Μετὰ τὴν Α' Στιχολογίαν, Καθίσματα Κατανυκτικὰ Ἦχος βαρὺς Πυρὸς φωτεινότερον, φλογὸς ἐναργέστερον, τὸ ξύλον ἀνέδειξας τὸ τοῦ Σταυροῦ σου, καταφλέγον ἁμαρτίας τῶν νοσούντων, καὶ φωτίζον τὰς καρδίας τῶν ὑμνούντων, τὴν ἑκούσιόν σου Σταύρωσιν, Χριστὲ ὁ Θεὸς δόξα σοι.
Στίχ. Ὑψοῦτε Κύριον τὸν Θεὸν ἡμῶν καὶ προσκυνεῖτε τῷ ὑποποδίῳ τῶν ποδῶν αὐτοῦ.
Ὁ δεσπόζων τῶν ἀσωμάτων Δυνάμεων, καὶ γινώσκων τῆς ψυχῆς μου τὸ ῥάθυμον, τῷ Σταυρῷ σου σῶσόν με Χριστὲ ὁ Θεός, ὡς φιλάνθρωπος.
Δόξα... Καὶ νῦν... Σταυροθεοτοκίον
Οἱ Μάρτυρές σου Κύριε, τὸν ἐχθρὸν ἐτροπώσαντο, καὶ τὴν πλάνην τῶν εἰδώλων κατῄσχυναν, καθωπλισάμενοι τοῦ Σταυροῦ τὴν δύναμιν· διὸ καὶ σὺν Ἀγγέλοις ἀνυμνοῦντες κραυγάζουσι, τὸν ἐπινίκιον ὕμνον, δοξολογοῦντές σε Χριστέ, δι' αὐτῶν σε δυσωποῦμεν· Σῶσον ἡμᾶς. <Μαρτυρικὸν> Μαρτυρικὸν Ἦχος βαρὺς Οἱ Μάρτυρές σου Κύριε, τὸν ἐχθρὸν ἐτροπώσαντο, καὶ τὴν πλάνην τῶν εἰδώλων κατῄσχυναν, καθωπλισάμενοι τοῦ Σταυροῦ τὴν δύναμιν· διὸ καὶ σὺν Ἀγγέλοις ἀνυμνοῦντες κραυγάζουσι, τὸν ἐπινίκιον ὕμνον, δοξολογοῦντές σε Χριστέ, δι' αὐτῶν σε δυσωποῦμεν· Σῶσον ἡμᾶς.