Στιχηρὰ Κατανυκτικὰ Ἦχος γ' Ἑσπερινὸν ὕμνον, προσφέρομέν σοι Χριστέ, μετὰ θυμιάματος, καὶ ᾠδῶν πνευματικῶν, ἐλέησον Σωτὴρ τὰς ψυχὰς ἡμῶν. Ἦχος γ' Σῶσόν με Κύριε ὁ Θεός μου· σὺ γὰρ πάντων ἡ σωτηρία, ὁ κλύδων με τῶν παθῶν ἐκταράττει, καὶ τὸ βάρος τῶν ἀνομιῶν με βυθίζει· δός μοι χεῖρα βοηθείας, καὶ πρός φῶς ἀνάγαγέ με κατανύξεως, ὡς μόνος εὔσπλαγχνος, καὶ φιλάνθρωπος. Ἦχος γ' Τὸν διεσπαρμένον μου νοῦν συνάγαγε Κύριε, καὶ τὴν χερσωθεῖσάν μου καρδίαν καθάρισον, ὡς τῷ Πέτρῳ διδούς μοι μετάνοιαν, ὡς τῷ Τελώνῃ στεναγμόν, καὶ ὡς τῇ Πόρνῃ δάκρυα, ἵνα μεγάλῃ τῇ φωνῇ κραυγάζω σοι· ὁ Θεὸς σῶσόν με, ὡς μόνος εὔσπλαγχνος καὶ φιλάνθρωπος. Ἦχος γ' Πολλάκις τὴν ὑμνῳδίαν ἐκτελῶν, εὑρέθην τὴν ἁμαρτίαν ἐκπληρῶν, τῇ μὲν γλώττῃ ᾄσματα φθεγγόμενος, τῇ δὲ ψυχῇ ἄτοπα λογιζόμενος, ἀλλ' ἑκάτερα διόρθωσον Χριστὲ ὁ Θεός, διὰ τῆς μετανοίας, καὶ ἐλέησόν με. Μετὰ τὴν Α' Στιχολογίαν, Καθίσματα Κατανυκτικὰ Ἦχος γ' Ἐπὶ τῆς δίκης τῆς φοβερᾶς, ἄνευ κατηγόρων ἐλέγχομαι, ἄνευ μαρτύρων κατακρίνομαι· αἱ γὰρ βίβλοι τοῦ συνειδότος ἀναπτύσσονται, καὶ τὰ ἔργα τὰ κεκρυμμένα ἀνακαλύπτονται, πρὶν οὖν ἐν ἐκείνῳ τῷ πανδήμῳ θεάτρῳ, μέλλῃς ἐρευνῆσαι τὰ ἐμοὶ πεπραγμένα· ὁ Θεὸς ἱλάσθητί μοι, καὶ σῶσόν με.
Στίχ. Κύριε, μὴ τῷ θυμῷ σου ἐλέγξῃς με μηδὲ τῇ ὀργῇ σου παιδεύσῃς με.
Ἕως πότε ψυχή μου ἐπιμένεις τοῖς πταίσμασιν, ἕως τίνος λαμβάνεις μετανοίας ὑπέρθεσιν; λάβε κατὰ νοῦν τὴν κρίσιν τὴν μέλλουσαν, καὶ βόησον τῷ Κυρίῳ· Ἥμαρτον ἀναμάρτητε, Κύριε σῶσόν με.
Δόξα... Καὶ νῦν... Θεοτοκίον
Τίς μὴ θαυμάσῃ τῶν ἁγίων Μαρτύρων τοὺς ἀηττήτους ἀγῶνας; τὶς μὴ ἐκπλαγῇ τὰ τούτων ἀεὶ κατορθώματα; ὅτι ἐν πυρὶ καὶ μάστιξι, θηρσί τε καὶ σφαγαῖς, τὸν ἀντίδικον ἐχθρὸν ἐτροπώσαντο, βασιλέων κολακείας βδελυξάμενοι, καὶ τυράννων ἀπειλὰς ἀποσεισάμενοι· διὸ καὶ τοὺς στεφάνους ἐκομίσαντο, παρὰ Χριστοῦ τοῦ Θεοῦ, τοῦ παρέχοντος τῷ Κόσμῳ τὸ μέγα ἔλεος. <Μαρτυρικὸν> Μαρτυρικὸν Ἦχος γ' Τίς μὴ θαυμάσῃ τῶν ἁγίων Μαρτύρων τοὺς ἀηττήτους ἀγῶνας; τὶς μὴ ἐκπλαγῇ τὰ τούτων ἀεὶ κατορθώματα; ὅτι ἐν πυρὶ καὶ μάστιξι, θηρσί τε καὶ σφαγαῖς, τὸν ἀντίδικον ἐχθρὸν ἐτροπώσαντο, βασιλέων κολακείας βδελυξάμενοι, καὶ τυράννων ἀπειλὰς ἀποσεισάμενοι· διὸ καὶ τοὺς στεφάνους ἐκομίσαντο, παρὰ Χριστοῦ τοῦ Θεοῦ, τοῦ παρέχοντος τῷ Κόσμῳ τὸ μέγα ἔλεος.