Στιχηρὰ Κατανυκτικὰ Ἦχος β' Ἥμαρτον εἰς σὲ Σωτήρ, ὡς ὁ ἄσωτος Υἱός, δέξαι με Πάτερ μετανοοῦντα, καὶ ἐλέησόν με ὁ Θεός. Ἦχος β' Κράζω σοι Χριστὲ Σωτήρ, τοῦ Τελώνου τὴν φωνήν· Ἱλάσθητί μοι ὥσπερ ἐκείνῳ, καὶ ἐλέησόν με ὁ Θεός. Ἦχος β' Τῶν πεπραγμένων μου δεινῶν, ἐννοῶν τὰ ἄτοπα, ἐπὶ τοὺς σοὺς καταφεύγω οἰκτιρμούς, Τελώνην μιμούμενος, καὶ Πόρνην δακρύσασαν, καὶ τὸν Ἄσωτον Υἱόν· διὸ καὶ προσπίπτω σοι Ἐλεῆμον, πρίν με καταδικάσῃς, φεῖσαί μου ὁ Θεός, καὶ ἐλέησόν με. Ἦχος β' Τὰς ἀνομίας μου πάριδε Κύριε, ὁ ἐκ Παρθένου τεχθείς, καὶ τὴν καρδίαν μου καθάρισον, ναὸν αὐτὴν ποιῶν τοῦ ἁγίου σου Πνεύματος, μή με ἐξουδενώσῃς ἀπὸ τοῦ σοῦ προσώπου, ὁ ἀμέτρητον ἔχων τὸ μέγα ἔλεος. Μετὰ τὴν Α' Στιχολογίαν, Καθίσματα Κατανυκτικὰ Ἦχος β' Ὡς κύματα θαλάσσης, ἐπ ἐμὲ ἐπανέστησαν αἱ ἀνομίαι μου, ὡς σκάφος ἐν πελάγει, ἐγὼ μόνος χειμάζομαι, ὑπὸ πταισμάτων πολλῶν, ἀλλ' εἰς εὔδιον λιμένα, ὁδήγησόν με Κύριε τῇ μετανοίᾳ, καὶ σῶσόν με.
Στίχ. Κύριε, μὴ τῷ θυμῷ σου ἐλέγξῃς με μηδὲ τῇ ὀργῇ σου παιδεύσῃς με.
Ἐγὼ ὑπάρχω τὸ δένδρον τὸ ἄκαρπον Κύριε, κατανύξεως καρπόν, μὴ φέρων τὸ σύνολον, καὶ τὴν ἐκκοπήν πτοοῦμαι, καὶ τὸ πῦρ ἐκεῖνο δειλιῶ τὸ ἀκοίμητον· διό σε ἱκετεύω, πρὸ ἐκείνης τῆς ἀνάγκης, ἐπίστρεψον, καὶ σῶσόν με.
Δόξα... Καὶ νῦν... Θεοτοκίον
Αὐτόμελον

Εὐσπλαγχνίας ὑπάρχουσα πηγή, συμπαθείας ἀξίωσον ἡμᾶς πανύμνητε Θεοτόκε, βλέψον εἰς λαὸν τὸν ἁμαρτήσαντα, δεῖξον ὡς ἀεὶ τὴν δυναστείαν σου· εἰς σὲ γὰρ ἐλπίζοντες, τὸ Χαῖρε βοῶμέν σοι· ὡς ποτὲ ὁ Γαβριήλ, ὁ τῶν Ἀσωμάτων Ἀρχιστράτηγος. <Μαρτυρικὸν> Μαρτυρικὸν Ἦχος β' Σὲ τὸν περιβάλλοντα τὸν οὐρανὸν ἐν νεφέλαις, ἔχοντες οἱ Ἅγιοι περιβολὴν ἐν τῷ Κόσμῳ, τὰς βασάνους τῶν ἀνόμων ὑπέμειναν, καὶ τὴν πλάνην τῶν εἰδώλων κατήργησαν, αὐτῶν ταὶς ἱκεσίαις καὶ ἡμᾶς ἐλευθέρωσον, τοῦ ἀοράτου ἐχθροῦ Σωτήρ, καὶ σῶσον ἡμᾶς.