Μετὰ τὴν Α' Στιχολογίαν, Καθίσματα Κατανυκτικὰ Ἦχος β' Αὐτόμελον Τὸν ζωοποιὸν Σταυρὸν τῆς σῆς ἀγαθότητος, ὃν ἐδωρήσω ἡμῖν τοῖς ἀναξίοις Κύριε, σοὶ προσάγομεν εἰς πρεσβείαν. Σῷζε τοὺς βασιλεῖς καὶ τὰς πόλεις σου, ἱκετεύοντας διὰ τῆς Θεοτόκου, μόνε φιλάνθρωπε.
Στίχ. Ὑψοῦτε Κύριον τὸν Θεὸν ἡμῶν καὶ προσκυνεῖτε τῷ ὑποποδίῳ τῶν ποδῶν αὐτοῦ.
Ὃν τρόπον ᾐχμαλώτευσεν ὁ ἐχθρὸς τὸν Ἀδάμ, διὰ ξύλου τῆς βρώσεως Κύριε, ὡσαύτως ᾐχμαλώτευσας καὶ αὐτὸς τὸν ἐχθρόν, διὰ ξύλου Σταυροῦ, καὶ τοῦ πάθους σου· ἐν τούτῳ γὰρ παρεγένου ὁ δεύτερος Ἀδάμ, ἀναζητῆσαι τὸν πλανηθέντα, ζωοποιῆσαι τὸν νεκρωθέντα, ὁ Θεὸς δόξα σοι.
Δόξα... Καὶ νῦν... Σταυροθεοτοκίον
Ἡ παρθένος καὶ Μήτηρ σου Χριστέ, ἐπὶ ξύλου ὁρῶσά σε νεκρὸν ἡπλωμένον, κλαίουσα πικρῶς· Υἱέ μου ἔλεγε· τί τὸ φοβερὸν τοῦτο μυστήριον, ὁ πᾶσι δωρούμενος, ζωὴν τὴν αἰώνιον, ἑκουσίως ἐν Σταυρῷ, πῶς θνῄσκεις θάνατον ἐπονείδιστον; <Μαρτυρικὸν> Μαρτυρικὸν Ἦχος β' Ἀθλοφόροι Κυρίου, μακαρία ἡ γῆ, ἡ πιανθεῖσα τοῖς αἵμασιν ὑμῶν, καὶ ἅγιαι αἱ σκηναί, αἱ δεξάμεναι τὰ σώματα ὑμῶν· ἐν σταδίῳ γὰρ τὸν ἐχθρὸν ἐθριαμβεύσατε, καὶ Χριστὸν μετὰ παρρησίας ἐκηρύξατε, αὐτὸν ὡς ἀγαθὸν ἱκετεύσατε, σωθῆναι δεόμεθα τὰς ψυχὰς ἡμῶν.