Μετὰ τὴν Α' Στιχολογίαν, Καθίσματα Κατανυκτικὰ Ἦχος δ' Ταχὺ προκατάλαβε Σταυρῷ σε προσήλωσαν, οἱ Ἰουδαῖοι Σωτήρ, δι' οὗ ἐκ τῶν ἐθνῶν ἡμᾶς, ἀνεκαλέσω τὸ πρίν, φιλάνθρωπε Κύριε, ἥπλωσας τὰς παλάμας, ἐν αὐτῷ τῇ βουλήσει, λόγχῃ δὲ τὴν πλευράν σου κατεδέξω νυγῆναι, τῷ πλήθει τῶν οἰκτιρμῶν σου, δόξα Μακρόθυμε.
Στίχ. Ὑψοῦτε Κύριον τὸν Θεὸν ἡμῶν καὶ προσκυνεῖτε τῷ ὑποποδίῳ τῶν ποδῶν αὐτοῦ.
Τὸ φῶς τῶν ψυχῶν ἡμῶν, νῦν καθορῶντες Χριστέ, Σταυρόν σου τὸν ἄχραντον, καὶ προσκυνοῦντες αὐτόν, φαιδρῶς ἐκβοῶμέν σοι· Δόξα σοι ὁ ἐν τούτῳ, ὑψωθῆναι θελήσας, δόξα σοι ὁ φωτίσας, δι' αὐτοῦ πᾶσαν κτίσιν, ἐν ᾧ σε ἀκαταπαύστως, ὕμνοις δοξάζομεν.
Δόξα... Καὶ νῦν... Σταυροθεοτοκίον
Σταυρῷ σε ὑψούμενον, ὡς ἐθεάσατο, ἡ ἄχραντος Μήτηρ σου, Λόγε Θεοῦ μητρικῶς, θρηνοῦσα ἐφθέγγετο· Τί τὸ καινὸν καὶ ξένον, τοῦτο Υἱέ μου θαῦμα; πῶς ἡ ζωὴ τῶν ὅλων ὁμιλεῖς τῷ θανάτῳ; ζωῶσαι τοὺς τεθνεῶτας, θέλων ὡς εὔσπλαγχνος. <Μαρτυρικὸν> Μαρτυρικὸν Ἦχος δ' Ἡ σεπτὴ τῶν Ἀθλοφόρων πανήγυρις, Οὐρανὸν τὴν Ἐκκλησίαν ἔδειξε, καὶ τοῖς ἀνθρώποις συγχορεύουσιν Ἄγγελοι, ταῖς αὐτῶν ἱκεσίαις, Χριστὲ ὁ Θεός, σῶσον τάς ψυχὰς ἡμῶν.