Μετὰ τὴν Α' Στιχολογίαν, Καθίσματα Κατανυκτικὰ Ἦχος πλ. α' Τὸν συνάναρχον Λόγον Τὸν σταυρωθέντα Σωτῆρα, καὶ Λυτρωτὴν ἡμῶν, ἑκουσίως ὡς οἶδε καὶ ὡς ηὐδόκησεν, ἀνυμνοῦμεν οἱ πιστοί, καὶ δοξάζομεν, ὅτι προσήλωσεν αὐτὸς τὰς ἁμαρτίας τῶν βροτῶν, ῥυσάμενος ἐκ τῆς πλάνης, τὸ γένος τὸ τῶν ἀνθρώπων, καὶ βασιλείας ἡμᾶς κατηξίωσε.
Στίχ. Κύριε, μὴ τῷ θυμῷ σου ἐλέγξῃς με μηδὲ τῇ ὀργῇ σου παιδεύσῃς με.
Ὅμοιον
Ὁ Σταυρὸν ὑπομείνας ἑκουσίᾳ βουλῇ, καὶ φθορᾶς τοὺς ἀνθρώπους ἐλευθερώσας Σωτήρ, ἀνυμνοῦμεν οἱ πιστοί, καὶ προσκυνοῦμέν σε, ὅτι ἐφώτισας ἡμᾶς, τῇ δυνάμει τοῦ Σταυροῦ, καὶ πάντες δοξολογοῦμεν, φιλάνθρωπε, καὶ οἰκτίρμον, ὡς ζωοδότην καὶ Κύριον.
Δόξα... Καὶ νῦν... Σταυροθεοτοκίον
Τῷ σταυρῷ τοῦ Κυρίου παρισταμένη, θρηνῳδοῦσα ἐβόα ἡ Θεοτόκος· Οἴμοι ὦ Τέκνον μου! οἴμοι φῶς τῶν ἐμῶν ὀφθαλμῶν! πῶς ἐτανύθης ἐν Σταυρῷ, ὁ ἐκτείνας θεϊκῶς τὸν οὐρανὸν ὡσεὶ δέρριν, καὶ ἐκ θαλάσσης ἀνάγων, πηγὰς ὑδάτων τῷ σῷ προστάγματι; <Μαρτυρικὸν> Μαρτυρικὸν Ἦχος πλ. α' Τοὺς Ἀθλοφόρους σου Κύριε, μεγάλους ἀντιλήπτορας ἀνέδειξας, Σωτὴρ τῇ Οἰκουμένῃ, δι' ὧν τὰ πάθη φυγαδεύονται· ταῖς αὐτῶν πρεσβείαις σῶσον τὰς ψυχὰς ἡμῶν.