ΦΩΤΑΓΩΓΙΚΟΝ, ΗΧΟΣ Α' Ὁ τὸ φῶς ἀνατέλλων Κύριε, τὴν ψυχήν μου καθάρισον ἀπὸ πάσης ἁμαρτίας, προστασίαις τῶν Ἀσωμάτων, καὶ σῶσόν με... ΦΩΤΑΓΩΓΙΚΟΝ, ΗΧΟΣ Β' Τὸ φῶς σου τὸ ἀΐδιον, ἐξαπόστειλον Κύριε, καὶ φώτισον τὰ ὄμματα τὰ κρυπτὰ τῆς καρδίας μου, προστασίαις τῶν Ἀσωμάτων, καὶ σῶσόν με... ΦΩΤΑΓΩΓΙΚΟΝ, ΗΧΟΣ Γ' Ἐξαπόστειλον τὸ φῶς σου, Χριστὲ ὁ Θεός, καὶ φώτισον τὴν καρδίαν μου, προστασίαις τῶν Ἀσωμάτων, καὶ σῶσόν με... ΦΩΤΑΓΩΓΙΚΟΝ, ΗΧΟΣ Δ' Ὁ τὸ φῶς ἀνατέλλων τῷ κόσμῳ σου, τὴν ἐν σκότει ψυχήν μου ὑπάρχουσαν, ἀπὸ πάσης ἁμαρτίας καθάρισον, προστασίαις τῶν Ἀσωμάτων, καὶ σῶσόν με... ΦΩΤΑΓΩΓΙΚΟΝ, ΗΧΟΣ ΠΛ. Α' Φωτοδότα Κύριε, ἐξαπόστειλον τὸ φῶς σου, καὶ φώτισον τὴν καρδίαν μου, προστασίαις τῶν Ἀσωμάτων, καὶ σῶσόν με... ΦΩΤΑΓΩΓΙΚΟΝ, ΗΧΟΣ ΠΛ. Β' Προστασίαις Κύριε τῶν Ἀσωμάτων, κατάπεμψον ταῖς ψυχαῖς ἡμῶν, τὸ φῶς σου τὸ ἀΐδιον... ΦΩΤΑΓΩΓΙΚΟΝ, ΗΧΟΣ ΒΑΡΥΣ Προστασίαις Κύριε τῶν Ἀσωμάτων, φῶς κατάπεμψον ταῖς ψυχαῖς ἡμῶν, διὰ τὸ μέγα σου ἔλεος... ΦΩΤΑΓΩΓΙΚΟΝ, ΗΧΟΣ ΠΛ. Δ' Φῶς ὑπάρχων Χριστέ, φώτισόν με ἐν σοί, προστασίαις τῶν Ἀσωμάτων, καὶ σῶσόν με...