Μετὰ τὴν Α' Στιχολογίαν, Καθίσματα Κατανυκτικὰ Ἦχος βαρὺς Ἡ Ἐκκλησία βοᾷ σοι Χριστὲ ὁ Θεός, ἐν κέδρῳ καὶ πεύκῃ, καὶ κυπαρίσσῳ προσκυνοῦσά σε. Νίκας τοῖς Βασιλεῦσιν ἡμῶν, διὰ τῆς Θεοτόκου δωρούμενος, ἐλέησον ἡμᾶς.
Στίχ. Ὑψοῦτε Κύριον τὸν Θεὸν ἡμῶν καὶ προσκυνεῖτε τῷ ὑποποδίῳ τῶν ποδῶν αὐτοῦ.
Ὁ δι' ἐμὲ ἀνασχόμενος, τῆς ἐν Σταυρῷ προσηλώσεως, δέξαι μου τὴν ἄγρυπνον αἴνεσιν, Χριστὲ ὁ Θεὸς ὡς φιλάνθρωπος.
Δόξα... Καὶ νῦν... Σταυροθεοτοκίον
Τὸν σταυρωθέντα ὑπὲρ ἡμῶν Χριστὸν τὸν Θεόν, καὶ καθελόντα τοῦ θανάτου τὸ κράτος, ἀπαύστως ἱκέτευε Θεοτόκε, ἵνα σώσῃ τὰς ψυχὰς ἡμῶν. <Μαρτυρικὸν> Μαρτυρικὸν Ἦχος βαρὺς Τῆς ἀθεότητος τῶν τυράννων καταφρονήσαντες, καὶ τῶν βασάνων τὸ ἄλγος παραβλεψάμενοι Ἅγιοι, τὴν πίστιν τὴν εἰς Χριστὸν οὐκ ἠρνήσασθε· διὸ ἱκετεύσατε τόν φιλάνθρωπον Θεόν, σωθῆναι τὰς ψυχὰς ἡμῶν.