοι, καθάπερ, ὁ θεσβίτης Ἠλίας, τῷ τοῦ Πνεύματος τέμνουσι ξίφει, τὸν τῆς αἰσχύνης δογματίσαντα βλάσφημον, καθὼς τὸ Πνεῦμα ἀπεφήνατο. Ἦχος πλ. β΄ Τὰς μυστικὰς σήμερον τοῦ Πνεύματος σάλπιγγας, τοὺς θεοφόρους Πατέρας ἀνευφημήσωμεν, τοὺς μελῳδήσαντας ἐν μέσῳ τῆς Ἐκκλησίας, μέλος ἐναρμόνιον θεολογίας, Τριάδα μίαν, ἀπαράλλακτον, οὐσίαν τε καὶ Θεότητα, τοὺς καθαιρέτας Ἀρείου, καὶ ὀρθοδόξων προμάχους, τοὺς πρεσβεύοντας πάντοτε Κυρίῳ, ἐλεηθῆναι τὰς ψυχάς ἡμῶν. Θεοτοκίον - Ὀκτώηχος Ἦχος πλ. β΄ Τίς μὴ μακαρίσει σε, Παναγία Παρθένε; τίς μὴ ἀνυμνήσει σου τὸν ἀλόχευτον τόκον; ὁ γὰρ ἀχρόνως ἐκ Πατρὸς ἐκλάμψας Υἱὸς μονογενής, ὁ αὐτὸς ἐκ σοῦ τῆς Ἁγνῆς προῆλθεν, ἀφράστως σαρκωθείς, φύσει Θεὸς ὑπάρχων, καὶ φύσει γενόμενος ἄνθρωπος δι' ἡμᾶς, οὐκ εἰς δυάδα προσώπων τεμνόμενος, ἀλλ' ἐν δυάδι φύσεων, ἀσυγχύτως γνωριζόμενος. Αὐτὸν ἱκέτευε, σεμνὴ Παμμακάριστε, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.
Προκείμενον. Ἦχος πλ. β’.
Ὁ Κύριος ἐβασίλευσεν, εὐπρέπειαν ἐνεδύσατο.
Στίχ. Ἐνεδύσατο ὁ Κύριος δύναμιν καὶ περιεζώσατο.
Στίχ. Καὶ γὰρ ἐστερέωσεν τὴν οἰκουμένην, ἥτις οὐ σαλευθήσεται. Γενέσεως τὸ Ἀνάγνωσμα
(Κεφ. 14, 14-20)

Ἀκούσας Ἄβραμ, ὅτι ἠχμαλώτευται Λὼτ ὁ ἀδελφιδοῦς αὐτοῦ, ἠρίθμησε τοὺς ἰδίους οἰκογενεῖς αὐτοῦ, τριακοσίους δέκα καὶ ὀκτώ, καὶ κατεδίωξεν ὀπίσω αὐτῶν ἕως Δάν· καὶ ἐπέπεσεν ἐπ' αὐτοὺς τὴν νύκτα αὐτός, καὶ οἱ Παῖδες αὐτοῦ μέτ' αὐτοῦ καὶ ἐπάταξεν αὐτοὺς καὶ κατεδίωξεν αὐτοὺς ἕως Χοβάλ, ἣ ἐστιν ἐν ἀριστερᾷ Δαμασκοῦ, καὶ ἀπέστρεψε πᾶσαν τὴν ἵππον Σοδόμων, καὶ Λὼτ τὸν ἀδελφιδοῦν αὐτοῦ ἀπέστρεψε, καὶ πάντα τὰ ὑπάρχοντα αὐτοῦ, καὶ τὰς γυναῖκας, καὶ τὸν λαόν. Ἐξῆλθε δὲ βασιλεὺς Σοδόμων εἰς συνάντησιν αὐτῷ μετὰ τὸ ἀποστρέψαι αὐτὸν ἀπὸ τῆς κοπῆς τοῦ Χοδολογόμορ καὶ τῶν βασιλέων τῶν μετ' αὐτοῦ, εἰς τὴν κοιλάδα τοῦ Σαβῆ· τοῦτο ἦν πεδίον Βασιλέως, καὶ Μελχισεδέκ, βασιλεὺς Σαλήμ, ἐξήνεγκεν ἄρτους καὶ οἶνον, ἦν δὲ Ἱερεὺς τοῦ Θεοῦ τοῦ Ὑψίστου, καὶ εὐλόγησε τὸν Ἄβραμ, καὶ εἶπεν· Εὐλογημένος Ἄβραμ τῷ Θεῷ τῷ Ὑψίστῳ, ὃς ἔκτισε τὸν ὁ οὐρανὸν καὶ τὴν γῆν. Καὶ εὐλογητὸς ὁ Θεὸς ὁ Ὕψιστος, ὃς παρέδωκε τοὺς ἐχθρούς σου ὑποχειρίους σοι. Δευτερονομίου τὸ Ἀνάγνωσμα
(Κεφ. 1, 8-11, 15-17)

Ἔλιπε Μωσῆς πρὸς τοὺς υἱούς, Ἰσραὴλ ἴδετε, παρέδωκα ἐνώπιον ὑμῶν τὴν γῆν, εἰσελθόντες κληρονομήσατε τὴν γῆν, ἣν ὤμοσε Κύριος τοῖς πατράσιν ὑμῶν, τῷ Ἀβραάμ καὶ τῷ Ἰσαὰκ καὶ τῷ Ἰακώβ, δοῦναι αὐτοῖς καὶ τῷ σπέρματι αὐτῶν μετ' αὐτούς. Καὶ εἶπον πρὸς ὑμᾶς ἐν τῷ καιρῷ ἐκείνῳ, λέγων· οὐ δυνήσομαι μόνος φέρειν ὑμᾶς. Κύριος ὁ Θεὸς ἡμῶν ἐπλήθυνεν ὑμᾶς, καὶ ἰδού ἐστε σήμερον ὡσεὶ τὰ ἄστρα τοῦ οὐρανοῦ τῷ πλήθει. Κύριος ὁ Θεὸς τῶν Πατέρων ὑμῶν προσθείη ὑμῖν, ὡς ἐστὲ χιλιοπλασίως, καὶ εὐλογῆσαι ὑμᾶς, καθότι ἐλάλησεν ὑμῖν. Καὶ ἔλαβον ἐξ ὑμῶν ἄνδρας σοφούς, καὶ ἐπιστήμονας, καὶ συνετούς, καὶ κατέστησα αὐτοὺς ἠγεῖσθαι ἐφ' ἡμῶν, χιλιάρχους καὶ ἑκατοντάρχους, καὶ πεντηκοντάρχους, καὶ δεκάρχους, καὶ γραμματοεισαγωγεῖς τοῖς κριταῖς ὑμῶν. Καὶ ἐνετειλάμην τοῖς κριταῖς ὑμῶν ἐν τῷ καιρῶ ἐκείνω, λέγων· Διακούετε ἀναμέσον τῶν ἀδελφῶν ὑμῶν, καὶ κρίνατε δικαίως ἀνὰ μέσον ἀνδρὸς καὶ ἀνὰ μέσον τοῦ ἀδελφοῦ αὐτοῦ καὶ ἀνὰ μέσον τοῦ προσηλύτου αὐτοῦ. Οὐκ ἐπιγνώσει πρόσωπον ἐν κρίσει, κατὰ τὸν μικρὸν καὶ κατὰ τὸν μέγα κρινεῖς, οὐ μὴ ὑποστείλῃ πρόσωπον ἀνθρώπου, ὅτι ἡ κρίσις τοῦ Θεοῦ ἐστι. Δευτερονομίου τὸ Ἀνάγνωσμα
(Κεφ. 10, 14-21)

Εἶπε Μωσῆς πρὸς τοὺς υἱοὺς Ἰσραήλ· ἰδού, Κυρίου τοῦ Θεοῦ σου ὁ οὐρανός, καὶ ὁ οὐρανὸς τοῦ οὐρανοῦ, ἡ γῆ καὶ πάντα ὅσα ἐστὶν ἐν αὐτῇ. Πλὴν τοὺς πατέρας ὑμῶν προείλετο Κύριος ἀγαπᾶν αὐτούς, καὶ ἐξελέξατο τὸ σπέρμα αὐτῶν μετ' αὐτούς, ὑμᾶς παρὰ πάντα τὰ ἔθνη, κατὰ τὴν ἡμέραν ταύτην. Καὶ περιτεμεῖσθε τὴν σκληροκαρδίαν ὑμῶν, καὶ τὸν τράχηλον ὑμῶν οὐ σκληρυνεῖτε ἔτι· ὁ γὰρ Κύριος ὁ Θεὸς ὑμῶν, οὗτος Θεὸς τῶν Θεῶν, καὶ Κύριος τῶν Κυρίων, ὁ Θεὸς ὁ μέγας, καὶ ἰσχυρός, καὶ φοβερός, ὅστις οὐ θαυμάζει πρόσωπον, ουδ' οὐ μὴ λάβῃ δῶρον, ποιῶν κρίσιν προσηλύτῳ καὶ ὀρφανῷ καὶ χήρᾳ, καὶ ἀγαπᾷ τὸν προσήλυτον, δοῦναι αὐτῷ ἄρτον καὶ ἱμάτιον. Κύριον τὸν Θεόν σου φοβηθήσῃ, καὶ αὐτῷ μόνω λατρεύσεις, καὶ πρὸς αὐτὸν κολληθήσῃ, καὶ ἐπὶ τῷ ὀνόματι αὐτοῦ ὁμῇ. Αὐτὸς καύχημά σου, καὶ αὐτὸς Θεός σου, ὅστις ἐποίησέ σοι τὰ μεγάλα καὶ τὰ ἔνδοξα ταῦτα, ἃ εἶδον οἱ ὀφθαλμοί σου. Εἰς τὴν Λ ι τ ὴ ν
Τὸ Στιχηρὸν τοῦ Ἁγίου τῆς Μονῆς
Δόξα... (Τῶν Πατέρων) Ἦχος γ'

Ἀποστολικῶν παραδόσεων, ἀκριβεῖς φύλακες γεγόνατε, ἅγιοι Πατέρες· τῆς γὰρ ἁγίας Τριάδος τὸ ὁμοούσιον, ὀρθοδόξως δογματίσαντες, Ἀρείου τὸ βλάσφημον, συνοδικῶς κατεβάλετε, μεθ΄ὃν καὶ Μακεδόνιον, πνευματομάχον ἀπελέγξαντες, κατεκρίνατε Νεστόριον, Εὐτυχέα καὶ Διόσκορον, Σαβέλλιόν τε καὶ Σεβῆρον τὸν ἀκέφαλον, ὧν τῆς πλάνης αἰτήσασθε ῥυσθέντας ἡμᾶς, ἀκηλίδωτον ἡμῶν τὸν βίον, ἐν τῇ πίστει φυλάττεσθαι δεόμεθα.br/>Καὶ νῦν ... Θεοτοκίον, (Τῆς Ἑορτῆς) Ἦχος πλ. β'
Κύριε, τῆς οἰκονομίας πληρώσας τὸ μυστήριον, παραλαβὼν τοὺς σοὺς Μαθητάς, εἰς τὸ ὄρος τῶν Ἐλαιῶν ἀνελάμβανες, καὶ ἰδού, τὸ στερέωμα τοῦ οὐρανοῦ παρῆλθες, ὁ δι' ἐμὲ πτωχεύσας κατ' ἐμέ, καὶ ἀναβάς· ὅθεν οὐκ ἐχωρίσθης, τὸ πανάγιόν σου Πνεῦμα ἐξαπόστειλον, φωτίζον τὰς ψυχὰς ἡμῶν. Ἀπόστιχα, Τὸ Ἀναστάσιμον. - Ὀκτώηχος Ἦχος πλ. β΄ Τὴν Ἀνάστασίν σου Χριστὲ Σωτήρ, Ἄγγελοι ὑμνοῦσιν ἐν οὐρανοῖς, καὶ ἡμᾶς τοὺς ἐπὶ γῆς καταξίωσον, ἐν καθαρᾷ καρδίᾳ σὲ δοξάζειν. Στίχ. Ὁ Κύριος ἐβασίλευσεν, εὐπρέπειαν ἐνεδύσατο. Ἀπόστιχα, Τὰ κατ’ Ἀλφάβητον. - Ὀκτώηχος Ἦχος πλ. β΄ Πύλας συντρίψας χαλκᾶς, καὶ μοχλοὺς τοῦ ᾍδου συνθλάσας, ὡς Θεὸς παντοδύναμος, γένος ἀνθρώπων πεπτωκὸς ἀνέστησας. Διὰ τοῦτο καὶ ἡμεῖς συμφώνως βοῶμεν· Ὁ ἀναστὰς ἐκ τῶν νεκρῶν, Κύριε δόξα σοι. Στίχ. Ἐνεδύσατο ὁ Κύριος δύναμιν καὶ περιεζώσατο. Ἦχος πλ. β΄ Ῥεύσεως ἡμᾶς τῆς πάλαι Χριστὸς ἐπανορθῶσαι θέλων, Σταυρῷ προσπήγνυται καὶ τάφῳ τέθειται, ὃν Μυροφόροι Γυναῖκες, μετὰ δακρύων ζητοῦσαι, θρηνοῦσαι ἔλεγον· Οἴμοι Σωτὴρ τῶν ἁπάντων , πῶς κατεδέξω τάφῳ οἰκῆσαι; οἰκήσας δὲ θέλων, πῶς ἐκλάπης; πῶς μετετέθης; ποῖος δὲ τόπος τὸ σὸν ζωηφόρον κατέκρυψε σῶμα; Ἀλλὰ Δέσποτα, ὡς ὑπέσχου, ἡμῖν ἐμφάνηθι, καὶ παῦσον ἀφ' ἡμῶν, τὸν ὀδυρμὸν τῶν δακρύων, θρηνούσαις δὲ αὐταῖς, Ἄγγελος πρὸς αὐτὰς ἀπεβόησε. Τὸν θρῆνον παυσάμεναι, τοῖς Ἀποστόλοις εἴπατε· Ὅτι ἀνέστη ὁ Κύριος, τῷ κόσμῳ δωρούμενος ἱλασμόν, καὶ τὸ μέγα ἔλεος. Στίχ. Καὶ γὰρ ἐστερέωσεν τὴν οἰκουμένην, ἥτις οὐ σαλευθήσεται. Ἦχος πλ. β΄ Σταυρωθεὶς ὡς ἠβουλήθης Χριστέ, καὶ τὸν θάνατον τῇ ταφῇ σου σκυλεύσας, τριήμερος ἀνέστης, ὡς Θεὸς μετὰ δόξης, τῷ κόσμῳ δωρούμενος ἀτελεύτητον ζωήν, καὶ τὸ μέγα ἔλεος. Τῶν Πατέρων Ἦχος δ' Τὴν ἐτήσιον μνήμην σήμερον, τῶν θεοφόρων Πατέρων, τῶν ἐκ πάσης τῆς οἰκουμένης συναθροισθέντων, ἐν τῇ λαμπρᾷ πόλει Νικαέων, τῶν Ὀρθοδόξων τὰ συστήματα, εὐσεβοῦντες πιστῶς ἑορτάσωμεν. Οὗτοι γὰρ τοῦ δεινοῦ Ἀρείου τὸ ἄθεον δόγμα, εὐσεβοφρόνως καθεῖλον, καὶ τῆς Καθολικῆς Ἐκκλησίας συνοδικῶς τοῦτον ἐξωστράκισαν, καὶ τρανῶς τὸν Υἱὸν τοῦ Θεοῦ, ὁμοούσιον καὶ συναΐδιον, πρὸ τῶν αἰώνων ὄντα, τοῖς πᾶσιν ἐδίδαξαν ὁμολογεῖν, ἐν τῷ τῆς πίστεως Συμβόλῳ, ἀκριβῶς καὶ εὐσεβῶς τοῦτο ἐκθέμενοι· ὅθεν καὶ ἡμεῖς, τοῖς θείοις αὐτῶν δόγμασιν ἑπόμενοι, βεβαίως πιστεύοντες λατρεύομεν, σὺν Πατρὶ τὸν Υἱόν, καὶ τὸ Πνεῦμα τὸ πανάγιον, ἐν μιᾷ Θεότητι, Τριάδα ὁμοούσιον. Τῆς Ἑορτῆς Ἦχος δ' Κύριε, τὸ μυστήριον, τὸ ἀπὸ τῶν αἰώνων κεκρυμμένον, καὶ ἀπὸ γενεῶν, πληρώσας ὡς ἀγαθός, ἦλθες μετὰ τῶν Μαθητῶν σου ἐν τῷ ὄρει τῶν Ἐλαιῶν, ἔχων τὴν τεκοῦσάν σε τὸν ποιητὴν καὶ πάντων δημιουργόν· τὴν γὰρ ἐν τῷ πάθει σου μητρικῶς πάντων ὑπεραλγήσασαν, ἔδει καὶ τῇ δόξῃ τῆς σαρκός σου ὑπερβαλλούσης ἀπολαῦσαι χαρᾶς, ἧς καὶ ἡμεῖς μετασχόντες, τῇ εἰς οὐρανοὺς ἀνόδῳ σου Δέσποτα, τὸ μέγα σου ἔλεος, τὸ εἰς ἡμᾶς γεγονὸς δοξάζομεν. Ἀπολυτίκιον Ἦχος πλ. β΄ Άυτόμελον Ἀγγελικαὶ Δυνάμεις ἐπὶ τὸ μνῆμά σου, καὶ οἱ φυλάσσοντες ἀπενεκρώθησαν, καὶ ἵστατο Μαρία ἐν τῷ τάφῳ, ζητοῦσα τὸ ἄχραντόν σου σῶμα. Ἐσκύλευσας τὸν ᾍδην, μὴ πειρασθεὶς ὑπ' αὐτοῦ, ὑπήντησας τῇ Παρθένῳ, δωρούμενος τὴν ζωήν, ὁ ἀναστὰς ἐκ τῶν νεκρῶν, Κύριε δόξα σοι. Τῶν Πατέρων Ἦχος πλ. δ΄ Ὑπερδεδοξασμένος εἶ, Χριστὲ ὁ Θεὸς ἡμῶν, ὁ φωστῆρας ἐπὶ γῆς τοὺς Πατέρας ἡμῶν θεμελιώσας, καὶ δι' αὐτῶν πρὸς τὴν ἀληθινὴν πίστιν, πάντας ἡμᾶς ὁδηγήσας· πολυεύσπλαγχνε, δόξα σοι. Τῆς Ἑορτῆς Ἦχος πλ. δ΄ Ἀνελήφθης ἐν δόξῃ, Χριστὲ ὁ Θεὸς ἡμῶν, χαροποιήσας τοὺς Μαθητάς, τῇ ἐπαγγελίᾳ τοῦ ἁγίου Πνεύματος· βεβαιωθέντων αὐτῶν διὰ τῆς εὐλογίας, ὅτι σὺ εἶ ὁ Υἱός τοῦ Θεοῦ, ὁ λυτρωτὴς τοῦ κόσμου. Καθίσματα Ἀναστάσιμα - Ὀκτώηχος Ἦχος πλ. β΄ Τοῦ τάφου ἀνεῳγμένου, τοῦ ᾍδου ὀδυρομένου, ἡ Μαρία ἐβόα πρὸς τοὺς κεκρυμμένους Ἀποστόλους· Ἐξέλθετε οἱ τοῦ ἀμπελῶνος ἐργάται, κηρύξατε τὸν τῆς Ἀναστάσεως λόγον. Ἀνέστη ὁ Κύριος, παρέχων τῷ κόσμῳ τὸ μέγα ἔλεος.
Δόξα...
Κύριε, παρίστατο τῷ τάφῳ σου Μαρία ἡ Μαγδαληνή, καὶ ἔκλαιε βοῶσα· καὶ κηπουρόν σε νομίζουσα ἔλεγε· Ποῦ ἔκρυψας τὴν αἰώνιον Ζωήν; ποῦ ἔθηκας τὸν ἐπὶ θρόνου Χερουβίμ; οἱ γὰρ τοῦτον φυλάσσοντες, ἀπὸ τοῦ φόβου ἀπενεκρώθησαν, ἢ τὸν Κύριόν μου δότε μοι, ἢ σὺν ἐμοὶ κραυγάσατε· ὁ ἐν νεκροῖς καὶ τοὺς νεκροὺς ἀναστήσας δόξα σοι.
Καὶ νῦν... Θεοτοκίον
Ὁ τὴν εὐλογημένην καλέσας σου Μητέρα ἦλθες ἐπὶ τὸ πάθος ἑκουσίᾳ βουλῇ, λάμψας ἐν τῷ Σταυρῷ, ἀναζητῆσαι θέλων τὸν Ἀδάμ, λέγων τοῖς Ἀγγέλοις· Συγχάρητέ μοι, ὅτι εὑρέθη ἡ ἀπολομένη δραχμή, ὁ πάντα σοφῶς οἰκονομήσας, δόξα σοι. Καθίσματα Ἀναστάσιμα - Ὀκτώηχος Ἦχος πλ. β΄ Ἡ Ζωή, ἐν τῷ τάφῳ ἀνέκειτο, καὶ σφραγὶς ἐν τῷ λίθῳ ἐπέκειτο, ὡς Βασιλέα ὑπνοῦντα, στρατιῶται ἐφύλαττον Χριστόν, καὶ τοὺς ἐχθροὺς αὐτοῦ ἀορασίᾳ πατάξας, ἀνέστη ὁ Κύριος.
Δόξα...
Τῷ ἑκουσίῳ θανάτῳ σου, ζωὴν ἀθάνατον εὕρομεν, παντοδύναμε καὶ μόνε τῶν ὅλων Σωτήρ· σὺ γὰρ ἐν τῇ σεπτῇ σου Ἐγέρσει, πάντας ἀνεκαλέσω, ὁ λύσας ᾍδου τὸ νῖκος, καὶ θανάτου τὸ κέντρον.
Καὶ νῦν... Θεοτοκίον
Θεοτόκε Παρθένε, ἱκέτευε τὸν Υἱόν σου, τὸν ἑκουσίως προσπαγέντα ἐν σταυρῷ, καὶ ἀναστάντα ἐκ νεκρῶν, Χριστὸν τὸν Θεὸν ἡμῶν, σωθῆναι τὰς ψυχὰς ἡμῶν. Ἡ Ὑπακοὴ
Τῷ ἑκουσίῳ καὶ ζωοποιῷ σου θανάτῳ Χριστέ, πύλας τοῦ ᾍδου συντρίψας ὡς Θεός, ἤνοιξας ἡμῖν τὸν πάλαι Παράδεισον, καὶ ἀναστὰς ἐκ τῶν νεκρῶν, ἐρρύσω ἐκ φθορᾶς τὴν ζωὴν ἡμῶν.
Οἱ Ἀναβαθμοί, Ἦχος πλ. β'
Ἀντίφωνον Α'

- Ἐν τῷ οὐρανῷ τοὺς ὀφθαλμούς μου αἴρω, πρὸς σὲ Λόγε, οἴκτιρόν με, ἵνα ζῶ σοι.
- Ἐλέησον ἡμᾶς τοὺς ἐξουθενουμένους, καταρτίζων εὔχρηστα, σκεύη σου Λόγε.
Δόξα... Καὶ νῦν ...
Ἁγίῳ Πνεύματι, πανσωστικὴ αἰτία, εἴ τινι τούτων κατ' ἀξίαν πνεύσει, τάχει ἐξαίρει τῶν τῆς γῆς, πτεροῖ, αὔξει, τάττει ἄνω.
Ἀντίφωνον Β'
- Εἰ μὴ ὅτι Κύριος ἦν ἐν ἡμῖν, οὐδεὶς ἡμῶν ἀντισχεῖν ἠδύνατο, ἐχθροῦ πάλαισμα· οἱ νικῶντες γὰρ ἔνθεν ὑψοῦνται.
- τοῖς ὁδοῦσιν αὐτῶν, μή μου ληφθήτω ἡ ψυχή, ὡς στρουθίον Λόγε, οἴμοι! πῶς μέλλω τῶν ἐχθρῶν ῥυσθῆναι, φιλαμαρτήμων ὑπάρχων.
Δόξα... Καὶ νῦν ...
Ἁγίῳ Πνεύματι, ἐνθέωσις τοῖς πᾶσιν, εὐδοκία, σύνεσις, εἰρήνη καὶ ἡ εὐλογία· ἰσουργὸν γὰρ τῷ Πατρί ἐστι καὶ Λόγῳ.
Ἀντίφωνον Γ'
- Οἱ πεποιθότες ἐπὶ Κύριον ἐχθροῖς φοβεροί, καὶ πᾶσι θαυμαστικοί· ἄνω γὰρ ὁρῶσιν.
- Ἐν ἀνομίαις χεῖρας αὐτῶν, ὁ τῶν δικαίων κλῆρος, ἐπίκουρόν σε ἔχων, Σῶτερ οὐκ ἐκτείνει.
Δόξα... Καὶ νῦν ...
Ἁγίῳ Πνεύματι, τὸ κράτος ἐπὶ πάντων ὅπερ αἱ ἄνω Στρατηγίαι προσκυνοῦσι, σὺν πάσῃ πνοῇ τῶν κάτω.
Προκείμενον
Κύριε, ἐξέγειρον τὴν δυναστείαν σου, καὶ ἐλθὲ εἰς τὸ σῶσαι ἡμᾶς.
Στίχ. Ὁ ποιμαίνων τὸν Ἰσραὴλ πρόσχες. ᾨδὴ α', Κανὼν Ἀναστάσιμος. - Ὀκτώηχος Ἦχος πλ. β΄ Ὁ Εἱρμὸς «Ὡς ἐν ἠπείρῳ πεζεύσας ὁ Ἰσραήλ, ἐν ἀβύσσῳ ἴχνεσι, τὸν διώκτην Φαραώ, καθορῶν ποντούμενον, Θεῷ, ἐπινίκιον ᾠδήν, ἐβόα ᾄσωμεν».

Ἐκτεταμέναις παλάμαις ἐπὶ Σταυροῦ, πατρικῆς ἐπλήρωσας, εὐδόκίας ἀγαθέ, Ἰησοῦ τὰ σύμπαντα· διό, ἐπινίκιον ᾠδήν, σοὶ πάντες ᾄσωμεν.

Φόβῳ σοι ὡς θεραπαινὶς ἡ τελευτή, προσταχθεῖσα πρόσεισι, τῷ Δεσπότῃ τῆς ζωῆς, δι' αὐτῆς βραβεύοντι ἡμῖν, ἀτελεύτητον ζωήν, καὶ τὴν Ἀνάστασιν.
Θεοτοκίον
Τὸν ἑαυτῆς δεξαμένη Δημιουργόν, ὡς αὐτὸς ἠθέλησεν, ἐξ ἀσπόρου σου γαστρός, ὑπὲρ νοῦν σαρκούμενον Ἁγνή, τῶν κτισμάτων ἀληθῶς, ἐδείχθης Δέσποινα. ᾨδὴ α', Κανὼν τῶν Πατέρων Ἦχος πλ. β΄ Ὡς ἐν ἠπείρῳ πεζεύσας Τὴν τῶν ἁγίων Πατέρων ἀνευφημῶν, παναγίαν Σύνοδον, τὸ πανάγιον αὐτῆς, ἐν ἐμοὶ χρησμῴδημα βοῶν, ἱκετεύω σε Χριστὲ διαφυλάττεσθαι.

Οἱ θεοφόροι Πατέρες ὡς ἀστραπαί, συνελθόντες σήμερον, σὲ Χριστὲ μονογενῆ, τῷ Πατρὶ συνάναρχον Υἱόν, ὡμολόγησαν τρανῶς καὶ ὁμοούσιον.

Νύμφης σου τῆς Ἐκκλησίας οἱ εὐκλεεῖς, νυμφοστόλοι Δέσποτα, τὸν τῆς πίστεως σαφῶς, ὁρισμὸν ἐκθέμενοι, χρυσοῦν, ὥσπερ κόσμον εὐπρεπῆ, ταύτην ἐκόσμησαν.
Θεοτοκίον
Πεποικιλμένῃ τῇ δόξῃ τῇ θεϊκῇ, ἡ σεπτὴ Βασίλισσα, τῷ Υἱῷ τῷ ἑαυτῆς, καὶ Θεῷ παρίσταται ἡμῖν, σωτηρίαν ψυχικὴν καθικετεύουσα.
Καταβασία, Ἦχος δ'
«Θείῳ καλυφθεὶς ὁ βραδύγλωσσος γνόφῳ
Ἐρρητόρευσε τὸν θεόγραφον νόμον·
Ἰλὺν γὰρ ἐκτινάξας ὄμματος νόου,
Ὁρᾷ τὸν ὄντα, καὶ μυεῖται Πνεύματος
Γνῶσιν, γεραίρων ἐνθέοις τοῖς ᾄσμασιν». ᾨδὴ γ', Κανὼν Ἀναστάσιμος. - Ὀκτώηχος Ἦχος πλ. β΄ Ὁ Εἱρμὸς «Οὐκ ἔστιν ἅγιος ὡς σύ, Κύριε, ὁ Θεός μου, ὁ ὑψώσας τὸ κέρας, τῶν πιστῶν σου Ἀγαθέ, καὶ στερεώσας ἡμᾶς, ἐν τῇ πέτρᾳ τῆς ὁμολογίας σου».

Θεὸν σταυρούμενον σαρκί, καθορῶσα ἡ κτίσις, διελύετο φόβῳ, ἀλλὰ τῇ συνεκτικῇ, παλάμῃ τοῦ δι' ἡμᾶς, σταυρωθέντος, κραταιῶς συνείχετο.

Θανάτῳ θάνατος λυθείς, κεῖται δείλαιος ἄπνους· τῆς ζωῆς γὰρ μὴ φέρων, τὴν ἔνθεον προσβολήν, νεκροῦται ὁ ἰσχυρός, καὶ δωρεῖται, πᾶσιν ἡ Ἀνάστασις.
Θεοτοκίον
Τοῦ θείου τόκου σου Ἁγνή, πᾶσαν φύσεως τάξιν, ὑπερβαίνει τὸ θαῦμα· Θεὸν γὰρ ὑπερφυῶς, συνέλαβες ἐν γαστρί, καὶ τεκοῦσα, μένεις ἀειπάρθενος. ᾨδὴ γ', Κανὼν τῶν Πατέρων Ἦχος πλ. β΄ Οὐκ ἔστιν ἅγιος Ῥοὴν καὶ πάθος καὶ τομήν, Ἄρειος ὁ παράφρων, τῇ γεννήσει τῇ θείᾳ, δυσσεβῶς ὁ ἀσεβής, προσάπτων τῷ τμητικῷ, τῶν Πατέρων ξίφει ἀποτέμνεται.

Ὡς πάλαι θεῖος Ἀβραάμ, στρατευόμενοι πάντες, οἱ σεπτοὶ θεηγόροι, τοὺς ἐχθρούς σου ἀγαθέ, τοὺς μανιώδεις τῇ σῇ, δυναστείᾳ κραταιῶς ἀπώλεσαν.

Τὸ πρῶτον ἄθροισμα τῶν σῶν, κροτηθὲν ἱερέων, ὁμοούσιον Σῶτερ, σὲ τῷ ἀνάρχῳ Πατρί, καὶ ποιητῇ τοῦ παντός, γεννηθέντα εὐσεβῶς ἐκήρυξαν.
Θεοτοκίον
Οὐ σθένει λόγος σε βροτῶν, οὐδὲ γλῶσσα Παρθένε, εὐφημεῖν σε ἀξίως· ἐκ σοῦ γὰρ ἄνευ σπορᾶς, ὁ ζωοδότης Χριστός, σαρκωθῆναι Πάναγνε ηὐδόκησεν.
Καταβασία, Ἦχος δ'
«Ἔρρηξε γαστρὸς ἠτεκνωμένης πέδας,
Ὕβριν τε δυσκάθεκτον εὐτεκνουμένης,
Μόνη προσευχὴ τῆς προφήτιδος πάλαι,
Ἄννης, φερούσης πνεῦμα συντετριμμένον,
Πρὸς τὸν δυνάστην καὶ Θεὸν τῶν γνώσεων». Κοντάκιον τῆς Ἀναλήψεως Ἦχος πλ. δ' Τὴν ὑπὲρ ἡμῶν πληρώσας οἰκονομίαν, καὶ τὰ ἐπὶ γῆς ἑνώσας τοῖς οὐρανίοις, ἀνελήφθης ἐν δόξῃ, Χριστὲ ὁ Θεὸς ἡμῶν, οὐδαμόθεν χωριζόμενος, ἀλλὰ μένων ἀδιάστατος, καὶ βοῶν τοῖς ἀγαπῶσί σε· Ἐγώ εἰμι μεθ' ὑμῶν, καὶ οὐδεὶς καθ' ὑμῶν. Καθίσματα τῶν Πατέρων Ἦχος δ' Ταχὺ προκατάλαβε Φωστῆρες ὑπέρλαμπροι, τῆς ἀληθείας Χριστοῦ, τῷ κόσμῳ ἐδείχθητε, ἐπὶ τῆς γῆς ἀληθῶς, Πατέρες μακάριοι, τήξαντες τὰς αἱρέσεις, τῶν δυσφήμων γλωσσάλγων, σβέσαντες τὰς φλογώδεις, τῶν βλασφήμων συγχύσεις· διὸ ὡς Ἱεράρχαι Χριστοῦ, πρεσβεύσατε σωθῆναι ἡμᾶς.
Δόξα... Τῶν αὐτῶν
Ἦχος ὁ αὐτὸς Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ

Τῶν Νικαέων ἡ λαμπρὰ πόλις σήμερον, ἐκ πάσης γῆς πρὸς ἑαυτὴν συνεκάλεσε, τριακοσίους δέκα καὶ ὀκτὼ Ἀρχιερεῖς, κατὰ τοῦ λαλήσαντος, βλασφημίαν Ἀρείου, καὶ κατασμικρύναντος τῆς Τριάδος τὸν ἕνα, Υἱὸν καὶ Λόγον ὄντα τοῦ Θεοῦ, ὃν καθελόντες τὴν Πίστιν ἐκράτυναν.
Καὶ νῦν ... Τῆς Ἀναλήψεως Ὅμοιον
Ὁ ἀνελθὼν εἰς οὐρανοὺς μετὰ δόξης, καὶ συγκαθίσας τῷ Πατρὶ δεξιόθεν, οὗ οὐδαμῶς κεχώρισαι, φιλάνθρωπε Χριστὲ· Πνεῦμα δὲ τὸ ἅγιον, τοῖς σοφοῖς Μαθηταῖς σου, πέμψειν ὑποσχόμενος, καὶ ἡμῶν καταυγάσας, τὰς διανοίας δίδου φωτισμόν, ὡς ἂν ἀπαύστως ὑμνῶμέν σε Δέσποτα. ᾨδὴ δ', Κανὼν Ἀναστάσιμος. - Ὀκτώηχος Ἦχος πλ. β΄ Ὁ Εἱρμὸς «Χριστός μου δύναμις, Θεὸς καὶ Κύριος, ἡ σεπτὴ Ἐκκλησία θεοπρεπῶς, μέλπει ἀνακράζουσα, ἐκ διανοίας καθαρᾶς, ἐν Κυρίῳ ἑορτάζουσα».

Τὸ ξύλον ἤνθησε, Χριστὲ τῆς ὄντως ζωῆς· ὁ Σταυρὸς γὰρ ἐπάγη καὶ ἀρδευθείς, αἵματι καὶ ὕδατι, ἐξ ἀκηράτου σου πλευρᾶς, τὴν ζωὴν ἡμῖν ἐβλάστησεν.

Οὐκ ἔτι ὄφις μοι ψευδῶς, τὴν θέωσιν ὑποβάλλει· Χριστὸς γὰρ ὁ θεουργός, τῆς ἀνθρώπων φύσεως, νῦν ἀκωλύτως τὴν τρίβον, τῆς ζωῆς μοι ἀνεπέτασεν.
Θεοτοκίον
Ὡς ὄντως ἄφθεγκτα, καὶ ἀκατάληπτα, τὰ τῆς σῆς Θεοτόκε θεοπρεποῦς, πέφυκε κυήσεως, τοῖς ἐπὶ γῆς καὶ οὐρανοῦ, Ἀειπάρθενε μυστήρια. ᾨδὴ δ', Κανὼν τῶν Πατέρων Ἦχος πλ. β΄ Χριστός μου δύναμις Νοθεύσας Ἄρειος, φρενὶ ἀγνώμονι, τὴν ὀρθόδοξον πίστιν ταῖς πατρικαῖς, ψήφοις ἐξωστράκισται, τῆς Ἐκκλησίας σεσηπός, ὥσπερ μέλος ὁ δυσώνυμος.

Ὑπὲρ σοῦ Δέσποτα, ἀγωνιζόμενος, ὁ χορὸς τῶν Πατέρων, σοῦ τοὺς ἐχθρούς, ἄγαν ἐτροπώσατο, καὶ συμφυῆ σε τῷ Πατρί, καὶ τῷ Πνεύματι ἐδόξασε.

Μεσίτης γέγονας, Θεὸς καὶ ἄνθρωπος, τοῦ Θεοῦ καὶ ἀνθρώπων· ὅθεν Χριστέ, δύο σε ταῖς φύσεσιν, ἕνα γνωρίζοντες Υἱόν, οἱ θεόφρονες ἐκήρυξαν.
Θεοτοκίον
Νεκρόν μὲ ἔδειξε, φυτοῦ ἀπόγευσις· τῆς ζωῆς γὰρ τὸ ξύλον ἐκ σοῦ φανέν, Πάναγνε ἀνέστησε, καὶ Παραδείσου τῆς τρυφῆς, κληρονόμον με κατέστησεν.
Καταβασία, Ἦχος δ'
«Ἄναξ ἀνάκτων, οἶος ἐξ οἴου μόνος,
Λόγος προελθὼν Πατρὸς ἐξ ἀναιτίου,
Ἰσοσθενές σου Πνεῦμα τοῖς Ἀποστόλοις,
Νημερτὲς ἐξέπεμψας ὡς εὐεργέτης,
ᾌδουσι· Δόξα τῷ κράτει σου Κύριε». ᾨδὴ ε', Κανὼν Ἀναστάσιμος. - Ὀκτώηχος Ἦχος πλ. β΄ Ὁ Εἱρμὸς «Τῷ θείῳ φέγγει σου Ἀγαθέ, τὰς τῶν ὀρθριζόντων σοι ψυχάς, πόθῳ εἰδέναι καταύγασον δέομαι, σὲ Λόγε Θεοῦ, τὸν ὄντως Θεόν, ἐκ ζόφου τῶν πταισμάτων ἀνακαλούμενον».

Ὑποχωρεῖ μοι τὰ Χερουβείμ, νῦν καὶ ἡ φλογίνη ῥομφαία, Δέσποτα νῶτά μοι δίδωσι, σὲ ἰδόντα Λόγε Θεοῦ, τὸν ὄντως Θεόν, Λῃστῇ ὁδοποιήσαντα τὸν Παράδεισον.

Οὐκ ἔτι δέδοικα τὴν εἰς γῆν, Δέσποτα Χριστὲ ἐπιστροφήν· σὺ γὰρ ἐκ γῆς με ἀνήγαγες, ἐπιλελησμένον δι΄εὐσπλαγχνίαν πολλήν, πρὸς ὕψος ἀφθαρσίας τῇ Ἀναστάσει σου.
Θεοτοκίον
Τοὺς Θεοτόκον σε ἐκ ψυχῆς, Δέσποινα τοῦ κόσμου ἀγαθή, ὁμολογοῦντας διάσωσον· σὲ γὰρ προστασίαν ἀκαταμάχητον, κεκτήμεθα τὴν ὄντως Θεογεννήτριαν. ᾨδὴ ε', Κανὼν τῶν Πατέρων Ἦχος πλ. β΄ Τῷ θείῳ φέγγει σου Ὡραῖοι πόδες ὡς ἀληθῶς, σὲ τῶν κηρυττόντων τὴν εἰρήνην, τὴν πάντα νοῦν ὑπερέχουσαν, πάντων τῶν Ἀγγέλων, καὶ τῶν ἀνθρώπων Χριστέ, καὶ πλήθει τῆς εἰρήνης κόσμον συνάπτουσαν.

Σοφίαν δύναμιν τοῦ Πατρός, Λόγον ἐνυπόστατον Χριστέ, σὲ συνελθόντες ἐκήρυξαν, οἱ τῆς Παναγίας ἱερωσύνης σεπτῶς, τῷ νόμῳ σφραγισθέντες θεῖοι Διδάσκαλοι.

Ὑδάτων νάματα καθαρά, τῆς διδασκαλίας τοῦ Χριστοῦ, τὴν Ἐκκλησίαν ποτίσαντες, ἐπὶ τῶν ὑδάτων της ἀναπαύσεως νῦν , τρυφᾶτε δι' αἰῶνος ἀγαλλιώμενοι.
Θεοτοκίον
Λυχνίαν πάναγνε φαεινήν, πᾶσιν ἀπαυγάζουσαν Χριστόν, δικαιοσύνης τὸν Ἥλιον, σὲ εἰδότες, μόνη Θεογεννῆτορ ἁγνή, τὴν σὴν νῦν προστασίαν ἐπικαλούμεθα.
Καταβασία, Ἦχος δ'
«Λυτήριον κάθαρσιν ἀμπλακημάτων,
Πυρίπνοον δέξασθε Πνεύματος δρόσον,
Ὦ τέκνα φωτόμορφα τῆς Ἐκκλησίας.
Νῦν ἐκ Σιὼν γὰρ ἐξελήλυθε νόμος,
Ἡ γλωσσοπυρσόμορφος Πνεύματος χάρις». ᾨδὴ ς', Κανὼν Ἀναστάσιμος. - Ὀκτώηχος Ἦχος πλ. β΄ Ὁ Εἱρμὸς «Τοῦ βίου τὴν θάλασσαν, ὑψουμένην καθορῶν, τῶν πειρασμῶν τῷ κλύδωνι, τῷ εὐδίῳ λιμένι σου προσδραμών, βοῶ σοι· ἀνάγαγε, ἐκ φθορᾶς τὴν ζωήν μου, Πολυέλεε».

Σταυρούμενος Δέσποτα, τοῖς μὲν ἥλοις τὴν ἀράν, τὴν καθ' ἡμῶν ἐξήλειψας, τῇ δὲ λόγχῃ νυττόμενος τὴν πλευράν, Ἀδὰμ τὸ χειρόγραφον, διαρρήξας, τὸν κόσμον ἠλευθέρωσας.

Ἀδὰμ κατενήνεκται, δι' ἀπάτης πτερνισθείς, πρὸς τὸ τοῦ ᾍδου βάραθρον, ἀλλ' ὁ φύσει Θεός τε καὶ συμπαθής, κατῆλθες πρὸς ἔρευναν, καὶ ἐπ' ὤμων βαστάσας, συνανέστησας.
Θεοτοκίον
Ἡ πάναγνος Δέσποινα, ἡ τεκοῦσα τοῖς βροτοῖς, τὸν κυβερνήτην Κύριον, τῶν παθῶν μου τὸν ἄστατον καὶ δεινόν, κατεύνασον τάραχον, καὶ γαλήνην, παράσχου τῇ καρδίᾳ μου. ᾨδὴ ς', Κανὼν τῶν Πατέρων Ἦχος πλ. β΄ Τοῦ βίου τὴν θάλασσαν Παθεῖν οὐ δεδύνηται, ζιζανίων ὁ σπορεύς, τὸ τῆς προνοίας ἄφατον, τῆς μανίας ἐπώνυμος ὁ κληθείς· Ἰούδαν ζηλώσας γάρ, ὡς ἐκεῖνος ἐρράγη ὁ παμπόνηρος.

Ὁ θεῖος κατάλογος, τῶν Πατέρων ὁ σεπτός, μονογενὲς ἀπαύγασμα, τῆς οὐσίας ἐκλάμψαν τῆς Πατρικῆς, κηρύττει σε Δέσποτα, καὶ πρὸ πάντων γεννηθέντα Υἱόν.

Γαστὴρ διαρρήγνυται, κατὰ λόγον ἡ πηγή, τὴν θολερὰν καὶ ἄποτον, αἱρέσεων πηγάσασα δυσσεβῶν, ἀρότρῳ δεήσεως, ἱερέων ἐνθέων προμηθέστατα.
Θεοτοκίον
Ὁ μέγας προέγραψεν, ἐν Προφήταις Μωϋσῆς, σὲ κιβωτὸν καὶ τράπεζαν, καὶ λυχνίαν, καὶ στάμνον συμβολικῶς, σημαίνων τὴν σάρκωσιν, τὴν ἐκ σοῦ τοῦ Ὑψίστου Μητροπάρθενε.
Καταβασία, Ἦχος δ'
«Ἱλασμὸς ἡμῖν Χριστὲ καὶ σωτηρία,
Ὁ Δεσπότης ἔλαμψας ἐκ τῆς Παρθένου,
Ἵν΄ ὡς Προφήτην θηρὸς ἐκ θαλαττίου,
Στέρνων Ἰωνᾶν, τῆς φθορᾶς διαρπάσῃς,
Ὅλον τὸν Ἀδάμ, παγγενῆ πεπτωκότα». Κοντάκιον Ἦχος πλ. δ' Ἀποστόλων τὸ κήρυγμα, καὶ τῶν Πατέρων τὰ δόγματα, τῇ Ἐκκλησίᾳ μίαν τὴν πίστιν ἐκράτυνεν· ἣ καὶ χιτῶνα φοροῦσα τῆς ἀληθείας, τὸν ὑφαντὸν ἐκ τῆς ἄνω θεολογίας, ὀρθοτομεῖ καὶ δοξάζει, τῆς εὐσεβείας τὸ μέγα μυστήριον. Ὁ Οἶκος Ἐν ὑψηλῷ κηρύγματι τῆς τοῦ Θεοῦ Ἐκκλησίας, ἀκούσωμεν βοώσης, ὁ διψῶν, ἐρχέσθω καὶ πινέτω, ὁ κρατήρ, ὃν φέρω, κρατήρ ἐστι τῆς σοφίας, τούτου τὸ πόμα ἀληθείας λόγῳ κεκέρακα, ὕδωρ οὐ προχέων ἀντιλογίας, ἀλλ' ὁμολογίας, ἧς πίνων ὁ νῦν Ἰσραήλ, Θεὸν ὁρᾷ φθεγγόμενον· ἴδετε, ἴδετε, ὅτι αὐτός ἐγώ εἰμι, καὶ οὐκ ἠλλοίωμαι· ἐγὼ Θεὸς πρῶτος, ἐγὼ καὶ μετὰ ταῦτα, καὶ πλὴν ἐμοῦ ἄλλος οὐκ ἔστιν ὅλως. Ἐντεῦθεν οἱ μετέχοντες πλησθήσονται, καὶ αἰνέσουσι, τῆς εὐσεβείας τὸ μέγα μυστήριον. Σ Υ Ν Α Ξ Α Ρ Ι Ο Ν Τῇ αὐτῇ ἡμέρᾳ, Κυριακῇ ἑβδόμῃ ἀπὸ τοῦ Πάσχα, τὴν ἐν Νικαίᾳ πρώτην Οἰκουμενικὴν Σύνοδον ἑορτάζομεν, τῶν τριακοσίων δέκα καὶ ὀκτὼ θεοφόρων Πατέρων.
Στίχοι
Πόλου νοητοῦ ἀστέρες σελασφόροι.
Ἀκτῖσιν ὑμῶν φωτίσατέ μοι φρένας.
Κατὰ Ἀρείου
Ξένον τὸν Υἱὸν Πατρὸς οὐσίας λέγων,
Ἄρειος, ἤτω τῆς Θεοῦ δόξης ξένος.

Ταῖς τῶν ἁγίων τριακοσίων δέκα καὶ ὀκτὼ θεοφόρων Πατέρων πρεσβείαις, Χριστὲ ὁ Θεὸς ἡμῶν, ἐλέησον ἡμᾶς. Ἀμήν. ᾨδὴ ζ', Κανὼν Ἀναστάσιμος. - Ὀκτώηχος Ἦχος πλ. β΄ Ὁ Εἱρμὸς «Δροσοβόλον μὲν τὴν κάμινον εἰργάσατο, Ἄγγελος τοῖς ὁσίοις Παισί, τοὺς Χαλδαίους δὲ καταφλέγον, πρόσταγμα Θεοῦ, τὸν τύραννον ἔπεισε βοᾶν· Εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν».

Ὀδυρόμενος τῷ πάθει σου ὁ ἥλιος, ζόφον περιεβάλετο, καὶ ἐν ἡμέρᾳ ἐπὶ πᾶσαν Δέσποτα τὴν γῆν, τὸ φῶς συνεσκότασε βοᾶν· Εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.

Ἠμφιάσαντο Χριστὲ τῇ καταβάσει σου, φέγγος τὰ καταχθόνια, ὁ προπάτωρ δέ, θυμηδίας ἔμπλεως ὀφθείς, χορεύων ἐσκίρτησε βοῶν· Εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.
Θεοτοκίον
Διὰ σοῦ μήτηρ Παρθένε φῶς ἀνέτειλε, πάσῃ τῇ οἰκουμένῃ φαιδρόν· τὸν γὰρ Κτίστην σὺ τῶν ἁπάντων τέτοκας Θεόν, ὃν αἴτησαι Πάναγνε ἡμῖν, καταπεμφθῆναι τοῖς πιστοῖς τὸ μέγα ἔλεος. ᾨδὴ ζ', Κανὼν τῶν Πατέρων Ἦχος πλ. β΄ Δροσοβόλον μὲν τὴν κάμινον Νενικήκατε μανίας τὸν ἐπώνυμον, Ἄρειον, τὸν μανέντα δεινῶς, καὶ λαλήσαντα εἰς τὸ ὕψος ἄδικα Θεοῦ· Υἱῷ γὰρ ἠρνήσατο βοᾶν· Εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.

Τὸν Υἱὸν βροντῆς μιμούμενοι θεσπέσιοι, Λόγον Πατρὶ συνάναρχον, καὶ ὁμόθρονον, πυριμόρφοις στόμασιν ὑμῶν, τοὺς πάντας διδάσκετε βοᾶν· Εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.

Ὡς ὑπόπτεροι τῷ Λόγῳ βοηθήσαντες, ἥκετε θεομακάριστοι· οἰκουμένης γὰρ ἐκ περάτων ἤθροισεν ὑμᾶς, τὸ Πνεῦμα τὸ ἅγιον βοᾶν· Εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.
Θεοτοκίον
Νεανίας τρεῖς ἡ κάμινος οὐκ ἔφλεξε, γέννησιν προτυποῦσα τὴν σήν· τὸ γὰρ θεῖον πῦρ σε μὴ φλέξαν, ᾤκησεν ἐν σοί, καὶ πάντας ἐφώτισε βοᾶν· Εὐλογημένη ἡ Θεόν σαρκὶ κυήσασα.
Καταβασία, Ἦχος δ'
«Σύμφωνον ἐθρόησεν ὀργάνων μέλος,
Σέβειν τὸ χρυσότευκτον ἄψυχον βρέτας.
Ἡ τοῦ Παρακλήτου δὲ φωσφόρος χάρις,
Σεβασμιάζει τοῦ βοᾶν, Τριὰς μόνη,
Ἰσοσθενής, ἄναρχος, Εὐλογητὸς εἶ». ᾨδὴ η', Κανὼν Ἀναστάσιμος. - Ὀκτώηχος Ἦχος πλ. β΄ Ὁ Εἱρμὸς «Ἐκ φλογὸς τοῖς Ὁσίοις δρόσον ἐπήγασας, καὶ Δικαίου θυσίαν ὕδατι ἔφλεξας· ἅπαντα γὰρ δρᾷς Χριστέ, μόνῳ τῷ βούλεσθαι, σὲ ὑπερυψοῦμεν, εἰς πάντας τοὺς αἰῶνας».

Ἰουδαίων τὸν πάλαι προφητοκτόνον λαόν, θεοκτόνον ὁ φθόνος νῦν ἀπειργάσατο, σὲ ἐπὶ Σταυροῦ ἀναρτήσαντα, Λόγε Θεοῦ, ὃν ὑπερυψοῦμεν, εἰς πάντας τοὺς αἰῶνας.

Οὐρανίους ἁψῖδας οὐ καταλέλοιπας, καὶ εἰς ᾍδην φοιτήσας, ὅλον συνήγειρας, κείμενον Χριστέ, ἐν σαπρίᾳ τὸν ἄνθρωπον, σὲ ὑπερυψοῦντα, εἰς πάντας τοὺς αἰῶνας.
Θεοτοκίον
Ἐκ φωτὸς φωτοδότην Λόγον συνέλαβες, καὶ τεκοῦσα ἀφράστως τοῦτον δεδόξασαι· Πνεῦμα γὰρ ἐν σοί, Κόρη, θεῖον ἐσκήνωσεν· ὅθεν σε ὑμνοῦμεν, εἰς πάντας τοὺς αἰῶνας. ᾨδὴ η', Κανὼν τῶν Πατέρων Ἦχος πλ. β΄ Ἐκ φλογὸς τοῖς Ὁσίοις Πυρσωθέντες ἀκτῖσι τῆς σῆς Θεότητος, οἱ χρηστοί σου Ποιμένες σὲ ὡμολόγησαν, γενεσιουργὸν τῶν ἁπάντων καὶ Κύριον, ὃν ὑπερυψοῦμεν εἰς πάντας τοὺς αἰῶνας.

Ὁ χορὸς τῶν Ποιμένων ὁ παναοίδιμος, ἀθροισθεὶς θεοφρόνως Τριάδα ἄκτιστον, νῦν θεολογῶν, πάντας διδάσκει βοᾶν· Σὲ ὑπερυψοῦμεν εἰς πάντας τοὺς αἰῶνας.

Ἱεράρχαι ποιμένες οἱ ἀξιάγαστοι, τὴν Χριστοῦ Ἐκκλησίαν, καταφωτίζουσιν, ἄλλοι ἀλλαχοῦ ταύτην καταφαιδρύναντες, καὶ ὑπερυψοῦντες εἰς πάντας τοὺς αἰῶνας.
Θεοτοκίον
Μυστικῶς ἐν εἰκόσι προεθεάσαντο, οἱ Προφῆταί σε πάντες Λόγον κυήσουσαν· σάρκα γὰρ ἐκ σοῦ λαβὼν οὗτος προῆλθε διπλοῦς, ὃν ὑπερυψοῦμεν εἰς πάντας τοὺς αἰῶνας.
Καταβασία, Ἦχος δ'
«Λύει τὰ δεσμά, καὶ δροσίζει τὴν φλόγα,
Ὁ τρισσοφεγγὴς τῆς θεαρχίας τύπος.
Ὑμνοῦσι Παῖδες, εὐλογεῖ δὲ τὸν μόνον,
Σωτῆρα καὶ παντουργὸν ὡς εὐεργέτην,
Ἡ δημιουργηθεῖσα σύμπασα κτίσις». ᾨδὴ θ', Κανὼν Ἀναστάσιμος. - Ὀκτώηχος Ἦχος πλ. β΄ Ὁ Εἱρμὸς «Θεὸν ἀνθρώποις ἰδεῖν ἀδύνατον, ὃν οὐ τολμᾷ Ἀγγέλων ἀτενίσαι τὰ τάγματα· διὰ σοῦ δὲ Πάναγνε, ὡράθη βροτοῖς, Λόγος σεσαρκωμένος, ὃν μεγαλύνοντες, σὺν ταῖς οὐρανίαις στρατιαῖς, σὲ μακαρίζομεν».

Παθῶν ἀμέτοχος σὺ διέμεινας, Λόγε Θεοῦ σαρκί, προσομιλήσας τοῖς πάθεσιν, ἀλλὰ λύεις τῶν παθῶν τὸν ἄνθρωπον, πάθεσι χρηματίσας πάθος, Σωτὴρ ἡμῶν· μόνος γάρ ὑπάρχεις ἀπαθής, καὶ παντοδύναμος.

Φθορὰν θανάτου καταδεξάμενος, διαφθορᾶς ἐτήρησας τὸ σῶμά σου ἄγευστον, ἡ δὲ σὴ ζωοποιὸς καὶ θεία ψυχή, Δέσποτα ἐν τῷ ᾍδῃ οὐ καταλέλειπται, ἀλλ' ὥσπερ ἐξ ὕπνου ἀναστάς, ἡμᾶς συνήγειρας.
Τριαδικὸν Θεὸν Πατέρα Υἱὸν συνάναρχον, πάντες βροτοὶ ἐν χείλεσιν, ἁγνοῖς μὲν δοξάζομεν, τὴν δὲ ἄρρητον καὶ ὑπερένδοξον, Πνεύματος Παναγίου, δύναμιν σέβομεν· μόνη γὰρ ὑπάρχεις πανσθενής, Τριὰς ἀχώριστος. ᾨδὴ θ', Κανὼν τῶν Πατέρων Ἦχος πλ. β΄ Θεὸν ἀνθρώποις ἰδεῖν ἀδύνατον Εὑρὼν συμμάχους ὑμᾶς συνήθροισε, τῇ κραταιᾷ δυνάμει καθοπλίσας τοῦ Πνεύματος, ὁ Πατρὶ συνάναρχος καὶ σύνθρονος, Λόγος ὁ πρὸ αἰώνων, ὃν νῦν Πανίεροι, σύν ταῖς οὐρανίαις στρατιαῖς, ἀεὶ δοξάζετε.

Νομὴν Ἀρείου δεινῆς αἱρέσεως, ὡς ἰατροὶ ψυχῶν τε καὶ σωμάτων ἐστήσατε, ἱερῶς τῆς πίστεως τὸ Σύμβολον, πᾶσιν ἐκτεθεικότες· ὃ νῦν κατέχοντες, μνήμην τὴν ὑμῶν, Ἱερουργοί, ἀεὶ δοξάζομεν.

Ὡς φῶς ὑπάρχων, Χριστέ, πανάχραντον, τῆς τῶν παθῶν ἀχλύος τὴν ψυχήν μου ἐκλύτρωσε, ταῖς πρεσβείαις Δέσποτα τῶν σῶν λειτουργῶν, τῶν νῦν σε κηρυξάντων, ἄναρχον, ἄκτιστον, κτίστην τε τῶν ὅλων, καὶ Θεὸν Πατρὶ συνάναρχον.
Θεοτοκίον
Νεκροῖς ἀνάστασις νῦν δεδώρηται, διὰ τῆς σῆς ἀφράστου καὶ ἀρρήτου κυήσεως, Θεοτόκε Δέσποινα· ζωὴ γὰρ ἐκ σοῦ, σάρκα περικειμένη, πᾶσιν ἐξέλαμψε, καὶ τὸ τοῦ θανάτου ἀμειδὲς σαφῶς διέλυσεν.
Καταβασία, Ἦχος δ'
«Χριστὸς Ἄνασσα, μητροπάρθενον κλέος.
Ἄπαν γὰρ εὐδίνητον εὔλαλον στόμα,
Ῥητρεῦον, οὐ σθένει σε μέλπειν ἀξίως.
Ἰλιιγγιᾷ δὲ νοῦς, ἅπας σου τὸν τόκον
Νοεῖν· ὅθεν σε συμφώνως δοξάζομεν». Ἐξαποστειλάριον Ἦχος β' Τοῖς Μαθηταῖς συνέλθωμεν Τιβεριάδος θάλασσα, σὺν παισὶ Ζεβεδαίου, Ναθαναήλ, τῷ Πέτρῳ τε, σὺν δυσὶν ἄλλοις πάλαι, καὶ Θωμᾶν εἶχε πρὸς ἄγραν, οἵ, Χριστοῦ τῇ προστάξει, ἐν δεξιοῖς χαλάσαντες, πλῆθος εἷλκον ἰχθύων, ὃν Πέτρος γνούς, πρὸς αὐτὸν ἐνήχετο, οἷς τὸ τρίτον, φανείς, καὶ ἄρτον ἔδειξε, καὶ ἰχθὺν ἐπ' ἀνθράκων. Ἐξαποστειλάριον, Ἕτερον τῶν Πατέρων Ἦχος β' Πατέρων θείων σήμερον, τὴν μνήμην ἑορτάζοντες, ταῖς παρακλήσεσι τούτων, δεόμεθα πανοικτίρμον. Πάσης βλάβης αἱρέσεων, ῥῦσαι λαόν σου Κύριε, καὶ πάντας καταξίωσον, Πατέρα, Λόγον δοξάζειν, καὶ τὸ πανάγιον Πνεῦμα. Ἐξαποστειλάριον Ἦχος β' Αὐτόμελον Τῶν Μαθητῶν ὁρώντων σε ἀνελήφθης, Χριστὲ πρὸς τὸν Πατέρα συνεδριάζων, Ἄγγελοι προτρέχοντες ἐκραύγαζον· Ἄρατε πύλας ἄρατε· ὁ Βασιλεὺς γὰρ ἀνῆλθε, πρὸς τήν ἀρχίφωτον δόξαν. Στιχηρὰ Ἀναστάσιμα τῆς Ὀκτωήχου Ἦχος πλ. β΄ Ὁ Σταυρός σου Κύριε, ζωὴ καὶ ἀνάστασις ὑπάρχει τῷ λαῷ σου, καὶ ἐπ' αὐτῷ πεποιθότες, σὲ τὸν ἀναστάντα, Θεὸν ἡμῶν ὑμνοῦμεν, ἐλέησον ἡμᾶς. Ἦχος πλ. β΄ Ἡ ταφή σου Δέσποτα, Παράδεισον ἤνοιξε τῷ γένει τῶν ἀνθρώπων, καὶ ἐκ φθορᾶς λυτρωθέντες, σὲ τὸν ἀναστάντα, Θεὸν ἡμῶν ὑμνοῦμεν, ἐλέησον ἡμᾶς. Ἦχος πλ. β΄ Σὺν Πατρὶ καὶ Πνεύματι, Χριστὸν ἀνυμνήσωμεν, τὸν ἀναστάντα ἐκ νεκρῶν, καὶ πρὸς αὐτὸν ἐκβοῶμεν· Σὺ ζωὴ ὑπάρχεις, ἡμῶν καὶ ἀνάστασις, ἐλέησον ἡμᾶς. Ἦχος πλ. β΄ Τριήμερος ἀνέστης Χριστέ, ἐκ τάφου καθὼς γέγραπται, συνεγείρας τὸν Προπάτορα ἡμῶν· διό σε καὶ δοξάζει, τὸ γένος τῶν ἀνθρώπων, καὶ ἀνυμνεῖ σου τὴν Ἀνάστασιν. Τῶν Πατέρων Προσόμοια Ἦχος πλ. β΄ Ὅλην ἀποθέμενοι Ὅλην συγκροτήσαντες, τὴν τῆς ψυχῆς ἐπιστήμην, καὶ τῷ θείῳ Πνεύματι, συνδιασκεψάμενοι, τὸ μακάριον, καὶ σεπτὸν Σύμβολον, οἱ σεπτοὶ Πατέρες, θεογράφως διεχάραξαν, ἐν ᾧ σαφέστατα, τῷ Γεγεννηκότι συνάναρχον, τὸν Λόγον ἐκδιδάσκουσι, καὶ παναληθῶς ὁμοούσιον, ταῖς τῶν Ἀποστόλων, ἑπόμενοι προδήλως διδαχαῖς, οἱ εὐκλεεῖς καὶ πανόλβιοι, ὄντως καὶ θεόφρονες. Τῶν Πατέρων Προσόμοια Ἦχος πλ. β΄ Ὅλην ἀποθέμενοι Ὅλην συγκροτήσαντες, τὴν τῆς ψυχῆς ἐπιστήμην, καὶ τῷ θείῳ Πνεύματι, συνδιασκεψάμενοι, τὸ μακάριον, καὶ σεπτὸν Σύμβολον, οἱ σεπτοὶ Πατέρες, θεογράφως διεχάραξαν, ἐν ᾧ σαφέστατα, τῷ Γεγεννηκότι συνάναρχον, τὸν Λόγον ἐκδιδάσκουσι, καὶ παναληθῶς ὁμοούσιον, ταῖς τῶν Ἀποστόλων, ἑπόμενοι προδήλως διδαχαῖς, οἱ εὐκλεεῖς καὶ πανόλβιοι, ὄντως καὶ θεόφρονες. Ἦχος πλ. β΄ Στίχ. Εὐλογητὸς εἶ Κύριε ὁ Θεὸς ὁ τῶν Πατέρων ἡμῶν.
Ὅλην εἰσδεξάμενοι, τὴν νοητὴν λαμπηδόνα, τοῦ ἁγίου Πνεύματος, τὸ ὑπερφυέστατον χρησμολόγημα, τὸ βραχὺ ῥήματι, καὶ πολὺ συνέσει, θεοπνεύστως ἀπεφθέγξαντο, ὡς Χριστοκήρυκες, εὐαγγελικῶν προϊστάμενοι, δογμάτων οἱ μακάριοι, καὶ τῶν εὐσεβῶν παραδόσεων· ἄνωθεν λαβόντες, τὴν τούτων ἀποκάλυψιν σαφῶς, καὶ φωτισθέντες ἐξέθεντο, ὅρον θεοδίδακτον. Ἦχος πλ. β΄ Στίχ. Συναγάγετε αὐτῷ τοὺς Ὁσίους αὐτοῦ.
Ὅλην συλλεξάμενοι, ποιμαντικὴν ἐπιστήμην, καὶ θυμὸν κινήσαντες, νῦν τὸν δικαιότατον ἐνδικώτατα, τοὺς βαρεῖς ἤλασαν, καὶ λοιμώδεις λύκους, τῇ σφενδόνῃ τῇ τοῦ Πνεύματος, ἐκσφενδονήσαντες, τοῦ τῆς Ἐκκλησίας πληρώματος, πεσόντας ὡς πρὸς θάνατον, καὶ ὡς ἀνιάτως νοσήσαντας, οἱ θεῖοι Ποιμένες, ὡς δοῦλοι γνησιώτατοι Χριστοῦ, καὶ τοῦ ἐνθέου κηρύγματος, μύσται ἱερώτατοι. Ἦχος πλ. δ' Τῶν ἁγίων Πατέρων ὁ χορός, ἐκ τῶν τῆς οἰκουμένης περάτων συνδραμών, Πατρός, καὶ Υἱοῦ, καὶ Πνεύματος ἁγίου, μίαν οὐσίαν ἐδογμάτισε καὶ φύσιν, καὶ τὸ μυστήριον τῆς θεολογίας, τρανῶς παρέδωκε τῇ Ἐκκλησίᾳ· οὓς εὐφημοῦντες ἐν πίστει, μακαρίσωμεν λέγοντες· Ὦ θεία παρεμβολή, θεηγόροι ὁπλῖται, παρατάξεως Κυρίου, ἀστέρες πολύφωτοι, τοῦ νοητοῦ στερεώματος, τῆς μυστικῆς Σιὼν οἱ ἀκαθαίρετοι πύργοι, τὰ μυρίπνοα ἄνθη τοῦ Παραδείσου, τὰ πάγχρυσα στόματα τοῦ Λόγου, Νικαίας τὸ καύχημα, οἰκουμένης ἀγλάϊσμα, ἐκτενῶς πρεσβεύσατε, ὑπὲρ τῶν ψυχῶν ἡμῶν. Ἦχος β' Ὑπερευλογημένη ὑπάρχεις, Θεοτόκε Παρθένε· διὰ γὰρ τοῦ ἐκ σοῦ σαρκωθέντος, ὁ ᾍδης ᾐχμαλώτισται, ὁ Ἀδὰμ ἀνακέκληται, ἡ κατάρα νενέκρωται, ἡ Εὔα ἠλευθέρωται, ὁ θάνατος τεθανάτωται, καὶ ἡμεῖς ἐζωοποιήθημεν· διὸ ἀνυμνοῦντες βοῶμεν· Εὐλογητὸς Χριστὸς ὁ Θεὸς ἡμῶν, ὁ οὕτως εὐδοκήσας, δόξα σοι. ΘΕΙΑ ΛΕΙΤΟΥΡΓΙΑ Ἀντίφωνον Α', Ἦχος β'
Στίχ. α'
Πάντα τὰ ἔθνη κροτήσατε χεῖρας ἀλαλάξατε τῷ Θεῷ ἐν φωνῇ ἀγαλλιάσεως.
Στίχ. β' Ὅτι Κύριος ὕψιστος, φοβερός, βασιλεὺς μέγας ἐπὶ πᾶσαν τὴν γῆν.
Στίχ. γ' Ὑπέταξας λαοὺς ἡμῖν, καὶ ἔθνη ὑπὸ τοὺς πόδας ἡμῶν.

Ἀντίφωνον Β', Ἦχος β'
Στίχ. α'
Μέγας Κύριος, καὶ αἰνετὸς σφόδρα.
Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἐν δόξῃ ἀναληφθεὶς ἀφ' ἡμῶν εἰς τοὺς οὐρανούς, ψάλλοντάς σοι, Ἀλληλούϊα.
Στίχ. β' Ὅ Θεὸς ἐν ταῖς βάρεσιν αὐτῆς γινώσκεται.
Στίχ. γ' Ὅτι Ἰδοὺ οἱ βασιλεῖς τῆς γῆς συνήχθησαν.

Ἀντίφωνον Γ', Ἦχος δ'
Στίχ. α'
Ἀκούσατε ταῦτα πάντα τὰ ἔθνη.
Ἀνελήφθης ἐν δόξῃ, Χριστὲ ὁ Θεὸς ἡμῶν, χαροποιήσας τοὺς Μαθητάς, τῇ ἐπαγγελίᾳ τοῦ ἁγίου Πνεύματος· βεβαιωθέντων αὐτῶν διὰ τῆς εὐλογίας, ὅτι σὺ εἶ ὁ Υἱός τοῦ Θεοῦ, ὁ λυτρωτὴς τοῦ κόσμου.
Στίχ. β' Τὸ στόμα μου λαλήσει σοφίαν, καὶ ἡ μελέτη τῆς καρδίας μου σύνεσιν.
Στίχ. γ'
Εἰσοδικὸν
Ἀνέβη ὁ Θεὸς ἐν ἀλαλαγμῷ, Κύριος ἐν φωνῇ σάλπιγγος. Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἐν δόξῃ... Μεγαλυνάριον Ἦχος πλ. α' Ὁ Εἱρμὸς «Σὲ τὴν ὑπὲρ νοῦν καὶ λόγον Μητέρα Θεοῦ, τὴν ἐν χρόνῳ τὸν ἄχρονον ἀφράστως κυήσασαν, οἱ πιστοὶ ὁμοφρόνως μεγαλύνομεν». Κοινωνικὸν
Ἀνέβη ὁ Θεὸς ἐν ἀλαλαγμῷ, Κύριος ἐν φωνῇ σάλπιγγος, Ἀλληλούϊα. Κανών α', ᾨδὴ α', τῆς Ἑορτῆς Ἦχος πλ. α' Τῷ Σωτῆρι Θεῷ ᾌσωμεν πάντες λαοὶ τῷ ἐπὶ ὤμων Χερουβὶμ ἀναληφθέντι, μετὰ δόξης Χριστῷ, καὶ συγκαθίσταντι ἡμᾶς ἐν δεξιᾷ τοῦ Πατρός, ᾠδὴν ἐπινίκιον, ὅτι δεδόξασται.

Τὸν μεσίτην Θεοῦ καὶ ἀνθρώπων Χριστόν, χοροὶ Ἀγγέλων θεασάμενοι, μετὰ σαρκὸς ἐν ὑψίστοις ἐξεπλήττοντο· συμφώνως δὲ ἀνέμελπον, ὕμνον ἐπινίκιον.

Τῷ ὀφθέντι Θεῷ, ἐπὶ τοῦ ὄρους Σινᾶ, καὶ νόμον δόντι τῷ θεόπτῃ Μωσεῖ, τῶν Ἐλαιῶν ἐκ τοῦ ὄρους ἀναληφθέντι σαρκί, αὐτῷ πάντες ᾄσωμεν, ὅτι δεδόξασται.
Θεοτοκίον
Ἄχραντε Μῆτερ Θεοῦ, τὸν σαρκωθέντα ἐκ σοῦ, καὶ ἐκ τῶν κόλπων τοῦ γεννήτορος μὴ ἐκφοιτήσαντα Θεόν, ἀπαύστως πρέσβευε, ἐκ πάσης περιστάσεως, σῶσαι οὓς ἔπλασεν. Κανών α', ᾨδὴ γ', τῆς Ἑορτῆς Ἦχος πλ. α' Δυνάμει τοῦ Σταυροῦ σου Χριστέ Ἀνῆλθες Ζωοδότα Χριστέ, πρὸς τὸν Πατέρα καὶ ἀνύψωσας, ἡμῶν τὸ γένος φιλάνθρωπε, τῇ ἀφάτῳ εὐσπλαγχνίᾳ σου.

Αἱ τάξεις τῶν Ἀγγέλων Σωτήρ, βροτείαν φύσιν θεασάμεναι, συνανιοῦσάν σοι, ἀπαύστως, ἐκπληττόμεναι ἀνύμνουν σε.

Ἐξίσταντο Ἀγγέλων χοροί, Χριστὲ ὁρῶντες μετὰ σώματος, ἀναληφθέντα, καὶ ἀνύμνουν, τὴν ἁγίαν σου Ἀνάληψιν.

Τὴν φύσιν τῶν ἀνθρώπων Χριστέ, φθορᾷ πεσοῦσαν ἐξανέστησας, καὶ τῇ ἀνόδῳ σου ὕψωσας, καὶ σαυτῷ ἡμᾶς ἐδόξασας.
Θεοτοκίον
Ἱκέτευε ἀπαύστως Ἁγνή, τὸν προελθόντα ἐκ λαγόνων σου, ῥυσθῆναι πλάνης Διαβόλου, τοὺς ὑμνοῦντάς σε Μητέρα Θεοῦ. Κανών α', ᾨδὴ δ', τῆς Ἑορτῆς Ἦχος πλ. α' Εἰσακήκοα Κύριε τὴν ἀκοήν Ἀνελήφθης ἐν δόξῃ, ὁ τῶν Ἀγγέλων Βασιλεύς, τὸν Παράκλητον ἡμῖν ἐκ τοῦ Πατρὸς ἀποστεῖλαι. Διὸ βοῶμεν· Δόξα Χριστὲ τῇ Ἀναλήψει σου.

Ὡς ἀνῆλθεν ὁ Σωτήρ, πρὸς τὸν Πατέρα σὺν σαρκί, κατεπλάγησαν αὐτῷ, αἱ τῶν Ἀγγέλων στρατιαί, καὶ ἐβόησαν· Δόξα Χριστὲ τῇ, Ἀναλήψει σου.

Αἱ τῶν Ἀγγέλων δυνάμεις, ταῖς ἀνωτέραις ἐβόων· Πύλας ἄρατε Χριστῷ, τῷ ἡμετέρῳ Βασιλεῖ, ὃν ἀνυμνοῦμεν, ἅμα σὺν Πατρὶ καὶ τῷ Πνεύματι.
Θεοτοκίον
Ἡ Παρθένος ἔτεκε, καὶ τὰ μητέρων οὐκ ἔγνω, ἀλλὰ Μήτηρ μὲν ἐστί· Παρθένος δὲ διέμεινεν, ἣν ἀνυμνοῦντες, Χαῖρε Θεοτόκε κραυγάζομεν. Κανών α', ᾨδὴ ε', τῆς Ἑορτῆς Ἦχος πλ. α' Ὀρθρίζοντες βοῶμέν σοι Πληρώσας εὐφροσύνης τὰ σύμπαντα ἐλεῆμον, ταῖς ἄνω δυνάμεσι, μετὰ σαρκὸς ἐπεδήμησας.

Ἀγγέλων αἱ δυνάμεις, αἰρόμενόν σε ἰδοῦσαι, τὰς πύλας, ἐκραύγαζον, τῷ Βασιλεῖ ἡμῶν ἄρατε.

Ἀπόστολοι ἰδόντες ὑψούμενον, τὸν Σωτῆρα, ἐν τρόμῳ ἐκραύγαζον· τῷ Βασιλεῖ ἡμῶν δόξα σοι.
Θεοτοκίον
Παρθένον μετὰ τόκον ὑμνοῦμέν σε, Θεοτόκε· σὺ γὰρ τὸν Θεὸν Λόγον, σαρκὶ τῷ κόσμῳ ἐκύησας. Κανών α', ᾨδὴ ς', τῆς Ἑορτῆς Ἦχος πλ. α' Ἐκύκλωσέ με ἄβυσσος Ἐσκίρτησαν Ἀπόστολοι, ὁρῶντες μετάρσιον σήμερον, τὸν κτίστην αἰρόμενον ἐλπίδι τοῦ Πνεύματος, καὶ φόβῳ ἔκραζον· Δόξα τῇ ἀνόδῳ σου.

Ἐπέστησαν οἱ Ἄγγελοι, βοῶντες Χριστέ, τοῖς Μαθηταῖς σου· ὃν τρόπον κατείδετε, Χριστὸν ἀνερχόμενον, σαρκὶ ἐλεύσεται, δίκαιος πάντων κριτής.

Ὡς εἶδόν σε Σωτὴρ ἡμῶν, δυνάμεις αἱ οὐράνιαι, εἰς ὕψος αἰρόμενον σύσσωμον, ἐκραύγαζον λέγουσαι· μεγάλη Δέσποτα ἡ φιλανθρωπία σου.
Θεοτοκίον
Βάτον σε ἀκατάφλεκτον, καὶ ὄρος καὶ κλίμακα ἔμψυχον, καὶ πύλην οὐράνιον, ἀξίως δοξάζομεν, Μαρία ἔνδοξε, ὀρθοδόξων καύχημα. Κανών α', ᾨδὴ ζ', τῆς Ἑορτῆς Ἦχος πλ. α' Ὁ ἐν καμίνῳ πυρός Ὁ ἐν νεφέλῃ φωτός, ἀναληφθεὶς καὶ σώσας κόσμον, εὐλογητὸς ὁ Θεός, ὁ τῶν πατέρων ἡμῶν.

Ἐπὶ τῶν ὤμων Χριστέ, τὴν πλανηθεῖσαν ἄρας φύσιν, ἀναληφθείς, τῷ Θεῷ καὶ Πατρὶ προσήγαγες.

Ὁ ἀνελθὼν ἐν σαρκί, πρὸς τὸν ἀσώματον Πατέρα, εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.

Τὴν νεκρωθεῖσαν ἡμῶν, τῇ ἁμαρτίᾳ φύσιν ἄρας, τῷ σῷ ἰδίῳ Πατρὶ Σῶτερ προσήγαγες.
Θεοτοκίον
Ὁ ἐκ Παρθένου τεχθείς, ἣν Θεοτόκον ἀπειργάσω, εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν. Κανών α', ᾨδὴ η', τῆς Ἑορτῆς Ἦχος πλ. α' Τὸν ἐκ Πατρὸς πρὸ αἰώνων Τὸν ἐν δυσὶ ταῖς οὐσίαις, ἀναστάντα ζωοδότην Χριστόν, εἰς οὐρανοὺς μετὰ δόξης καὶ Πατρὶ συγκαθεζόμενον, ἱερεῖς ὑμνεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τούς αἰῶνας.

Τὸν ἐκ δουλείας τὴν κτίσιν, τῶν εἰδώλων λυτρωσάμενον, καὶ παραστήσαντα ταύτην, ἐλευθέραν τῷ ἰδίῳ Πατρί, σὲ Σωτὴρ ὑμνοῦμεν, καὶ σὲ ὑπερυψοῦμεν, εἰς πάντας τοὺς αἰῶνας.

Τὸν τῇ αὐτοῦ καταβάσει, καθελόντα τὸν ἀντίπαλον, καὶ τῇ αὐτοῦ ἀναβάσει, ἀνυψώσαντα τὸν ἄνθρωπον, ἱερεῖς ὑμνεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
Θεοτοκίον
Τῶν Χερουβὶμ ὑπερτέρα, ἀνεδείχθης Θεοτόκε ἁγνή, ἐν τῇ γαστρί σου τὸν τούτοις, ἐποχούμενον βαστάσασα, ὃν σὺν ἀσωμάτοις, βροτοὶ δοξολογοῦμεν, εἰς πάντας τούς αἰῶνας. Κανών α', ᾨδὴ θ', τῆς Ἑορτῆς Ἦχος πλ. α' Σὲ τὴν ὑπὲρ νοῦν Σὲ τὸν λυτρωτὴν τοῦ κόσμου, Χριστὸν τὸν Θεόν, οἱ Ἀπόστολοι βλέποντες, ἐνθέως ὑψούμενον, μετὰ δέους σκιρτῶντες ἐμεγάλυνον.

Σοῦ τὴν θεωθεῖσαν σάρκα ὁρῶντες Χριστέ, ἐν τῷ ὕψει οἱ Ἄγγελοι, ἀλλήλοις διένευον· Ἀληθῶς οὗτός ἐστιν ὁ Θεὸς ἡμῶν.

Σὲ τῶν ἀσωμάτων τάξεις Χριστὲ ὁ Θεός, ἐν νεφέλαις αἰρόμενον ἰδοῦσαι ἐκραύγαζον· τῷ τῆς δόξης Βασιλεῖ πύλας ἄρατε.

Σὲ τὸν καταβάντα ἕως ἐσχάτου τῆς γῆς, καὶ τὸν ἄνθρωπον σώσαντα, καὶ τῇ ἀναβάσει σου ἀνυψώσαντα, τοῦτον μεγαλύνομεν.
Θεοτοκίον
Χαῖρε Θεοτόκε Μήτηρ Χριστοῦ τοῦ Θεοῦ, ὃν ἐκύησας, σήμερον, ἐκ γῆς ἀνιπτάμενον, σὺν Ἄγγέλοις ὁρῶσα ἐμεγάλυνες.