Στιχηρὰ Κατανυκτικὰ Ἦχος πλ. α' Τῶν ἐπιγείων ἁπάντων καταφρονήσαντες, καὶ τῶν βασάνων ἀνδρείως κατατολμήσαντες, τῶν μακαρίων ἐλπίδων οὐκ ἠστοχήσατε, ἀλλ' οὐρανῶν Βασιλείας κληρονόμοι γεγόνατε, πανεύφημοι Μάρτυρες, ἔχοντες παρρησίαν, πρὸς τὸν φιλάνθρωπον Θεόν, τῷ Κόσμῳ τὴν εἰρήνην αἰτησασθε, καὶ ταῖς ψυχαῖς ἡμῶν τὸ μέγα ἔλεος. Ἦχος πλ. α' Τὸν θυρεὸν τῆς Πίστεως περιβαλλόμενοι, καὶ τῷ τύπῳ τοῦ Σταυροῦ, ἑαυτοὺς διαναστήσαντες, πρὸς τὰς βασάνους ἀνδρείως ἀπηυτομόλησαν, καὶ Διαβόλου τὴν πλάνην, καὶ τὸ θράσος κατήργησαν, οἱ Ἅγιοί σου Κύριε· αὐτῶν ταῖς ἱκεσίαις, ὡς παντοδύναμος Θεός, τῷ Κόσμῳ τὴν εἰρήνην κατάπεμψον, καὶ ταῖς ψυχαῖς ἡμῶν τὸ μέγα ἔλεος. Ἦχος πλ. α' Πρεσβεύσατε ὑπὲρ ἡμῶν ἅγιοι Μάρτυρες, ἵνα ῥυσθῶμεν τῶν ἀνομιῶν ἡμῶν· ὑμῖν γὰρ ἐδόθη χάρις, πρεσβεύειν ὑπὲρ ἡμῶν. Ἦχος πλ. α' Ἀκορέστῳ διαθέσει ψυχῆς, Χριστὸν οὐκ ἀρνησάμενοι, ἅγιοι Μάρτυρες, οἵτινες διαφόρους αἰκισμούς, παθημάτων ὑπομείναντες, τῶν τυράννων τὰ θράση κατηδαφίσατε, ἀκλινῆ καὶ ἄτρωτον τὴν Πίστιν φυλάξαντες, εἰς Οὐρανοὺς μετέστητε· ὅθεν καὶ παρρησίας τυχόντες πρὸς αὐτόν, αἰτήσασθε δωρηθῆναι ἡμῖν τὸ μέγα ἔλεος. Νεκρώσιμον Ἦχος πλ. α' τοῦ Δαμασκηνοῦ Ἐμνήσθην τοῦ Προφήτου βοῶντος· Ἐγώ εἰμι γῆ καὶ σποδός, καὶ πάλιν κατενόησα ἐν τοῖς μνήμασι, καὶ εἶδον τὰ ὀστᾶ τὰ γεγυμνωμένα, καὶ εἶπον· Ἆρα τίς ἐστι βασιλεύς, ἢ στρατιώτης, ἢ πλούσιος, ἢ πένης, ἢ δίκαιος, ἢ ἁμαρτωλός; Ἀλλὰ ἀνάπαυσον Κύριε, μετὰ Δικαίων τοὺς δούλους σου, ὡς φιλάνθρωπος. Ἦχος πλ. α' Ἐν τῇ Ἐρυθρᾷ θαλάσσῃ, τῆς ἀπειρογάμου νύμφης εἰκὼν διεγράφη ποτέ· ἐκεῖ Μωϋσῆς διαιρέτης τοῦ ὕδατος, ἐνθάδε Γαβριὴλ ὑπηρέτης τοῦ θαύματος· τότε τὸν βυθόν ἐπέζευσεν ἀβρόχως Ἰσραήλ, νῦν δὲ τὸν Χριστὸν ἐγεννησεν, ἀσπόρως ἡ Παρθένος, ἡ θάλασσα, μετὰ τὴν πάροδον τοῦ Ἰσραὴλ ἔμεινεν ἄβατος· ἡ Ἄμεμπτος μετὰ τὴν κύησιν τοῦ Ἐμμανουήλ, ἔμεινεν ἄφθορος· ὁ ὢν καὶ προών, καὶ φανεὶς ὡς ἄνθρωπος Θεός, ἐλέησον ἡμᾶς. Μετὰ τὴν Α' Στιχολογίαν, Καθίσματα Κατανυκτικὰ Ἦχος πλ. α' Κύριε, τὸ ποτήριον τοῦ πάθους σου, οἱ Ἀθλοφόροι σου ζηλώσαντες, κατέλιπον τὴν τοῦ βίου τερπνότητα, καὶ γεγόνασι τῶν Ἀγγέλων συμμέτοχοι· αὐτῶν ταῖς παρακλήσεσιν, εἰρήνην παράσχου ταῖς ψυχαῖς ἡμῶν.
Στίχ. Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς ἁγίοις αὐτοῦ ὁ Θεὸς Ἰσραὴλ αὐτὸς δώσει δύναμιν καὶ κραταίωσιν τῷ λαῳ αὐτοῦ εὐλογητὸς ὁ Θεός.
Τὰ θαύματα τῶν ἁγίων σου Μαρτύρων, τεῖχος ἀκαταμάχητον ἡμῖν δωρησάμενος, Χριστὲ ὁ Θεός, ταῖς αὐτῶν ἱκεσίαις βουλὰς ἐθνῶν διασκέδασον, τῆς βασιλείας τὰ σκῆπτρα κραταίωσον, ὡς μόνος Ἀγαθὸς καὶ φιλάνθρωπος.
Στίχ. Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ αὐτοῦ ἐθαυμάστωσεν ὁ Κύριος, πάντα τὰ θελήματα αὐτοῦ ἐν αὐτοῖς.
Διωγμοὺς καὶ κινδύνους ὑπεριδόντες, καὶ τυράννων τὰ θράση μὴ πτοηθέντες, παρρησίᾳ τὸν Χριστὸν ἀνεκήρυττον καὶ βασάνων αἰκισμοὺς ὑπομείναντες στερρῶς, εἰδώλων πλάνην καθεῖλον, καὶ κράτος τοῦ Διαβόλου, οἱ Ἀθλοφόροι σαφῶς νικήσαντες.
Δόξα... Νεκρώσιμον
Ἀνάπαυσον Σωτὴρ ἡμῶν, μετὰ Δικαίων τοὺς δούλους σου, καὶ τούτους κατασκήνωσον ἐν ταῖς αὐλαῖς σου, καθὼς γέγραπται, παρορῶν ὡς ἀγαθός, τὰ πλημμελήματα αὐτῶν, τὰ ἑκούσια καὶ τὰ ἀκούσια, καὶ πάντα τὰ ἐν ἀγνοίᾳ καὶ γνώσει, μόνε φιλάνθρωπε.
Καὶ νῦν... Θεοτοκίον
Ὁ ἐκ Παρθένου ἀνατείλας, τῷ Κόσμῳ Χριστὲ ὁ Θεός, υἱοὺς φωτὸς δι' αὐτῆς ἀναδείξας, ἐλέησον ἡμᾶς. Στιχηρὰ Μαρτυρικὰ Ἦχος πλ. α' Εὐλογημένος ὁ στρατός, τοῦ βασιλέως τῶν οὐρανῶν· εἰ γὰρ καὶ γηγενεῖς ὑπῆρχον οἱ Ἀθλοφόροι, ἀλλὰ ἀγγελικὴν ἀξίαν ἔσπευδον φθάσαι, τῶν σωμάτων καταφρονήσαντες, καὶ διὰ τῶν παθημάτων, τῆς τῶν ἀσωμάτων ἀξιωθέντες τιμῆς. Διὸ εὐχαῖς αὐτῶν Κύριε, σῶσον τὰς ψυχὰς ἡμῶν. Ἦχος πλ. α' Οἱ Ἀθλοφόροι σου Κύριε, τὰς τάξεις τῶν Ἀγγέλων μιμησάμενοι, ὡς ἀσώματοι ταῖς βασάνοις ἐνεκαρτέρησαν, μονολόγιστον ἐλπίδα ἔχοντες, τῶν ἐπηγγελμένων ἀγαθῶν τὴν ἀπόλαυσιν· ταῖς αὐτῶν πρεσβείαις Χριστὲ ὁ Θεὸς ἡμῶν, τὴν εἰρήνην δώρησαι τῷ Κόσμῳ σου, καὶ ταῖς ψυχαῖς ἡμῶν τὸ μέγα ἔλεος. Ἦχος πλ. α' Οἱ ἅγιοι Μάρτυρες, ἐπὶ τῆς γῆς ἠγωνίσαντο, τῷ ἀέρι ἐνεκαρτέρησαν, τῷ πυρὶ παρεδόθησαν, τὸ ὕδωρ αὐτοὺς ὑπεδέξατο, ἐκείνων ἐστὶν ἡ φωνὴ ἡ λέγουσα· Διήλθομεν διὰ πυρὸς καὶ ὕδατος, καὶ ἐξήγαγες ἡμᾶς εἰς ἀναψυχήν, ταῖς πρεσβείαις αὐτῶν ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἦχος πλ. α' Ἐν ταῖς βασάνοις ὄντες οἱ Ἅγιοι, ἀγαλλόμενοι ἐβόων· Συναλλάγματα ἡμῖν ἐστι ταῦτα πρὸς τὸν Δεσπότην, ἀντὶ τῶν ἐπανισταμένων μωλώπων τῷ σώματι, φωτεινόν ἔνδυμα ἐν τῇ ἀναστάσει ἐπανθήσει ἡμῖν, ἀντὶ τῆς ἀτιμίας οἱ στέφανοι, ἀντὶ δεσμωτηρίων ὁ Παράδεισος, καὶ ἀντὶ τῆς μετὰ τῶν κακούργων καταδίκης, ἡ μετ' Ἀγγέλων διαγωγή. Διὸ εὐχαῖς αὐτῶν Κύριε, σῶσον τὰς ψυχὰς ἡμῶν. Νεκρώσιμον Ἦχος πλ. α' Σὺ ἔπλασάς με Κύριε, καὶ ἔθηκας ἐπ' ἐμὲ τὴν χεῖρά σου καὶ ἐνετείλω μοι καὶ εἶπας· Εἰς γῆν πάλιν πορεύσῃ. Ὁδήγησόν με εἰς εὐθεῖαν ὁδόν σου, συγχώρησόν μοι τὰ πλημμελήματά μου, καὶ σῶσόν με δέομαι φιλάνθρωπε. Ἦχος πλ. α' Μακαρίζομέν σε Θεοτόκε Παρθένε, ὅτι ἐκ σοῦ ἀνέτειλεν ὁ Ἥλιος τῆς δικαιοσύνης, Χριστὸς ὁ ἔχων τὸ μέγα ἔλεος. Ἀπόστιχα
Νεκρώσιμα Προσόμοια
τοῦ Θεοφάνους
Ἦχος πλ. α'
Χαίροις ἀσκητικῶν

Αἴγλῃ τοῦ σοῦ προσώπου Χριστέ, τοὺς μεταστάντας ὡς οἰκτίρμων κατάταξον, σκηνῶσαι εἰς τόπον χλόης, ἐπὶ ὑδάτων τῆς σῆς, ἀκραιφνοῦς καὶ θείας ἀναπαύσεως, ἐν τοῖς ὀρεκτοῖς κόλποις, Ἀβραὰμ τοῦ προπάτορος, ἔνθα τὸ φῶς σου, καθαρὸν ἐπιφαὶνεται, καὶ προχέουσιν, αἱ πηγαὶ τῆς χρηστότητος, ἔνθα περιχορεύουσι, τρανῶς ἀγαλλόμεναι, αἱ τῶν Ἁγίων χορεῖαι, περὶ τὴν σὴν ἀγαθότητα· μεθ' ὧν κατατάξαι, τοὺς ἱκέτας σου παράσχου, τὸ μέγα ἔλεος.
Στίχ. Μακάριοι, οὓς ἐξελέξω καὶ προσελάβου, Κύριε.
Ψάλλει παναρμονίῳ φωνῇ, δοξολογοῦντας τὸ σὸν κράτος εὐδόκησον, οἰκτίρμον, τοὺς μεταστάντας, ἐκ τῶν προσκαίρων πρὸς σέ, τὸν Δεσπότην πάντων καὶ φιλάνθρωπον, διδοὺς ὡραιότητος, τοῦ σοῦ κάλλους ἐλλάμπεσθαι, καὶ τῆς γλυκείας, καὶ τερπνῆς μετουσίας σου, ἀπολαύειν τε, καὶ τρυφᾷν καθαρώτερον, ἔνθα περὶ τὸν θρόνον σου, χορεύουσιν Ἄγγελοι, καὶ τῶν Ἁγίων οἱ δῆμοι, χαρμονικῶς περιέπουσι· μεθ' ὧν τοῖς σοῖς δούλοις, τὴν ἀνάπαυσιν παράσχου, καὶ μέγα ἔλεος.
Στίχ. Καὶ τὸ μνημόσυνον αὐτῶν εἰς γενεὰν καὶ γενεάν.
Ὅπου τῶν Προφητῶν ὁ χορός, τῶν Ἀποστόλων καὶ Μαρτύρων τὰ τάγματα, καὶ πάντες οἱ ἀπ' αἰῶνος, δικαιωθέντες τῷ σῶ, σωτηρίῳ πάθει καὶ τῷ Αἵματι, δι' οὗ ἐξηγόρασας τὸν αἰχμάλωτον ἄνθρωπον, ἐκεῖ τοὺς πίστει, κοιμηθέντας ἀνάπαυσον, ὡς φιλάνθρωπος, συγχωρῶν καὶ τὰ πταίσματα· μόνος γὰρ ἀναμάρτητος, ἐν γῇ πεπολίτευσαι, Ἅγιος μόνος καὶ μόνος, ἐν τεθνεῶσιν ἐλεύθερος. Διὸ τοῖς σοῖς δούλοις, τὴν ἀνάπαυσιν παράσχου, καὶ μέγα ἔλεος. Ἦχος πλ. α' Ὅμοιον Νόμῳ τῆς ἁμαρτίας ἡμᾶς, δεδουλωμένους ἠλευθέρωσας Πάναγνε, ἐν μήτρᾳ τὸν Νομοδότην, καὶ Βασιλέα Θεόν, συλλαβοῦσα μόνη Μητροπάρθενε· δι' οὗ δικαιούμεθα, δωρεᾷ τε καὶ χάριτι, ὃν νῦν δυσώπει, τὰς ψυχὰς τῶν ὑμνούντων σε, Θεομήτορα, κατατάξαι ἐν βίβλῳ ζωῆς, ὅπως τῇ μεσιτείᾳ σου, σωθέντες πανάμωμε, τῆς τοῦ Υἱοῦ σου εὐκταίας, ἀπολυτρώσεως τύχοιμεν, αὐτὸν προσκυνοῦντες, τὸν παρέχοντα τῷ Κόσμῳ, τὸ μέγα ἔλεος.