Μετὰ τὴν Α' Στιχολογίαν, Καθίσματα Κατανυκτικὰ Ἦχος γ' Παροικοῦσα ἐν τῇ γῇ, ψυχή μου μετανόησον, χοῦς ἐν τάφῳ οὐχ ὑμνεῖ, πταισμάτων οὐ λυτροῦται· βόησον Χριστῷ τῷ Θεῷ· Καρδιογνῶστα ἥμαρτον· πρὶν καταδικάσῃς με ἐλέησόν με.
Στίχ. Κύριε, μὴ τῷ θυμῷ σου ἐλέγξῃς με μηδὲ τῇ ὀργῇ σου παιδεύσῃς με.
Ἐν τῇ ὥρᾳ τῆς προσευχῆς, μετανοεῖν ἐπαγγέλλομαι, καὶ ὁ ἐχθρὸς ἐπιμελῶς ἁμαρτάνειν, ἐμβάλλει μοι ἄτοπα, ἀλλ' ἐξ αὐτοῦ με ῥῦσαι ὁ Θεός, καὶ ἐλέησόν με.
Δόξα... Καὶ νῦν... Θεοτοκίον
Καταφυγὴ καὶ δύναμις ἡμῶν Θεοτόκε, ἡ κραταιὰ βοήθεια τοῦ Κόσμου, ταῖς πρεσβείαις σου σῷζε τοὺς δούλους σου, ἀπὸ πάσης ἀνάγκης, μόνη εὐλογημένη. <Μαρτυρικὸν> Μαρτυρικὸν Ἦχος γ' Τὸ εὔψυχον τῆς καρτερίας ὑμῶν, ἐνίκησε τὰ μηχανήματα τοῦ ἀρχεκάκου ἐχθροῦ, Ἀθλοφόροι πανεύφημοι· διά τοῦτο τῆς αἰωνίου κατηξιώθητε μακαριότητος, ἀλλὰ πρεσβεύσατε τῷ Κυρίῳ, τοῦ φιλοχρίστου λαοῦ, σῶσαι τὸ ποίμνιον, μάρτυρες ὑπάρχοντες τῆς ἀληθείας.