Μετὰ τὴν Α' Στιχολογίαν, Καθίσματα Κατανυκτικὰ Ἦχος γ' Τὴν ὡραιότητα Σταυρὸν καὶ θάνατον, παθεῖν ἑλόμενος, μέσον τῆς Κτίσεως τοῦτον κατέπηξας, ὅτε εὐδόκησας Σωτήρ, τὸ σῶμά σου προσηλωθῆναι, τότε καὶ ὁ ἥλιος τὰς ἀκτῖνας ἀπέκρυψε, ταῦτα καὶ Λῃστὴς ὁρῶν, Θεόν σε ὡμολόγησε, βοῶν σοι· Μνήσθητί μου Κύριε, καὶ ἔλαβε πιστεύσας τὸν Παράδεισον.
Στίχ. Ὑψοῦτε Κύριον τὸν Θεὸν ἡμῶν καὶ προσκυνεῖτε τῷ ὑποποδίῳ τῶν ποδῶν αὐτοῦ.
Ἐν κυπαρίσσῳ, καὶ πεύκῃ, καὶ κέδρῳ, ὑψώθης ὁ Ἀμνὸς τοῦ Θεοῦ, ἵνα σώσῃς τοὺς ἐν πίστει προσκυνοῦντας, τὴν ἑκούσιόν σου Σταύρωσιν· Χριστὲ ὁ Θεὸς δόξα σοι.
Δόξα... Καὶ νῦν... Σταυροθεοτοκίον
Τὸν ἐπονείδιστον Οἰκτίρμον θάνατον, διὰ σταυρώσεως, ἑκὼν ὑπέμεινας· ὃν ἡ τεκοῦσά σε Χριστέ, ὁρῶσα ἐτιτρώσκετο· ἧς ταῖς παρακλήσεσι, διὰ σπλάγχνα ἐλέους σου, μόνε ὑπεράγαθε, καὶ φιλάνθρωπε Κύριε, οἰκτείρησον καὶ σῶσον τὸν Κόσμον, ὁ αἴρων τὴν τούτου ἁμαρτίαν. <Μαρτυρικὸν> Μαρτυρικὸν Ἦχος γ' Ἐκλάμπετε διὰ τῆς πίστεως, ὑπέρλαμπροι φωστῆρες Ἅγιοι, θεοσεβείας ἰατροί, ἀθλοφόροι πανεύφημοι· τῶν τυράννων γὰρ τοὺς αἰκισμοὺς μὴ δειλανδρίσαντες, τῶν εἰδώλων τὰς δυσφημίας κατηδαφίσατε, τρόπαιον ἔχοντες ἀήττητον, τὸν Σταυρὸν τῆς ἀληθείας.