Μετὰ τὴν Α' Στιχολογίαν, Καθίσματα Κατανυκτικὰ Ἦχος γ' Τὴν ὡραιότητα Τὸ ἀναρίθμητον τῆς ἐξουσίας σου, καὶ τὸ ἑκούσιον τὸ τῆς σταυρώσεως, αἱ τῶν Ἀγγέλων στρατιαί, ἐξίσταντο καθορῶσαι, πῶς ὁ ἀθεώρητος, ἐν σαρκὶ ἐμαστίζετο, θέλων ἐκλυτρώσασθαι ἐκ φθορᾶς τὸ ἀνθρώπινον; διὸ ὡς Ζωοδότῃ βοῶμέν σοι· Δόξα Χριστὲ τῇ Βασιλείᾳ σου.
Στίχ. Ὑψοῦτε Κύριον τὸν Θεὸν ἡμῶν καὶ προσκυνεῖτε τῷ ὑποποδίῳ τῶν ποδῶν αὐτοῦ.
Σταυρὸς ἐπάγη ἐπὶ γῆς, καὶ ἥψατο τῶν οὐρανῶν, οὐχ ὡς τοῦ ξύλου φθάσαντος τὸ ὕψος, ἀλλὰ σοῦ τοῦ ἐν αὐτῷ πληροῦντος τὰ σύμπαντα, δόξα σοι.
Δόξα... Καὶ νῦν... Σταυροθεοτοκίον
Ῥάβδον δυνάμεως κεκτημένοι, τὸν Σταυρὸν τοῦ Υἱοῦ σου Θεοτόκε, ἐν αὐτῷ καταβάλλομεν τῶν ἐχθρῶν τὰ φρυάγματα, οἱ πόθῳ σε ἀπαύστως μεγαλύνοντες. <Μαρτυρικὸν> Μαρτυρικὸν Ἦχος γ' Τῶν Ἀθλοφόρων σου τὴν μνήμην Κύριε, ὑπερεφαίδρυνας ὡς Παντοδύναμος, ὅτι ἐνίσχυσας αὐτοὺς τὰ πάθη σου μιμήσασθαι· ἐνίκησαν ἀνδρείως γὰρ τοῦ Βελίαρ τὴν δύναμιν· ὅθεν καὶ ἀπέλαβον, ἰαμάτων χαρίσματα, αὐτῶν ταῖς ἱκεσίαις φιλάνθρωπε, εἰρήνην παράσχου ταῖς ψυχαῖς ἡμῶν.