Μετὰ τὴν Α' Στιχολογίαν, Καθίσματα Κατανυκτικὰ Ἦχος β' Αὐτόμελον Τὴν ἄχραντον Εἰκόνα σου προσκυνοῦμεν Ἀγαθέ, αἰτούμενοι συγχώρησιν τῶν πταισμάτων ἡμῶν, Χριστὲ ὁ Θεός· βουλήσει γὰρ ηὐδόκησας σαρκὶ ἀνελθεῖν ἐν τῷ Σταυρῷ, ἵνα ῥύσῃ οὓς ἔπλασας ἐκ τῆς δουλείας τοῦ ἐχθροῦ· ὅθεν εὐχαρίστως βοῶμέν σοι· Χαρᾶς ἐπλήρωσας τὰ πάντα, ὁ Σωτὴρ ἡμῶν παραγενόμενος, εἰς τὸ σῶσαι τὸν Κόσμον.
Στίχ. Ὑψοῦτε Κύριον τὸν Θεὸν ἡμῶν καὶ προσκυνεῖτε τῷ ὑποποδίῳ τῶν ποδῶν αὐτοῦ.
Σωτηρίαν εἰργάσω ἐν μέσῳ τῆς γῆς Χριστὲ ὁ Θεός, ἐπὶ Σταυροῦ τὰς ἀχράντους σου χεῖρας ἐξέτεινας, ἐπισυνάγων πάντα τὰ ἔθνη, κράζοντα· Κύριε δόξα σοι.
Δόξα... Καὶ νῦν... Θεοτοκίον
Αὐτόμελον

Ὑπερδεδοξασμένη ὑπάρχεις, Θεοτόκε Παρθένε ὑμνοῦμέν σε· διὰ γὰρ τοῦ Σταυροῦ τοῦ Υἱοῦ σου, κατεβλήθη ὁ ᾍδης, καὶ ὁ θάνατος τέθνηκε, νεκρωθέντες ἀνέστημεν, καὶ ζωῆς ἠξιώθημεν, τὸν Παράδεισον ἐλάβομεν, τὴν ἀρχαίαν ἀπόλαυσιν· διὸ εὐχαριστοῦντες δοξολογοῦμεν, ὡς κραταιὸν Χριστὸν τὸν Θεὸν ἡμῶν, καὶ μόνον πολυέλεον. <Μαρτυρικὸν> Μαρτυρικὸν Ἦχος β' Ἐπὶ τὴν πέτραν τὴν ἀσάλευτον, θεμελιώσαντες οἱ Ἅγιοι, κατὰ τῶν τυράννων κραταιῶς ἠνδρίσαντο, καὶ διὰ βασάνων τῶν στεφάνων ἔτυχον, δι' αὐτῶν ὁ Θεός, σῶσον ἡμᾶς.